Μέγα Σάββατο (30 Απριλίου 2021)

30 ΑΠΡΙΛΙΟΥ 2021

ΤΟ ΑΓΙΟΝ ΚΑΙ ΜΕΓΑ ΣΑΒΒΑΤΟΝ

καθ᾿ ὃ ἑ­ορ­τά­ζο­μεν τὴν θε­ό­σω­μον τα­φὴν
καὶ τὴν εἰς ᾅ­δου κά­θο­δον
τοῦ Κυ­ρί­ου ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ.

Ἰ­ω­άν­νου ὁ­σί­ου. Σάβ­βα τοῦ στρα­τη­λά­του καὶ μάρ­τυ­ρος, Ἀ­θα­να­σί­ας ὁ­σί­ας τῆς ἐξ Αἰ­γί­νης.

* * * * *

Ο ΟΡΘΡΟΣ

(Τε­λεῖ­ται συ­νή­θως τῇ Μ. Πα­ρα­σκευ­ῇ ἑ­σπέ­ρας· ἐ­νι­α­χοῦ ὅ­μως τε­λεῖ­ται κα­τὰ τὴν ἀρ­χαί­αν συ­νή­θει­αν τὰς πρώ­τας πρω­ϊ­νὰς ὥ­ρας τοῦ Μ. Σαβ­βά­του).

Ὁ ἱ­ε­ρεύς· Εὐ­λο­γη­τὸς ὁ Θε­ὸς ἡ­μῶν, πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεύς· Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Βα­σι­λεῦ οὐ­ρά­νι­ε, Πα­ρά­κλη­τε, τὸ Πνεῦ­μα τῆς ἀ­λη­θεί­ας, ὁ παν­τα­χοῦ πα­ρὼν καὶ τὰ πάν­τα πλη­ρῶν, ὁ θη­σαυ­ρὸς τῶν ἀ­γα­θῶν καὶ ζω­ῆς χο­ρη­γός, ἐλ­θὲ καὶ σκή­νω­σον ἐν ἡ­μῖν καὶ κα­θά­ρι­σον ἡ­μᾶς ἀ­πὸ πά­σης κη­λῖ­δος καὶ σῶ­σον, ἀ­γα­θέ, τὰς ψυ­χὰς ἡ­μῶν.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (12άκις).

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ Χρι­στῷ τῷ βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Καὶ τοὺς ἑ­ξῆς ψαλ­μοὺς (ὧν ἀ­να­γι­νω­σκο­μέ­νων ὁ ἱ­ε­ρεὺς θυ­μι­ᾷ δι­ὰ κατ­ζί­ου).

Ψαλ­μὸς ιθ´ (19).

Ἐ­πα­κού­σαι σου Κύ­ρι­ος ἐν ἡ­μέ­ρᾳ θλί­ψε­ως· ὑ­πε­ρα­σπί­σαι σου τὸ ὄ­νο­μα τοῦ Θε­οῦ Ἰ­α­κώβ.

Ἐ­ξα­πο­στεί­λαι σοι βο­ή­θει­αν ἐξ ἁ­γί­ου, καὶ ἐκ Σι­ὼν ἀν­τι­λά­βοι­τό σου.

Μνη­σθεί­η πά­σης θυ­σί­ας σου, καὶ τὸ ὁ­λο­καύ­τω­μά σου πι­α­νά­τω.

Δῴ­η σοι Κύ­ρι­ος κα­τὰ τὴν καρ­δί­αν σου, καὶ πᾶ­σαν τὴν βου­λήν σου πλη­ρώ­σαι.

Ἀ­γαλ­λι­α­σό­με­θα ἐ­πὶ τῷ σω­τη­ρί­ῳ σου, καὶ ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου Θε­οῦ ἡ­μῶν με­γα­λυν­θη­σό­με­θα.

Πλη­ρώ­σαι Κύ­ρι­ος πάν­τα τὰ αἰ­τή­μα­τά σου· νῦν ἔ­γνων ὅ­τι ἔ­σω­σε Κύ­ρι­ος τὸν χρι­στὸν αὐ­τοῦ.

Ἐ­πα­κού­σε­ται αὐ­τοῦ ἐξ οὐ­ρα­νοῦ ἁ­γί­ου αὐ­τοῦ· ἐν δυ­να­στεί­αις ἡ σω­τη­ρί­α τῆς δε­ξι­ᾶς αὐ­τοῦ.

Οὗ­τοι ἐν ἅρ­μα­σι καὶ οὗ­τοι ἐν ἵπ­ποις· ἡ­μεῖς δὲ ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου Θε­οῦ ἡ­μῶν με­γα­λυν­θη­σό­με­θα.

Αὐ­τοὶ συ­νε­πο­δί­σθη­σαν καὶ ἔ­πε­σον· ἡ­μεῖς δὲ ἀ­νέ­στη­μεν καὶ ἀ­νωρ­θώ­θη­μεν.

Κύ­ρι­ε, σῶ­σον τὸν βα­σι­λέ­α, καὶ ἐ­πά­κου­σον ἡ­μῶν, ἐν ᾗ ἂν ἡ­μέ­ρᾳ ἐ­πι­κα­λε­σώ­με­θά σε.

Ψαλ­μὸς κ´ (20).

Κύ­ρι­ε, ἐν τῇ δυ­νά­μει σου εὐ­φραν­θή­σε­ται ὁ βα­σι­λεύς, καὶ ἐ­πὶ τῷ σω­τη­ρί­ῳ σου ἀ­γαλ­λι­ά­σε­ται σφό­δρα.

Τὴν ἐ­πι­θυ­μί­αν τῆς καρ­δί­ας αὐ­τοῦ ἔ­δω­κας αὐ­τῷ, καὶ τὴν θέ­λη­σιν τῶν χει­λέ­ων αὐ­τοῦ οὐκ ἐ­στέ­ρη­σας αὐ­τόν.

Ὅ­τι προ­έ­φθα­σας αὐ­τὸν ἐν εὐ­λο­γί­αις χρη­στό­τη­τος· ἔ­θη­κας ἐ­πὶ τὴν κε­φα­λὴν αὐ­τοῦ στέ­φα­νον ἐκ λί­θου τι­μί­ου.

Ζω­ὴν ᾐ­τή­σα­τό σε καὶ ἔ­δω­κας αὐ­τῷ, μα­κρό­τη­τα ἡ­με­ρῶν εἰς αἰ­ῶ­να αἰ­ῶ­νος.

Με­γά­λη ἡ δό­ξα αὐ­τοῦ ἐν τῷ σω­τη­ρί­ῳ σου, δό­ξαν καὶ με­γα­λο­πρέ­πει­αν ἐ­πι­θή­σεις ἐπ᾿ αὐ­τόν.

Ὅ­τι δώ­σεις αὐ­τῷ εὐ­λο­γί­αν εἰς αἰ­ῶ­να αἰ­ῶ­νος· εὐ­φρα­νεῖς αὐ­τὸν ἐν χα­ρᾷ με­τὰ τοῦ προ­σώ­που σου.

Ὅ­τι ὁ βα­σι­λεὺς ἐλ­πί­ζει ἐ­πὶ Κύ­ρι­ον, καὶ ἐν τῷ ἐ­λέ­ει τοῦ Ὑ­ψί­στου οὐ μὴ σα­λευ­θῇ.

Εὑ­ρε­θεί­η ἡ χείρ σου πᾶ­σι τοῖς ἐ­χθροῖς σου· ἡ δε­ξι­ά σου εὕ­ροι πάν­τας τοὺς μι­σοῦν­τάς σε.

Ὅ­τι θή­σεις αὐ­τοὺς εἰς κλί­βα­νον πυ­ρός, εἰς και­ρὸν τοῦ προ­σώ­που σου.

Κύ­ρι­ος ἐν ὀρ­γῇ αὐ­τοῦ συν­τα­ρά­ξει αὐ­τούς, καὶ κα­τα­φά­γε­ται αὐ­τοὺς πῦρ.

Τὸν καρ­πὸν αὐ­τῶν ἀ­πὸ τῆς γῆς ἀ­πο­λεῖς, καὶ τὸ σπέρ­μα αὐ­τῶν ἀ­πὸ υἱ­ῶν ἀν­θρώ­πων.

Ὅ­τι ἔ­κλι­ναν εἰς σὲ κα­κά, δι­ε­λο­γί­σαν­το βου­λάς, αἷς οὐ μὴ δύ­νων­ται στῆ­ναι.

Ὅ­τι θή­σεις αὐ­τοὺς νῶ­τον· ἐν τοῖς πε­ρι­λοί­ποις σου ἑ­τοι­μά­σεις τὸ πρό­σω­πον αὐ­τῶν.

Ὑ­ψώ­θη­τι, Κύ­ρι­ε, ἐν τῇ δυ­νά­μει σου· ᾄ­σο­μεν καὶ ψα­λοῦ­μεν τὰς δυ­να­στεί­ας σου.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὸ τρι­σά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ τὰ τρο­πά­ρι­α·

Σῶ­σον, Κύ­ρι­ε, τὸν λα­όν σου, καὶ εὐ­λό­γη­σον τὴν κλη­ρο­νο­μί­αν σου, νί­κας τοῖς βα­σι­λεῦ­σι, κα­τὰ βαρ­βά­ρων δω­ρού­με­νος, καὶ τὸ σὸν φυ­λάτ­των, δι­ὰ τοῦ Σταυ­ροῦ σου πο­λί­τευ­μα.

Δό­ξα.

Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυ­ρῷ ἑ­κου­σί­ως, τῇ ἐ­πω­νύ­μῳ σου και­νῇ πο­λι­τεί­ᾳ, τοὺς οἰ­κτιρ­μούς σου δώ­ρη­σαι, Χρι­στὲ ὁ Θε­ός· εὔ­φρα­νον ἐν τῇ δυ­νά­μει σου, τοὺς πι­στοὺς βα­σι­λεῖς ἡ­μῶν, νί­κας χο­ρη­γῶν αὐ­τοῖς, κα­τὰ τῶν πο­λε­μί­ων. Τὴν συμ­μα­χί­αν ἔ­χοι­εν τὴν σήν, ὅ­πλον εἰ­ρή­νης ἀ­ήτ­τη­τον τρό­παι­ον.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Προ­στα­σί­α φο­βε­ρὰ καὶ ἀ­κα­ταί­σχυν­τε, μὴ πα­ρί­δῃς ἀ­γα­θή, τὰς ἱ­κε­σί­ας ἡ­μῶν, πα­νύ­μνη­τε Θε­ο­τό­κε· στή­ρι­ξον ὀρ­θο­δό­ξων πο­λι­τεί­αν, σῷ­ζε οὓς ἐ­κέ­λευ­σας βα­σι­λεύ­ειν, καὶ χο­ρή­γει αὐ­τοῖς οὐ­ρα­νό­θεν τὴν νί­κην· δι­ό­τι ἔ­τε­κες τὸν Θε­όν, μό­νη εὐ­λο­γη­μέ­νη.

Ὁ ἱ­ε­ρεύς· Ἐ­λέ­η­σον ἡ­μᾶς, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου· δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.

Ὁ ἀ­να­γνώ­στης· Κύ­ρι­ε, ἐ­λέ­η­σον γ´.

Ὁ ἱ­ε­ρεύς· Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.

Ὁ ἀ­να­γνώ­στης· Κύ­ρι­ε, ἐ­λέ­η­σον γ´.

Ὁ ἱ­ε­ρεύς· Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος).

Ὁ ἀ­να­γνώ­στης· Κύ­ρι­ε, ἐ­λέ­η­σον γ´.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως· Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

* * *

Ο ΕΞΑΨΑΛΜΟΣ - ΑΙ ΕΥΧΑΙ

Ὁ ἀ­να­γνώ­στης· Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Καὶ εὐ­θὺς ἐκ­φω­νεῖ ὁ ἱ­ε­ρεύς·

Δό­ξα τῇ ἁ­γί­ᾳ καὶ ὁ­μο­ου­σί­ῳ καὶ ζω­ο­ποι­ῷ καὶ ἀ­δι­αι­ρέ­τῳ Τρι­ά­δι πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ ἀ­να­γι­νώ­σκει ὁ προ­ε­στὼς (ἢ ὁ ἀ­να­γνώ­στης) τὸν Ἑ­ξά­ψαλ­μον.

Ὁ δὲ ἱ­ε­ρεὺς ἀ­να­γι­νώ­σκει μυ­στι­κῶς τὰς εὐ­χὰς τοῦ Ὄρ­θρου ἐ­νώ­πι­ον τῆς ἁ­γί­ας Τρα­πέ­ζης· με­τὰ δὲ τὴν πρώ­την τρι­ά­δα τῶν Ψαλ­μῶν ἐ­ξελ­θὼν συ­νε­χί­ζει τὴν ἀ­νά­γνω­σιν ἐ­νώ­πι­ον τῆς εἰ­κό­νος τοῦ Κυ­ρί­ου.

Ὁ ἀ­να­γνώ­στης·

Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α. (τρίς)

Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου. (δίς)

Ψαλ­μὸς γ´ (3).

Κύ­ρι­ε, τί ἐ­πλη­θύν­θη­σαν οἱ θλί­βον­τές με; Πολ­λοὶ ἐ­πα­νί­σταν­ται ἐπ᾿ ἐ­μέ.

Πολ­λοὶ λέ­γου­σι τῇ ψυ­χῇ μου· Οὐκ ἔ­στι σω­τη­ρί­α αὐ­τῷ ἐν τῷ Θε­ῷ αὐ­τοῦ.

Σὺ δέ, Κύ­ρι­ε, ἀν­τι­λή­πτωρ μου εἶ· δό­ξα μου καὶ ὑ­ψῶν τὴν κε­φα­λήν μου.

Φω­νῇ μου πρὸς Κύ­ρι­ον ἐ­κέ­κρα­ξα, καὶ ἐ­πή­κου­σέ μου ἐξ ὄ­ρους ἁ­γί­ου αὐ­τοῦ.

Ἐ­γὼ δὲ ἐ­κοι­μή­θην καὶ ὕ­πνω­σα· ἐ­ξη­γέρ­θην, ὅ­τι Κύ­ρι­ος ἀν­τι­λή­ψε­ταί μου.

Οὐ φο­βη­θή­σο­μαι ἀ­πὸ μυ­ρι­ά­δων λα­οῦ, τῶν κύ­κλῳ συ­νε­πι­τι­θε­μέ­νων μοι.

Ἀ­νά­στα, Κύ­ρι­ε, σῶ­σόν με, ὁ Θε­ός μου.

Ὅ­τι σὺ ἐ­πά­τα­ξας πάν­τας τοὺς ἐ­χθραί­νον­τάς μοι μα­ταί­ως, ὀ­δόν­τας ἁ­μαρ­τω­λῶν συ­νέ­τρι­ψας.

Τοῦ Κυ­ρί­ου ἡ σω­τη­ρί­α, καὶ ἐ­πὶ τὸν λα­όν σου ἡ εὐ­λο­γί­α σου.

Καί πά­λιν.

Ἐ­γὼ ἐ­κοι­μή­θην καὶ ὕ­πνω­σα· ἐ­ξη­γέρ­θην, ὅ­τι Κύ­ρι­ος ἀν­τι­λή­ψε­ταί μου.

Ψαλ­μὸς λζ´ (37).

Κύ­ρι­ε, μὴ τῷ θυ­μῷ σου ἐ­λέγ­ξῃς με, μη­δὲ τῇ ὀρ­γῇ σου παι­δεύ­σῃς με.

Ὅ­τι τὰ βέ­λη σου ἐ­νε­πά­γη­σάν μοι, καὶ ἐ­πε­στή­ρι­ξας ἐπ᾿ ἐ­μὲ τὴν χεῖ­ρά σου.

Οὐκ ἔ­στιν ἴ­α­σις ἐν τῇ σαρ­κί μου ἀ­πὸ προ­σώ­που τῆς ὀρ­γῆς σου· οὐκ ἔ­στιν εἰ­ρή­νη ἐν τοῖς ὀ­στέ­οις μου ἀ­πὸ προ­σώ­που τῶν ἁ­μαρ­τι­ῶν μου.

Ὅ­τι αἱ ἀ­νο­μί­αι μου ὑ­πε­ρῆ­ραν τὴν κε­φα­λήν μου, ὡ­σεὶ φορ­τί­ον βα­ρὺ ἐ­βα­ρύν­θη­σαν ἐπ᾿ ἐ­μέ.

Προ­σώ­ζε­σαν καὶ ἐ­σά­πη­σαν οἱ μώ­λω­πές μου ἀ­πὸ προ­σώ­που τῆς ἀ­φρο­σύ­νης μου.

Ἐ­τα­λαι­πώ­ρη­σα καὶ κα­τε­κάμ­φθην ἕ­ως τέ­λους, ὅ­λην τὴν ἡ­μέ­ραν σκυ­θρω­πά­ζων ἐ­πο­ρευ­ό­μην.

Ὅ­τι αἱ ψό­αι μου ἐ­πλή­σθη­σαν ἐμ­παιγ­μά­των καὶ οὐκ ἔ­στιν ἴ­α­σις ἐν τῇ σαρ­κί μου.

Ἐ­κα­κώ­θην καὶ ἐ­τα­πει­νώ­θην ἕ­ως σφό­δρα· ὠ­ρυ­ό­μην ἀ­πὸ στε­ναγ­μοῦ τῆς καρ­δί­ας μου.

Κύ­ρι­ε, ἐ­ναν­τί­ον σου πᾶ­σα ἡ ἐ­πι­θυ­μί­α μου, καὶ ὁ στε­ναγ­μός μου ἀ­πὸ σοῦ οὐκ ἀ­πε­κρύ­βη.

Ἡ καρ­δί­α μου ἐ­τα­ρά­χθη, ἐγ­κα­τέ­λι­πέ με ἡ ἰ­σχύς μου, καὶ τὸ φῶς τῶν ὀ­φθαλ­μῶν μου, καὶ αὐ­τὸ οὐκ ἔ­στι μετ᾿ ἐ­μοῦ.

Οἱ φί­λοι μου καὶ οἱ πλη­σί­ον μου ἐξ ἐ­ναν­τί­ας μου ἤγ­γι­σαν καὶ ἔ­στη­σαν, καὶ οἱ ἔγ­γι­στά μου ἀ­πὸ μα­κρό­θεν ἔ­στη­σαν.

Καὶ ἐ­ξε­βι­ά­ζον­το οἱ ζη­τοῦν­τες τὴν ψυ­χήν μου, καὶ οἱ ζη­τοῦν­τες τὰ κα­κά μοι ἐ­λά­λη­σαν μα­ται­ό­τη­τας, καὶ δο­λι­ό­τη­τας ὅ­λην τὴν ἡ­μέ­ραν ἐ­με­λέ­τη­σαν.

Ἐ­γὼ δὲ ὡ­σεὶ κω­φὸς οὐκ ἤ­κου­ον, καὶ ὡ­σεὶ ἄ­λα­λος οὐκ ἀ­νοί­γων τὸ στό­μα αὐ­τοῦ.

Καὶ ἐ­γε­νό­μην ὡ­σεὶ ἄν­θρω­πος οὐκ ἀ­κού­ων, καὶ οὐκ ἔ­χων ἐν τῷ στό­μα­τι αὐ­τοῦ ἐ­λεγ­μούς.

Ὅ­τι ἐ­πὶ σοί, Κύ­ρι­ε, ἤλ­πι­σα, σὺ εἰ­σα­κού­σῃ, Κύ­ρι­ε, ὁ Θε­ός μου.

Ὅ­τι εἶ­πον· Μή­πο­τε ἐ­πι­χα­ρῶ­σί μοι οἱ ἐ­χθροί μου, καὶ ἐν τῷ σα­λευ­θῆ­ναι πό­δας μου ἐπ᾿ ἐ­μὲ ἐ­με­γα­λοῤ­ῥη­μό­νη­σαν.

Ὅ­τι ἐ­γὼ εἰς μά­στι­γας ἕ­τοι­μος, καὶ ἡ ἀλ­γη­δών μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­α­παν­τός.

Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ ἀ­ναγ­γε­λῶ καὶ με­ρι­μνή­σω ὑ­πὲρ τῆς ἁ­μαρ­τί­ας μου.

Οἱ δὲ ἐ­χθροί μου ζῶ­σι καὶ κε­κρα­ταί­ων­ται ὑ­πὲρ ἐ­μέ, καὶ ἐ­πλη­θύν­θη­σαν οἱ μι­σοῦν­τές με ἀ­δί­κως.

Οἱ ἀν­τα­πο­δι­δόν­τες μοι κα­κὰ ἀν­τὶ ἀ­γα­θῶν ἐν­δι­έ­βαλ­λόν με, ἐ­πεὶ κα­τε­δί­ω­κον ἀ­γα­θω­σύ­νην.

Μὴ ἐγ­κα­τα­λί­πῃς με, Κύ­ρι­ε, ὁ Θε­ός μου, μὴ ἀ­πο­στῇς ἀπ᾿ ἐ­μοῦ.

Πρό­σχες εἰς τὴν βο­ή­θει­άν μου, Κύ­ρι­ε, τῆς σω­τη­ρί­ας μου.

Καὶ πά­λιν.

Μὴ ἐγ­κα­τα­λί­πῃς με, Κύ­ρι­ε, ὁ Θε­ός μου, μὴ ἀ­πο­στῇς ἀπ᾿ ἐ­μοῦ.

Πρό­σχες εἰς τὴν βο­ή­θει­άν μου, Κύ­ρι­ε τῆς σω­τη­ρί­ας μου.

Ψαλ­μὸς ξβ´ (62).

Ὁ Θε­ός, ὁ Θε­ός μου, πρὸς σὲ ὀρ­θρί­ζω.

Ἐ­δί­ψη­σέ σε ἡ ψυ­χή μου, πο­σα­πλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐ­ρή­μῳ καὶ ἀ­βά­τῳ καὶ ἀ­νύ­δρῳ.

Οὕ­τως ἐν τῷ ἁ­γί­ῳ ὤ­φθην σοι, τοῦ ἰ­δεῖν τὴν δύ­να­μίν σου καὶ τὴν δό­ξαν σου.

Ὅ­τι κρεῖσ­σον τὸ ἔ­λε­ός σου ὑ­πὲρ ζω­άς· τὰ χεί­λη μου ἐ­παι­νέ­σου­σί σε.

Οὕ­τως εὐ­λο­γή­σω σε ἐν τῇ ζω­ῇ μου, καὶ ἐν τῷ ὀ­νό­μα­τί σου ἀ­ρῶ τὰς χεῖ­ράς μου.

Ὡς ἐκ στέ­α­τος καὶ πι­ό­τη­τος ἐμ­πλη­σθεί­η ἡ ψυ­χή μου, καὶ χεί­λη ἀ­γαλ­λι­ά­σε­ως αἰ­νέ­σει τὸ στό­μα μου.

Εἰ ἐ­μνη­μό­νευ­όν σου ἐ­πὶ τῆς στρω­μνῆς μου, ἐν τοῖς ὄρ­θροις ἐ­με­λέ­των εἰς σέ.

Ὅ­τι ἐ­γε­νή­θης βο­η­θός μου, καὶ ἐν τῇ σκέ­πῃ τῶν πτε­ρύ­γων σου ἀ­γαλ­λι­ά­σο­μαι.

Ἐ­κολ­λή­θη ἡ ψυ­χή μου ὀ­πί­σω σου, ἐ­μοῦ δέ ἀν­τε­λά­βε­το ἡ δε­ξι­ά σου.

Αὐ­τοὶ δὲ εἰς μά­την ἐ­ζή­τη­σαν τὴν ψυ­χήν μου· εἰ­σε­λεύ­σον­ται εἰς τὰ κα­τώ­τα­τα τῆς γῆς· πα­ρα­δο­θή­σον­ται εἰς χεῖ­ρας ῥομ­φαί­ας, με­ρί­δες ἀ­λω­πέ­κων ἔ­σον­ται.

Ὁ δὲ βα­σι­λεὺς εὐ­φραν­θή­σε­ται ἐ­πὶ τῷ Θε­ῷ, ἐ­παι­νε­θή­σε­ται πᾶς ὁ ὀ­μνύ­ων ἐν αὐ­τῷ, ὅ­τι ἐ­νε­φρά­γη στό­μα λα­λούν­των ἄ­δι­κα.

Καὶ πά­λιν.

Ἐν τοῖς ὄρ­θροις ἐ­με­λέ­των εἰς σέ, ὅ­τι ἐ­γε­νή­θης βο­η­θός μου, καὶ ἐν τῇ σκέ­πῃ τῶν πτε­ρύ­γων σου ἀ­γαλ­λι­ά­σο­μαι.

Ἐ­κολ­λή­θη ἡ ψυ­χή μου ὀ­πί­σω σου· ἐ­μοῦ δὲ ἀν­τε­λά­βε­το ἡ δε­ξι­ά σου.

Καὶ τὰ ἑ­ξῆς ἄ­νευ με­τα­νοι­ῶν·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ψαλ­μὸς πζ´ (87).

Κύ­ρι­ε, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου, ἡ­μέ­ρας ἐ­κέ­κρα­ξα καὶ ἐν νυ­κτὶ ἐ­ναν­τί­ον σου.

Εἰ­σελ­θέ­τω ἐ­νώ­πι­όν σου ἡ προ­σευ­χή μου, κλῖ­νον τὸ οὖς σου εἰς τὴν δέ­η­σίν μου.

Ὅ­τι ἐ­πλή­σθη κα­κῶν ἡ ψυ­χή μου, καὶ ἡ ζω­ή μου τῷ ᾍ­δῃ ἤγ­γι­σε.

Προ­σε­λο­γί­σθην με­τὰ τῶν κα­τα­βαι­νόν­των εἰς λάκ­κον, ἐ­γε­νή­θην ὡ­σεὶ ἄν­θρω­πος ἀ­βο­ή­θη­τος, ἐν νε­κροῖς ἐ­λεύ­θε­ρος.

Ὡ­σεὶ τραυ­μα­τί­αι κα­θεύ­δον­τες ἐν τά­φῳ, ὧν οὐκ ἐ­μνή­σθης ἔ­τι, καὶ αὐ­τοὶ ἐκ τῆς χει­ρός σου ἀ­πώ­σθη­σαν.

Ἔ­θεν­τό με ἐν λάκ­κῳ κα­τω­τά­τῳ, ἐν σκο­τει­νοῖς καὶ ἐν σκι­ᾷ θα­νά­του.

Ἐπ᾿ ἐ­μὲ ἐ­πε­στη­ρί­χθη ὁ θυ­μός σου, καὶ πάν­τας τοὺς με­τε­ω­ρι­σμούς σου ἐ­πή­γα­γες ἐπ᾿ ἐ­μέ.

Ἐ­μά­κρυ­νας τοὺς γνω­στούς μου ἀπ᾿ ἐ­μοῦ, ἔ­θεν­τό με βδέ­λυγ­μα ἑ­αυ­τοῖς.

Πα­ρε­δό­θην καὶ οὐκ ἐ­ξε­πο­ρευ­ό­μην· οἱ ὀ­φθαλ­μοί μου ἠ­σθέ­νη­σαν ἀ­πὸ πτω­χεί­ας.

Ἐ­κέ­κρα­ξα πρὸς σέ, Κύ­ρι­ε, ὅ­λην τὴν ἡ­μέ­ραν, δι­ε­πέ­τα­σα πρὸς σὲ τὰς χεῖ­ράς μου.

Μὴ τοῖς νε­κροῖς ποι­ή­σεις θαυ­μά­σι­α; ἢ ἰ­α­τροὶ ἀ­να­στή­σου­σι, καὶ ἐ­ξο­μο­λο­γή­σον­ταί σοι;

Μὴ δι­η­γή­σε­ταί τις ἐν τῷ τά­φῳ τὸ ἔ­λε­ός σου, καὶ τὴν ἀ­λή­θει­άν σου ἐν τῇ ἀ­πω­λεί­ᾳ;

Μὴ γνω­σθή­σε­ται ἐν τῷ σκό­τει τὰ θαυ­μά­σι­ά σου καὶ ἡ δι­και­ο­σύ­νη σου ἐν γῇ ἐ­πι­λε­λη­σμέ­νῃ;

Κἀ­γὼ πρὸς σέ, Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα, καὶ τὸ πρω­ῒ ἡ προ­σευ­χή μου προ­φθά­σει σε.

Ἵ­να τί, Κύ­ρι­ε, ἀ­πω­θῇ τὴν ψυ­χήν μου; ἀ­πο­στρέ­φεις τὸ πρό­σω­πόν σου ἀπ᾿ ἐ­μοῦ;

Πτω­χός εἰ­μι ἐ­γώ, καὶ ἐν κό­ποις ἐκ νε­ό­τη­τός μου· ὑ­ψω­θεὶς δὲ ἐ­τα­πει­νώ­θην καὶ ἐ­ξη­πο­ρή­θην.

Ἐπ᾿ ἐ­μὲ δι­ῆλ­θον αἱ ὀρ­γαί σου, οἱ φο­βε­ρι­σμοί σου ἐ­ξε­τά­ρα­ξάν με.

Ἐ­κύ­κλω­σάν με ὡ­σεὶ ὕ­δωρ, ὅ­λην τὴν ἡ­μέ­ραν πε­ρι­έ­σχον με ἅ­μα.

Ἐ­μά­κρυ­νας ἀπ᾿ ἐ­μοῦ φί­λον καὶ πλη­σί­ον, καὶ τοὺς γνω­στούς μου ἀ­πὸ τα­λαι­πω­ρί­ας.

Καὶ πά­λιν.

Κύ­ρι­ε, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου, ἡ­μέ­ρας ἐ­κέ­κρα­ξα καὶ ἐν νυ­κτὶ ἐ­ναν­τί­ον σου.

Εἰ­σελ­θέ­τω ἐ­νώ­πι­όν σου ἡ προ­σευ­χή μου, κλῖ­νον τὸ οὖς σου εἰς τὴν δέ­η­σίν μου.

Ψαλ­μὸς ρβ´ (102).

Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ πάν­τα τὰ ἐν­τός μου τὸ ὄ­νο­μα τὸ ἅ­γι­ον αὐ­τοῦ.

Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ μὴ ἐ­πι­λαν­θά­νου πά­σας τὰς ἀν­τα­πο­δό­σεις αὐ­τοῦ.

Τὸν εὐ­ϊ­λα­τεύ­ον­τα πά­σας τὰς ἀ­νο­μί­ας σου, τὸν ἰ­ώ­με­νον πά­σας τὰς νό­σους σου.

Τὸν λυ­τρού­με­νον ἐκ φθο­ρᾶς τὴν ζω­ήν σου, τὸν στε­φα­νοῦν­τά σε ἐν ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς.

Τὸν ἐμ­πι­πλῶν­τα ἐν ἀ­γα­θοῖς τὴν ἐ­πι­θυ­μί­αν σου, ἀ­να­και­νι­σθή­σε­ται ὡς ἀ­ε­τοῦ ἡ νε­ό­της σου.

Ποι­ῶν ἐ­λε­η­μο­σύ­νας ὁ Κύ­ρι­ος, καὶ κρῖ­μα πᾶ­σι τοῖς ἀ­δι­κου­μέ­νοις.

Ἐ­γνώ­ρι­σε τὰς ὁ­δοὺς αὐ­τοῦ τῷ Μω­ϋ­σῇ, τοῖς υἱ­οῖς Ἰσ­ρα­ὴλ τὰ θε­λή­μα­τα αὐ­τοῦ.

Οἰ­κτίρ­μων καὶ ἐ­λε­ή­μων ὁ Κύ­ρι­ος, μα­κρό­θυ­μος καὶ πο­λυ­έ­λε­ος· οὐκ εἰς τέ­λος ὀρ­γι­σθή­σε­ται, οὐ­δὲ εἰς τὸν αἰ­ῶ­να μη­νι­εῖ.

Οὐ κα­τὰ τὰς ἀ­νο­μί­ας ἡ­μῶν ἐ­ποί­η­σεν ἡ­μῖν, οὐ­δὲ κα­τὰ τὰς ἁ­μαρ­τί­ας ἡ­μῶν ἀν­τα­πέ­δω­κεν ἡ­μῖν.

Ὅ­τι κα­τὰ τὸ ὕ­ψος τοῦ οὐ­ρα­νοῦ ἀ­πὸ τῆς γῆς, ἐ­κρα­ταί­ω­σε Κύ­ρι­ος τὸ ἔ­λε­ος αὐ­τοῦ ἐ­πὶ τοὺς φο­βου­μέ­νους αὐ­τόν.

Κα­θό­σον ἀ­πέ­χου­σιν ἀ­να­το­λαὶ ἀ­πὸ δυ­σμῶν, ἐ­μά­κρυ­νεν ἀφ᾿ ἡ­μῶν τὰς ἀ­νο­μί­ας ἡ­μῶν.

Κα­θὼς οἰ­κτεί­ρει πα­τὴρ υἱ­ούς, ᾠ­κτεί­ρη­σε Κύ­ρι­ος τοὺς φο­βου­μέ­νους αὐ­τόν· ὅ­τι αὐ­τὸς ἔ­γνω τὸ πλά­σμα ἡ­μῶν, ἐ­μνή­σθη ὅ­τι χοῦς ἐ­σμεν.

Ἄν­θρω­πος ὡ­σεὶ χόρ­τος αἱ ἡ­μέ­ραι αὐ­τοῦ, ὡ­σεὶ ἄν­θος τοῦ ἀ­γροῦ οὕ­τως ἐ­ξαν­θή­σει.

Ὅ­τι πνεῦ­μα δι­ῆλ­θεν ἐν αὐ­τῷ καὶ οὐχ ὑ­πάρ­ξει, καὶ οὐκ ἐ­πι­γνώ­σε­ται ἔ­τι τὸν τό­πον αὐ­τοῦ.

Τὸ δὲ ἔ­λε­ος τοῦ Κυ­ρί­ου ἀ­πὸ τοῦ αἰ­ῶ­νος καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος, ἐ­πὶ τοὺς φο­βου­μέ­νους αὐ­τόν.

Καὶ ἡ δι­και­ο­σύ­νη αὐ­τοῦ ἐ­πὶ υἱ­οῖς υἱ­ῶν, τοῖς φυ­λάσ­σου­σι τὴν δι­α­θή­κην αὐ­τοῦ, καὶ με­μνη­μέ­νοις τῶν ἐν­το­λῶν αὐ­τοῦ τοῦ ποι­ῆ­σαι αὐ­τάς.

Κύ­ρι­ος ἐν τῷ οὐ­ρα­νῷ ἡ­τοί­μα­σε τὸν θρό­νον αὐ­τοῦ, καὶ ἡ βα­σι­λεί­α αὐ­τοῦ πάν­των δε­σπό­ζει.

Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον πάν­τες οἱ Ἄγ­γε­λοι αὐ­τοῦ, δυ­να­τοὶ ἰ­σχύ­ϊ, ποι­οῦν­τες τὸν λό­γον αὐ­τοῦ, τοῦ ἀ­κοῦ­σαι τῆς φω­νῆς τῶν λό­γων αὐ­τοῦ.

Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον, πᾶ­σαι αἱ Δυ­νά­μεις αὐ­τοῦ, λει­τουρ­γοὶ αὐ­τοῦ οἱ ποι­οῦν­τες τὸ θέ­λη­μα αὐ­τοῦ.

Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τα τὰ ἔρ­γα αὐ­τοῦ, ἐν παν­τὶ τό­πῳ τῆς δε­σπο­τεί­ας αὐ­τοῦ· εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον.

Καὶ πά­λιν.

Ἐν παν­τὶ τό­πῳ τῆς δε­σπο­τεί­ας αὐ­τοῦ· εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον.

Ψαλ­μὸς ρμβ´ (142).

Κύ­ρι­ε, εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι τὴν δέ­η­σίν μου ἐν τῇ ἀ­λη­θεί­ᾳ σου, εἰ­σά­κου­σόν μου ἐν τῇ δι­και­ο­σύ­νῃ σου·

Καὶ μὴ εἰ­σέλ­θῃς εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σου, ὅ­τι οὐ δι­και­ω­θή­σε­ται ἐ­νώ­πι­όν σου πᾶς ζῶν.

Ὅ­τι κα­τε­δί­ω­ξεν ὁ ἐ­χθρὸς τὴν ψυ­χήν μου· ἐ­τα­πεί­νω­σεν εἰς γῆν τὴν ζω­ήν μου.

Ἐ­κά­θι­σέ με ἐν σκο­τει­νοῖς, ὡς νε­κροὺς αἰ­ῶ­νος, καὶ ἠ­κη­δί­α­σεν ἐπ᾿ ἐ­μὲ τὸ πνεῦ­μά μου, ἐν ἐ­μοὶ ἐ­τα­ρά­χθη ἡ καρ­δί­α μου.

Ἐ­μνή­σθην ἡ­με­ρῶν ἀρ­χαί­ων, ἐ­με­λέ­τη­σα ἐν πᾶ­σι τοῖς ἔρ­γοις σου, ἐν ποι­ή­μα­σι τῶν χει­ρῶν σου ἐ­με­λέ­των.

Δι­ε­πέ­τα­σα πρὸς σὲ τὰς χεῖ­ράς μου· ἡ ψυ­χή μου ὡς γῆ ἄ­νυ­δρός σοι.

Τα­χὺ εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐ­ξέ­λι­πε τὸ πνεῦ­μά μου.

Μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀπ᾿ ἐ­μοῦ, καὶ ὁ­μοι­ω­θή­σο­μαι τοῖς κα­τα­βαί­νου­σιν εἰς λάκ­κον.

Ἀ­κου­στὸν ποί­η­σόν μοι τὸ πρω­ῒ τὸ ἔ­λε­ός σου, ὅ­τι ἐ­πὶ σοὶ ἤλ­πι­σα.

Γνώ­ρι­σόν μοι, Κύ­ρι­ε, ὁ­δὸν ἐν ᾗ πο­ρεύ­σο­μαι, ὅ­τι πρὸς σὲ ἦ­ρα τὴν ψυ­χήν μου.

Ἐ­ξε­λοῦ με ἐκ τῶν ἐ­χθρῶν μου, Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.

Τὸ Πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει με ἐν γῇ εὐ­θεί­ᾳ· ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου, Κύ­ρι­ε, ζή­σεις με.

Ἐν τῇ δι­και­ο­σύ­νῃ σου ἐ­ξά­ξεις ἐκ θλί­ψε­ως τὴν ψυ­χήν μου· καὶ ἐν τῷ ἐ­λέ­ει σου ἐ­ξο­λο­θρεύ­σεις τοὺς ἐ­χθρούς μου.

Καὶ ἀ­πο­λεῖς πάν­τας τοὺς θλί­βον­τας τὴν ψυ­χήν μου, ὅ­τι ἐ­γώ δοῦ­λός σού εἰ­μι.

Καὶ πά­λιν.

Εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐν τῇ δι­και­ο­σύ­νῃ σου, καὶ μὴ εἰ­σέλ­θῃς εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σου. (δίς)

Εἶ­τα·

Τὸ Πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει με ἐν γῇ εὐ­θεί­ᾳ.

Δό­ξα. Καὶ νῦν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι, ὁ Θε­ός. (τρίς)

Καὶ με­τὰ τὴν ἀ­νά­γνω­σιν τῶν εὐ­χῶν ὁ ἱ­ε­ρεὺς ἀ­σπα­σά­με­νος τὴν δε­σπο­τι­κὴν εἰ­κό­να εἰ­σέρ­χε­ται δι­ὰ τῆς νο­τί­ου πύ­λης εἰς τὸ Ἱ­ε­ρόν.

* * *

ΤΑ ΕΙΡΗΝΙΚΑ

Πλη­ρω­θέν­τος τοῦ ἑ­ξα­ψάλ­μου, ὁ ἱ­ε­ρεὺς λέ­γει ἐ­νώ­πι­ον τῆς ἁ­γί­ας Τρα­πέ­ζης τὰ εἰ­ρη­νι­κά, τοῦ χο­ροῦ ψάλ­λον­τος μεθ᾿ ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς ἄ­νω­θεν εἰ­ρή­νης καὶ τῆς σω­τη­ρί­ας τῶν ψυ­χῶν ἡ­μῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς εἰ­ρή­νης τοῦ σύμ­παν­τος κό­σμου, εὐ­στα­θεί­ας τῶν ἁ­γί­ων τοῦ Θε­οῦ Ἐκ­κλη­σι­ῶν καὶ τῆς τῶν πάν­των ἑ­νώ­σε­ως τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ἁ­γί­ου οἴ­κου τού­του καὶ τῶν με­τὰ πί­στε­ως, εὐ­λα­βεί­ας καὶ φό­βου Θε­οῦ εἰ­σι­όν­των ἐν αὐ­τῷ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος), τοῦ τι­μί­ου πρε­σβυ­τε­ρί­ου, τῆς ἐν Χρι­στῷ δι­α­κο­νί­ας, παν­τὸς τοῦ κλή­ρου καὶ τοῦ λα­οῦ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

[Ἐν ταῖς ἱ­ε­ραῖς μο­ναῖς προ­στί­θε­ται·

Ὑ­πὲρ τοῦ πα­τρὸς ἡ­μῶν (δεῖ­νος) ἱ­ε­ρο­μο­νά­χου καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.]

Ὑ­πὲρ τοῦ εὐ­σε­βοῦς ἡ­μῶν ἔ­θνους, πά­σης ἀρ­χῆς καὶ ἐ­ξου­σί­ας ἐν αὐ­τῷ καὶ τοῦ κα­τὰ ξη­ράν, θά­λασ­σαν καὶ ἀ­έ­ρα φι­λο­χρί­στου ἡ­μῶν στρα­τοῦ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς πό­λε­ως (ἢ τῆς ἁ­γί­ας μο­νῆς ἢ τῆς χώ­ρας ἢ τῆς νή­σου) ταύ­της, πά­σης (μο­νῆς) πό­λε­ως καὶ χώ­ρας καὶ τῶν πί­στει οἰ­κούν­των ἐν αὐ­ταῖς τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ εὐ­κρα­σί­ας ἀ­έ­ρων, εὐ­φο­ρί­ας τῶν καρ­πῶν τῆς γῆς καὶ και­ρῶν εἰ­ρη­νι­κῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ πλε­όν­των, ὁ­δοι­πο­ρούν­των, νο­σούν­των, κα­μνόν­των, αἰχ­μα­λώ­των καὶ τῆς σω­τη­ρί­ας αὐ­τῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ῥυ­σθῆ­ναι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, ὀρ­γῆς, κιν­δύ­νου καὶ ἀ­νάγ­κης τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα, τι­μὴ καὶ προ­σκύ­νη­σις, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΤΟ «ΘΕΟΣ ΚΥΡΙΟΣ» - ΤΑ ΤΡΟΠΑΡΙΑ

Ἦ­χος α´.

Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν· εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.

Στίχ. α´. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Κυ­ρί­ῳ, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.

Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν...

Στίχ. β´. Πάν­τα τὰ ἔ­θνη ἐ­κύ­κλω­σάν με, καὶ τῷ ὀ­νό­μα­τι Κυ­ρί­ου ἠ­μυ­νά­μην αὐ­τούς.

Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν...

Στίχ. γ´. Πα­ρὰ Κυ­ρί­ου ἐ­γέ­νε­το αὕ­τη, καί ἐ­στι θαυ­μα­στὴ ἐν ὀ­φθαλ­μοῖς ἡ­μῶν.

Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν...

Καὶ τὰ ἑ­πό­με­να τρο­πά­ρι­α.

Ἦ­χος β´.

Ὁ εὐ­σχή­μων Ἰ­ω­σήφ, ἀ­πὸ τοῦ ξύ­λου κα­θε­λών, τὸ ἄ­χραν­τόν σου σῶ­μα, σιν­δό­νι κα­θα­ρᾷ, εἱ­λή­σας καὶ ἀ­ρώ­μα­σιν, ἐν μνή­μα­τι και­νῷ, κη­δεύ­σας ἀ­πέ­θε­το.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Ὅ­τε κα­τῆλ­θες πρὸς τὸν θά­να­τον, ἡ ζω­ὴ ἡ ἀ­θά­να­τος, τό­τε τὸν ᾅ­δην ἐ­νέ­κρω­σας, τῇ ἀ­στρα­πῇ τῆς Θε­ό­τη­τος· ὅ­τε δὲ καὶ τοὺς τε­θνε­ῶ­τας, ἐκ τῶν κα­τα­χθο­νί­ων ἀ­νέ­στη­σας, πᾶ­σαι αἱ δυ­νά­μεις, τῶν ἐ­που­ρα­νί­ων ἐ­κραύ­γα­ζον· Ζω­ο­δό­τα Χρι­στέ, ὁ Θε­ὸς ἡ­μῶν δό­ξα σοι.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ταῖς Μυ­ρο­φό­ροις γυ­ναι­ξί, πα­ρὰ τὸ μνῆ­μα ἐ­πι­στάς, ὁ ἄγ­γε­λος ἐ­βό­α· Τὰ μύ­ρα τοῖς θνη­τοῖς, ὑ­πάρ­χει ἁρ­μό­δι­α, Χρι­στὸς δὲ δι­α­φθο­ρᾶς, ἐ­δεί­χθη ἀλ­λό­τρι­ος.

Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὸν τὸ κρά­τος...

* * *

Ση­μεί­ω­σις: Κα­τὰ τὴν ἐν τῷ Τρι­ῳ­δί_ω τά­ξιν, στι­χο­λο­γοῦ­μεν ἐν­ταῦ­θα τὸν Ἄ­μω­μον εἰς στά­σεις τρεῖς με­τὰ τῶν ἐγ­κω­μίων, ψάλ­λον­τες ἀ­νὰ ἓν τρο­πά­ριον μεθ᾿ ἕ­κα­στον στί­χον καὶ εἶ­τα τὰ ἀ­να­στά­σι­μα εὐ­λο­γη­τά­ρια.

Ὁ Ἄ­μω­μος (ψαλ­μὸς 118) πα­ρα­τί­θε­ται ἐν τῷ πα­ραρ­τή­ματι τοῦ πα­ρόν­τος πο­νή­μα­τος.

* * *

ΚΑΘΙΣΜΑΤΑ

Καὶ ψάλ­λο­μεν τὰ πα­ρόν­τα κα­θί­σμα­τα.

Ἦ­χος α´. Τὸν τά­φον σου Σω­τήρ.

Σιν­δό­νι κα­θα­ρᾷ, καὶ ἀ­ρώ­μα­σι θεί­οις, τὸ σῶ­μα τὸ σε­πτόν, ἐ­ξαι­τή­σας Πι­λά­τῳ, μυ­ρί­ζει καὶ τί­θη­σιν, Ἰ­ω­σὴφ και­νῷ μνή­μα­τι· ὅ­θεν ὄρ­θρι­αι, αἱ μυ­ρο­φό­ροι γυ­ναῖ­κες, ἀ­νε­βό­η­σαν· Δεῖ­ξον ἡ­μῖν ὡς προ­εῖ­πας, Χρι­στέ, τὴν ἀ­νά­στα­σιν.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Δεῖ­ξον ἡ­μῖν ὡς προ­εῖ­πας, Χρι­στέ, τὴν ἀ­νά­στα­σιν.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἕ­τε­ρον ὅ­μοι­ον.

Ἐ­ξέ­στη­σαν χο­ροί, τῶν ἀγ­γέ­λων ὁ­ρῶν­τες, τὸν ἐν τοῖς τοῦ Πα­τρός, κα­θε­ζό­με­νον κόλ­ποις, πῶς τά­φῳ κα­τα­τί­θε­ται, ὡς νε­κρὸς ὁ ἀ­θά­να­τος· ὃν τὰ τάγ­μα­τα, τὰ τῶν ἀγ­γέ­λων κυ­κλοῦ­σι, καὶ δο­ξά­ζου­σι, σὺν τοῖς νε­κροῖς ἐν τῷ ᾅ­δῃ, ὡς κτί­στην καὶ Κύ­ρι­ον.

* * *

Ὁ ἀ­να­γνώ­στης τὸν ψαλ­μὸν ν´ (50).

Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

Ἐ­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με.

Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­ὰ παν­τός.

Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα, ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε.

Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου.

Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας, τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι.

Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ, καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι.

Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να.

Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον.

Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου.

Μὴ ἀ­πορ­ρί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ Πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ.

Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με.

Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι.

Ῥῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου.

Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου.

Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις.

Θυ­σί­α τῷ Θε­ῷ πνεῦ­μα συν­τε­τριμ­μέ­νον· καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει.

Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ.

Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα.

Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.

* * *

Ο ΚΑΝΩΝ

Καὶ ψάλ­λο­μεν τὸν πα­ρόν­τα κα­νό­να,
οὗ ἡ ἀ­κρο­στι­χὶς ἐ­κτὸς τῶν εἱρ­μῶν
τῶν τεσ­σά­ρων πρώ­των ᾠ­δῶν·
Καὶ σή­με­ρον δὲ Σάβ­βα­τον μέλ­πω μέ­γα.

Ποί­η­μα Κασ­σι­α­νῆς μο­να­χῆς,
Μάρ­κου ἐ­πι­σκό­που Ἱ­δροῦν­τος,
καὶ Κο­σμᾶ μο­να­χοῦ*.

* Ἑ­κά­στης ᾠ­δῆς τὰ τρο­πά­ρι­α με­τὰ τοῦ εἱρ­μοῦ ψάλ­λον­ται εἰς ἓξ ἢ χά­ριν συν­το­μί­ας εἰς τέσ­σα­ρα. Ὁ εἱρ­μὸς ψάλ­λε­ται ἄ­νευ τι­νὸς στί­χου· τῶν δύ­ο τε­λευ­ταί­ων τρο­πα­ρί­ων προ­τάσ­σε­ται τὸ Δό­ξα Πα­τρὶ καὶ τὸ Καὶ νῦν, τῶν δὲ ἐν­δι­α­μέ­σων τρο­πα­ρί­ων τὸ Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι. Εἰς τὸ τέ­λος ἐ­πα­να­λαμ­βά­νε­ται ὁ εἱρ­μὸς ὡς κα­τα­βα­σί­α. Τὰ αὐ­τὰ ἰ­σχύ­ουν δι᾿ ὅ­λους τοὺς κα­νό­νας τῆς Μ. Ἑ­βδο­μά­δος.

* Ὁ ἀρ­χι­κὸς κα­νὼν τοῦ Μ. Σαβ­βά­του, ποι­η­θεὶς ὑ­πὸ τοῦ Κο­σμᾶ, ἦ­το τε­τρα­ῴ­δι­ον πε­ρι­λαμ­βά­νον τὰς ᾠ­δὰς στ´-θ´ καὶ ἔ­χον ἀ­κρο­στι­χί­δα «Σάβ­βα­τον μέλ­πω μέ­γα». Τὸν κα­νό­να τοῦ­τον συ­νε­πλή­ρω­σεν ἡ Κασ­σι­α­νὴ δι᾿ ἑ­τέ­ρου τε­τρα­ῳ­δί­ου πε­ρι­λαμ­βά­νον­τος τὰς ᾠ­δὰς α´-ε´. Ὁ δὲ Μᾶρ­κος ἐ­κρά­τη­σε μό­νον τοὺς εἱρ­μοὺς τῆς Κασ­σι­α­νῆς, ἀν­τι­κα­τέ­στη­σε δὲ τὰ τρο­πά­ρι­α τῶν τεσ­σά­ρων πρώ­των ᾠ­δῶν δι­ὰ τῶν σή­με­ρον ψαλ­λο­μέ­νων ὑ­πὸ ἀ­κρο­στι­χί­δα «Καὶ σή­με­ρον δέ». Οὕ­τως ὁ κα­νὼν ἔ­λα­βε τὴν ση­με­ρι­νήν του μορ­φήν.

ᾨ­δὴ α´. Ἦ­χος πλ. β´. Ὁ εἱρ­μός.

Κύ­μα­τι θα­λάσ­σης, τὸν κρύ­ψαν­τα πά­λαι, δι­ώ­κτην τύ­ραν­νον, ὑ­πὸ γῆς ἔ­κρυ­ψαν, τῶν σε­σω­σμέ­νων οἱ παῖ­δες· ἀλλ᾿ ἡ­μεῖς ὡς αἱ νε­ά­νι­δες, τῷ Κυ­ρί­ῳ ᾄ­σω­μεν. Ἐν­δό­ξως γὰρ δε­δό­ξα­σται.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Κύ­ρι­ε Θε­έ μου, ἐ­ξό­δι­ον ὕ­μνον, καὶ ἐ­πι­τά­φι­ον, ᾠ­δήν σοι ᾄ­σο­μαι, τῷ τῇ τα­φῇ σου ζω­ῆς μοι, τὰς εἰ­σό­δους δι­α­νοί­ξαν­τι, καὶ θα­νά­τῳ θά­να­τον, καὶ ᾍ­δην θα­να­τώ­σαν­τι.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Ἄ­νω σε ἐν θρό­νῳ, καὶ κά­τω ἐν τά­φῳ, τὰ ὑ­περ­κό­σμι­α, καὶ ὑ­πο­χθό­νι­α, κα­τα­νο­οῦν­τα Σω­τήρ μου, ἐ­δο­νεῖ­το τῇ νε­κρώ­σει σου· ὑ­πὲρ νοῦν ὡ­ρά­θης γάρ, νε­κρὸς ζω­αρ­χι­κώ­τα­τος.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἵ­να σου τῆς δό­ξης, τὰ πάν­τα πλη­ρώ­σῃς, κα­τα­πε­φοί­τη­κας, ἐν κα­τω­τά­τοις τῆς γῆς· ἀ­πὸ γὰρ σοῦ οὐκ ἐ­κρύ­βη, ἡ ὑ­πό­στα­σίς μου ἡ ἐν Ἀ­δάμ, καὶ τα­φεὶς φθα­ρέν­τα με, και­νο­ποι­εῖς Φι­λάν­θρω­πε.

Κα­τα­βα­σί­α.
(Τὸ τέ­λος αὐ­τῆς ψάλ­λει ὁ β´ χο­ρός).

Κύ­μα­τι θα­λάσ­σης, τὸν κρύ­ψαν­τα πά­λαι, δι­ώ­κτην τύ­ραν­νον, ὑ­πὸ γῆς ἔ­κρυ­ψαν, τῶν σε­σω­σμέ­νων οἱ παῖ­δες· ἀλλ᾿ ἡ­μεῖς ὡς αἱ νε­ά­νι­δες, τῷ Κυ­ρί­ῳ ᾄ­σω­μεν. Ἐν­δό­ξως γὰρ δε­δό­ξα­σται.

ᾨ­δὴ γ´. Ἦ­χος πλ. β´. Ὁ εἱρ­μός.

Σὲ τὸν ἐ­πὶ ὑ­δά­των, κρε­μά­σαν­τα πᾶ­σαν τὴν γῆν ἀ­σχέ­τως, ἡ κτί­σις κα­τι­δοῦ­σα, ἐν τῷ Κρα­νί­ῳ κρε­μά­με­νον, θάμ­βει πολ­λῷ συ­νεί­χε­το· Οὐκ ἔ­στιν ἅ­γι­ος, πλήν σου Κύ­ρι­ε κραυ­γά­ζου­σα.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Σύμ­βο­λα τῆς τα­φῆς σου, πα­ρέ­δει­ξας τὰς ὁ­ρά­σεις πλη­θύ­νας· νῦν δὲ τὰ κρύ­φι­ά σου, θε­αν­δρι­κῶς δι­ε­τρά­νω­σας, καὶ τοῖς ἐν ᾅ­δῃ Δέ­σπο­τα. Οὐκ ἔ­στιν ἅ­γι­ος, πλήν σου Κύ­ρι­ε κραυ­γά­ζου­σιν.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Ἥ­πλω­σας τὰς πα­λά­μας, καὶ ἥ­νω­σας τὰ τὸ πρὶν δι­ε­στῶ­τα, κα­τα­στο­λῇ δὲ Σῶ­τερ, τῇ ἐν σιν­δό­νι καὶ μνή­μα­τι, πε­πε­δη­μέ­νους ἔ­λυ­σας· Οὐκ ἔ­στιν ἅ­γι­ος, πλήν σου Κύ­ρι­ε, κραυ­γά­ζον­τας.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Μνή­μα­τι καὶ σφρα­γῖ­σιν, Ἀ­χώ­ρη­τε συ­νε­σχέ­θης βου­λή­σει· καὶ γὰρ τὴν δύ­να­μίν σου, ταῖς ἐ­νερ­γεί­αις ἐ­γνώ­ρι­σας, θε­ουρ­γι­κῶς τοῖς μέλ­που­σιν· Οὐκ ἔ­στιν ἅ­γι­ος, πλήν σου Κύ­ρι­ε φι­λάν­θρω­πε.

Κα­τα­βα­σί­α.

Σὲ τὸν ἐ­πὶ ὑ­δά­των, κρε­μά­σαν­τα πᾶ­σαν τὴν γῆν ἀ­σχέ­τως, ἡ κτί­σις κα­τι­δοῦ­σα, ἐν τῷ Κρα­νί­ῳ κρε­μά­με­νον, θάμ­βει πολ­λῷ συ­νεί­χε­το· Οὐκ ἔ­στιν ἅ­γι­ος, πλήν σου Κύ­ρι­ε κραυ­γά­ζου­σα.

Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὺ εἶ ὁ Θε­ὸς ἡ­μῶν...

* * *

ΜΕΣῼΔΙΟΝ ΚΑΘΙΣΜΑ

Ὁ α´ χο­ρός· Κά­θι­σμα. Ἦ­χος α´. Αὐ­τό­με­λον.

Τὸν τά­φον σου Σω­τήρ, στρα­τι­ῶ­ται τη­ροῦν­τες, νε­κροὶ τῇ ἀ­στρα­πῇ, τοῦ ὀ­φθέν­τος Ἀγ­γέ­λου, ἐ­γέ­νον­το κη­ρύτ­τον­τος, γυ­ναι­ξὶ τὴν Ἀ­νά­στα­σιν. Σὲ δο­ξά­ζο­μεν, τὸν τῆς φθο­ρᾶς κα­θαι­ρέ­την· σοὶ προ­σπί­πτο­μεν, τῷ ἀ­να­στάν­τι ἐκ τά­φου, καὶ μό­νῳ Θε­ῷ ἡ­μῶν.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὸ αὐ­τό.

Τὸν τά­φον σου Σω­τήρ, ..

* * *

ᾨ­δὴ δ´. Ἦ­χος πλ. β´. Ὁ εἱρ­μός.

Τὴν ἐν Σταυ­ρῷ σου θεί­αν κέ­νω­σιν, προ­ο­ρῶν Ἀβ­βα­κούμ, ἐ­ξε­στη­κὼς ἐ­βό­α· Σὺ δυ­να­στῶν δι­έ­κο­ψας, κρά­τος Ἀ­γα­θέ, ὁ­μι­λῶν τοῖς ἐν ᾍ­δῃ, ὡς παν­το­δύ­να­μος.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Ἑ­βδό­μην σή­με­ρον ἡ­γί­α­σας, ἣν εὐ­λό­γη­σας πρίν, κα­τα­παύ­σει τῶν ἔρ­γων· πα­ρά­γεις γὰρ τὰ σύμ­παν­τα, καὶ και­νο­ποι­εῖς, σαβ­βα­τί­ζων Σω­τήρ μου, καὶ ἀ­να­κτώ­με­νος.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Ῥω­μα­λε­ό­τη­τι τοῦ κρείτ­το­νος, ἐ­κνι­κή­σαν­τός σου, τῆς σαρ­κὸς ἡ ψυ­χή σου, δι­ῄ­ρη­ται σπα­ράτ­του­σα, ἄμ­φω γὰρ δε­σμούς, τοῦ θα­νά­του καὶ ᾍ­δου, Λό­γε τῷ κρά­τει σου.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ὁ ᾍ­δης Λό­γε συ­ναν­τή­σας σοι, ἐ­πι­κράν­θη βρο­τόν, ὁ­ρῶν τε­θε­ω­μέ­νον, κα­τά­στι­κτον τοῖς μώ­λω­ψι, καὶ παν­σθε­νουρ­γόν, τῷ φρι­κτῷ τῆς μορ­φῆς δέ, δι­α­πε­φώ­νη­κεν.

Κα­τα­βα­σί­α.

Τὴν ἐν Σταυ­ρῷ σου θεί­αν κέ­νω­σιν, προ­ο­ρῶν Ἀβ­βα­κούμ, ἐ­ξε­στη­κὼς ἐ­βό­α· Σὺ δυ­να­στῶν δι­έ­κο­ψας, κρά­τος Ἀ­γα­θέ, ὁ­μι­λῶν τοῖς ἐν ᾍ­δῃ, ὡς παν­το­δύ­να­μος.

ᾨ­δὴ ε´. Ἦ­χος πλ. β´. Ὁ εἱρ­μός.

Θε­ο­φα­νεί­ας σου Χρι­στέ, τῆς πρὸς ἡ­μᾶς συμ­πα­θῶς γε­νο­μέ­νης, Ἡ­σα­ΐ­ας φῶς ἰ­δὼν ἀ­νέ­σπε­ρον, ἐκ νυ­κτὸς ὀρ­θρί­σας ἐ­κραύ­γα­ζεν· Ἀ­να­στή­σον­ται οἱ νε­κροί, καὶ ἐ­γερ­θή­σον­ται οἱ ἐν τοῖς μνη­μεί­οις, καὶ πάν­τες οἱ ἐν τῇ γῇ, ἀ­γαλ­λι­ά­σον­ται.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Νε­ο­ποι­εῖς τοὺς γη­γε­νεῖς, ὁ πλα­στουρ­γὸς χο­ϊ­κὸς χρη­μα­τί­σας, καὶ σιν­δὼν καὶ τά­φος ὑ­πεμ­φαί­νου­σι, τὸ συ­νόν σοι Λό­γε μυ­στή­ρι­ον· ὁ εὐ­σχή­μων γὰρ βου­λευ­τής, τὴν τοῦ σὲ φύ­σαν­τος βου­λὴν σχη­μα­τί­ζει, ἐν σοὶ με­γα­λο­πρε­πῶς και­νο­ποι­οῦν­τός με.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Δι­ὰ θα­νά­του τὸ θνη­τόν, δι­ὰ τα­φῆς τὸ φθαρ­τὸν με­τα­βάλ­λεις· ἀ­φθαρ­τί­ζεις γὰρ θε­ο­πρε­πέ­στα­τα, ἀ­πα­θα­να­τί­ζων τὸ πρόσ­λημ­μα· ἡ γὰρ σάρξ σου δι­α­φθο­ράν, οὐκ εἶ­δε Δέ­σπο­τα οὐ­δὲ ἡ ψυ­χή σου, εἰς ᾍ­δου ξε­νο­πρε­πῶς, ἐγ­κα­τα­λέ­λει­πται.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἐξ ἀ­λο­χεύ­του προ­ελ­θών, καὶ λογ­χευ­θεὶς τὴν πλευ­ρὰν Πλα­στουρ­γέ μου, ἐξ αὐ­τῆς εἰρ­γά­σω τὴν ἀ­νά­πλα­σιν, τὴν τῆς Εὔ­ας Ἀ­δὰμ γε­νό­με­νος, ἀ­φυ­πνώ­σας ὑ­περ­φυ­ῶς, ὕ­πνον φυ­σί­ζω­ον καὶ ζω­ὴν ἐ­γεί­ρας, ἐξ ὕ­πνου καὶ τῆς φθο­ρᾶς, ὡς παν­το­δύ­να­μος.

Κα­τα­βα­σί­α.

Θε­ο­φα­νεί­ας σου Χρι­στέ, τῆς πρὸς ἡ­μᾶς συμ­πα­θῶς γε­νο­μέ­νης, Ἡ­σα­ΐ­ας φῶς ἰ­δὼν ἀ­νέ­σπε­ρον, ἐκ νυ­κτὸς ὀρ­θρί­σας ἐ­κραύ­γα­ζεν· Ἀ­να­στή­σον­ται οἱ νε­κροί, καὶ ἐ­γερ­θή­σον­ται οἱ ἐν τοῖς μνη­μεί­οις, καὶ πάν­τες οἱ ἐν τῇ γῇ, ἀ­γαλ­λι­ά­σον­ται.

ᾨ­δὴ Ϛ´. Ἦ­χος πλ. β´. Ὁ εἱρ­μός.

Συ­νε­σχέ­θη, ἀλλ᾿ οὐ κα­τε­σχέ­θη, στέρ­νοις κη­τῴ­οις Ἰ­ω­νᾶς· σοῦ γὰρ τὸν τύ­πον φέ­ρων, τοῦ πα­θόν­τος καὶ τα­φῇ δο­θέν­τος, ὡς ἐκ θα­λά­μου τοῦ θη­ρὸς ἀ­νέ­θο­ρε, προ­σε­φώ­νει δὲ τῇ κου­στω­δί­ᾳ· Οἱ φυ­λασ­σό­με­νοι μά­ται­α καὶ ψευ­δῆ, ἔ­λε­ον αὐ­τοῖς ἐγ­κα­τε­λί­πε­τε.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Ἀ­νῃ­ρέ­θης, ἀλλ᾿ οὐ δι­ῃ­ρέ­θης, Λό­γε ἧς με­τέ­σχες σαρ­κός· εἰ γὰρ καὶ λέ­λυ­ταί σου, ὁ να­ὸς ἐν τῷ και­ρῷ τοῦ πά­θους, ἀλ­λὰ καὶ οὕ­τω μί­α ἦν ὑ­πό­στα­σις, τῆς Θε­ό­τη­τος καὶ τῆς σαρ­κός σου· ἐν ἀμ­φο­τέ­ροις γὰρ εἷς ὑ­πάρ­χεις Υἱ­ός, Λό­γος τοῦ Θε­οῦ, Θε­ὸς καὶ ἄν­θρω­πος.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Βρο­το­κτό­νον, ἀλλ᾿ οὐ θε­ο­κτό­νον, ἔ­φυ τὸ πταῖ­σμα τοῦ Ἀ­δάμ· εἰ γὰρ καὶ πέ­πον­θέ σου, τῆς σαρ­κὸς ἡ χο­ϊ­κὴ οὐ­σί­α, ἀλλ᾿ ἡ Θε­ό­της ἀ­πα­θὴς δι­έ­μει­νε· τὸ φθαρ­τὸν δέ σου πρὸς ἀ­φθαρ­σί­αν, με­τε­στοι­χεί­ω­σας, καὶ ἀ­φθάρ­του ζω­ῆς, ἔ­δει­ξας πη­γὴν ἐξ ἀ­να­στά­σε­ως.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Βα­σι­λεύ­ει, ἀλλ᾿ οὐκ αἰ­ω­νί­ζει, ᾍ­δης τοῦ γέ­νους τῶν βρο­τῶν· σὺ γὰρ τε­θεὶς ἐν τά­φῳ, Κρα­ται­ὲ ζω­αρ­χι­κῇ πα­λά­μῃ, τὰ τοῦ θα­νά­του κλεῖ­θρα δι­ε­σπά­ρα­ξας, καὶ ἐ­κή­ρυ­ξας τοῖς ἀπ᾿ αἰ­ῶ­νος, ἐ­κεῖ κα­θεύ­δου­σι λύ­τρω­σιν ἀ­ψευ­δῆ, Σῶ­τερ γε­γο­νὼς νε­κρῶν πρω­τό­το­κος.

Κα­τα­βα­σί­α.

Συ­νε­σχέ­θη, ἀλλ᾿ οὐ κα­τε­σχέ­θη, στέρ­νοις κη­τῴ­οις Ἰ­ω­νᾶς· σοῦ γὰρ τὸν τύ­πον φέ­ρων, τοῦ πα­θόν­τος καὶ τα­φῇ δο­θέν­τος, ὡς ἐκ θα­λά­μου τοῦ θη­ρὸς ἀ­νέ­θο­ρε, προ­σε­φώ­νει δὲ τῇ κου­στω­δί­ᾳ· Οἱ φυ­λασ­σό­με­νοι μά­ται­α καὶ ψευ­δῆ, ἔ­λε­ον αὐ­τοῖς ἐγ­κα­τε­λί­πε­τε.

Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Σὺ γὰρ εἶ ὁ βα­σι­λεὺς τῆς εἰ­ρή­νης...

* * *

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ

Ὁ ἀ­να­γνώ­στης τὸ Κον­τά­κι­ον.

Ποί­η­μα Ρω­μα­νοῦ τοῦ με­λῳ­δοῦ.

Ἦ­χος β´. Χει­ρό­γρα­φον εἰ­κό­να.

Τὴν ἄ­βυσ­σον ὁ κλεί­σας, νε­κρὸς ὁ­ρᾶ­ται· καὶ σμύρ­νῃ καὶ σιν­δό­νι, ἐ­νει­λη­μέ­νος, ἐν μνη­μεί­ῳ κα­τα­τί­θε­ται, ὡς θνη­τὸς ὁ Ἀ­θά­να­τος. Γυ­ναῖ­κες δὲ αὐ­τόν, ἦλ­θον μυ­ρί­σαι, κλαί­ου­σαι, πι­κρῶς καὶ ἐκ­βο­ῶ­σαι· Τοῦ­το Σάβ­βα­τόν ἐ­στι, τὸ ὑ­πε­ρευ­λο­γη­μέ­νον, ἐν ᾧ Χρι­στὸς ἀ­φυ­πνώ­σας, ἀ­να­στή­σε­ται τρι­ή­με­ρος.

Ὁ Οἶ­κος. Τά­χυ­νον ὁ οἰ­κτίρ­μων.

Ὁ συ­νέ­χων τὰ πάν­τα, ἐ­πὶ σταυ­ροῦ ἀ­νυ­ψώ­θη, καὶ θρη­νεῖ πᾶ­σα ἡ κτί­σις· τοῦ­τον βλέ­που­σα κρε­μά­με­νον, γυ­μνὸν ἐ­πὶ τοῦ ξύ­λου, ὁ ἥ­λι­ος τὰς ἀ­κτῖ­νας ἀ­πέ­κρυ­ψε καὶ τὸ φέγ­γος, οἱ ἀ­στέ­ρες ἀ­πε­βάλ­λον­το· ἡ γῆ δὲ σὺν πολ­λῷ, τῷ φό­βῳ, συ­νε­κλο­νεῖ­το· ἡ θά­λασ­σα ἔ­φυ­γε, καὶ αἱ πέ­τραι δι­εῤ­ῥή­γνυν­το· μνη­μεῖ­α δὲ πολ­λὰ ἠ­νε­ῴ­χθη­σαν, καὶ σώ­μα­τα ἠ­γέρ­θη­σαν ἁ­γί­ων ἀν­δρῶν· ᾍ­δης κά­τω στε­νά­ζει· καὶ Ἰ­ου­δαῖ­οι σκέ­πτον­ται, συ­κο­φαν­τῆ­σαι Χρι­στοῦ τὴν Ἀ­νά­στα­σιν· τὰ δὲ γύ­ναι­α κρά­ζου­σι· Τοῦ­το Σάβ­βα­τόν ἐ­στι, τὸ ὑ­πε­ρευ­λο­γη­μέ­νον, ἐν ᾧ Χρι­στὸς ἀ­φυ­πνώ­σας, ἀ­να­στή­σε­ται τρι­ή­με­ρος.

Συ­να­ξά­ρι­ον. Πρῶ­τον τοῦ Μη­ναί­ου.

Τῇ ΙΗ´ τοῦ αὐ­τοῦ μη­νός, μνή­μη τοῦ ὁ­σί­ου πα­τρὸς ἡ­μῶν Ἰ­ω­άν­νου τοῦ ἡ­συ­χα­στοῦ, μα­θη­τοῦ τοῦ ἁ­γί­ου Γρη­γο­ρί­ου τοῦ Δε­κα­πο­λί­του. (†820)

Στίχ. Ἰ­ω­άν­νη, σκίρ­τη­σον ὡς Ἰ­ω­άν­νης,
Οὐ γα­στρὸς ἐν­τός, ἀλ­λὰ τῆς Ἐ­δὲμ ἔν­δον.

Ὀ­κτω­και­δε­κά­τῃ Ἰ­ω­άν­νης νέ­κυς ὤ­φθη.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ἁ­γί­ου μάρ­τυ­ρος Σάβ­βα τοῦ Στρα­τη­λά­του. (†372)

Στίχ. Ὕ­πελ­θε, Σάβ­βα, φθαρ­τὸν ἡ­δέ­ως ὕ­δωρ,
Ὡς ἂν πί­νῃς ἄ­φθαρ­τον ἡ­δο­νῆς ὕ­δωρ.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ἐν ἁ­γί­οις πα­τρὸς ἡ­μῶν Κο­σμᾶ, ἐ­πι­σκό­που Χαλ­κη­δό­νος, καὶ τοῦ συνασκητοῦ αὐτοῦ Αὐξεντίου τοῦ σοφοῦ. (†820)

Στίχ. Θραύ­σας βέ­λη σὰ καὶ με­τα­στὰς σοῦ, βί­ε,
Ἔ­ξω βε­λῶν ὑ­πῆρ­ξε Κο­σμᾶς, ὡς λό­γος.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ὁ­σί­ου πα­τρὸς ἡ­μῶν Ναυ­κρα­τί­ου, ἡ­γου­μέ­νου τῆς μο­νῆς Στου­δί­ου. (†848)

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῆς ὁ­σί­ας μη­τρὸς ἡ­μῶν Ἀ­θα­να­σί­ας. (†850)

Στίχ. Ἀ­θα­να­σί­ας τῇ κο­ρυ­φῇ προ­σφέ­ρω
Στέ­φα­νον ἀ­θά­να­τον δι­ὰ τῶν λό­γων.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ἁ­γί­ου Ἀ­πολ­λω­νί­ου τοῦ συγ­κλη­τι­κοῦ καὶ ἀ­πο­λο­γη­τοῦ, τὴν κά­ραν τμη­θέν­τος. (~†190)

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῶν ὁ­σί­ων Βι­θέ­ως (Bitheus) καὶ Γε­νό­κου (Genocus), ἐκ Βρετ­τα­νί­ας ἀ­κο­λού­θων τοῦ ὁ­σί­ου Φι­νι­ά­νου (Finian) εἰς Ἰρ­λαν­δί­αν. (Ϛ´ αἰ.)

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ὁ­σί­ου Λα­σε­ρι­α­νοῦ (Laserian Molaisse), ἱ­δρυ­τοῦ τῆς μο­νῆς καὶ τῆς ἐ­πι­σκο­πῆς Λάι­λιν (Leighlin) ἐν Ἰρ­λαν­δίᾳ. (†639)

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ὁ­σί­ου Δε­ϊ­κό­λα (Deicola), τοῦ ἐξ Ἰρ­λαν­δί­ας ἱ­ε­ρο­κή­ρυ­κος ἐν Ἀγ­γλίᾳ. (τέ­λη ζ´ αἰ.)

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῆς ὁ­σί­ας Αὐ­στρε­γίλ­δης (Agia, Austregildis), τὸ πρῶ­τον συ­ζύ­γου τοῦ ἁ­γί­ου Χι­δούλ­φου (Hidulf), εἶ­τα μο­να­χῆς ἐν τῷ κοι­νο­βίῳ τῆς Μόν­της (Mons) ἐν Βελ­γίῳ. (~†714)

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ἁ­γί­ου Βι­κτέρ­που (Wicterp), ἡ­γου­μέ­νου τοῦ ἀβ­βα­εί­ου Ἐλ­λβάγ­κεν (Ellwangen), εἶ­τα ι´ (10ου) ἐ­πι­σκό­που Αὐγ­σβούρ­γου (Augsburg) ἐν Γερ­μα­νίᾳ. (†749)

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ὁ­σί­ου Κο­γι­τό­σου (Cogitosus), μο­να­χοῦ ἐν Κίλ­δαρ (Kildare) τῆς Ἰρ­λαν­δί­ας. (η´ αἰ.)

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ἁ­γί­ου ἱ­ε­ρο­μάρ­τυ­ρος Περ­φέ­κτου, ἱ­ε­ρέ­ως ἐν Κορ­δούῃ τῆς Ἰ­σπα­νί­ας, ἀ­θλή­σαν­τος τῇ ἡ­μέ­ρᾳ τοῦ Πά­σχα, ὑ­πὸ τῶν μου­σουλ­μά­νων. (†851)

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ὁ­σί­ου Βα­σι­λεί­ου τοῦ Γε­ωρ­γι­α­νοῦ (Ratishvili), ἀ­σκή­σαν­τος ἐν τῇ ἐν Ἄ­θῳ μο­νῇ τῶν Ἰ­βή­ρων. (ιγ´ αἰ.)

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ὁ­σί­ου Εὐ­θυ­μί­ου τοῦ φω­τι­στοῦ τῆς Κα­ρε­λί­ας (†1435), καὶ τῶν ἐ­κεῖ­σε δι­καί­ων ἀν­δρῶν Ἀν­τω­νί­ου καὶ Φή­λι­κος.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ὁ­σί­ου Ἀρ­κα­δί­ου (Dorohobuzhsky), μα­θη­τοῦ τοῦ ὁ­σί­ου Γε­ρα­σί­μου (Harasym) τοῦ ἐν Πε­ρε­ϋ­ασ­λὰβ (Pereyaslavl-Zalisski) ἐν Ῥωσ­σίᾳ. (ιϚ´ αἰ.)

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ἁ­γί­ου νε­ο­μάρ­τυ­ρος Ἰ­ω­άν­νου τοῦ ἐξ Ἰ­ω­αν­νί­νων, τοῦ ῥά­πτου, ἐν Κων­σταν­τι­νου­πό­λει ἀ­θλή­σαν­τος. (†1526)

Στίχ. Βλη­θεὶς κα­μί­νου ἐν μέ­σῳ, Ἰ­ω­άν­νη,
Χρι­στῷ προ­σῇ­δες ὕ­μνον εὐ­χα­ρι­στί­ας.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ἁ­γί­ου νε­ο­μάρ­τυ­ρος Τοῦ­νομ τοῦ Ἱ­ε­ρο­σο­λυ­μί­του, ἄ­ρα­βος ἐ­μί­ρη, ὁ­μο­λο­γή­σαν­τος Χρι­στὸν ἐ­πὶ τῇ θέᾳ τοῦ ἁ­γί­ου φω­τός. (†1579)

Στίχ. Φῶς ἅ­γι­ον, Τοῦ­νομ, φω­τῖ­σαν σὸν σκό­τος
πρὸς Φῶς εἵλ­κυ­σέ σε, Χρι­στόν, ἐν τῷ πό­λω.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ἁ­γί­ου νέ­ου ἱ­ε­ρο­μάρ­τυ­ρος Κυ­ρίλ­λου τοῦ Ϛ´, πα­τρι­άρ­χου Κων­σταν­τι­νου­πό­λε­ως, τοῦ ἐν Ἀ­δρι­α­νου­πό­λει ἀγ­χο­νι­σθέν­τος. (†1821)

Στίχ. Ἀγ­χό­νῃ, Κύ­ριλ­λε, Βυ­ζαν­τί­ου πρῶ­τε,
ὑ­πὲρ Χρι­στοῦ ᾐ­ω­ρή­θης καὶ λα­οῦ σου.

Καὶ τοῦ Τρι­ῳ­δί­ου τὸ πα­ρόν.

Τῷ ἁ­γί­ῳ καὶ Με­γά­λῳ Σαβ­βά­τῳ, τὴν θε­ό­σω­μον Τα­φήν, καὶ τὴν εἰς ᾍ­δου Κά­θο­δον τοῦ Κυ­ρί­ου καὶ Σω­τῆ­ρος ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ ἑ­ορ­τά­ζο­μεν, δι᾿ ὧν τῆς φθο­ρᾶς τὸ ἡ­μέ­τε­ρον γέ­νος ἀ­να­κλη­θέν, πρὸς αἰ­ω­νί­αν ζω­ὴν με­τα­βέ­βη­κε.

Στίχ. Μά­την φυ­λάτ­τεις τὸν τά­φον, κου­στω­δί­α·
Οὐ γὰρ κα­θέ­ξει τύμ­βος αὐ­το­ζω­ΐ­αν.

Τῇ ἀ­νεκ­φρά­στῳ σου συγ­κα­τα­βά­σει, Χρι­στὲ ὁ Θε­ὸς ἡ­μῶν, ἐ­λέ­η­σον ἡ­μᾶς. Ἀ­μήν.

* * *

ᾨ­δὴ ζ´. Ἦ­χος πλ. β´. Ὁ εἱρ­μός.

Ἄ­φρα­στον θαῦ­μα! ὁ ἐν κα­μί­νῳ ῥυ­σά­με­νος, τοὺς ὁ­σί­ους Παῖ­δας ἐκ φλο­γός, ἐν τά­φῳ νε­κρός, ἄ­πνους κα­τα­τί­θε­ται, εἰς σω­τη­ρί­αν ἡ­μῶν τῶν με­λῳ­δούν­των· Λυ­τρω­τά, ὁ Θε­ὸς εὐ­λο­γη­τὸς εἶ.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Τέ­τρω­ται ᾍ­δης, ἐν τῇ καρ­δί­ᾳ δε­ξά­με­νος, τὸν τρω­θέν­τα λόγ­χῃ τὴν πλευ­ράν, καὶ στέ­νει πυ­ρί, θεί­ῳ δα­πα­νώ­με­νος, εἰς σω­τη­ρί­αν ἡ­μῶν τῶν με­λῳ­δούν­των· Λυ­τρω­τά, ὁ Θε­ὸς εὐ­λο­γη­τὸς εἶ.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Ὄλ­βι­ος τά­φος! ἐν ἑ­αυ­τῷ γὰρ δε­ξά­με­νος, ὡς ὑ­πνοῦν­τα τὸν Δη­μι­ουρ­γόν, ζω­ῆς θη­σαυ­ρός, θεῖ­ος ἀ­να­δέ­δει­κται, εἰς σω­τη­ρί­αν ἡ­μῶν τῶν με­λῳ­δούν­των· Λυ­τρω­τά, ὁ Θε­ὸς εὐ­λο­γη­τὸς εἶ.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Νό­μῳ θα­νόν­των, τὴν ἐν τῷ τά­φῳ κα­τά­θε­σιν, ἡ τῶν ὅ­λων δέ­χε­ται ζω­ή, καὶ τοῦ­τον πη­γήν, δεί­κνυ­σιν ἐ­γέρ­σε­ως, εἰς σω­τη­ρί­αν ἡ­μῶν τῶν με­λῳ­δούν­των· Λυ­τρω­τά, ὁ Θε­ὸς εὐ­λο­γη­τὸς εἶ.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Μί­α ὑ­πῆρ­χεν, ἡ ἐν τῷ ᾍ­δῃ ἀ­χώ­ρι­στος, καὶ ἐν τά­φῳ καὶ ἐν τῇ Ἐ­δέμ, Θε­ό­της Χρι­στοῦ, σὺν Πα­τρὶ καὶ Πνεύ­μα­τι, εἰς σω­τη­ρί­αν ἡ­μῶν τῶν με­λῳ­δούν­των· Λυ­τρω­τά, ὁ Θε­ὸς εὐ­λο­γη­τὸς εἶ.

Κα­τα­βα­σί­α.

Ἄ­φρα­στον θαῦ­μα! ὁ ἐν κα­μί­νῳ ῥυ­σά­με­νος, τοὺς ὁ­σί­ους Παῖ­δας ἐκ φλο­γός, ἐν τά­φῳ νε­κρός, ἄ­πνους κα­τα­τί­θε­ται, εἰς σω­τη­ρί­αν ἡ­μῶν τῶν με­λῳ­δούν­των· Λυ­τρω­τά, ὁ Θε­ὸς εὐ­λο­γη­τὸς εἶ.

ᾨ­δὴ η´. Ἦ­χος πλ. β´. Ὁ εἱρ­μός.

Ἔκ­στη­θι φρίτ­των οὐ­ρα­νέ, καὶ σα­λευ­θή­τω­σαν, τὰ θε­μέ­λι­α τῆς γῆς· ἰ­δοὺ γὰρ ἐν νε­κροῖς λο­γί­ζε­ται, ὁ ἐν ὑ­ψί­στοις οἰ­κῶν, καὶ τά­φῳ σμι­κρῷ ξε­νο­δο­χεῖ­ται· ὃν Παῖ­δες εὐ­λο­γεῖ­τε, Ἱ­ε­ρεῖς ἀ­νυ­μνεῖ­τε, λα­ὸς ὑ­πε­ρυ­ψοῦ­τε, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Λέ­λυ­ται ἄ­χραν­τος να­ός, τὴν πε­πτω­κυῖ­αν δέ, συ­να­νί­στη­σι σκη­νήν· Ἀ­δὰμ γὰρ τῷ προ­τέ­ρῳ δεύ­τε­ρος, ὁ ἐν ὑ­ψί­στοις οἰ­κῶν, κα­τῆλ­θε μέ­χρις ᾍ­δου τα­μεί­ων· ὃν Παῖ­δες εὐ­λο­γεῖ­τε, Ἱ­ε­ρεῖς ἀ­νυ­μνεῖ­τε, λα­ὸς ὑ­πε­ρυ­ψοῦ­τε, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Εὐ­λο­γοῦ­μεν Πα­τέ­ρα, Υἱ­ὸν
καὶ ἅ­γι­ον Πνεῦ­μα, τὸν Κύ­ρι­ον·
ὑ­μνοῦ­μεν καὶ ὑ­πε­ρυ­ψοῦ­μεν
αὐ­τὸν εἰς τοὺς αἰ­ῶ­νας.

Πέ­παυ­ται τόλ­μα μα­θη­τῶν, Ἀ­ρι­μα­θαῖ­ος δέ, ἀ­ρι­στεύ­ει Ἰ­ω­σήφ· νε­κρὸν γὰρ καὶ γυ­μνὸν θε­ώ­με­νος, τὸν ἐ­πὶ πάν­των Θε­όν, αἰ­τεῖ­ται καὶ κη­δεύ­ει κραυ­γά­ζων· οἱ Παῖ­δες εὐ­λο­γεῖ­τε, Ἱ­ε­ρεῖς ἀ­νυ­μνεῖ­τε, λα­ὸς ὑ­πε­ρυ­ψοῦ­τε, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ὢ τῶν θαυ­μά­των τῶν και­νῶν! ὢ ἀ­γα­θό­τη­τος! ὢ ἀ­φρά­στου ἀ­νο­χῆς! ἑ­κὼν γὰρ ὑ­πὸ γῆς σφρα­γί­ζε­ται, ὁ ἐν ὑ­ψί­στοις οἰ­κῶν, καὶ πλά­νος Θε­ὸς συ­κο­φαν­τεῖ­ται· ὃν Παῖ­δες εὐ­λο­γεῖ­τε, Ἱ­ε­ρεῖς ἀ­νυ­μνεῖ­τε, λα­ὸς ὑ­πε­ρυ­ψοῦ­τε, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Αἰ­νοῦ­μεν, εὐ­λο­γοῦ­μεν,
προ­σκυ­νοῦ­μεν τὸν Κύ­ρι­ον,
ὑ­μνοῦν­τες καὶ ὑ­πε­ρυ­ψοῦν­τες
αὐ­τὸν εἰς τοὺς αἰ­ῶ­νας.

Κα­τα­βα­σί­α.

Ἔκ­στη­θι φρίτ­των οὐ­ρα­νέ, καὶ σα­λευ­θή­τω­σαν, τὰ θε­μέ­λι­α τῆς γῆς· ἰ­δοὺ γὰρ ἐν νε­κροῖς λο­γί­ζε­ται, ὁ ἐν ὑ­ψί­στοις οἰ­κῶν, καὶ τά­φῳ σμι­κρῷ ξε­νο­δο­χεῖ­ται· ὃν Παῖ­δες εὐ­λο­γεῖ­τε, Ἱ­ε­ρεῖς ἀ­νυ­μνεῖ­τε, λα­ὸς ὑ­πε­ρυ­ψοῦ­τε, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

* * *

Ὁ δι­ά­κο­νος· Τὴν Θε­ο­τό­κον ἐν ὕ­μνοις με­γα­λύ­νο­μεν.

Ἡ Τι­μι­ω­τέ­ρα οὐ στι­χο­λο­γεῖ­ται.

Καὶ ψάλ­λε­ται ἡ

ᾨ­δὴ θ´. Ἦ­χος πλ. β´. Ὁ εἱρ­μός.

Μὴ ἐ­πο­δύ­ρου μου Μῆ­τερ, κα­θο­ρῶ­σα ἐν τά­φῳ, ὃν ἐν γα­στρί, ἄ­νευ σπο­ρᾶς συ­νέ­λα­βες Υἱ­όν· ἀ­να­στή­σο­μαι γὰρ καὶ δο­ξα­σθή­σο­μαι, καὶ ὑ­ψώ­σω ἐν δό­ξῃ, ἀ­παύ­στως ὡς Θε­ός, τοὺς ἐν πί­στει καὶ πό­θῳ, σὲ με­γα­λύ­νον­τας.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Ἐ­πὶ τῷ ξέ­νῳ σου τό­κῳ, τὰς ὀ­δύ­νας φυ­γοῦ­σα, ὑ­περ­φυ­ῶς, ἐ­μα­κα­ρί­σθην ἄ­ναρ­χε Υἱέ· νῦν δέ σε Θε­έ μου ἄ­πνουν ὁ­ρῶ­σα νε­κρόν, τῇ ῥομ­φαί­ᾳ τῆς λύ­πης, σπα­ράτ­το­μαι δει­νῶς· ἀλλ᾿ ἀ­νά­στη­θι ὅ­πως, με­γα­λυν­θή­σω­μαι.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Γῆ με κα­λύ­πτει ἑ­κόν­τα, ἀλ­λὰ φρίτ­του­σιν ᾍ­δου, οἱ πυ­λω­ροί, ἠμ­φι­ε­σμέ­νον βλέ­πον­τες στο­λήν, ᾑ­μαγ­μέ­νην Μῆ­τερ τῆς ἐκ­δι­κή­σε­ως· τοὺς ἐ­χθροὺς ἐν Σταυ­ρῷ γάρ, πα­τά­ξας ὡς Θε­ός, ἀ­να­στή­σο­μαι αὖ­θις καὶ με­γα­λύ­νω σε.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀ­γαλ­λι­ά­σθω ἡ κτί­σις· εὐ­φραι­νέ­σθω­σαν πάν­τες, οἱ γη­γε­νεῖς· ὁ γὰρ ἐ­χθρὸς ἐ­σκύ­λευ­ται ᾍ­δης· με­τὰ μύ­ρων Γυ­ναῖ­κες προ­συ­παν­τά­τω­σαν· τὸν Ἀ­δὰμ σὺν τῇ Εὔ­ᾳ, λυ­τροῦ­μαι παγ­γε­νῆ· καὶ τῇ τρί­τῃ ἡ­μέ­ρᾳ ἐ­ξα­να­στή­σο­μαι.

Κα­τα­βα­σί­α.

Μὴ ἐ­πο­δύ­ρου μου Μῆ­τερ, κα­θο­ρῶ­σα ἐν τά­φῳ, ὃν ἐν γα­στρί, ἄ­νευ σπο­ρᾶς συ­νέ­λα­βες Υἱ­όν· ἀ­να­στή­σο­μαι γὰρ καὶ δο­ξα­σθή­σο­μαι, καὶ ὑ­ψώ­σω ἐν δό­ξῃ, ἀ­παύ­στως ὡς Θε­ός, τοὺς ἐν πί­στει καὶ πό­θῳ, σὲ με­γα­λύ­νον­τας.

* * *

Με­τὰ τὴν θ´ ᾠ­δὴν ὁ ἱ­ε­ρεὺς ἐν­δε­δυ­μέ­νος ἅ­πα­σαν τὴν ἱ­ε­ρα­τι­κὴν στο­λὴν αὐ­τοῦ ἐ­ξέρ­χε­ται με­τὰ τοῦ δι­α­κό­νου ἐκ τοῦ ἱ­ε­ροῦ βή­μα­τος καὶ πο­ρεύ­ε­ται πρὸς τὸν Ἐ­πι­τά­φι­ον θυ­μι­ῶν καὶ ψάλ­λων τὸ Ἡ ζω­ὴ ἐν τά­φῳ· θυ­μι­ά­σας δὲ κύ­κλῳ τὸν Ἐ­πι­τά­φι­ον καὶ ὅ­λον τὸν να­ὸν ἐ­πα­νέρ­χε­ται καὶ ἵ­στα­ται ἐ­νώ­πι­ον τοῦ Ἐ­πι­τα­φί­ου. Οἱ δὲ χο­ροὶ ἱ­στά­με­νοι πε­ρὶ τὸ Ἐ­πι­τά­φι­ον ψάλ­λου­σιν εἰς στά­σεις τρεῖς

ΤΑ ΕΓΚΩΜΙΑ

* Τὰ ἐγ­κώ­μι­α συ­νή­θως δὲν ψάλ­λον­ται ὅ­λα, ἀλ­λὰ χά­ριν συν­το­μί­ας πα­ρα­λεί­πον­ται πολ­λὰ ἐξ αὐ­τῶν. Ἐν­ταῦ­θα πα­ρα­τί­θεν­ται μὲν ὅ­λα, ση­μει­οῦν­ται δὲ δι­ὰ ἐ­ρυ­θροῦ ἀρ­χι­γράμ­μα­τος λ´ (30) δι᾿ ἑ­κά­στην στά­σιν, τὰ ἐ­κλε­κτό­τε­ρα, τὰ ὁ­ποῖ­α καὶ ψάλ­λον­ται συ­νή­θως. Δι­ὰ τὴν ἐ­πι­λο­γὴν αὐ­τῶν ἐ­λή­φθη­σαν ὑπ᾿ ὄ­ψιν προ­γε­νέ­στε­ραι ἐρ­γα­σί­αι τῶν Ἐμ­μα­νου­ὴλ Φαρ­λέ­κα καὶ Ἀ­πο­στό­λου Βαλ­λην­δρᾶ.

Στά­σις Α´.

Ἦ­χος πλ. α´.

Ἡ ζω­ὴ ἐν τά­φῳ, κα­τε­τέ­θης Χρι­στέ, καὶ Ἀγ­γέ­λων στρα­τι­αὶ ἐ­ξε­πλήτ­τον­το, συγ­κα­τά­βα­σιν δο­ξά­ζου­σαι τὴν σήν.

Ἡ ζω­ὴ πῶς θνή­σκεις; πῶς καὶ τά­φῳ οἰ­κεῖς; τοῦ θα­νά­του τὸ βα­σί­λει­ον λύ­εις δέ, καὶ τοῦ ᾍ­δου τοὺς νε­κροὺς ἐ­ξα­νι­στᾷς.

Με­γα­λύ­νο­μέν σε, Ἰ­η­σοῦ Βα­σι­λεῦ, καὶ τι­μῶ­μεν τὴν Τα­φὴν καὶ τὰ Πά­θη σου· δι᾿ ὧν ἔ­σω­σας ἡ­μᾶς ἐκ τῆς φθο­ρᾶς.

Μέ­τρα γῆς ὁ στή­σας, ἐν σμι­κρῷ κα­τοι­κεῖς, Ἰ­η­σοῦ παμ­βα­σι­λεῦ τά­φῳ σή­με­ρον, ἐκ μνη­μά­των τοὺς θα­νόν­τας ἀ­νι­στῶν.

Ἰ­η­σοῦ Χρι­στέ μου, Βα­σι­λεῦ τοῦ παν­τός, τί ζη­τῶν τοῖς ἐν τῷ ᾍ­δῃ ἐ­λή­λυ­θας; ἢ τὸ γέ­νος ἀ­πο­λῦ­σαι τῶν βρο­τῶν;

Ὁ Δε­σπό­της πάν­των, κα­θο­ρᾶ­ται νε­κρός, καὶ ἐν μνή­μα­τι και­νῷ κα­τα­τί­θε­ται, ὁ κε­νώ­σας τὰ μνη­μεῖ­α τῶν νε­κρῶν.

Ἡ ζω­ὴ ἐν τά­φῳ, κα­τε­τέ­θης Χρι­στέ, καὶ θα­νά­τῳ σου τὸν θά­να­τον ὤ­λε­σας, καὶ ἐ­πή­γα­σας τῷ κό­σμῳ τὴν ζω­ήν.

Με­τὰ τῶν κα­κούρ­γων, ὡς κα­κοῦρ­γος Χρι­στέ, ἐ­λο­γί­σθης δι­και­ῶν ἡ­μᾶς ἅ­παν­τας, κα­κουρ­γί­ας τοῦ ἀρ­χαί­ου πτερ­νι­στοῦ.

Ὁ ὡ­ραῖ­ος κάλ­λει, πα­ρὰ πάν­τας βρο­τούς, ὡς ἀ­νεί­δε­ος νε­κρὸς κα­τα­φαί­νε­ται, ὁ τὴν φύ­σιν ὡ­ρα­ΐ­σας τοῦ παν­τός.

ᾍ­δης πῶς ὑ­ποί­σει, Σῶ­τερ πα­ρου­σί­αν τὴν σήν, καὶ μὴ θᾶτ­τον συν­θλα­σθεί­η σκο­τού­με­νος, ἀ­στρα­πῆς φω­τός σου αἴ­γλῃ ἐ­κτυ­φλω­θείς;

Ἰ­η­σοῦ γλυ­κύ μοι, καὶ σω­τή­ρι­ον φῶς, τά­φῳ πῶς ἐν σκο­τει­νῷ, κα­τα­κέ­κρυ­ψαι; ὢ ἀ­φά­του καὶ ἀῤ­ῥή­του ἀ­νο­χῆς!

Ἀ­πο­ρεῖ καὶ φύ­σις, νο­ε­ρὰ καὶ πλη­θύς, ἡ ἀ­σώ­μα­τος Χρι­στὲ τὸ μυ­στή­ρι­ον, τῆς ἀ­φρά­στου καὶ ἀῤ­ῥή­του σου τα­φῆς.

Ὢ θαυ­μά­των ξέ­νων! ὢ πραγ­μά­των και­νῶν! ὁ πνο­ῆς μοι χο­ρη­γὸς ἄ­πνους φέ­ρε­ται, κη­δευ­ό­με­νος χερ­σὶ τοῦ Ἰ­ω­σήφ.

Καὶ ἐν τά­φῳ ἔ­δυς, καὶ τῶν κόλ­πων Χρι­στέ, τῶν πα­τρῴ­ων οὐ­δα­μῶς ἀ­πε­φοί­τη­σας· τοῦ­το ξέ­νον καὶ πα­ρά­δο­ξον ὁ­μοῦ.

Ἀ­λη­θὴς καὶ πό­λου, καὶ τῆς γῆς Βα­σι­λεύς, εἰ καὶ τά­φῳ σμι­κρο­τά­τῳ συγ­κέ­κλει­σαι, ἐ­πε­γνώ­σθης πά­σῃ κτί­σει Ἰ­η­σοῦ.

Σοῦ τε­θέν­τος τά­φῳ, πλα­στουρ­γέ­τα Χρι­στέ, τὰ τοῦ ᾍ­δου ἐ­σα­λεύ­θη θε­μέ­λι­α, καὶ μνη­μεῖ­α ἠ­νε­ῴ­χθη τῶν βρο­τῶν.

Ὁ τὴν γῆν κα­τέ­χων, τῇ δρα­κὶ νε­κρω­θείς, σαρ­κι­κῶς ὑ­πὸ τῆς γῆς νῦν συ­νέ­χε­ται, τοὺς νε­κροὺς λυ­τρῶν τῆς ᾍ­δου συ­νο­χῆς.

Ἐκ φθο­ρᾶς ἀ­νέ­βη, ἡ ζω­ή μου Σω­τήρ, σοῦ θα­νόν­τος καὶ νε­κροῖς προ­σφοι­τή­σαν­τος, καὶ συν­θλά­σαν­τος τοῦ ᾍ­δου τοὺς μο­χλούς.

Ὡς φω­τὸς λυ­χνί­α, νῦν ἡ σὰρξ τοῦ Θε­οῦ, ὑ­πὸ γῆν ὡς ὑ­πὸ μό­δι­ον κρύ­πτε­ται, καὶ δι­ώ­κει τὸν ἐν ᾍ­δῃ σκο­τα­σμόν.

Νο­ε­ρῶν συν­τρέ­χει, στρα­τι­ῶν ἡ πλη­θύς, Ἰ­ω­σὴφ καὶ Νι­κο­δή­μῳ συ­στεῖ­λαί σε, τὸν ἀ­χώ­ρη­τον ἐν μνή­μα­τι σμι­κρῷ.

Νε­κρω­θεὶς βου­λή­σει, καὶ τε­θεὶς ὑ­πὸ γῆν, ζω­ο­βρύ­τα Ἰ­η­σοῦ μου ἐ­ζώ­ω­σας, νε­κρω­θέν­τα πα­ρα­βά­σει με πι­κρᾷ.

Ἠλ­λοι­οῦ­το πᾶ­σα, κτί­σις πά­θει τῷ σῷ· πάν­τα γάρ σοι Λό­γε συ­νέ­πα­σχον, συ­νο­χέ­α σε γι­νώ­σκον­τα παν­τός.

Τῆς ζω­ῆς τὴν πέ­τραν, ἐν κοι­λί­ᾳ λα­βών, ᾍ­δης ὁ παμ­φά­γος ἐ­ξή­με­σεν, ἐξ αἰ­ῶ­νος οὓς κα­τέ­πι­ε νε­κρούς.

Ἐν και­νῷ μνη­μεί­ῳ, κα­τε­τέ­θης Χρι­στέ, καὶ τὴν φύ­σιν τῶν βρο­τῶν ἀ­νε­καί­νι­σας, ἀ­να­στὰς θε­ο­πρε­πῶς ἐκ τῶν νε­κρῶν.

Ἐ­πὶ γῆς κα­τῆλ­θες, ἵ­να σώ­σῃς Ἀ­δάμ· καὶ ἐν γῇ μὴ εὑ­ρη­κὼς τοῦ­τον Δέ­σπο­τα, μέ­χρις ᾍ­δου κα­τε­λή­λυ­θας ζη­τῶν.

Συγ­κλο­νεῖ­ται φό­βῳ, πᾶ­σα Λό­γε ἡ γῆ, καὶ Φω­σφό­ρος τὰς ἀ­κτῖ­νας ἀ­πέ­κρυ­ψε, τοῦ με­γί­στου γῇ κρυ­βέν­τος σου φω­τός.

Ὡς βρο­τὸς μὲν θνῄ­σκεις, ἑ­κου­σί­ως Σω­τήρ, ὡς Θε­ὸς δὲ τοὺς θνη­τοὺς ἐ­ξα­νέ­στη­σας, ἐκ μνη­μά­των καὶ βυ­θοῦ ἁ­μαρ­τι­ῶν.

Δα­κρυῤ­ῥό­ους θρή­νους, ἐ­πὶ σὲ ἡ Ἁ­γνή, μη­τρι­κῶς ὦ Ἰ­η­σοῦ ἐ­πιῤ­ῥαί­νου­σα, ἀ­νε­βό­α· Πῶς κη­δεύ­σω σε Υἱ­έ;

Ὥ­σπερ σί­του κόκ­κος, ὑ­πο­δὺς κόλ­πους γῆς, τὸν πο­λύ­χουν ἀ­πο­δέ­δω­κας ἄ­στα­χυν, ἀ­να­στή­σας τοὺς βρο­τοὺς τοὺς ἐξ Ἀ­δάμ.

Ὑ­πὸ γῆν ἐ­κρύ­βης, ὥ­σπερ ἥ­λι­ος νῦν, καὶ νυ­κτὶ τῇ τοῦ θα­νά­του κε­κά­λυ­ψαι· ἀλλ᾿ ἀ­νά­τει­λον φαι­δρό­τε­ρον Σω­τήρ.

Ὡς ἡ­λί­ου δί­σκον, ἡ σε­λή­νη Σω­τήρ, ἀ­πο­κρύ­πτει καὶ σὲ τά­φος νῦν ἔ­κρυ­ψεν, ἐ­κλι­πόν­τα τῷ θα­νά­τῳ σαρ­κι­κῶς.

Ἡ ζω­ὴ θα­νά­του, γευ­σα­μέ­νη Χρι­στός, ἐκ θα­νά­του τοὺς βρο­τοὺς ἠ­λευ­θέ­ρω­σε, καὶ τοῖς πᾶ­σι νῦν δω­ρεῖ­ται τὴν ζω­ήν.

Νε­κρω­θέν­τα πά­λαι, τὸν Ἀ­δὰμ φθο­νε­ρῶς, ἐ­πα­νά­γεις πρὸς ζω­ὴν τῇ νε­κρώ­σει σου, νέ­ος Σῶ­τερ ἐν σαρ­κὶ φα­νεὶς Ἀ­δάμ.

Νο­ε­ραί σε τά­ξεις, ἡ­πλω­μέ­νον νε­κρόν, κα­θο­ρῶ­σαι δι᾿ ἡ­μᾶς ἐ­ξε­πλήτ­τον­το, κα­λυ­πτό­με­ναι ταῖς πτέ­ρυ­ξι Σω­τήρ.

Κα­θε­λών σε Λό­γε, ἀ­πὸ ξύ­λου νε­κρόν, ἐν μνη­μεί­ῳ Ἰ­ω­σὴφ νῦν κα­τέ­θε­το· Ἀλλ᾿ ἀ­νά­στα σῴ­ζων πάν­τας ὡς Θε­ός.

Τῶν Ἀγ­γέ­λων Σῶ­τερ, χαρ­μο­νὴ πε­φυ­κώς, νῦν καὶ λύ­πης τού­τοις γέ­γο­νας αἴ­τι­ος, κα­θο­ρώ­με­νος σαρ­κὶ ἄ­πνους νε­κρός.

Ὑ­ψω­θεὶς ἐν ξύ­λῳ, καὶ τοὺς ζῶν­τας βρο­τούς, συ­νυ­ψοῖς· ὑ­πὸ τὴν γῆν δὲ γε­νό­με­νος, τοὺς κει­μέ­νους ὑπ᾿ αὐ­τὴν ἐ­ξα­νι­στᾷς.

Ὥ­σπερ λέ­ων Σῶ­τερ, ἀ­φυ­πνώ­σας σαρ­κί, ὥς τις σκύ­μνος ὁ νε­κρὸς ἐ­ξα­νί­στα­σαι, ἀ­πο­θέ­με­νος τὸ γῆ­ρας τῆς σαρ­κός.

Τὴν πλευ­ρὰν ἐ­νύ­γης, ὁ πλευ­ρὰν εἰ­λη­φώς, τοῦ Ἀ­δὰμ ἐξ ἧς τὴν Εὔ­αν δι­έ­πλα­σας, καὶ ἐ­ξέ­βλυ­σας κρου­νοὺς κα­θαρ­τι­κούς.

Ἐν κρυ­πτῷ μὲν πά­λαι, θύ­ε­ται ὁ Ἀ­μνός· σὺ δ᾿ ὑ­παί­θρι­ος τυ­θεὶς ἀ­νε­ξί­κα­κε, πᾶ­σαν κτί­σιν ἀ­πε­κά­θη­ρας Σω­τήρ.

Τίς ἐ­ξεί­ποι τρό­πον, φρι­κτὸν ὄν­τως και­νόν; ὁ δε­σπό­ζων γὰρ τῆς κτί­σε­ως σή­με­ρον, πά­θος δέ­χε­ται καὶ θνῄ­σκει δι᾿ ἡ­μᾶς.

Ὁ ζω­ῆς τα­μί­ας, πῶς ὁ­ρᾶ­ται νε­κρός; ἐκ­πλητ­τό­με­νοι οἱ Ἄγ­γε­λοι ἔ­κρα­ζον· πῶς δ᾿ ἐν μνή­μα­τι συγ­κλεί­ε­ται Θε­ός;

Λογ­χο­νύ­κτου Σῶ­τερ, ἐκ πλευ­ρᾶς σου ζω­ήν, τῇ ζω­ῇ τῇ ἐκ ζω­ῆς ἐ­ξω­σά­σῃ με, ἐ­πι­στά­ζεις καὶ ζω­οῖς με σὺν αὐ­τῇ.

Ἁ­πλω­θεὶς ἐν ξύ­λῳ, συ­νη­γά­γου βρο­τούς· τὴν πλευ­ράν σου δὲ νυ­γεὶς τὴν ζω­ήῤ­ῥυ­τον, πᾶ­σιν ἄ­φε­σιν πη­γά­ζεις Ἰ­η­σοῦ.

Ὁ εὐ­σχή­μων Σῶ­τερ, σχη­μα­τί­ζει φρι­κτῶς, καὶ κη­δεύ­ει ὡς νε­κρὸν εὐ­σχη­μό­νως σε, καὶ θαμ­βεῖ­ταί σου τὸ σχῆ­μα τὸ φρι­κτόν.

Ὑ­πὸ γῆν βου­λή­σει, κα­τελ­θὼν ὡς θνη­τός, ἐ­πα­νά­γεις ἀ­πὸ γῆς πρὸς οὐ­ρά­νι­α, τοὺς ἐ­κεῖ­θεν πε­πτω­κό­τας Ἰ­η­σοῦ.

Κἂν νε­κρὸς ὡ­ρά­θης, ἀλ­λὰ ζῶν ὡς Θε­ός, ἐ­πα­νά­γεις ἀ­πὸ γῆς πρὸς οὐ­ρά­νι­α, τοὺς ἐ­κεῖ­θεν πε­πτω­κό­τας Ἰ­η­σοῦ.

Κἂν νε­κρὸς ὡ­ρά­θης, ἀλ­λὰ ζῶν ὡς Θε­ός, νε­κρω­θέν­τας τοὺς βρο­τοὺς ἀ­νε­ζώ­ω­σας, τὸν ἐ­μὸν ἀ­πο­νε­κρώ­σας νε­κρω­τήν.

Ὢ χα­ρᾶς ἐ­κεί­νης! ὢ πολ­λῆς ἡ­δο­νῆς! ἧς περ τοὺς ἐν ᾍ­δῃ πε­πλή­ρω­κας, ἐν πυθ­μέ­σι φῶς ἀ­στρά­ψας ζο­φε­ροῖς.

Προ­σκυ­νῶ τὸ Πά­θος, ἀ­νυ­μνῶ τὴν Τα­φήν, με­γα­λύ­νω σου τὸ κρά­τος Φι­λάν­θρω­πε, δι᾿ ὧν λέ­λυ­μαι πα­θῶν φθο­ρο­ποι­ῶν.

Κα­τὰ σοῦ ῥομ­φαί­α, ἐ­στιλ­βοῦ­το Χρι­στέ, καὶ ῥομ­φαί­α ἰ­σχυ­ροῦ μὲν ἀμ­βλύ­νε­ται, καὶ ῥομ­φαί­α δὲ τρο­ποῦ­ται τῆς Ἐ­δέμ.

Ἡ Ἀ­μνὰς τὸν Ἄρ­να, βλέ­που­σα ἐν σφα­γῇ, ταῖς ἀ­κί­σι βαλ­λο­μέ­νη ἠ­λά­λα­ζε, συγ­κι­νοῦ­σα καὶ τὸ ποί­μνι­ον βο­ᾶν.

Κἂν ἐν­θά­πτῃ τά­φῳ, κἂν εἰς ᾍ­δου μο­λῇς, ἀλ­λὰ Σῶ­τερ καὶ τοὺς τά­φους ἐ­κέ­νω­σας, καὶ τὸν ᾍ­δην ἀ­πε­γύ­μνω­σας Χρι­στέ.

Ἑ­κου­σί­ως Σῶ­τερ, κα­τελ­θὼν ὑ­πὸ γῆν, νε­κρω­θέν­τας τοὺς βρο­τοὺς ἀ­νε­ζώ­ω­σας, καὶ ἀ­νή­γα­γες ἐν δό­ξῃ πα­τρι­κῇ.

Τῆς Τρι­ά­δος ὁ εἷς, ἐν σαρ­κὶ δι᾿ ἡ­μᾶς, ἐ­πο­νεί­δι­στον ὑ­πέ­μει­νε θά­να­τον· φρίτ­τει ἥ­λι­ος καὶ τρέ­μει δὲ ἡ γῆ.

Ὡς πι­κρᾶς ἐκ κρή­νης, τῆς Ἰ­ού­δα φυ­λῆς, οἱ ἀ­πό­γο­νοι ἐν λάκ­κῳ κα­τέ­θεν­το, τὸν τρο­φέ­α μαν­να­δό­την Ἰ­η­σοῦν.

Ὁ Κρι­τὴς ὡς κρι­τός, πρὸ Πι­λά­του κρι­τοῦ, καὶ πα­ρί­στα­το καὶ θά­να­τον ἄ­δι­κον, κα­τε­κρί­θη δι­ὰ ξύ­λου σταυ­ρι­κοῦ.

Ἀ­λα­ζὼν Ἰσ­ρα­ήλ, μι­αι­φό­νε λα­έ, τί πα­θὼν τὸν Βα­ραβ­βᾶν ἠ­λευ­θέ­ρω­σας, τὸν Σω­τῆ­ρα δὲ πα­ρέ­δω­κας Σταυ­ρῷ;

Ὁ χει­ρί σου πλά­σας, τὸν Ἀ­δὰμ ἐκ τῆς γῆς, δι᾿ αὐ­τὸν τῇ φύ­σει γέ­γο­νας ἄν­θρω­πος, καὶ ἐ­σταύ­ρω­σαι βου­λή­μα­τι τῷ σῷ.

Ὑ­πα­κού­σας Λό­γε, τῷ ἰ­δί­ῳ Πα­τρί, μέ­χρις ᾍ­δου τοῦ δει­νοῦ κα­τα­βέ­βη­κας, καὶ ἀ­νέ­στη­σας τὸ γέ­νος τῶν βρο­τῶν.

Οἴ­μοι φῶς τοῦ κό­σμου! οἴ­μοι φῶς τὸ ἐ­μόν! Ἰ­η­σοῦ μου πο­θει­νό­τα­τε ἔ­κρα­ζεν, ἡ Παρ­θέ­νος θρη­νῳ­δοῦ­σα γο­ε­ρῶς.

Φθο­νουρ­γέ, φο­νουρ­γὲ καὶ ἀ­λά­στορ λα­έ, κἂν σιν­δό­νας καὶ αὐ­τὸ τὸ σου­δά­ρι­ον, αἰ­σχύν­θη­τι ἀ­να­στάν­τος τοῦ Χρι­στοῦ.

Δεῦ­ρο δὴ μι­α­ρέ, φο­νευ­τὰ μα­θη­τά, καὶ τὸν τρό­πον τῆς κα­κί­ας σου δεῖ­ξόν μοι, δι᾿ ὃν γέ­γο­νας προ­δό­της τοῦ Χρι­στοῦ.

Ὡς φι­λάν­θρω­πός τις, ὑ­πο­κρί­νῃ μω­ρέ, καὶ τυ­φλὲ πα­νω­λε­θρό­τα­τε ἄ­σπον­δε, ὁ τὸ μύ­ρον πε­πρα­κὼς δι­ὰ τι­μῆς.

Οὐ­ρα­νί­ου μύ­ρου, ποί­αν ἔ­σχες τι­μήν; τοῦ τι­μί­ου τί ἐ­δέ­ξω ἀν­τά­ξι­ον; λύσ­σαν εὗ­ρες κα­τα­ρώ­τα­τε Σα­τάν.

Εἰ φι­λό­πτω­χος εἶ, καὶ τὸ μύ­ρον λυ­πῇ, κε­νου­μέ­νου εἰς ψυ­χῆς ἱ­λα­στή­ρι­ον, πῶς χρυ­σῷ ἀ­πεμ­πο­λεῖς τὸν Φω­ταυ­γῆ;

Ὦ Θε­ὲ καὶ Λό­γε, ὦ χα­ρὰ ἡ ἐ­μή, πῶς ἐ­νέγ­κω σου τα­φὴν τὴν τρι­ή­με­ρον; νῦν σπα­ράτ­το­μαι τὰ σπλάγ­χνα μη­τρι­κῶς.

Τίς μοι δώ­σει ὕ­δωρ, καὶ δα­κρύ­ων πη­γάς, ἡ Θε­ό­νυμ­φος Παρ­θέ­νος ἐ­κραύ­γα­ζεν, ἵ­να κλαύ­σω τὸν γλυ­κύν μου Ἰ­η­σοῦν;

Ὦ βου­νοὶ καὶ νά­παι, καὶ ἀν­θρώ­πων πλη­θύς, κλαύ­σα­τε καὶ πάν­τα θρη­νή­σα­τε, σὺν ἐ­μοὶ τῇ τοῦ Θε­οῦ ἡ­μῶν Μη­τρί.

Πό­τε ἴ­δω Σῶ­τερ, σὲ τὸ ἄ­χρο­νον φῶς, τὴν χα­ρὰν καὶ ἡ­δο­νὴν τῆς καρ­δί­ας μου; ἡ Παρ­θέ­νος ἀ­νε­βό­α γο­ε­ρῶς.

Κἂν ὡς πέ­τρα Σῶ­τερ, ἡ ἀ­κρό­το­μος σύ, κα­τε­δέ­ξω τὴν το­μήν, ἀλλ᾿ ἐ­πή­γα­σας, ζῶν τὸ ῥεῖ­θρον ὡς πη­γὴ ὢν τῆς ζω­ῆς.

Ὡς ἐκ κρή­νης μι­ᾶς, τὸν δι­πλοῦν πο­τα­μόν, τῆς πλευ­ρᾶς σου προ­χε­ού­σης ἀρ­δό­με­νοι, τὴν ἀ­θά­να­τον καρ­πού­με­θα ζω­ήν.

Θέ­λων ὤ­φθης Λό­γε, ἐν τῷ τά­φῳ νε­κρός, ἀλ­λὰ ζῇς καὶ τοὺς βρο­τοὺς ὡς προ­εί­ρη­κας, ἀ­να­στά­σει σου Σω­τήρ μου ἐ­γε­ρεῖς.

Δό­ξα. Τρι­α­δι­κόν.

Ἀ­νυ­μνοῦ­μεν Λό­γε, σὲ τὸν πάν­των Θε­όν, σὺν Πα­τρὶ καὶ τῷ Ἁ­γί­ῳ σου Πνεύ­μα­τι, καὶ δο­ξά­ζο­μεν τὴν θεί­αν σου Τα­φήν.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Μα­κα­ρί­ζο­μέν σε, Θε­ο­τό­κε ἁ­γνή, καὶ τι­μῶ­μεν τὴν Τα­φὴν τὴν τρι­ή­με­ρον, τοῦ Υἱ­οῦ σου καὶ Θε­οῦ ἡ­μῶν πι­στῶς.

Καὶ πά­λιν τὸ α´ τρο­πά­ρι­ον.

Ἡ ζω­ὴ ἐν τά­φῳ, κα­τε­τέ­θης Χρι­στέ, καὶ Ἀγ­γέ­λων στρα­τι­αὶ ἐ­ξε­πλήτ­τον­το, συγ­κα­τά­βα­σιν δο­ξά­ζου­σαι τὴν σήν.

Συ­να­πτὴ μι­κρὰ καὶ ἐκ­φώ­νη­σις·

Ὅ­τι ηὐ­λό­γη­ταί σου τὸ ὄ­νο­μα, καὶ δε­δό­ξα­σταί σου ἡ βα­σι­λεί­α τοῦ Πα­τρός, καὶ τοῦ Υἱ­οῦ, καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Καὶ θυ­μι­ᾷ ὁ ἱ­ε­ρεὺς ἀρ­χο­μέ­νης τῆς β´ στά­σε­ως.

Στά­σις Β´.

Ἦ­χος πλ. α´.

Ἄ­ξι­όν ἐ­στι, με­γα­λύ­νειν σε τὸν Ζω­ο­δό­την, τὸν ἐν τῷ Σταυ­ρῷ τὰς χεῖ­ρας ἐ­κτεί­ναν­τα, καὶ συν­τρί­ψαν­τα τὸ κρά­τος τοῦ ἐ­χθροῦ.

Ἄ­ξι­όν ἐ­στι, με­γα­λύ­νειν σε τὸν πάν­των Κτί­στην· τοῖς σοῖς γὰρ πα­θή­μα­σιν ἔ­χο­μεν, τὴν ἀ­πά­θει­αν ῥυ­σθέν­τες τῆς φθο­ρᾶς.

Ἔ­φρι­ξεν ἡ γῆ, καὶ ὁ ἥ­λι­ος Σῶ­τερ ἐ­κρύ­βη, σοῦ τοῦ ἀ­νε­σπέ­ρου φέγ­γους Χρι­στέ, ἐν τῷ τά­φῳ δύν­τος νῦν σω­μα­τι­κῶς.

Ὕ­πνω­σας Χρι­στέ, τὸν φυ­σί­ζω­ον ὕ­πνον ἐν τά­φῳ, καὶ βα­ρέ­ος ὕ­πνου ἐ­ξή­γει­ρας, τοῦ τῆς ἁ­μαρ­τί­ας τὸ τῶν ἀν­θρώ­πων γέ­νος.

Μό­νη γυ­ναι­κῶν, χω­ρὶς πό­νων ἔ­τε­κόν σε Τέ­κνον, πό­νους δὲ νῦν φέ­ρω τῷ πά­θει σου, ἀ­φο­ρή­τους ἀ­νε­βό­α ἡ Σε­μνή.

Ἄ­νω σε Σω­τήρ, ἀ­χω­ρί­στως τῷ Πα­τρὶ συ­νόν­τα, κά­τω δὲ νε­κρὸν ἡ­πλω­μέ­νον γῇ, κα­θο­ρῶν­τα φρίτ­τει νῦν τὰ Σε­ρα­φίμ.

Ῥή­γνυ­ται να­οῦ, κα­τα­πέ­τα­σμα τῇ σῇ σταυ­ρώ­σει, κρύ­πτου­σι φω­στῆ­ρες Χρι­στὲ τὸ φῶς, σοῦ κρυ­βέν­τος τοῦ Ἡ­λί­ου ὑ­πὸ γῆν.

Γῆς ὁ κα­ταρ­χάς, μό­νῳ νεύ­μα­τι πή­ξας τὸν γύ­ρον, ἄ­πνους ὡς βρο­τὸς κα­θυ­πέ­δυ γῆν· τῷ θε­ά­μα­τι δὲ φρί­ξον οὐ­ρα­νέ.

Ἔ­δυς ὑ­πὸ γῆν, ὁ τὸν ἄν­θρω­πον χει­ρί σου πλά­σας, ἵν᾿ ἐ­ξα­να­στή­σῃς τοῦ πτώ­μα­τος, τῶν βρο­τῶν τὰ στί­φη παν­σθε­νε­στά­τῳ κρά­τει.

Θρῆ­νον ἱ­ε­ρόν, δεῦ­τε ᾄ­σω­μεν Χρι­στῷ θα­νόν­τι, ὡς αἱ Μυ­ρο­φό­ροι γυ­ναῖ­κες πρίν, ἵν᾿ ἀ­κού­σω­μεν τὸ Χαῖ­ρε σὺν αὐ­ταῖς.

Μύ­ρον ἀ­λη­θῶς, σὺ ἀ­κέ­νω­τον ὑ­πάρ­χεις Λό­γε· ὅ­θεν σοι καὶ μύ­ρα προ­σέ­φε­ρον, Μυ­ρο­φό­ροι σοι τῷ ζῶν­τι ὡς νε­κρῷ.

ᾍ­δου μὲν τα­φείς, τὰ βα­σί­λει­α Χρι­στὲ συν­τρί­βεις, θά­να­τον θα­νά­τῳ δὲ θα­να­τοῖς, καὶ φθο­ρᾶς λυ­τροῦ­σαι τοὺς γη­γε­νεῖς.

Ῥεῖ­θρα τῆς ζω­ῆς, ἡ προ­χέ­ου­σα Θε­οῦ σο­φί­α, τά­φον ὑ­πεισ­δῦ­σα ζω­ο­ποι­εῖ, τοὺς ἐν τοῖς ἀ­δύ­τοις ᾍ­δου μυ­χοῖς.

Ἵ­να τὴν βρο­τῶν, και­νουρ­γή­σω συν­τρι­βεῖ­σαν φύ­σιν, πέ­πληγ­μαι θα­νά­τῳ θέ­λων σαρ­κί. Μῆ­τερ οὖν μὴ κό­πτου τοῖς ὀ­δυρ­μοῖς.

Ἔ­δυς ὑ­πὸ γῆν, ὁ φω­σφό­ρος τῆς δι­και­ο­σύ­νης, καὶ νε­κροὺς ὥ­σπερ ἐξ ὕ­πνου ἐ­ξή­γει­ρας, ἐκ­δι­ώ­ξας ἅ­παν τὸ ἐν τῷ ᾍ­δῃ σκό­τος.

Κόκ­κος δι­φυ­ής, ὁ φυ­σί­ζω­ος ἐν γῆς λα­γό­σι, σπεί­ρε­ται σὺν δά­κρυ­σι σή­με­ρον, ἀλλ᾿ ἀ­να­βλα­στή­σας κό­σμον χα­ρο­ποι­ή­σει.

Ἔ­πτη­ξεν Ἀ­δάμ, Θε­οῦ βαί­νον­τος ἐν Πα­ρα­δεί­σῳ, χαί­ρει δὲ πρὸς ᾍ­δην φοι­τή­σαν­τος, πε­πτω­κώς πο­τε καὶ νῦν ἐ­ξε­γερ­θείς.

Σπέν­δει σοι χο­άς, ἡ τε­κοῦ­σά σε Χρι­στὲ δα­κρύ­ων, σαρ­κι­κῶς κα­τα­τε­θέν­τι ἐν μνή­μα­τι, ἐκ­βο­ῶ­σα· Τέ­κνον ἀ­νά­στα ὡς προ­έ­φης.

Τά­φῳ Ἰ­ω­σήφ, εὐ­λα­βῶς σε τῷ και­νῷ συγ­κρύ­πτων, ὕ­μνους ἐ­ξο­δί­ους θε­ο­πρε­πεῖς, με­τὰ θρή­νων ἀ­να­μέλ­πει σοι Σω­τήρ.

Ἥ­λοις σε Σταυ­ρῷ, πε­παρ­μέ­νον ἡ σὴ Μή­τηρ Λό­γε, βλέ­ψα­σα τοῖς ἥ­λοις λύ­πης πι­κρᾶς, βέ­βλη­ται καὶ βέ­λε­σι τὴν ψυ­χήν.

Σὲ τὸν τοῦ παν­τός, γλυ­κα­σμὸν ἡ Μή­τηρ κα­θο­ρῶ­σα, πό­μα πο­τι­ζό­με­νον τὸ πι­κρόν, βρέ­χει δά­κρυ­σι τὰς ὄ­ψεις γο­ε­ρῶς.

Τέ­τρω­μαι δει­νῶς, καὶ σπα­ράτ­το­μαι τὰ σπλάγ­χνα Λό­γε, βλέ­που­σα σφα­γήν σου τὴν ἄ­δι­κον, ἡ Παρ­θέ­νος ἀ­νε­βό­α ἐν κλαυθ­μῷ.

Ὄμ­μα τὸ γλυ­κύ, καὶ τὰ χεί­λη σου πῶς μύ­σω Λό­γε; πῶς νε­κρο­πρε­πῶς δὲ κη­δεύ­σω σε; με­τὰ φρί­κης ἀ­νε­βό­α Ἰ­ω­σήφ.

Ὕ­μνους Ἰ­ω­σήφ, καὶ Νι­κό­δη­μος ἐ­πι­τα­φί­ους, ᾄ­δου­σι Χρι­στῷ νε­κρω­θέν­τι νῦν· σὺν αὐ­τοῖς δὲ με­λῳ­δεῖ τὰ Σε­ρα­φίμ.

Δύ­νεις ὑ­πὸ γῆν, Σῶ­τερ Ἥ­λι­ε δι­και­ο­σύ­νης· ὅ­θεν ἡ τε­κοῦ­σα Σε­λή­νη σε, ταῖς λύ­παις ἐ­κλεί­πει, σῆς θέ­ας στε­ρου­μέ­νη.

Ἔ­φρι­ξεν ὁ­ρῶν, Σῶ­τερ ᾍ­δης σε τὸν ζω­ο­δό­την, πλοῦ­τον τὸν ἐ­κεί­νου σκυ­λεύ­ον­τα, καὶ τοὺς ἀπ᾿ αἰ­ῶ­νος νε­κροὺς ἐ­ξα­νι­στῶν­τα.

Ἥ­λι­ος φαι­δρόν, ἀ­πα­στρά­πτει με­τὰ νύ­κτα Λό­γε· καὶ σὺ δ᾿ ἀ­να­στὰς ἐ­ξα­στρά­ψει­ας, με­τὰ θά­να­τον φαι­δρῶς ὡς ἐκ πα­στοῦ.

Γῆ σε πλα­στουρ­γέ, ὑ­πὸ κόλ­πους δε­ξα­μέ­νη τρό­μῳ, συ­σχε­θεῖ­σα Σῶ­τερ τι­νάσ­σε­ται, ἀ­φυ­πνί­σα­σα νε­κροὺς τῷ τι­ναγ­μῷ.

Μύ­ροις σε Χρι­στέ, ὁ Νι­κό­δη­μος καὶ ὁ Εὐ­σχή­μων, νῦν και­νο­πρε­πῶς πε­ρι­στεί­λαν­τες· ἀ­νε­βό­ων φρί­ξον ἅ­πα­σα ἡ γῆ.

Ἔ­δυς Φω­τουρ­γέ, καὶ συ­νέ­δυ σοι τὸ φῶς ἡ­λί­ου· τρό­μῳ δὲ ἡ κτί­σις συ­νέ­χε­ται, πάν­των σε κη­ρύτ­του­σα Ποι­η­τήν.

Λί­θος λα­ξευ­τός, τὸν ἀ­κρό­γω­νον κα­λύ­πτει λί­θον· ἄν­θρω­πος θνη­τὸς δ᾿ ὡς θνη­τὸν Θε­όν, κρύ­πτει νῦν τῷ τά­φῳ· φρί­ξον ἡ γῆ!

Ἴ­δε μα­θη­τήν, ὃν ἠ­γά­πη­σας καὶ σὴν Μη­τέ­ρα, τέ­κνον καὶ φθογ­γὴν δὸς γλυ­κύ­τα­τον, ἀ­νε­βό­α θρη­νῳ­δοῦ­σα ἡ Ἁ­γνή.

Σὺ ὡς ὢν ζω­ῆς, χο­ρη­γὸς Λό­γε τοὺς Ἰ­ου­δαί­ους, ἐν Σταυ­ρῷ τα­θεὶς οὐκ ἐ­νέ­κρω­σας· ἀλλ᾿ ἀ­νέ­στη­σας καὶ τού­των τοὺς νε­κρούς.

Κάλ­λος Λό­γε πρίν, οὐ­δὲ εἶ­δος ἐν τῷ πά­σχειν ἔ­σχες, ἀλλ᾿ ἐ­ξα­να­στὰς ὑ­πε­ρέ­λαμ­ψας, καλ­λω­πί­σας τοὺς βρο­τοὺς θεί­αις αὐ­γαῖς.

Ἔ­δυς τῇ σαρ­κί, ὁ ἀ­νέ­σπε­ρος εἰς γῆν φω­σφό­ρος· καὶ μὴ φέ­ρων βλέ­πειν ὁ ἥ­λι­ος, ἐ­σκο­τί­σθη με­σημ­βρί­ας ἐν ἀ­κμῇ.

Ἥ­λι­ος ὁ­μοῦ, καὶ σε­λή­νη σκο­τι­σθέν­τες Σῶ­τερ, δού­λους εὐ­νο­οῦν­τας εἰ­κό­νι­ζον, οἳ με­λαί­νας ἀμ­φι­έν­νυν­ται στο­λάς.

Οἶ­δέ σε Θε­όν, Ἑ­κα­τόν­ταρ­χος κἂν ἐ­νε­κρώ­θης· πῶς σε οὖν Θε­έ μου ψαύ­σω χερ­σί; φρίτ­τω ἀ­νε­βό­α ὁ Ἰ­ω­σήφ.

Ὕ­πνω­σεν Ἀ­δάμ, ἀλ­λὰ θά­να­τον πλευ­ρᾶς ἐ­ξά­γει· σὺ δὲ νῦν ὑ­πνώ­σας Λό­γε Θε­οῦ, βρύ­εις ἐκ πλευ­ρᾶς σου κό­σμῳ ζω­ήν.

Ὕ­πνω­σας μι­κρόν, καὶ ἐ­ζώ­ω­σας τοὺς τε­θνε­ῶ­τας, καὶ ἐ­ξα­να­στὰς ἐ­ξα­νέ­στη­σας, τοὺς ὑ­πνοῦν­τας ἐξ αἰ­ῶ­νος Ἀ­γα­θέ.

Ἤρ­θης ἀ­πὸ γῆς, ἀλλ᾿ ἀ­νέ­βλυ­σας τῆς σω­τη­ρί­ας, τὸν οἶ­νον ζω­ήῤ­ῥυ­τε ἄμ­πε­λε· δο­ξά­ζω τὸ Πά­θος καὶ τὸν Σταυ­ρόν.

Πῶς οἱ νο­ε­ροί, Ταγ­μα­τάρ­χαι σε Σω­τὴρ ὁ­ρῶν­τες, γυ­μνὸν ᾑ­μαγ­μέ­νον κα­τά­κρι­τον, ἔ­φε­ρον τὴν τόλ­μαν τῶν σταυ­ρω­τῶν;

Ἀ­ρα­βι­α­νόν, σκο­λι­ώ­τα­τον γέ­νος Ἑ­βραί­ων, ἔ­γνως τὴν ἀ­νέ­γερ­σιν τοῦ να­οῦ· δι­ὰ τί κα­τέ­κρι­νας τὸν Χρι­στόν;

Χλαῖ­ναν ἐμ­παιγ­μοῦ, τὸν Κο­σμή­το­ρα πάν­των ἐν­δύ­εις, ὃς τὸν οὐ­ρα­νὸν κα­τη­στέ­ρω­σε, καὶ τὴν γῆν ἐ­κό­σμη­σε θαυ­μα­στῶς.

Ὥ­σπερ πε­λε­κάν, τε­τρω­μέ­νος τὴν πλευ­ράν σου Λό­γε, σοὺς θα­νόν­τας παῖ­δας ἐ­ζώ­ω­σας, ἐ­πι­στά­ξας ζω­τι­κοὺς αὐ­τοῖς κρου­νούς.

Ἥ­λι­ον τὸ πρίν, Ἰ­η­σοῦς τοὺς ἀλ­λο­φύ­λους κό­πτων, ἔ­στη­σεν· αὐ­τὸς δὲ ἀ­πέ­κρυ­ψας, κα­τα­βάλ­λων τὸν τοῦ σκό­τους ἀρ­χη­γόν.

Κόλ­πων πα­τρι­κῶν, ἀ­νεκ­φοί­τη­τος μεί­νας Οἰ­κτίρ­μον, καὶ βρο­τὸς γε­νέ­σθαι εὐ­δό­κη­σας, καὶ εἰς ᾍ­δην κα­τα­βέ­βη­κας Χρι­στέ.

Ἤρ­θη σταυ­ρω­θείς, ὁ ἐν ὕ­δα­σι τὴν γῆν κρε­μά­σας, ἄ­πνους δ᾿ ἐν αὐ­τῇ οὗ­τος θά­πτε­ται, ὃ μὴ φέ­ρου­σα ἐ­σεί­ε­το δει­νῶς.

Οἴ­μοι ὦ Υἱ­έ! ἡ Ἀ­πεί­ραν­δρος θρη­νεῖ καὶ λέ­γει· ὃν ὡς Βα­σι­λέ­α γὰρ ἤλ­πι­ζον, κα­τά­κρι­τον νῦν βλέ­πω ἐν Σταυ­ρῷ.

Ταῦ­τα Γα­βρι­ήλ, μοὶ ἀ­πήγ­γει­λεν ὅ­τε κα­τέ­πτη, ὃς τὴν βα­σι­λεί­αν αἰ­ώ­νι­ον, ἔ­φη εἶ­ναι τοῦ Υἱ­οῦ μου Ἰ­η­σοῦ.

Φεῦ! τοῦ Συ­με­ών, ἐ­κτε­τέ­λε­σται ἡ προ­φη­τεί­α· ἡ γὰρ σὴ ῥομ­φαί­α δι­έ­δρα­με, τὴν καρ­δί­αν τὴν ἐ­μὴν Ἐμ­μα­νου­ήλ.

Κἂν τοὺς ἐκ νε­κρῶν, ἐ­παι­σχύν­θη­τε ὦ Ἰ­ου­δαῖ­οι, οὓς ὁ ζω­ο­δό­της ἀ­νέ­στη­σεν, ὃν ὑ­μεῖς ἐ­κτεί­να­τε φθο­νε­ρῶς.

Ἔ­φρι­ξεν ἰ­δών, τὸ ἀ­ό­ρα­τον φῶς σε Χρι­στέ μου, μνή­μα­τι κρυ­πτό­με­νον ἄ­πνουν τε, καὶ ἐ­σκό­τα­σεν ὁ ἥ­λι­ος τὸ φῶς.

Ἔ­κλαι­ε πι­κρῶς, ἡ πα­νά­μω­μος Μή­τηρ σου Λό­γε, ὅ­τε ἐν τῷ τά­φῳ ἑ­ώ­ρα­κε, σὲ τὸν ἄ­φρα­στον καὶ ἄ­ναρ­χον Θε­όν.

Νέ­κρω­σιν τὴν σήν, ἡ πα­νά­φθο­ρος Χρι­στέ σου Μή­τηρ, βλέ­που­σα πι­κρῶς σοι ἐ­φθέγ­γε­το· Μὴ βρα­δύ­νῃς ἡ ζω­ὴ ἐν τοῖς νε­κροῖς.

ᾍ­δης ὁ δει­νός, συ­νε­τρό­μα­ξεν ὅ­τε σε εἶ­δεν, Ἥ­λι­ε τῆς δό­ξης ἀ­θά­να­τε, καὶ ἐ­δί­δου τοὺς δε­σμί­ους ἐν σπου­δῇ.

Μέ­γα καὶ φρι­κτόν, Σῶ­τερ θέ­α­μα νῦν κα­θο­ρᾶ­ται! ὁ ζω­ῆς γὰρ θέ­λων πα­ραί­τι­ος, θά­να­τον ὑ­πέ­στη ζω­ῶ­σαι θέ­λων πάν­τας.

Νύτ­τῃ τὴν πλευ­ράν, καὶ ἡ­λοῦ­σαι Δέ­σπο­τα τὰς χεῖ­ρας, πλη­γὴν ἐκ πλευ­ρᾶς σου ἰ­ώ­με­νος, καὶ τὴν ἀ­κρα­σί­αν χει­ρῶν τῶν Προ­πα­τό­ρων.

Πρὶν τὸν τῆς Ῥα­χήλ, υἱ­ὸν ἔ­κλαυ­σεν ἅ­πας κατ᾿ οἶ­κον· νῦν τὸν τῆς Παρ­θέ­νου ἐ­κό­ψα­το, μα­θη­τῶν χο­ρεί­α σὺν τῇ Μη­τρί.

Ῥά­πι­σμα χει­ρῶν, Χρι­στοῦ δέ­δω­καν ἐν σι­α­γό­νι, τοῦ χει­ρὶ τὸν ἄν­θρω­πον πλά­σαν­τος, καὶ τὰς μύ­λας θλά­σαν­τος τοῦ θη­ρός.

Ὕ­μνοις σου Χρι­στέ, νῦν τὴν Σταύ­ρω­σιν καὶ τὴν Τα­φήν τε, ἅ­παν­τες πι­στοὶ ἐκ­θει­ά­ζο­μεν, οἱ θα­νά­του λυ­τρω­θέν­τες σῇ τα­φῇ.

Δό­ξα. Τρι­α­δι­κόν.

Ἄ­ναρ­χε Θε­έ, συ­να­ΐ­δι­ε Λό­γε καὶ Πνεῦ­μα, σκῆ­πτρα τῶν Ἀ­νά­κτων κρα­ταί­ω­σον, κα­τὰ πο­λε­μί­ων ὡς ἀ­γα­θός.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τέ­ξα­σα ζω­ήν, πα­να­μώ­μη­τε ἁ­γνὴ Παρ­θέ­νε, παῦ­σον Ἐκ­κλη­σί­ας τὰ σκάν­δα­λα, καὶ βρά­βευ­σον εἰ­ρή­νην ὡς ἀ­γα­θή.

Καὶ πά­λιν τὸ α´ τρο­πά­ρι­ον.

Ἄ­ξι­όν ἐ­στι, με­γα­λύ­νειν σε τὸν Ζω­ο­δό­την, τὸν ἐν τῷ Σταυ­ρῷ τὰς χεῖ­ρας ἐ­κτεί­ναν­τα, καὶ συν­τρί­ψαν­τα τὸ κρά­τος τοῦ ἐ­χθροῦ.

Μι­κρὰ συ­να­πτὴ καὶ ἐκ­φώ­νη­σις.

Ὅ­τι ἅ­γι­ος εἶ ὁ Θε­ὸς ἡ­μῶν, ὁ ἐ­πὶ θρό­νου δό­ξης τῶν Χε­ρου­βὶμ ἐ­πα­να­παυ­ό­με­νος, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν σὺν τῷ ἀ­νάρ­χῳ σου Πα­τρί, καὶ τῷ πα­να­γί­ῳ, καὶ ἀ­γα­θῷ, καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Καὶ θυ­μι­ᾷ πά­λιν ὁ ἱ­ε­ρεὺς ἀρ­χο­μέ­νης τῆς γ´ στά­σε­ως.

Στά­σις Γ´.

Ἦ­χος γ´.

Αἱ γε­νε­αὶ πᾶ­σαι, ὕ­μνον τῇ τα­φῇ σου, προ­σφέ­ρου­σι Χρι­στέ μου.

Κα­θε­λὼν τοῦ ξύ­λου, ὁ Ἀ­ρι­μα­θαῖ­ος, ἐν τά­φῳ σε κη­δεύ­ει.

Μυ­ρο­φό­ροι ἦλ­θον, μύ­ρα σοι Χρι­στέ μου, κο­μί­ζου­σαι προ­φρό­νως.

Δεῦ­ρο πᾶ­σα κτί­σις, ὕ­μνους ἐ­ξο­δί­ους, προ­σοί­σω­μεν τῷ Κτί­στῃ.

Ὡς νε­κρὸν τὸν ζῶν­τα, σὺν Μυ­ρο­φό­ροις πάν­τες, μυ­ρί­σω­μεν ἐμ­φρό­νως.

Ἰ­ω­σὴφ τρι­σμά­καρ, κή­δευ­σον τὸ σῶ­μα, Χρι­στοῦ τοῦ ζω­ο­δό­του.

Οὓς ἔ­θρε­ψε τὸ μάν­να, ἐ­κί­νη­σαν τὴν πτέρ­ναν, κα­τὰ τοῦ Εὐ­ερ­γέ­του.

Οὓς ἔ­θρε­ψε τὸ μάν­να, φέ­ρου­σι τῷ Σω­τῆ­ρι, χο­λὴν ἅ­μα καὶ ὄ­ξος.

Ὢ τῆς πα­ρα­φρο­σύ­νης, καὶ τῆς Χρι­στο­κτο­νί­ας, τῆς τῶν προ­φη­το­κτό­νων!

Ὡς ἄ­φρων ὑ­πη­ρέ­της, προ­δέ­δω­κεν ὁ μύ­στης, τὴν ἄ­βυσ­σον σο­φί­ας.

Τὸν Ῥύ­στην ὁ πω­λή­σας, αἰχ­μά­λω­τος κα­τέ­στη, ὁ δό­λι­ος Ἰ­ού­δας.

Κα­τὰ τὸν Σο­λο­μῶν­τα, βό­θρος βα­θὺς τὸ στό­μα, Ἑ­βραί­ων πα­ρα­νό­μων.

Ἑ­βραί­ων πα­ρα­νό­μων, ἐν σκο­λι­αῖς πο­ρεί­αις, τρί­βο­λοι καὶ πα­γί­δες.

Ἰ­ω­σὴφ κη­δεύ­ει, σὺν τῷ Νι­κο­δή­μῳ, νε­κρο­πρε­πῶς τὸν Κτί­στην.

Ζω­ο­δό­τα Σῶ­τερ, δό­ξα σου τῷ κρά­τει, τὸν ᾍ­δην κα­θε­λόν­τι.

Ὕ­πτι­ον ὁ­ρῶ­σα, ἡ Πά­να­γνός σε Λό­γε, μη­τρο­πρε­πῶς ἐ­θρή­νει.

Ὦ γλυ­κύ μου ἔ­αρ, γλυ­κύ­τα­τόν μου Τέ­κνον, ποῦ ἔ­δυ σου τὸ κάλ­λος;

Θρῆ­νον συ­νε­κί­νει, ἡ πά­να­γνός σου Μή­τηρ, σοῦ Λό­γε νε­κρω­θέν­τος.

Γύ­ναι­α σὺν μύ­ροις, ἥ­κου­σι μυ­ρί­σαι, Χρι­στὸν τὸ θεῖ­ον μύ­ρον.

Θά­να­τον θα­νά­τῳ, σὺ θα­να­τοῖς Θε­έ μου, θεί­ᾳ σου δυ­να­στεί­ᾳ.

Πε­πλά­νη­ται ὁ πλά­νος, ὁ πλα­νη­θεὶς λυ­τροῦ­ται, σο­φί­ᾳ σῇ Θε­έ μου.

Πρὸς τὸν πυθ­μέ­να ᾍ­δου, κα­τή­χθη ὁ προ­δό­της, δι­α­φθο­ρᾶς εἰς φρέ­αρ.

Τρί­βο­λοι καὶ πα­γί­δες, ὁ­δοὶ τοῦ τρι­σα­θλί­ου, πα­ρά­φρο­νος Ἰ­ού­δα.

Συ­να­πο­λοῦν­ται πάν­τες, οἱ σταυ­ρω­ταί σου Λό­γε, Υἱ­ὲ Θε­οῦ παν­τά­ναξ.

Δι­α­φθο­ρᾶς εἰς φρέ­αρ, συ­να­πο­λοῦν­ται πάν­τες, οἱ ἄν­δρες τῶν αἱ­μά­των.

Υἱ­ὲ Θε­οῦ παν­τά­ναξ, Θε­έ μου πλα­στουρ­γέ μου, πῶς πά­θος κα­τε­δέ­ξω;

Ἡ δά­μα­λις τὸν μό­σχον, ἐν ξύ­λῳ κρε­μα­σθέν­τα, ἠ­λά­λα­ζεν ὁ­ρῶ­σα.

Σῶ­μα τὸ ζω­η­φό­ρον, ὁ Ἰ­ω­σὴφ κη­δεύ­ει, με­τὰ τοῦ Νι­κο­δή­μου.

Ἀ­νέ­κρα­ζεν ἡ κό­ρη, θερ­μῶς δα­κρυῤ­ῥο­οῦ­σα, τὰ σπλάγ­χνα κεν­του­μέ­νη.

Ὦ φῶς τῶν ὀ­φθαλ­μῶν μου, γλυ­κύ­τα­τόν μου Τέ­κνον, πῶς τά­φῳ νῦν κα­λύ­πτῃ;

Τὸν Ἀ­δὰμ καὶ Εὔ­αν, ἐ­λευ­θε­ρῶ­σαι Μῆ­τερ, μὴ θρή­νει ταῦ­τα πά­σχω.

Δο­ξά­ζω σου Υἱ­έ μου, τὴν ἄ­κραν εὐ­σπλαγ­χνί­αν, ἧς χά­ριν ταῦ­τα πά­σχεις.

Ὄ­ξος ἐ­πο­τί­σθης, καὶ χο­λὴν Οἰ­κτίρ­μον, τὴν πά­λαι λύ­ων γεῦ­σιν.

Ἰ­κρί­ῳ προ­σε­πά­γης, ὁ πά­λαι τὸν λα­όν σου, στύ­λῳ νε­φέ­λης σκέ­πων.

Αἱ μυ­ρο­φό­ροι Σῶ­τερ, τῷ τά­φῳ προ­σελ­θοῦ­σαι, προ­σέ­φε­ρόν σοι μύ­ρα.

Ἀ­νά­στη­θι Οἰ­κτίρ­μον, ἡ­μᾶς ἐκ τῶν βα­ρά­θρων, ἐ­ξα­νι­στῶν τοῦ ᾍ­δου.

Ἀ­νά­στα Ζω­ο­δό­τα, ἡ σὲ τε­κοῦ­σα Μή­τηρ, δα­κρυῤ­ῥο­οῦ­σα λέ­γει.

Σπεῦ­σον ἐ­ξα­να­στῆ­ναι, τὴν λύ­πην λύ­ων Λό­γε, τῆς σὲ ἁ­γνῶς τε­κού­σης.

Οὐ­ρά­νι­αι Δυ­νά­μεις, ἐ­ξέ­στη­σαν τῷ φό­βῳ, νε­κρόν σε κα­θο­ρῶ­σαι.

Τοῖς πό­θῳ τε καὶ φό­βῳ, τὰ πά­θη σου τι­μῶ­σι, δί­δου πται­σμά­των λύ­σιν.

Ὢ φρι­κτὸν καὶ ξέ­νον, θέ­α­μα Θε­οῦ Λό­γε! πῶς γῆ σε συγ­κα­λύ­πτει;

Φέ­ρων πά­λαι φεύ­γει, Σῶ­τερ Ἰ­ω­σήφ σε, καὶ νῦν σε ἄλ­λος θά­πτει.

Κλαί­ει καὶ θρη­νεῖ σε, ἡ πά­να­γνός σου Μή­τηρ, Σω­τήρ μου νε­κρω­θέν­τα.

Φρίτ­του­σιν οἱ νό­ες, τὴν ξέ­νην καὶ φρι­κτήν σου, Τα­φὴν τοῦ πάν­των Κτί­στου.

Ἔῤ­ῥα­ναν τὸν τά­φον, αἱ Μυ­ρο­φό­ροι μύ­ρα, λί­αν πρω­ῒ ἐλ­θοῦ­σαι. (τρίς)

Εἰ­ρή­νην Ἐκ­κλη­σί­ᾳ, λα­ῷ σου σω­τη­ρί­αν, δώ­ρη­σαι σῇ Ἐ­γέρ­σει.

Δό­ξα. Τρι­α­δι­κόν.

Ὦ Τρι­ὰς Θε­έ μου, Πα­τὴρ Υἱ­ὸς καὶ Πνεῦ­μα, ἐ­λέ­η­σον τὸν κό­σμον.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ἰ­δεῖν τὴν τοῦ Υἱ­οῦ σου, Ἀ­νά­στα­σιν Παρ­θέ­νε, ἀ­ξί­ω­σον σοὺς δού­λους.

Καὶ πά­λιν τὸ α´ τρο­πά­ρι­ον.

Αἱ γε­νε­αὶ πᾶ­σαι, ὕ­μνον τῇ τα­φῇ σου, προ­σφέ­ρου­σι Χρι­στέ μου.

Μι­κρὰ συ­να­πτὴ καὶ ἐκ­φώ­νη­σις·

Σὺ γὰρ εἶ ὁ βα­σι­λεὺς τῆς εἰ­ρή­νης καὶ σω­τὴρ τῶν ψυ­χῶν ἡ­μῶν, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

* * *

ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

Καὶ εὐ­θὺς ψάλ­λο­μεν τὰ ἀ­να­στά­σι­μα εὐ­λο­γη­τά­ρι­α.

Ἦ­χος πλ. α´.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε·
δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Τῶν ἀγ­γέ­λων ὁ δῆ­μος * κα­τε­πλά­γη ὁ­ρῶν σε * ἐν νε­κροῖς λο­γι­σθέν­τα, * τοῦ θα­νά­του δέ, Σῶ­τερ, * τὴν ἰ­σχὺν κα­θε­λόν­τα * καὶ σὺν ἑ­αυ­τῷ * τὸν Ἀ­δὰμ ἐ­γεί­ραν­τα * καὶ ἐξ ᾅ­δου * πάν­τας ἐ­λευ­θε­ρώ­σαν­τα.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε·
δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Τί τὰ μύ­ρα * συμ­πα­θῶς τοῖς δά­κρυ­σιν, * ὦ μα­θή­τρι­αι, κιρ­νᾶ­τε; * ὁ ἀ­στρά­πτων * ἐν τῷ τά­φῳ ἄγ­γε­λος * προ­σε­φθέγ­γε­το ταῖς μυ­ρο­φό­ροις· * Ἴ­δε­τε ὑ­μεῖς * τὸν τά­φον καὶ ἥ­σθη­τε· * ὁ Σω­τὴρ γὰρ * ἐ­ξα­νέ­στη τοῦ μνή­μα­τος.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε·
δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Λί­αν πρω­ῒ * μυ­ρο­φό­ροι ἔ­δρα­μον * πρὸς τὸ μνῆ­μά σου θρη­νο­λο­γοῦ­σαι· * ἀλλ᾿ ἐ­πέ­στη * πρὸς αὐ­τὰς ὁ ἄγ­γε­λος καὶ εἶ­πε· * Θρή­νου ὁ και­ρὸς * πέ­παυ­ται· μὴ κλαί­ε­τε· * τὴν ἀ­νά­στα­σιν δὲ * ἀ­πο­στό­λοις εἴ­πα­τε.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε·
δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Μυ­ρο­φό­ροι γυ­ναῖ­κες * με­τὰ μύ­ρων ἐλ­θοῦ­σαι * πρὸς τὸ μνῆ­μά σου, Σῶ­τερ, * ἐ­νη­χοῦν­το ἀγ­γέ­λου * πρὸς αὐ­τὰς φθεγ­γο­μέ­νου· * Τί με­τὰ νε­κρῶν * τὸν ζῶν­τα λο­γί­ζε­σθε; * ὡς Θε­ὸς γὰρ * ἐ­ξα­νέ­στη τοῦ μνή­μα­τος.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Προ­σκυ­νοῦ­μεν Πα­τέ­ρα * καὶ τὸν τού­του Υἱ­όν τε * καὶ τὸ ἅ­γι­ον Πνεῦ­μα, * τὴν ἁ­γί­αν Τρι­ά­δα * ἐν μι­ᾷ τῇ οὐ­σί­ᾳ, * σὺν τοῖς Σε­ρα­φὶμ * κρά­ζον­τες τὸ Ἅ­γι­ος, * ἅ­γι­ος, ἅ­γι­ος εἶ, Κύ­ρι­ε.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ζω­ο­δό­την τε­κοῦ­σα, * ἐ­λυ­τρώ­σω, Παρ­θέ­νε, * τὸν Ἀ­δὰμ ἁ­μαρ­τί­ας· * χαρ­μο­νὴν δὲ τῇ Εὔ­ᾳ * ἀν­τὶ λύ­πης πα­ρέ­σχες· * ῥεύ­σαν­τα ζω­ῆς, * ἴ­θυ­νε πρὸς ταύ­την δὲ * ὁ ἐκ σοῦ σαρ­κω­θεὶς * Θε­ὸς καὶ ἄν­θρω­πος.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός. (ἐκ γ´)

Μι­κρὰ συ­να­πτὴ καὶ ἐκ­φώ­νη­σις·

Ὅ­τι σὲ αἰ­νοῦ­σι πᾶ­σαι αἱ δυ­νά­μεις τῶν οὐ­ρανῶν, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

* * *

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Ἦ­χος β´.

Ἅ­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν. (τρίς)

* * *

ΑΙΝΟΙ

Ἦ­χος β´.

Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον. Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν, αἰ­νεῖ­τε αὐ­τὸν ἐν τοῖς ὑ­ψί­στοις. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.

Αἰ­νεῖ­τε αὐ­τόν, πάν­τες οἱ ἄγ­γε­λοι αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τόν, πᾶ­σαι αἱ δυ­νά­μεις αὐ­τοῦ. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.

Ἡ Στι­χο­λο­γί­α (Ψαλ­μοὶ ρμη´, ρμθ´, ρν´).

Ψαλ­μὸς ρμη´ (148).

Αἰ­νεῖ­τε αὐ­τόν, ἥ­λι­ος καὶ σε­λή­νη· αἰ­νεῖ­τε αὐ­τόν, πάν­τα τὰ ἄ­στρα καὶ τὸ φῶς.

Αἰ­νεῖ­τε αὐ­τόν, οἱ οὐ­ρα­νοὶ τῶν οὐ­ρα­νῶν καὶ τὸ ὕ­δωρ τὸ ὑ­πε­ρά­νω τῶν οὐ­ρα­νῶν.

Αἰ­νε­σά­τω­σαν τὸ ὄ­νο­μα Κυ­ρί­ου, ὅ­τι αὐ­τὸς εἶ­πε, καὶ ἐ­γε­νή­θη­σαν, αὐ­τὸς ἐ­νε­τεί­λα­το, καὶ ἐ­κτί­σθη­σαν.

Ἔ­στη­σεν αὐ­τὰ εἰς τὸν αἰ­ῶ­να καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος· πρό­σταγ­μα ἔ­θε­το, καὶ οὐ πα­ρε­λεύ­σε­ται.

Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῆς γῆς, δρά­κον­τες καὶ πᾶ­σαι ἄ­βυσ­σοι.

Πῦρ, χά­λα­ζα, χι­ών, κρύ­σταλ­λος, πνεῦ­μα κα­ται­γί­δος, τὰ ποι­οῦν­τα τὸν λό­γον αὐ­τοῦ.

Τὰ ὄ­ρη καὶ πάν­τες οἱ βου­νοί, ξύ­λα καρ­πο­φό­ρα καὶ πᾶ­σαι κέ­δροι.

Τὰ θη­ρί­α καὶ πάν­τα τὰ κτή­νη, ἑρ­πε­τὰ καὶ πε­τει­νὰ πτε­ρω­τά.

Βα­σι­λεῖς τῆς γῆς καὶ πάν­τες λα­οί, ἄρ­χον­τες καὶ πάν­τες κρι­ταὶ γῆς.

Νε­α­νί­σκοι καὶ παρ­θέ­νοι, πρε­σβύ­τε­ροι με­τὰ νε­ω­τέ­ρων, αἰ­νε­σά­τω­σαν τὸ ὄ­νο­μα Κυ­ρί­ου, ὅ­τι ὑ­ψώ­θη τὸ ὄ­νο­μα αὐ­τοῦ μό­νου.

Ἡ ἐ­ξο­μο­λό­γη­σις αὐ­τοῦ ἐ­πὶ γῆς καὶ οὐ­ρα­νοῦ, καὶ ὑ­ψώ­σει κέ­ρας λα­οῦ αὐ­τοῦ.

Ὕ­μνος πᾶ­σι τοῖς ὁ­σί­οις αὐ­τοῦ, τοῖς υἱ­οῖς Ἰσ­ρα­ήλ, λα­ῷ ἐγ­γί­ζον­τι αὐ­τῷ.

Ψαλ­μὸς ρμθ´ (149).

ᾌ­σα­τε τῷ Κυ­ρί­ῳ ᾆ­σμα και­νὸν ἡ αἴ­νε­σις αὐ­τοῦ ἐν ἐκ­κλη­σί­ᾳ ὁ­σί­ων.

Εὐ­φραν­θή­τω Ἰσ­ρα­ὴλ ἐ­πὶ τῷ ποι­ή­σαν­τι αὐ­τόν, καὶ υἱ­οὶ Σι­ὼν ἀ­γαλ­λι­ά­σθω­σαν ἐ­πὶ τῷ βα­σι­λεῖ αὐ­τῶν.

Αἰ­νε­σά­τω­σαν τὸ ὄ­νο­μα αὐ­τοῦ ἐν χο­ρῷ, ἐν τυμ­πά­νῳ καὶ ψαλ­τη­ρί­ῳ ψα­λά­τω­σαν αὐ­τῷ.

Ὅ­τι εὐ­δο­κεῖ Κύ­ρι­ος ἐν τῷ λα­ῷ αὐ­τοῦ καὶ ὑ­ψώ­σει πρα­εῖς ἐν σω­τη­ρί­ᾳ.

Καυ­χή­σον­ται ὅ­σι­οι ἐν δό­ξῃ καὶ ἀ­γαλ­λι­ά­σον­ται ἐ­πὶ τῶν κοι­τῶν αὐ­τῶν.

Αἱ ὑ­ψώ­σεις τοῦ Θε­οῦ ἐν τῷ λά­ρυγ­γι αὐ­τῶν, καὶ ῥομ­φαῖ­αι δί­στο­μοι ἐν ταῖς χερ­σὶν αὐ­τῶν,

Τοῦ ποι­ῆ­σαι ἐκ­δί­κη­σιν ἐν τοῖς ἔ­θνε­σιν, ἐ­λεγ­μοὺς ἐν τοῖς λα­οῖς,

Τοῦ δῆ­σαι τοὺς βα­σι­λεῖς αὐ­τῶν ἐν πέ­δαις καὶ τοὺς ἐν­δό­ξους αὐ­τῶν ἐν χει­ρο­πέ­δαις σι­δη­ραῖς.

Τοῦ ποι­ῆ­σαι ἐν αὐ­τοῖς κρῖ­μα ἔγ­γρα­πτον· δό­ξα αὕ­τη ἔ­σται πᾶ­σι τοῖς ὁ­σί­οις αὐ­τοῦ.

Ψαλ­μὸς ρν´ (150).

Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.

Ἱ­στῶ­μεν Στί­χους δ´, καὶ ψάλ­λο­μεν
τὰ ἑ­πό­με­να Στι­χη­ρὰ Ἰ­δι­ό­με­λα.

Στίχ. α´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐ­πὶ ταῖς δυ­να­στεί­αις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν κα­τὰ τὸ πλῆ­θος τῆς με­γα­λω­σύ­νης αὐ­τοῦ.

Ἦ­χος β´.

Σή­με­ρον συ­νέ­χει τά­φος, τὸν συ­νέ­χον­τα πα­λά­μῃ τὴν κτί­σιν· κα­λύ­πτει λί­θος, τὸν κα­λύ­ψαν­τα ἀ­ρε­τῇ τοὺς οὐ­ρα­νούς· ὑ­πνοῖ ἡ ζω­ή, καὶ ᾍ­δης τρέ­μει, καὶ Ἀ­δὰμ τῶν δε­σμῶν ἀ­πο­λύ­ε­ται. Δό­ξα τῇ σῇ οἰ­κο­νο­μί­ᾳ, δι᾿ ἧς τε­λέ­σας πάν­τα, σαβ­βα­τι­σμὸν αἰ­ώ­νι­ον ἐ­δω­ρή­σω ἡ­μῖν, τὴν πα­να­γί­αν ἐκ νε­κρῶν σου Ἀ­νά­στα­σιν.

Στίχ. β´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν ἤ­χῳ σάλ­πιγ­γος· αἰ­νεῖ­τε αὐ­τὸν ἐν ψαλ­τη­ρί­ῳ καὶ κι­θά­ρᾳ.

Ἦ­χος ὁ αὐ­τός.

Τί τὸ ὁ­ρώ­με­νον θέ­α­μα; τίς ἡ πα­ροῦ­σα κα­τά­παυ­σις; ὁ Βα­σι­λεὺς τῶν αἰ­ώ­νων, τὴν δι­ὰ πά­θους τε­λέ­σας οἰ­κο­νο­μί­αν, ἐν τά­φῳ σαβ­βα­τί­ζει, και­νὸν ἡ­μῖν πα­ρέ­χων σαβ­βα­τι­σμόν. Αὐ­τῷ βο­ή­σω­μεν· Ἀ­νά­στα ὁ Θε­ός, κρί­νων τὴν γῆν, ὅ­τι σὺ βα­σι­λεύ­εις εἰς τοὺς αἰ­ῶ­νας, ὁ ἀ­μέ­τρη­τον ἔ­χων τὸ μέ­γα ἔ­λε­ος.

Στίχ. γ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν τυμ­πά­νῳ καὶ χο­ρῷ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν χορ­δαῖς καὶ ὀρ­γά­νῳ.

Ἦ­χος ὁ αὐ­τός.

Δεῦ­τε ἴ­δω­μεν τὴν ζω­ὴν ἡ­μῶν, ἐν τά­φῳ κει­μέ­νην, ἵ­να τοὺς ἐν τά­φοις, κει­μέ­νους ζω­ο­ποι­ή­σῃ· δεῦ­τε σή­με­ρον, τὸν ἐξ Ἰ­ού­δα ὑ­πνοῦν­τα θε­ώ­με­νοι, προ­φη­τι­κῶς αὐ­τῷ ἐκ­βο­ή­σω­μεν· Ἀ­να­πε­σὼν κε­κοί­μη­σαι ὡς λέ­ων· τίς ἐ­γε­ρεῖ σε Βα­σι­λεῦ; ἀλλ᾿ ἀ­νά­στη­θι αὐ­τε­ξου­σί­ως, ὁ δοὺς σε­αυ­τόν, ὑ­πὲρ ἡ­μῶν ἑ­κου­σί­ως· Κύ­ρι­ε δό­ξα σοι.

Στίχ. δ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις εὐ­ή­χοις· αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις ἀ­λα­λαγ­μοῦ. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.

Ἦ­χος πλ. β´.

ᾘ­τή­σα­το Ἰ­ω­σήφ, τὸ σῶ­μα τοῦ Ἰ­η­σοῦ, καὶ ἀ­πέ­θε­το ἐν τῷ και­νῷ αὐ­τοῦ μνη­μεί­ῳ· ἔ­δει γὰρ αὐ­τὸν ἐκ τά­φου, ὡς ἐκ πα­στά­δος προ­ελ­θεῖν· ὁ συν­τρί­ψας κρά­τος θα­νά­του, καὶ ἀ­νοί­ξας πύ­λας Πα­ρα­δεί­σου, ἀν­θρώ­ποις δό­ξα σοι.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Ἦ­χος πλ. β´.

Τὴν σή­με­ρον μυ­στι­κῶς, ὁ μέ­γας Μω­ϋ­σῆς, προ­δι­ε­τυ­ποῦ­το λέ­γων· Καὶ εὐ­λό­γη­σεν ὁ Θε­ός, τὴν ἡ­μέ­ραν τὴν ἑ­βδό­μην· τοῦ­το γάρ ἐ­στι, τὸ εὐ­λο­γη­μέ­νον Σάβ­βα­τον, αὕ­τη ἐ­στίν, ἡ τῆς κα­τα­παύ­σε­ως ἡ­μέ­ρα· ἐν ᾗ κα­τέ­παυ­σεν, ἀ­πὸ πάν­των τῶν ἔρ­γων αὑ­τοῦ, ὁ Μο­νο­γε­νὴς Υἱ­ὸς τοῦ Θε­οῦ, δι­ὰ τῆς κα­τὰ τὸν θά­να­τον οἰ­κο­νο­μί­ας, τῇ σαρ­κὶ σαβ­βα­τί­σας· καὶ εἰς ὃ ἦν πά­λιν ἐ­πα­νελ­θών, δι­ὰ τῆς Ἀ­να­στά­σε­ως, ἐ­δω­ρή­σα­το ἡ­μῖν, ζω­ὴν τὴν αἰ­ώ­νι­ον, ὡς μό­νος ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Θε­ο­το­κί­ον. Ἦ­χος β´.

Ὑ­πε­ρευ­λο­γη­μέ­νη ὑ­πάρ­χεις, Θε­ο­τό­κε Παρ­θέ­νε· δι­ὰ γὰρ τοῦ ἐκ σοῦ σαρ­κω­θέν­τος, ὁ ᾅ­δης ᾐχ­μα­λώ­τι­σται, ὁ Ἀ­δὰμ ἀ­να­κέ­κλη­ται, ἡ κα­τά­ρα νε­νέ­κρω­ται, ἡ Εὔ­α ἠ­λευ­θέ­ρω­ται, ὁ θά­να­τος τε­θα­νά­τω­ται, καὶ ἡ­μεῖς ἐ­ζω­ο­ποι­ή­θη­μεν. Δι­ὸ ἀ­νυ­μνοῦν­τες βο­ῶ­μεν. Εὐ­λο­γη­τὸς Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν, ὁ οὕ­τως εὐ­δο­κή­σας· δό­ξα σοι.

* * *

Καὶ εὐ­θὺς ψάλ­λε­ται εἰς τὸν αὐ­τὸν ἦ­χον

Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δό­ξα σοι τῷ δεί­ξαν­τι τὸ φῶς. * Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ * καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, * ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α.

Ὑ­μνοῦ­μέν σε, * εὐ­λο­γοῦ­μέν σε, * προ­σκυ­νοῦ­μέν σε, * δο­ξο­λο­γοῦ­μέν σε, * εὐ­χα­ρι­στοῦ­μέν σοι * δι­ὰ τὴν με­γά­λην σου δό­ξαν.

Κύ­ρι­ε βα­σι­λεῦ, * ἐ­που­ρά­νι­ε Θε­έ, * Πά­τερ παν­το­κρά­τορ· * Κύ­ρι­ε Υἱ­ὲ μο­νο­γε­νές, * Ἰ­η­σοῦ Χρι­στέ, * καὶ ἅ­γι­ον Πνεῦ­μα.

Κύ­ρι­ε ὁ Θε­ός, * ὁ ἀ­μνὸς τοῦ Θε­οῦ, * ὁ Υἱ­ὸς τοῦ Πα­τρός, * ὁ αἴ­ρων τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, * ἐ­λέ­η­σον ἡ­μᾶς, * ὁ αἴ­ρων τὰς ἁ­μαρ­τί­ας τοῦ κό­σμου.

Πρόσ­δε­ξαι τὴν δέ­η­σιν ἡ­μῶν, * ὁ κα­θή­με­νος ἐν δε­ξι­ᾷ τοῦ Πα­τρός, * καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὅ­τι σὺ εἶ μό­νος ἅ­γι­ος, * σὺ εἶ μό­νος Κύ­ρι­ος, * Ἰ­η­σοῦς Χρι­στός, * εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.

Καθ᾿ ἑ­κά­στην ἡ­μέ­ραν εὐ­λο­γή­σω σε * καὶ αἰ­νέ­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να * καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Κα­τα­ξί­ω­σον, Κύ­ρι­ε, * ἐν τῇ ἡ­μέ­ρᾳ ταύ­τῃ * ἀ­να­μαρ­τή­τους φυ­λα­χθῆ­ναι ἡ­μᾶς.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, * ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, * καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου * εἰς τοὺς αἰ­ῶ­νας. Ἀ­μήν.

Γέ­νοι­το, Κύ­ρι­ε, * τὸ ἔ­λε­ός σου ἐφ᾿ ἡ­μᾶς, * κα­θά­περ ἠλ­πί­σα­μεν ἐ­πὶ σέ.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· * δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου. (τρίς)

Κύ­ρι­ε, * κα­τα­φυ­γὴ ἐ­γε­νή­θης ἡ­μῖν * ἐν γε­νε­ᾷ καὶ γε­νε­ᾷ. * Ἐ­γὼ εἶ­πα· * Κύ­ρι­ε, ἐ­λέ­η­σόν με· * ἴ­α­σαι τὴν ψυ­χήν μου, * ὅ­τι ἥ­μαρ­τόν σοι.

Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· * δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, * ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.

Ὅ­τι πα­ρὰ σοὶ πη­γὴ ζω­ῆς· * ἐν τῷ φω­τί σου ὀ­ψό­με­θα φῶς.

Πα­ρά­τει­νον τὸ ἔ­λε­ός σου * τοῖς γι­νώ­σκου­σί σε.

Ἅ­γι­ος ὁ Θε­ός, * ἅ­γι­ος ἰ­σχυ­ρός, * ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς.

Καὶ πά­λιν ἰ­σχυ­ρο­τέ­ρᾳ φω­νῇ·

Ἅ­γι­ος ὁ Θε­ός, * ἅ­γι­ος ἰ­σχυ­ρός, * ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς.

* * *

ΕΞΟΔΟΣ - ΠΕΡΙΦΟΡΑ ΕΠΙΤΑΦΙΟΥ

Ψαλ­λο­μέ­νου δὲ τοῦ ᾀ­σμα­τι­κοῦ Ἅ­γι­ος ὁ Θε­ὸς γί­νε­ται με­τὰ πομ­πῆς ἡ ἔ­ξο­δος καὶ πε­ρι­φο­ρὰ τοῦ Ἐ­πι­τα­φί­ου με­τὰ τοῦ ἱ­ε­ροῦ Εὐ­αγ­γε­λί­ου. Κατ᾿ αὐ­τὴν ψάλ­λε­ται καὶ τὸ πα­ρὸν ἰ­δι­ό­με­λον.

Γε­ωρ­γί­ου Ἀ­κρο­πο­λί­του. Ἦ­χος πλ. α´.

Τὸν ἥ­λι­ον κρύ­ψαν­τα, τὰς ἰ­δί­ας ἀ­κτῖ­νας, καὶ τὸ κα­τα­πέ­τα­σμα, τοῦ να­οῦ δι­αῤ­ῥα­γέν, τῷ τοῦ Σω­τῆ­ρος θα­νά­τῳ ὁ Ἰ­ω­σὴφ θε­α­σά­με­νος, προ­σῆλ­θε τῷ Πι­λά­τῳ, καὶ κα­θι­κε­τεύ­ει λέ­γων· Δός μοι τοῦ­τον τὸν ξέ­νον, τὸν ἐκ βρέ­φους ὡς ξέ­νον, ξε­νω­θέν­τα ἐν κό­σμῳ. Δός μοι τοῦ­τον τὸν ξέ­νον, ὃν ὁ­μό­φυ­λοι μι­σοῦν­τες, θα­να­τοῦ­σιν ὡς ξέ­νον. Δός μοι τοῦ­τον τὸν ξέ­νον, ὃν ξε­νί­ζο­μαι βλέ­πειν, τοῦ θα­νά­του τὸν ξέ­νον. Δός μοι τοῦ­τον τὸν ξέ­νον, ὅ­στις οἶ­δε ξε­νί­ζειν, τοὺς πτω­χοὺς καὶ τοὺς ξέ­νους. Δός μοι τοῦ­τον τὸν ξέ­νον, ὃν Ἑ­βραῖ­οι τῷ φθό­νῳ, ἀ­πε­ξέ­νω­σαν κό­σμῳ. Δός μοι τοῦ­τον τὸν ξέ­νον, ἵ­να κρύ­ψω ἐν τά­φῳ, ὃς ὡς ξέ­νος οὐκ ἔ­χει, τὴν κε­φα­λὴν ποῦ κλί­νῃ. Δός μοι τοῦ­τον τὸν ξέ­νον, ὃν ἡ μή­τηρ ὁ­ρῶ­σα, νε­κρω­θέν­τα ἐ­βό­α· Ὦ Υἱ­ὲ καὶ Θε­έ μου, εἰ καὶ τὰ σπλάγ­χνα τι­τρώ­σκο­μαι καὶ καρ­δί­αν σπα­ράτ­το­μαι, νε­κρόν σε κα­θο­ρῶ­σα, ἀλ­λὰ τῇ σῇ ἀ­να­στά­σει, θαῤ­ῥοῦ­σα με­γα­λύ­νω. Καὶ τού­τοις τοί­νυν τοῖς λό­γοις, δυ­σω­πῶν τὸν Πι­λᾶ­τον, ὁ εὐ­σχή­μων λαμ­βά­νει, τοῦ Σω­τῆ­ρος τὸ σῶ­μα, ὃ καὶ φό­βῳ ἐν σιν­δό­νι, ἐ­νει­λή­σας καὶ σμύρ­νῃ, κα­τέ­θε­το ἐν τά­φῳ, τὸν πα­ρέ­χον­τα πᾶ­σι, ζω­ὴν αἰ­ώ­νι­ον καὶ τὸ μέ­γα ἔ­λε­ος.

* * *

Ἐ­πα­νελ­θού­σης τῆς ἱ­ε­ρᾶς πομ­πῆς εἰς τὸν Να­όν, ὁ προ­ε­ξάρ­χων ἱ­ε­ρεὺς ἐκ­φω­νεῖ·

Πρό­σχω­μεν. Εἰ­ρή­νη πᾶ­σι. Σο­φί­α.

Καὶ εἰ­σά­γει με­τὰ τῶν λοι­πῶν ἱ­ε­ρέ­ων τὸν Ἐ­πι­τά­φι­ον εἰς τὸ Ἱ­ε­ρόν· καὶ ἡ­μεῖς ψάλ­λο­μεν τὰ τρο­πά­ρι­α·

Ἦ­χος β´.

Ὅ­τε κα­τῆλ­θες πρὸς τὸν θά­να­τον, ἡ ζω­ὴ ἡ ἀ­θά­να­τος, τό­τε τὸν ᾅ­δην ἐ­νέ­κρω­σας, τῇ ἀ­στρα­πῇ τῆς Θε­ό­τη­τος· ὅ­τε δὲ καὶ τοὺς τε­θνε­ῶ­τας, ἐκ τῶν κα­τα­χθο­νί­ων ἀ­νέ­στη­σας, πᾶ­σαι αἱ δυ­νά­μεις, τῶν ἐ­που­ρα­νί­ων ἐ­κραύ­γα­ζον· Ζω­ο­δό­τα Χρι­στέ, ὁ Θε­ὸς ἡ­μῶν δό­ξα σοι.

Ταῖς Μυ­ρο­φό­ροις γυ­ναι­ξί, πα­ρὰ τὸ μνῆ­μα ἐ­πι­στάς, ὁ ἄγ­γε­λος ἐ­βό­α· Τὰ μύ­ρα τοῖς θνη­τοῖς, ὑ­πάρ­χει ἁρ­μό­δι­α, Χρι­στὸς δὲ δι­α­φθο­ρᾶς, ἐ­δεί­χθη ἀλ­λό­τρι­ος.

Ὁ εὐ­σχή­μων Ἰ­ω­σήφ, ἀ­πὸ τοῦ ξύ­λου κα­θε­λών, τὸ ἄ­χραν­τόν σου σῶ­μα, σιν­δό­νι κα­θα­ρᾷ, εἱ­λή­σας καὶ ἀ­ρώ­μα­σιν, ἐν μνή­μα­τι και­νῷ, κη­δεύ­σας ἀ­πέ­θε­το.

Καὶ πε­ρι­ελ­θόν­τες οἱ ἱ­ε­ρεῖς με­τὰ τοῦ Ἐ­πι­τα­φί­ου τρὶς τὴν ἁ­γί­αν Τρά­πε­ζαν ἀ­πο­τι­θέ­α­σιν αὐ­τὸν καὶ τὸ Εὐ­αγ­γέ­λι­ον ἐπ᾿ αὐ­τῆς.

* * *

Η ΠΡΟΦΗΤΕΙΑ

Καὶ εὐ­θὺς λέ­γο­μεν τὸ
Τρο­πά­ρι­ον τῆς προ­φη­τεί­ας. Ἦ­χος β´.

Ὁ συ­νέ­χων τὰ πέ­ρα­τα, τά­φῳ συ­σχε­θῆ­ναι, κα­τε­δέ­ξω Χρι­στέ, ἵ­να τῆς τοῦ ᾍ­δου κα­τα­πό­σε­ως, λυ­τρώ­σῃς τὸ ἀν­θρώ­πι­νον, καὶ ἀ­θα­να­τί­σας ζω­ώ­σῃς ἡ­μᾶς, ὡς Θε­ὸς ἀ­θά­να­τος.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὸ αὐ­τό.

Ὁ συ­νέ­χων τὰ πέ­ρα­τα, ...

Ὁ ἀ­να­γνώ­στης·

Προ­κεί­με­νον. Ἦ­χος δ´. Ψαλ­μὸς μγ´ (43).

Ἀ­νά­στα, Κύ­ρι­ε, βο­ή­θη­σον ἡ­μῖν, καὶ λύ­τρω­σαι ἡ­μᾶς, ἕ­νε­κεν τῆς δό­ξης τοῦ ὀ­νό­μα­τός σου. (μγ´ 27)

Στίχ. α´. Ὁ Θε­ός, ἐν τοῖς ὠ­σὶν ἡ­μῶν ἠ­κού­σα­μεν, καὶ οἱ πα­τέ­ρες ἡ­μῶν ἀ­νήγ­γει­λαν ἡ­μῖν ἔρ­γον, ὃ εἰρ­γά­σω ἐν ταῖς ἡ­μέ­ραις αὐ­τῶν, ἐν ἡ­μέ­ραις ἀρ­χαί­αις. (μγ´ 2)

Στίχ. β´. Ἔ­σω­σας ἡ­μᾶς ἐκ τῶν θλι­βόν­των ἡ­μᾶς καὶ τοὺς μι­σοῦν­τας ἡ­μᾶς κα­τῄ­σχυ­νας. (μγ´ 8)

Προ­φη­τεί­ας Ἰ­ε­ζε­κι­ὴλ τὸ Ἀ­νά­γνω­σμα
(λζ´ 1-14).

Ἐ­γέ­νε­το ἐπ᾿ ἐ­μὲ χεὶρ Κυ­ρί­ου, καὶ ἐ­ξή­γα­γέ με ἐν πνεύ­μα­τι Κυ­ρί­ου, καὶ ἔ­θη­κέ με ἐν μέ­σῳ τοῦ πε­δί­ου· καὶ τοῦ­το ἦν με­στὸν ὀ­στέ­ων ἀν­θρω­πί­νων· καὶ πε­ρι­ή­γα­γέ με ἐπ᾿ αὐ­τά, κύ­κλω­θεν κύ­κλῳ· καὶ ἰ­δοὺ πολ­λὰ σφό­δρα, ἐ­πὶ προ­σώ­που τοῦ πε­δί­ου, καὶ ἰ­δοὺ ξη­ρὰ σφό­δρα.

Καὶ εἶ­πε πρός με· Υἱ­ὲ ἀν­θρώ­που, εἰ ζή­σε­ται τὰ ὀ­στέ­α ταῦ­τα; καὶ εἶ­πα· Κύ­ρι­ε, Κύ­ρι­ε, σὺ ἐ­πί­στα­σαι ταῦ­τα. Καὶ εἶ­πε πρός με· Προ­φή­τευ­σον ἐ­πὶ τὰ ὀ­στᾶ ταῦ­τα, καὶ ἐ­ρεῖς αὐ­τοῖς· Τὰ ὀ­στᾶ τὰ ξη­ρά, ἀ­κού­σα­τε λό­γον Κυ­ρί­ου· τά­δε λέ­γει Κύ­ρι­ος τοῖς ὀ­στέ­οις τού­τοις· Ἰ­δοὺ ἐ­γὼ φέ­ρω εἰς ὑ­μᾶς πνεῦ­μα ζω­ῆς, καὶ δώ­σω εἰς ὑ­μᾶς νεῦ­ρα, καὶ ἀ­νά­ξω εἰς ὑ­μᾶς σάρ­κας, καὶ ἐ­κτε­νῶ ἐφ᾿ ὑ­μᾶς δέρ­μα, καὶ δώ­σω πνεῦ­μά μου εἰς ὑ­μᾶς, καὶ ζή­σε­σθε, καὶ γνώ­σε­σθε, ὅ­τι ἐ­γώ εἰ­μι Κύ­ρι­ος.

Καὶ προ­ε­φή­τευ­σα, κα­θὼς ἐ­νε­τεί­λα­τό μοι Κύ­ρι­ος. Καὶ ἐ­γέ­νε­το φω­νὴ ἐν τῷ ἐ­μὲ προ­φη­τεῦ­σαι· καὶ ἰ­δοὺ σει­σμός· καὶ προ­σή­γα­γε τὰ ὀ­στᾶ, ἑ­κά­τε­ρον πρὸς τὴν ἁρ­μο­νί­αν αὑ­τοῦ. Καὶ εἶ­δον· καὶ ἰ­δοὺ ἐπ᾿ αὐ­τὰ νεῦ­ρα καὶ σάρ­κες ἐ­φύ­ον­το, καὶ ἀ­νέ­βαι­νεν ἐπ᾿ αὐ­τὰ δέρ­μα ἐ­πά­νω· καὶ πνεῦ­μα οὐκ ἦν ἐν αὐ­τοῖς.

Καὶ εἶ­πε πρός με· Προ­φή­τευ­σον, ἐ­πὶ τὸ πνεῦ­μα, υἱ­ὲ ἀν­θρώ­που, προ­φή­τευ­σον, καὶ εἰ­πὲ τῷ πνεύ­μα­τι· Τά­δε λέ­γει Κύ­ρι­ος Κύ­ρι­ος· Ἐκ τῶν τεσ­σά­ρων πνευ­μά­των ἐλ­θέ, καὶ ἐμ­φύ­ση­σον εἰς τοὺς νε­κροὺς τού­τους, καὶ ζη­σά­τω­σαν. Καὶ προ­ε­φή­τευ­σα, καθ᾿ ὅ,τι ἐ­νε­τεί­λα­τό μοι· καὶ εἰ­σῆλ­θεν εἰς αὐ­τοὺς τὸ πνεῦ­μα, καὶ ἔ­ζη­σαν, καὶ ἔ­στη­σαν ἐ­πὶ τῶν πο­δῶν αὐ­τῶν, συ­να­γω­γὴ πολ­λὴ σφό­δρα.

Καὶ ἐ­λά­λη­σε Κύ­ρι­ος πρός με, λέ­γων· Υἱ­ὲ ἀν­θρώ­που, τὰ ὀ­στᾶ ταῦ­τα, πᾶς οἶ­κος Ἰσ­ρα­ήλ ἐ­στιν· αὐ­τοὶ λέ­γου­σι· Ξη­ρὰ γέ­γο­νε τὰ ὀ­στᾶ ἡ­μῶν, ἀ­πώ­λω­λεν ἡ ἐλ­πὶς ἡ­μῶν, δι­α­πε­φω­νή­κα­μεν. Δι­ὰ τοῦ­το προ­φή­τευ­σον, καὶ εἰ­πὲ πρὸς αὐ­τούς· Τά­δε λέ­γει Κύ­ρι­ος Κύ­ρι­ος· Ἰ­δοὺ ἐ­γὼ ἀ­νοί­γω τὰ μνή­μα­τα ὑ­μῶν, καὶ ἀ­νά­ξω ὑ­μᾶς ἐκ τῶν μνη­μά­των ὑ­μῶν, καὶ εἰ­σά­ξω ὑ­μᾶς εἰς τὴν γῆν τοῦ Ἰσ­ρα­ήλ· καὶ γνώ­σε­σθε, ὅ­τι ἐ­γώ εἰ­μι Κύ­ρι­ος, ἐν τῷ ἀ­νοῖ­ξαί με τοὺς τά­φους ὑ­μῶν, τοῦ ἀ­να­γα­γεῖν με ἐκ τῶν τά­φων τὸν λα­όν μου. Καὶ δώ­σω πνεῦ­μά μου εἰς ὑ­μᾶς, καὶ ζή­σε­σθε, καὶ θή­σο­μαι ὑ­μᾶς ἐ­πὶ τὴν γῆν ὑ­μῶν, καὶ γνώ­σε­σθε, ὅ­τι ἐ­γὼ Κύ­ρι­ος· ἐ­λά­λη­σα, καὶ ποι­ή­σω, λέ­γει Κύ­ρι­ος Κύ­ρι­ος.

Προ­κεί­με­νον. Ἦ­χος βα­ρύς. Ψαλ­μὸς θ´ (9).

Ἀ­νά­στη­θι, Κύ­ρι­ε ὁ Θε­ός μου, ὑ­ψω­θή­τω ἡ χείρ σου, μὴ ἐ­πι­λά­θῃ τῶν πε­νή­των. (θ´ 33)

Στίχ. α´. Ἐ­ξο­μο­λο­γή­σο­μαί σοι, Κύ­ρι­ε, ἐν ὅ­λῃ καρ­δί­ᾳ μου, δι­η­γή­σο­μαι πάν­τα τὰ θαυ­μά­σι­ά σου. (θ´ 2)

Στίχ. β´. Εὐ­φραν­θή­σο­μαι καὶ ἀ­γαλ­λι­ά­σο­μαι ἐν σοί, ψα­λῶ τῷ ὀ­νό­μα­τί σου, Ὕ­ψι­στε. (θ´ 3)

Ο ΑΠΟΣΤΟΛΟΣ

Πρὸς Κο­ριν­θί­ους Α´ Ἐ­πι­στο­λῆς Παύ­λου
τὸ Ἀ­νά­γνω­σμα (ε´ 6-8. Γαλ. γ´ 13-14).

Ἀ­δελ­φοί, μι­κρὰ ζύ­μη ὅ­λον τὸ φύ­ρα­μα ζυ­μοῖ. Ἐκ­κα­θά­ρα­τε οὖν τὴν πα­λαι­ὰν ζύ­μην, ἵ­να ἦ­τε νέ­ον φύ­ρα­μα, κα­θώς ἐ­στε ἄ­ζυ­μοι· καὶ γὰρ τὸ Πά­σχα ἡ­μῶν, ὑ­πὲρ ἡ­μῶν ἐ­τύ­θη Χρι­στός. Ὥ­στε ἑ­ορ­τά­ζω­μεν, μὴ ἐν ζύ­μῃ πα­λαι­ᾷ, μη­δὲ ἐν ζύ­μῃ κα­κί­ας καὶ πο­νη­ρί­ας, ἀλλ᾿ ἐν ἀ­ζύ­μοις εἰ­λι­κρι­νεί­ας καὶ ἀ­λη­θεί­ας. Χρι­στὸς γὰρ ἡ­μᾶς ἐ­ξη­γό­ρα­σεν ἐκ τῆς κα­τά­ρας τοῦ νό­μου, γε­νό­με­νος ὑ­πὲρ ἡ­μῶν κα­τά­ρα. Γέ­γρα­πται γάρ· «Ἐ­πι­κα­τά­ρα­τος πᾶς ὁ κρε­μά­με­νος ἐ­πὶ ξύ­λου»· ἵ­να εἰς τὰ ἔ­θνη ἡ εὐ­λο­γί­α τοῦ Ἁ­βρα­ὰμ γέ­νη­ται ἐν Χρι­στῷ Ἰ­η­σοῦ, ἵ­να τὴν ἐ­παγ­γε­λί­αν τοῦ Πνεύ­μα­τος λά­βω­μεν δι­ὰ τῆς πί­στε­ως.

Ἀλ­λη­λού­ϊ­α. Ἦ­χος πλ. α´. Ψαλ­μὸς ξζ´ (67).

Στίχ. α´. Ἀ­να­στή­τω ὁ Θε­ός, καὶ δι­α­σκορ­πι­σθή­τω­σαν οἱ ἐ­χθροὶ αὐ­τοῦ καὶ φυ­γέ­τω­σαν ἀ­πὸ προ­σώ­που αὐ­τοῦ οἱ μι­σοῦν­τες αὐ­τόν. (ξζ´ 2)

Στίχ. β´. Ὡς ἐ­κλεί­πει κα­πνὸς ἐ­κλι­πέ­τω­σαν· ὡς τή­κε­ται κη­ρὸς ἀ­πὸ προ­σώ­που πυ­ρός, οὕ­τως ἀ­πο­λοῦν­ται οἱ ἁ­μαρ­τω­λοὶ ἀ­πὸ προ­σώ­που τοῦ Θε­οῦ. (ξζ´ 3)

Στίχ. γ´. Καὶ οἱ δί­και­οι εὐ­φραν­θή­τω­σαν, ἀ­γαλ­λι­ά­σθω­σαν ἐ­νώ­πι­ον τοῦ Θε­οῦ, τερ­φθή­τω­σαν ἐν εὐ­φρο­σύ­νῃ. (ξζ´ 4)

Ὁ δι­ά­κο­νος· Σο­φί­α· ὀρ­θοί· ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου.

Ὁ ἱ­ε­ρεύς· Εἰ­ρή­νη πᾶ­σι.

Ὁ λα­ός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ ἱ­ε­ρεύς· Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου τὸ ἀ­νά­γνω­σμα.

Ὁ λα­ός· Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Ὁ δι­ά­κο­νος· Πρό­σχω­μεν.

Ὁ ἱ­ε­ρεὺς ἀ­να­γι­νώ­σκει τὸ Εὐ­αγ­γέ­λι­ον.

ΤΟ ΕΥΑΓΓΕΛΙΟΝ

Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (Ματθ. κζ´ 62-66).

Τῇ ἐ­παύ­ρι­ον, ἥ­τις ἐ­στὶ με­τὰ τὴν πα­ρα­σκευ­ήν, συ­νή­χθη­σαν οἱ ἀρ­χι­ε­ρεῖς καὶ οἱ Φα­ρι­σαῖ­οι πρὸς Πι­λᾶ­τον λέ­γον­τες· Κύ­ρι­ε, ἐ­μνή­σθη­μεν ὅ­τι ἐ­κεῖ­νος ὁ πλά­νος εἶ­πεν ἔ­τι ζῶν, με­τὰ τρεῖς ἡ­μέ­ρας ἐ­γεί­ρο­μαι. Κέ­λευ­σον οὖν ἀ­σφα­λι­σθῆ­ναι τὸν τά­φον ἕ­ως τῆς τρί­της ἡ­μέ­ρας, μή­πο­τε ἐλ­θόν­τες οἱ μα­θη­ταὶ αὐ­τοῦ νυ­κτὸς κλέ­ψω­σιν αὐ­τὸν καὶ εἴ­πω­σι τῷ λα­ῷ, ἠ­γέρ­θη ἀ­πὸ τῶν νε­κρῶν· καὶ ἔ­σται ἡ ἐ­σχά­τη πλά­νη χεί­ρων τῆς πρώ­της. Ἔ­φη αὐ­τοῖς ὁ Πι­λᾶ­τος· Ἔ­χε­τε κου­στω­δί­αν· ὑ­πά­γε­τε ἀ­σφα­λί­σα­σθε ὡς οἴ­δα­τε. Οἱ δὲ πο­ρευ­θέν­τες ἠ­σφα­λί­σαν­το τὸν τά­φον σφρα­γί­σαν­τες τὸν λί­θον με­τὰ τῆς κου­στω­δί­ας.

Ὁ λα­ός· Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

* * *

Η ΕΚΤΕΝΗΣ ΔΕΗΣΙΣ

Εἶ­τα ὁ δι­ά­κο­νος (ἢ ὁ ἱ­ε­ρεὺς) τὴν ἐ­κτε­νῆ δέ­η­σιν, ὁ δὲ λα­ὸς εἰς ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (τρίς), εἰς δὲ τὴν τε­λευ­ταί­αν ἅ­παξ.

Ἐ­λέ­η­σον ἡ­μᾶς, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου· δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος).

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν ἀ­δελ­φῶν ἡ­μῶν, τῶν ἱ­ε­ρέ­ων, ἱ­ε­ρο­μο­νά­χων, ἱ­ε­ρο­δι­α­κό­νων καὶ μο­να­χῶν καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ πό­λει ταύ­τῃ, τῶν ἐ­νο­ρι­τῶν, ἐ­πι­τρό­πων, συν­δρο­μη­τῶν καὶ ἀ­φι­ε­ρω­τῶν τῆς ἁ­γί­ας ἐκ­κλη­σί­ας ταύ­της.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν μα­κα­ρί­ων καὶ ἀ­οι­δί­μων κτι­τό­ρων τοῦ ἁ­γί­ου να­οῦ τού­του (τῆς ἁγίας μονῆς ταύτης) καὶ ὑ­πὲρ πάν­των τῶν προ­α­να­παυ­σα­μέ­νων πα­τέ­ρων καὶ ἀ­δελ­φῶν ἡ­μῶν, τῶν ἐν­θά­δε κει­μέ­νων καὶ ἁ­παν­τα­χοῦ ὀρ­θο­δό­ξων.

Ἔ­τι δε­ό­με­θα καὶ ὑ­πὲρ τῶν καρ­πο­φο­ρούν­των καὶ καλ­λι­ερ­γούν­των ἐν τῷ ἁ­γί­ῳ καὶ παν­σέ­πτῳ να­ῷ τού­τῳ, κο­πι­ών­των, ψαλ­λόν­των, καὶ ὑ­πὲρ τοῦ πε­ρι­ε­στῶ­τος λα­οῦ, τοῦ ἀ­πεκ­δε­χο­μέ­νου τὸ πα­ρὰ σοῦ μέ­γα καὶ πλού­σι­ον ἔ­λε­ος.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

Εἶ­τα ὁ δι­ά­κο­νος λέ­γει τὰ Πλη­ρω­τι­κά, ὁ δὲ χο­ρὸς ἀ­πο­κρί­νε­ται εἰς μὲν τὰς δύ­ο πρώ­τας δε­ή­σεις δι­ὰ τοῦ Κύ­ρι­ε, ἐ­λέ­η­σον, εἰς τὰς ἑ­πο­μέ­νας ἓξ δι­ὰ τοῦ Πα­ρά­σχου, Κύ­ρι­ε, εἰς δὲ τὴν τε­λευ­ταί­αν δι­ὰ τοῦ Σοί, Κύ­ρι­ε.

Πλη­ρώ­σω­μεν τὴν ἑ­ω­θι­νὴν δέ­η­σιν ἡ­μῶν τῷ Κυ­ρί­ῳ.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῆ σῇ χά­ρι­τι.

Τὴν ἡ­μέ­ραν πᾶ­σαν, τε­λεί­αν, ἁ­γί­αν, εἰ­ρη­νι­κὴν καὶ ἀ­να­μάρ­τη­τον πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Ἄγ­γε­λον εἰ­ρή­νης, πι­στὸν ὁ­δη­γόν, φύ­λα­κα τῶν ψυ­χῶν καὶ τῶν σω­μά­των ἡ­μῶν πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Συγ­γνώ­μην καὶ ἄ­φε­σιν τῶν ἁ­μαρ­τι­ῶν καὶ τῶν πλημ­με­λη­μά­των ἡ­μῶν πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Τὰ κα­λὰ καὶ συμ­φέ­ρον­τα ταῖς ψυ­χαῖς ἡ­μῶν καὶ εἰ­ρή­νην τῷ κό­σμῳ πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Τὸν ὑ­πό­λοι­πον χρό­νον τῆς ζω­ῆς ἡ­μῶν ἐν εἰ­ρή­νῃ καὶ με­τα­νοί­ᾳ ἐ­κτε­λέ­σαι πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Χρι­στι­α­νὰ τὰ τέ­λη τῆς ζω­ῆς ἡ­μῶν, ἀ­νώ­δυ­να, ἀ­νε­παί­σχυν­τα, εἰ­ρη­νι­κὰ καὶ κα­λὴν ἀ­πο­λο­γί­αν τὴν ἐ­πὶ τοῦ φο­βε­ροῦ βή­μα­τος τοῦ Χρι­στοῦ αἰ­τη­σώ­με­θα.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι Θε­ὸς ἐ­λέ­ους, οἰ­κτιρ­μῶν καὶ φι­λαν­θρω­πί­ας ὑ­πάρ­χεις καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεὺς εὐ­λο­γῶν τὸν λα­όν· Εἰ­ρή­νη πᾶ­σι.

Ὁ χο­ρός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ δι­ά­κο­νος· Τὰς κε­φα­λὰς ἡ­μῶν τῷ Κυ­ρί­ῳ κλί­νω­μεν.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν τῆς κεφαλοκλισίας καὶ τὴν ἐκ­φώ­νη­σιν·

Σὸν γάρ ἐ­στι τὸ ἐ­λε­εῖν καὶ σῴ­ζειν ἡ­μᾶς, ὁ Θε­ὸς ἡ­μῶν, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

Η ΑΠΟΛΥΣΙΣ

Ὁ δι­ά­κο­νος· Σο­φί­α.

Ὁ ἀ­να­γνώ­στης· Εὐ­λό­γη­σον.

Ὁ ἱ­ε­ρεύς·

Ὁ ὢν εὐ­λο­γη­τὸς Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ προ­ε­στὼς ἢ ὁ ἀ­να­γνώ­στης·

Στε­ρε­ώ­σαι Κύ­ρι­ος ὁ Θε­ὸς τὴν ἁ­γί­αν καὶ ἀ­μώ­μη­τον πί­στιν τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν σὺν τῇ ἁ­γί­ᾳ ἐκ­κλη­σί­ᾳ (ἢ μο­νῇ) ταύ­τῃ εἰς αἰ­ῶ­νας αἰ­ώ­νων.

Ὁ ἱ­ε­ρεύς· Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Ὁ ἀ­να­γνώ­στης·

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Ὁ ἱ­ε­ρεὺς τὴν ἀ­πό­λυ­σιν·

Δό­ξα σοι, ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.

Ὁ ἀ­να­γνώ­στης· Δό­ξα. Καὶ νῦν. Κύ­ρι­ε, ἐ­λέ­η­σον γ´. Πά­τερ ἅ­γι­ε, εὐ­λό­γη­σον.

Ὁ ἱ­ε­ρεύς· Ὁ δι᾿ ἡ­μᾶς τοὺς ἀν­θρώ­πους καὶ δι­ὰ τὴν ἡ­με­τέ­ραν σω­τη­ρί­αν τὰ φρι­κτὰ πά­θη καὶ τὸν ζω­ο­ποι­ὸν σταυ­ρὸν καὶ τὴν ἑ­κού­σι­ον τα­φὴν σαρ­κὶ κα­τα­δε­ξά­με­νος Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν, ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του καὶ πα­να­μώ­μου αὐ­τοῦ μη­τρός, δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ σταυ­ροῦ, προ­στα­σί­αις τῶν τι­μί­ων ἐ­που­ρα­νί­ων δυ­νά­με­ων ἀ­σω­μά­των, ἱ­κε­σί­αις τοῦ τι­μί­ου καὶ ἐν­δό­ξου, προ­δρό­μου καὶ βα­πτι­στοῦ Ἰ­ω­άν­νου, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων ἀ­πο­στό­λων, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ καλ­λι­νί­κων μαρ­τύ­ρων, τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων πα­τέ­ρων ἡ­μῶν, τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης καὶ πάν­των τῶν ἁ­γί­ων ἐ­λε­ή­σαι καὶ σώ­σαι ἡ­μᾶς ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ, Χρι­στὲ ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὁ λα­ός· Ἀ­μήν.

* * * * *

Ο ΕΣΠΕΡΙΝΟΣ

με­τὰ τῆς θεί­ας Λει­τουρ­γί­ας
τοῦ Με­γά­λου Βα­σι­λεί­ου.

(Τε­λεῖ­ται συ­νή­θως τὴν πρω­ΐ­αν
τοῦ Με­γά­λου Σαβ­βά­του).

ΕΝΑΡΞΙΣ - ΠΡΟΟΙΜΙΑΚΟΣ ΨΑΛΜΟΣ

Ὁ δι­ά­κο­νος· Εὐ­λό­γη­σον, δέ­σπο­τα.

Ὁ ἱ­ε­ρεύς·

Εὐ­λο­γη­μέ­νη ἡ βα­σι­λεί­α τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ Βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ Βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ, Χρι­στῷ τῷ Βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Καὶ τὸν προ­οι­μι­α­κὸν ψαλ­μόν·

Ψαλ­μὸς ργ´ (103).

Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον· Κύ­ρι­ε ὁ Θε­ός μου, ἐ­με­γα­λύν­θης σφό­δρα.

Ἐ­ξο­μο­λό­γη­σιν καὶ με­γα­λο­πρέ­πει­αν ἐ­νε­δύ­σω, ἀ­να­βαλ­λό­με­νος φῶς ὡς ἱ­μά­τι­ον.

Ἐ­κτεί­νων τὸν οὐ­ρα­νὸν ὡ­σεὶ δέῤ­ῥιν, ὁ στε­γά­ζων ἐν ὕ­δα­σι τὰ ὑ­πε­ρῷ­α αὐ­τοῦ.

Ὁ τι­θεὶς νέ­φη τὴν ἐ­πί­βα­σιν αὐ­τοῦ, ὁ πε­ρι­πα­τῶν ἐ­πὶ πτε­ρύ­γων ἀ­νέ­μων.

Ὁ ποι­ῶν τοὺς Ἀγ­γέ­λους αὐ­τοῦ πνεύ­μα­τα, καὶ τοὺς λει­τουρ­γοὺς αὐ­τοῦ πυ­ρὸς φλό­γα.

Ὁ θε­με­λι­ῶν τὴν γῆν ἐ­πὶ τὴν ἀ­σφά­λει­αν αὐ­τῆς, οὐ κλι­θή­σε­ται εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Ἄ­βυσ­σος ὡς ἱ­μά­τι­ον τὸ πε­ρι­βό­λαι­ον αὐ­τοῦ, ἐ­πὶ τῶν ὀ­ρέ­ων στή­σον­ται ὕ­δα­τα.

Ἀ­πὸ ἐ­πι­τι­μή­σε­ώς σου φεύ­ξον­ται, ἀ­πὸ φω­νῆς βρον­τῆς σου δει­λι­ά­σου­σιν.

Ἀ­να­βαί­νου­σιν ὄ­ρη καὶ κα­τα­βαί­νου­σι πε­δί­α εἰς τὸν τό­πον, ὃν ἐ­θε­με­λί­ω­σας αὐ­τά.

Ὅ­ρι­ον ἔ­θου, ὃ οὐ πα­ρε­λεύ­σον­ται, οὐ­δὲ ἐ­πι­στρέ­ψου­σι κα­λῦ­ψαι τὴν γῆν.

Ὁ ἐ­ξα­πο­στέλ­λων πη­γὰς ἐν φά­ραγ­ξιν, ἀ­να­μέ­σον τῶν ὀ­ρέ­ων δι­ε­λεύ­σον­ται ὕ­δα­τα.

Πο­τι­οῦ­σι πάν­τα τὰ θη­ρί­α τοῦ ἀ­γροῦ, προσ­δέ­ξον­ται ὄ­να­γροι εἰς δί­ψαν αὐ­τῶν.

Ἐπ᾿ αὐ­τὰ τὰ πε­τει­νὰ τοῦ οὐ­ρα­νοῦ κα­τα­σκη­νώ­σει· ἐκ μέ­σου τῶν πε­τρῶν δώ­σου­σι φω­νήν.

Πο­τί­ζων ὄ­ρη ἐκ τῶν ὑ­πε­ρῴ­ων αὐ­τοῦ· ἀ­πὸ καρ­ποῦ τῶν ἔρ­γων σου χορ­τα­σθή­σε­ται ἡ γῆ.

Ὁ ἐ­ξα­να­τέλ­λων χόρ­τον τοῖς κτή­νε­σι, καὶ χλό­ην τῇ δου­λεί­ᾳ τῶν ἀν­θρώ­πων, τοῦ ἐ­ξα­γα­γεῖν ἄρ­τον ἐκ τῆς γῆς.

Καὶ οἶ­νος εὐ­φραί­νει καρ­δί­αν ἀν­θρώ­που, τοῦ ἱ­λα­ρῦ­ναι πρό­σω­πον ἐν ἐ­λαί­ῳ· καὶ ἄρ­τος καρ­δί­αν ἀν­θρώ­που στη­ρί­ζει.

Χορ­τα­σθή­σον­ται τὰ ξύ­λα τοῦ πε­δί­ου, αἱ κέ­δροι τοῦ Λι­βά­νου ἃς ἐ­φύ­τευ­σας.

Ἐ­κεῖ στρου­θί­α ἐν­νοσ­σεύ­σου­σι, τοῦ ἐ­ρω­δι­οῦ ἡ κα­τοι­κί­α ἡ­γεῖ­ται αὐ­τῶν.

Ὄ­ρη τὰ ὑ­ψη­λὰ ταῖς ἐ­λά­φοις, πέ­τρα κα­τα­φυ­γὴ τοῖς λα­γω­οῖς.

Ἐ­ποί­η­σε σε­λή­νην εἰς και­ρούς· ὁ ἥ­λι­ος ἔ­γνω τὴν δύ­σιν αὐ­τοῦ.

Ἔ­θου σκό­τος, καὶ ἐ­γέ­νε­το νύξ· ἐν αὐ­τῇ δι­ε­λεύ­σον­ται πάν­τα τὰ θη­ρί­α τοῦ δρυ­μοῦ.

Σκύ­μνοι ὠ­ρυ­ό­με­νοι τοῦ ἁρ­πά­σαι, καὶ ζη­τῆ­σαι πα­ρὰ τῷ Θε­ῷ βρῶ­σιν αὐ­τοῖς.

Ἀ­νέ­τει­λεν ὁ ἥ­λι­ος, καὶ συ­νή­χθη­σαν, καὶ εἰς τὰς μάν­δρας αὐ­τῶν κοι­τα­σθή­σον­ται.

Ἐ­ξε­λεύ­σε­ται ἄν­θρω­πος ἐ­πὶ τὸ ἔρ­γον αὐ­τοῦ, καὶ ἐ­πὶ τὴν ἐρ­γα­σί­αν αὐ­τοῦ ἕ­ως ἑ­σπέ­ρας.

Ὡς ἐ­με­γα­λύν­θη τὰ ἔρ­γα σου, Κύ­ρι­ε· πάν­τα ἐν σο­φί­ᾳ ἐ­ποί­η­σας· ἐ­πλη­ρώ­θη ἡ γῆ τῆς κτί­σε­ώς σου.

Αὕ­τη ἡ θά­λασ­σα ἡ με­γά­λη καὶ εὐ­ρύ­χω­ρος· ἐ­κεῖ ἑρ­πε­τά, ὧν οὐκ ἔ­στιν ἀ­ριθ­μός, ζῷ­α μι­κρὰ με­τὰ με­γά­λων.

Ἐ­κεῖ πλοῖ­α δι­α­πο­ρεύ­ον­ται· δρά­κων οὗ­τος, ὃν ἔ­πλα­σας ἐμ­παί­ζειν αὐ­τῇ.

Πάν­τα πρὸς σὲ προσ­δο­κῶ­σι, δοῦ­ναι τὴν τρο­φὴν αὐ­τῶν εἰς εὔ­και­ρον. Δόν­τος σου αὐ­τοῖς, συλ­λέ­ξου­σιν.

Ἀ­νοί­ξαν­τός σου τὴν χεῖ­ρα, τὰ σύμ­παν­τα πλη­σθή­σον­ται χρη­στό­τη­τος· ἀ­πο­στρέ­ψαν­τος δέ σου τὸ πρό­σω­πον τα­ρα­χθή­σον­ται.

Ἀν­τα­νε­λεῖς τὸ πνεῦ­μα αὐ­τῶν, καὶ ἐ­κλεί­ψου­σι, καὶ εἰς τὸν χοῦν αὐ­τῶν ἐ­πι­στρέ­ψου­σιν.

Ἐ­ξα­πο­στε­λεῖς τὸ πνεῦ­μά σου, καὶ κτι­σθή­σον­ται, καὶ ἀ­να­και­νι­εῖς τὸ πρό­σω­πον τῆς γῆς.

Ἤ­τω ἡ δό­ξα Κυ­ρί­ου εἰς τοὺς αἰ­ῶ­νας· εὐ­φραν­θή­σε­ται Κύ­ρι­ος ἐ­πὶ τοῖς ἔρ­γοις αὐ­τοῦ.

Ὁ ἐ­πι­βλέ­πων ἐ­πὶ τὴν γῆν, καὶ ποι­ῶν αὐ­τὴν τρέ­μειν· ὁ ἁ­πτό­με­νος τῶν ὀ­ρέ­ων καὶ κα­πνί­ζον­ται.

ᾌ­σω τῷ Κυ­ρί­ῳ ἐν τῇ ζω­ῇ μου, ψα­λῶ τῷ Θε­ῷ μου ἕ­ως ὑ­πάρ­χω.

Ἡ­δυν­θεί­η αὐ­τῷ ἡ δι­α­λο­γή μου, ἐ­γὼ δὲ εὐ­φραν­θή­σο­μαι ἐ­πὶ τῷ Κυ­ρί­ῳ.

Ἐ­κλεί­ποι­εν ἁ­μαρ­τω­λοὶ ἀ­πὸ τῆς γῆς, καὶ ἄ­νο­μοι, ὥ­στε μὴ ὑ­πάρ­χειν αὐ­τούς. Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον.

Καὶ πά­λιν.

Ὁ ἥ­λι­ος ἔ­γνω τὴν δύ­σιν αὐ­τοῦ· ἔ­θου σκό­τος, καὶ ἐ­γέ­νε­το νύξ. Ὡς ἐ­με­γα­λύν­θη τὰ ἔρ­γα σου, Κύ­ρι­ε· πάν­τα ἐν σο­φί­ᾳ ἐ­ποί­η­σας.

Δό­ξα. Καὶ νῦν. Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α. Δό­ξα σοι ὁ Θε­ός (τρίς). Ἡ ἐλ­πὶς ἡ­μῶν, Κύ­ρι­ε, δό­ξα σοι.

* * *

ΤΑ ΕΙΡΗΝΙΚΑ

Πλη­ρω­θέν­τος τοῦ προ­οι­μι­α­κοῦ ψαλ­μοῦ, ὁ ἱ­ε­ρεὺς λέ­γει ἐ­νώ­πι­ον τῆς ἁ­γί­ας Τρα­πέ­ζης τὰ εἰ­ρη­νι­κά, τοῦ χο­ροῦ ψάλ­λον­τος μεθ᾿ ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς ἄ­νω­θεν εἰ­ρή­νης καὶ τῆς σω­τη­ρί­ας τῶν ψυ­χῶν ἡ­μῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς εἰ­ρή­νης τοῦ σύμ­παν­τος κό­σμου, εὐ­στα­θεί­ας τῶν ἁ­γί­ων τοῦ Θε­οῦ Ἐκ­κλη­σι­ῶν καὶ τῆς τῶν πάν­των ἑ­νώ­σε­ως τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ἁ­γί­ου οἴ­κου τού­του καὶ τῶν με­τὰ πί­στε­ως, εὐ­λα­βεί­ας καὶ φό­βου Θε­οῦ εἰ­σι­όν­των ἐν αὐ­τῷ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος), τοῦ τι­μί­ου πρε­σβυ­τε­ρί­ου, τῆς ἐν Χρι­στῷ δι­α­κο­νί­ας, παν­τὸς τοῦ κλή­ρου καὶ τοῦ λα­οῦ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

[Ἐν ταῖς ἱ­ε­ραῖς μο­ναῖς προ­στί­θε­ται·

Ὑ­πὲρ τοῦ πα­τρὸς ἡ­μῶν (δεῖ­νος) ἱ­ε­ρο­μο­νά­χου καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.]

Ὑ­πὲρ τοῦ εὐ­σε­βοῦς ἡ­μῶν ἔ­θνους, πά­σης ἀρ­χῆς καὶ ἐ­ξου­σί­ας ἐν αὐ­τῷ καὶ τοῦ κα­τὰ ξη­ράν, θά­λασ­σαν καὶ ἀ­έ­ρα φι­λο­χρί­στου ἡ­μῶν στρα­τοῦ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς πό­λε­ως (ἢ τῆς ἁ­γί­ας μο­νῆς ἢ τῆς χώ­ρας ἢ τῆς νή­σου) ταύ­της, πά­σης (μο­νῆς) πό­λε­ως καὶ χώ­ρας καὶ τῶν πί­στει οἰ­κούν­των ἐν αὐ­ταῖς τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ εὐ­κρα­σί­ας ἀ­έ­ρων, εὐ­φο­ρί­ας τῶν καρ­πῶν τῆς γῆς καὶ και­ρῶν εἰ­ρη­νι­κῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ πλε­όν­των, ὁ­δοι­πο­ρούν­των, νο­σούν­των, κα­μνόν­των, αἰχ­μα­λώ­των καὶ τῆς σω­τη­ρί­ας αὐ­τῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ῥυ­σθῆ­ναι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, ὀρ­γῆς, κιν­δύ­νου καὶ ἀ­νάγ­κης τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα, τι­μὴ καὶ προ­σκύ­νη­σις, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΟΙ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ

Εἰς τὸ Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα ψάλ­λο­μεν τὰ στι­χη­ρὰ ἰ­δι­ό­με­λα τῶν αἴ­νων καὶ τῶν ἀ­πο­στί­χων.

Ψαλ­μὸς ρμ´ (140).

Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα πρὸς σέ· εἰ­σά­κου­σόν μου. Εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε. Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα πρὸς σέ, εἰ­σά­κου­σόν μου· πρό­σχες τῇ φω­νῇ τῆς δε­ή­σε­ώς μου, ἐν τῷ κε­κρα­γέ­ναι με πρὸς σέ. Εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε.

Κα­τευ­θυν­θή­τω ἡ προ­σευ­χή μου, ὡς θυ­μί­α­μα ἐ­νώ­πι­όν σου· ἔ­παρ­σις τῶν χει­ρῶν μου θυ­σί­α ἑ­σπε­ρι­νή. Εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε.

Θοῦ, Κύ­ρι­ε, φυ­λα­κὴν τῷ στό­μα­τί μου, καὶ θύ­ραν πε­ρι­ο­χῆς πε­ρὶ τὰ χεί­λη μου.

Μὴ ἐκ­κλί­νῃς τὴν καρ­δί­αν μου εἰς λό­γους πο­νη­ρί­ας, τοῦ προ­φα­σί­ζε­σθαι προ­φά­σεις ἐν ἁ­μαρ­τί­αις.

Σὺν ἀν­θρώ­ποις ἐρ­γα­ζο­μέ­νοις τὴν ἀ­νο­μί­αν, καὶ οὐ μὴ συν­δυ­ά­σω με­τὰ τῶν ἐ­κλε­κτῶν αὐ­τῶν.

Παι­δεύ­σει με δί­και­ος ἐν ἐ­λέ­ει, καὶ ἐ­λέγ­ξει με· ἔ­λαι­ον δὲ ἁ­μαρ­τω­λοῦ μὴ λι­πα­νά­τω τὴν κε­φα­λήν μου.

Ὅ­τι ἔ­τι καὶ ἡ προ­σευ­χή μου ἐν ταῖς εὐ­δο­κί­αις αὐ­τῶν· κα­τε­πό­θη­σαν ἐ­χό­με­να πέ­τρας οἱ κρι­ταὶ αὐ­τῶν.

Ἀ­κού­σον­ται τὰ ῥή­μα­τά μου, ὅ­τι ἡ­δύν­θη­σαν· ὡ­σεὶ πά­χος γῆς ἐῤ­ῥά­γη ἐ­πὶ τῆς γῆς, δι­ε­σκορ­πί­σθη τὰ ὀ­στᾶ αὐ­τῶν πα­ρὰ τὸν ᾅ­δην.

Ὅ­τι πρὸς σέ, Κύ­ρι­ε, Κύ­ρι­ε, οἱ ὀ­φθαλ­μοί μου· ἐ­πὶ σοὶ ἤλ­πι­σα, μὴ ἀν­τα­νέ­λῃς τὴν ψυ­χήν μου.

Φύ­λα­ξόν με ἀ­πὸ πα­γί­δος, ἧς συ­νε­στή­σαν­τό μοι, καὶ ἀ­πὸ σκαν­δά­λων τῶν ἐρ­γα­ζο­μέ­νων τὴν ἀ­νο­μί­αν.

Πε­σοῦν­ται ἐν ἀμ­φι­βλή­στρῳ αὐ­τῶν οἱ ἁ­μαρ­τω­λοί· κα­τὰ μό­νας εἰ­μὶ ἐ­γώ, ἕ­ως ἂν πα­ρέλ­θω.

Ψαλ­μὸς ρμα´ (141).

Φω­νῇ μου πρὸς Κύ­ρι­ον ἐ­κέ­κρα­ξα, φω­νῇ μου πρὸς Κύ­ρι­ον ἐ­δε­ή­θην.

Ἐκ­χε­ῶ ἐ­νώ­πι­ον αὐ­τοῦ τὴν δέ­η­σίν μου· τὴν θλῖ­ψίν μου ἐ­νώ­πι­ον αὐ­τοῦ ἀ­παγ­γε­λῶ.

Ἐν τῷ ἐ­κλεί­πειν ἐξ ἐ­μοῦ τὸ πνεῦ­μά μου, καὶ σὺ ἔ­γνως τὰς τρί­βους μου.

Ἐν ὁ­δῷ ταύ­τῃ, ᾗ ἐ­πο­ρευ­ό­μην, ἔ­κρυ­ψαν πα­γί­δα μοι.

Κα­τε­νό­ουν εἰς τά δε­ξι­ά, καὶ ἐ­πέ­βλε­πον, καὶ οὐκ ἦν ὁ ἐ­πι­γι­νώ­σκων με.

Ἀ­πώ­λε­το φυ­γὴ ἀπ᾿ ἐ­μοῦ, καὶ οὐκ ἔ­στιν ὁ ἐκ­ζη­τῶν τὴν ψυ­χήν μου.

Ἐ­κέ­κρα­ξα πρὸς σέ, Κύ­ρι­ε· εἶ­πα· Σὺ εἶ ἡ ἐλ­πίς μου, με­ρίς μου εἶ, ἐν γῇ ζών­των.

Πρό­σχες πρὸς τὴν δέ­η­σίν μου, ὅ­τι ἐ­τα­πει­νώ­θην σφό­δρα.

Ῥῦ­σαί με ἐκ τῶν κα­τα­δι­ω­κόν­των με, ὅ­τι ἐ­κρα­ται­ώ­θη­σαν ὑ­πὲρ ἐ­μέ.

Ἐ­ξά­γα­γε ἐκ φυ­λα­κῆς τὴν ψυ­χήν μου, τοῦ ἐ­ξο­μο­λο­γή­σα­σθαι τῷ ὀ­νό­μα­τί σου.

Ἐ­μὲ ὑ­πο­με­νοῦ­σι δί­και­οι, ἕ­ως οὗ ἀν­τα­πο­δῷς μοι.

Εἶ­τα ψάλ­λον­ται τὰ ἑ­πό­με­να
ἀ­να­στά­σι­μα στι­χη­ρὰ ἰ­δι­ό­με­λα.

Ψαλ­μὸς ρκθ´ (129).

Ἦ­χος α´.

Στίχ. Ἐκ βα­θέ­ων ἐ­κέ­κρα­ξά σοι, Κύ­ρι­ε· Κύ­ρι­ε, εἰ­σά­κου­σον τῆς φω­νῆς μου.

Τὰς ἑ­σπε­ρι­νὰς ἡ­μῶν εὐ­χάς, πρόσ­δε­ξαι ἅ­γι­ε Κύ­ρι­ε, καὶ πα­ρά­σχου ἡ­μῖν, ἄ­φε­σιν ἁ­μαρ­τι­ῶν, ὅ­τι μό­νος εἶ ὁ δεί­ξας, ἐν κό­σμῳ τὴν Ἀ­νά­στα­σιν.

Στίχ. Γε­νη­θή­τω τὰ ὦ­τά σου προ­σέ­χον­τα εἰς τὴν φω­νὴν τῆς δε­ή­σε­ώς μου.

Κυ­κλώ­σα­τε λα­οὶ Σι­ών, καὶ πε­ρι­λά­βε­τε αὐ­τήν, καὶ δό­τε δό­ξαν ἐν αὐ­τῇ, τῷ ἀ­να­στάν­τι ἐκ νε­κρῶν· ὅ­τι αὐ­τός ἐ­στιν ὁ Θε­ὸς ἡ­μῶν, ὁ λυ­τρω­σά­με­νος ἡ­μᾶς, ἐκ τῶν ἀ­νο­μι­ῶν ἡ­μῶν.

Στίχ. Ἐ­ὰν ἀ­νο­μί­ας πα­ρα­τη­ρή­σῃς, Κύ­ρι­ε Κύ­ρι­ε, τὶς ὑ­πο­στή­σε­ται; ὅ­τι πα­ρὰ σοὶ ὁ ἱ­λα­σμός ἐ­στιν.

Δεῦ­τε λα­οὶ ὑ­μνή­σω­μεν, καὶ προ­σκυ­νή­σω­μεν Χρι­στόν, δο­ξά­ζον­τες αὐ­τοῦ, τὴν ἐκ νε­κρῶν Ἀ­νά­στα­σιν· ὅ­τι αὐ­τός ἐ­στιν ὁ Θε­ὸς ἡ­μῶν, ὁ ἐκ τῆς πλά­νης τοῦ ἐ­χθροῦ, τὸν κό­σμον λυ­τρω­σά­με­νος.

Στίχ. Ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου ὑ­πέ­μει­νά σε, Κύ­ρι­ε· ὑ­πέ­μει­νεν ἡ ψυ­χή μου εἰς τὸν λό­γον σου, ἤλ­πι­σεν ἡ ψυ­χή μου ἐ­πὶ τὸν Κύ­ρι­ον.

Τῷ Πά­θει σου Χρι­στέ, πα­θῶν ἠ­λευ­θε­ρώ­θη­μεν, καὶ τῇ Ἀ­να­στά­σει σου, ἐκ φθο­ρᾶς ἐ­λυ­τρώ­θη­μεν· Κύ­ρι­ε δό­ξα σοι.

Ἕ­τε­ρα στι­χη­ρὰ ἰ­δι­ό­με­λα.

Ἰ­ω­άν­νου μο­να­χοῦ. Ἦ­χος πλ. δ´.

Στίχ. Ἀ­πὸ φυ­λα­κῆς πρω­ΐ­ας μέ­χρι νυ­κτός, ἀ­πὸ φυ­λα­κῆς πρω­ΐ­ας ἐλ­πι­σά­τω Ἰσ­ρα­ὴλ ἐ­πὶ τὸν Κύ­ρι­ον.

Σή­με­ρον ὁ ᾍ­δης στέ­νων βο­ᾷ· Συ­νέ­φε­ρέ μοι, εἰ τὸν ἐκ Μα­ρί­ας γεν­νη­θέν­τα, μὴ ὑ­πε­δε­ξά­μην· ἐλ­θὼν γὰρ ἐπ᾿ ἐ­μέ, τὸ κρά­τος μου ἔ­λυ­σε· πύ­λας χαλ­κᾶς συ­νέ­τρι­ψε· ψυ­χὰς ἃς κα­τεῖ­χον τὸ πρίν, Θε­ὸς ὢν ἀ­νέ­στη­σε. Δό­ξα Κύ­ρι­ε τῷ Σταυ­ρῷ σου, καὶ τῇ Ἀ­να­στά­σει σου.

Στίχ. Ὅ­τι πα­ρὰ τῷ Κυ­ρί­ῳ τὸ ἔ­λε­ος, καὶ πολ­λὴ παρ᾿ αὐ­τῷ λύ­τρω­σις, καὶ αὐ­τὸς λυ­τρώ­σε­ται τὸν Ἰσ­ρα­ὴλ ἐκ πα­σῶν τῶν ἀ­νο­μι­ῶν αὐ­τοῦ.

Τὸ αὐ­τό.

Σή­με­ρον ὁ ᾍ­δης στέ­νων βο­ᾷ· ...

Ψαλ­μὸς ριϚ´ (116).

Στίχ. Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τα τὰ ἔ­θνη· ἐ­παι­νέ­σα­τε αὐ­τόν, πάν­τες οἱ λα­οί.

Σή­με­ρον ὁ ᾍ­δης στέ­νων βο­ᾷ· Κα­τε­λύ­θη μου ἡ ἐ­ξου­σί­α· ἐ­δε­ξά­μην θνη­τόν, ὥ­σπερ ἕ­να τῶν θα­νόν­των· τοῦ­τον δὲ κα­τέ­χειν, ὅ­λως οὐκ ἰ­σχύ­ω, ἀλλ᾿ ἀ­πο­λῶ με­τὰ τού­του, ὧν ἐ­βα­σί­λευ­ον· ἐ­γὼ εἶ­χον τοὺς νε­κροὺς ἀπ᾿ αἰ­ῶ­νος, ἀλ­λὰ οὗ­τος ἰ­δοὺ πάν­τας ἐ­γεί­ρει. Δό­ξα Κύ­ρι­ε τῷ Σταυ­ρῷ σου, καὶ τῇ Ἀ­να­στά­σει σου.

Στίχ. Ὅ­τι ἐ­κρα­ται­ώ­θη τὸ ἔ­λε­ος αὐ­τοῦ ἐφ᾿ ἡ­μᾶς καὶ ἡ ἀ­λή­θει­α τοῦ Κυ­ρί­ου μέ­νει εἰς τὸν αἰ­ῶ­να.

Σή­με­ρον ὁ ᾍ­δης στέ­νων βο­ᾷ· Κα­τε­πό­θη μου τὸ κρά­τος· ὁ Ποι­μὴν ἐ­σταυ­ρώ­θη, καὶ τὸν Ἀ­δὰμ ἀ­νέ­στη­σεν· ὧν περ ἐ­βα­σί­λευ­ον ἐ­στέ­ρη­μαι, καὶ οὓς κα­τέ­πι­ον ἰ­σχύ­σας, πάν­τας ἐ­ξή­με­σα· ἐ­κέ­νω­σε τοὺς τά­φους ὁ σταυ­ρω­θείς· οὐκ ἰ­σχύ­ει τοῦ θα­νά­του τὸ κρά­τος. Δό­ξα Κύ­ρι­ε τῷ Σταυ­ρῷ σου, καὶ τῇ Ἀ­να­στά­σει σου.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Ἦ­χος πλ. β´

Τὴν σή­με­ρον μυ­στι­κῶς, ὁ μέ­γας Μω­ϋ­σῆς, προ­δι­ε­τυ­ποῦ­το λέ­γων· Καὶ εὐ­λό­γη­σεν ὁ Θε­ός, τὴν ἡ­μέ­ραν τὴν ἑ­βδό­μην· τοῦ­το γάρ ἐ­στι, τὸ εὐ­λο­γη­μέ­νον Σάβ­βα­τον· αὕ­τη ἐ­στὶν ἡ τῆς κα­τα­παύ­σε­ως ἡ­μέ­ρα· ἐν ᾗ κα­τέ­παυ­σεν ἀ­πὸ πάν­των τῶν ἔρ­γων αὑ­τοῦ, ὁ Μο­νο­γε­νὴς Υἱ­ὸς τοῦ Θε­οῦ, δι­ὰ τῆς κα­τὰ τὸν θά­να­τον οἰ­κο­νο­μί­ας, τῇ σαρ­κὶ σαβ­βα­τί­σας· καὶ εἰς ὃ ἦν πά­λιν ἐ­πα­νελ­θών, δι­ὰ τῆς Ἀ­να­στά­σε­ως, ἐ­δω­ρή­σα­το ἡ­μῖν, ζω­ὴν τὴν αἰ­ώ­νι­ον, ὡς μό­νος ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Θε­ο­το­κί­ον. Ἦ­χος α´.

Τὴν παγ­κό­σμι­ον δό­ξαν, τὴν ἐξ ἀν­θρώ­πων σπα­ρεῖ­σαν, καὶ τὸν Δε­σπό­την τε­κοῦ­σαν, τὴν ἐ­που­ρά­νι­ον πύ­λην, ὑ­μνή­σω­μεν Μα­ρί­αν τὴν Παρ­θέ­νον, τῶν Ἀ­σω­μά­των τὸ ᾆ­σμα, καὶ τῶν πι­στῶν τὸ ἐγ­καλ­λώ­πι­σμα· αὕ­τη γὰρ ἀ­νε­δεί­χθη οὐ­ρα­νός, καὶ να­ὸς τῆς Θε­ό­τη­τος· αὕ­τη τὸ με­σό­τοι­χον, τῆς ἔ­χθρας κα­θε­λοῦ­σα, εἰ­ρή­νην ἀν­τει­σῆ­ξε, καὶ τὸ Βα­σί­λει­ον ἠ­νέ­ῳ­ξε. Ταύ­την οὖν κα­τέ­χον­τες, τῆς Πί­στε­ως τὴν ἄγ­κυ­ραν, ὑ­πέρ­μα­χον ἔ­χο­μεν, τὸν ἐξ αὐ­τῆς τε­χθέν­τα Κύ­ρι­ον. Θαρ­σεί­τω τοί­νυν, θαρ­σεί­τω λα­ὸς τοῦ Θε­οῦ· καὶ γὰρ αὐ­τὸς πο­λε­μή­σει, τοὺς ἐ­χθροὺς ὡς παν­το­δύ­να­μος.

* * *

ΕΙΣΟΔΟΣ - ΕΠΙΛΥΧΝΙΟΣ ΕΥΧΑΡΙΣΤΙΑ

Ψαλ­λο­μέ­νου τοῦ Καὶ νῦν γί­νε­ται ἡ εἴ­σο­δος ὑ­πὸ τοῦ ἱ­ε­ρέ­ως καὶ τοῦ δι­α­κό­νου με­τὰ τοῦ Εὐ­αγ­γε­λί­ου.

Ὁ δι­ά­κο­νος· Σο­φί­α· ὀρ­θοί.

Ὁ προ­ε­στὼς ἢ ὁ ἀ­να­γνώ­στης τὴν ἐ­πι­λύ­χνι­ον εὐ­χα­ρι­στί­αν χῦ­μα·

Φῶς ἱ­λα­ρὸν ἁ­γί­ας δό­ξης, * ἀ­θα­νά­του Πα­τρός, * οὐ­ρα­νί­ου, ἁ­γί­ου, μά­κα­ρος, * Ἰ­η­σοῦ Χρι­στέ, * ἐλ­θόν­τες ἐ­πὶ τὴν ἡ­λί­ου δύ­σιν, * ἰ­δόν­τες φῶς ἑ­σπε­ρι­νόν, * ὑ­μνοῦ­μεν Πα­τέ­ρα, Υἱ­όν, * καὶ ἅ­γι­ον Πνεῦ­μα, Θε­όν. * Ἄ­ξι­όν σε ἐν πᾶ­σι και­ροῖς * ὑ­μνεῖ­σθαι φω­ναῖς αἰ­σί­αις, * Υἱ­ὲ Θε­οῦ, ζω­ὴν ὁ δι­δούς· * δι­ὸ ὁ κό­σμος σὲ δο­ξά­ζει.

* * *

ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ

Ὁ δι­ά­κο­νος· Ἑ­σπέ­ρας προ­κεί­με­νον.

Καὶ ψάλ­λε­ται τὸ προ­κεί­με­νον τῆς ἡ­μέ­ρας.

Ἦ­χος πλ. β´. (Ψαλ­μός β´).

Ὁ Κύ­ρι­ος ἐ­βα­σί­λευ­σεν, εὐ­πρέ­πει­αν ἐ­νε­δύ­σα­το. (Ϟβ´ 1)

Στίχ. α´. Ἐ­νε­δύ­σα­το Κύ­ρι­ος δύ­να­μιν καί πε­ρι­ε­ζώ­σα­το. (Ϟβ´ 2)

Στίχ. β´. Καὶ γὰρ ἐ­στε­ρέ­ω­σε τὴν οἰ­κου­μέ­νην, ἥ­τις οὐ σα­λευ­θή­σε­ται. (Ϟβ´ 3)

* * *

ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ

* Ἐκ τῶν 15 ἀ­να­γνω­σμά­των τοῦ Ἑ­σπε­ρι­νοῦ κα­κῶς εἰς τὰς ἐ­νο­ρί­ας ἀ­να­γι­νώ­σκον­ται μό­νον 3, τὰ Α´, Δ´ καὶ ΙΕ´.

Α´. Γε­νέ­σε­ως τὸ Ἀ­νά­γνω­σμα (α´ 1-13).

Ἐν ἀρ­χῇ ἐ­ποί­η­σεν ὁ Θε­ὸς τὸν οὐ­ρα­νὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀ­ό­ρα­τος, καὶ ἀ­κα­τα­σκεύ­α­στος, καὶ σκό­τος ἐ­πά­νω τῆς ἀ­βύσ­σου, καὶ πνεῦ­μα Θε­οῦ ἐ­πε­φέ­ρε­το ἐ­πά­νω τοῦ ὕ­δα­τος. Καὶ εἶ­πεν ὁ Θε­ός· Γε­νη­θή­τω φῶς· καὶ ἐ­γέ­νε­το φῶς. Καὶ εἶ­δεν ὁ Θε­ὸς τὸ φῶς, ὅ­τι κα­λόν· καὶ δι­ε­χώ­ρι­σεν ὁ Θε­ὸς ἀ­να­μέ­σον τοῦ φω­τός, καὶ ἀ­να­μέ­σον τοῦ σκό­τους. Καὶ ἐ­κά­λε­σεν ὁ Θε­ὸς τὸ φῶς ἡ­μέ­ραν καὶ τὸ σκό­τος ἐ­κά­λε­σε νύ­κτα. Καὶ ἐ­γέ­νε­το ἑ­σπέ­ρα, καὶ ἐ­γέ­νε­το πρω­ΐ, ἡ­μέ­ρα μί­α.

Καὶ εἶ­πεν ὁ Θε­ός· Γε­νη­θή­τω στε­ρέ­ω­μα ἐν μέ­σῳ τοῦ ὕ­δα­τος καὶ ἔ­στω δι­α­χω­ρί­ζον ἀ­να­μέ­σον ὕ­δα­τος καὶ ὕ­δα­τος· καὶ ἐ­γέ­νε­το οὕ­τω. Καὶ ἐ­ποί­η­σεν ὁ Θε­ὸς τὸ στε­ρέ­ω­μα· καὶ δι­ε­χώ­ρι­σεν ὁ Θε­ὸς ἀ­να­μέ­σον τοῦ ὕ­δα­τος, τοῦ ἐ­πά­νω τοῦ στε­ρε­ώ­μα­τος, καὶ ἀ­να­μέ­σον τοῦ ὕ­δα­τος, τοῦ ὑ­πο­κά­τω τοῦ στε­ρε­ώ­μα­τος. Καὶ ἐ­κά­λε­σεν ὁ Θε­ὸς τὸ στε­ρέ­ω­μα οὐ­ρα­νόν· καὶ εἶ­δεν ὁ Θε­ός, ὅ­τι κα­λόν. Καὶ ἐ­γέ­νε­το ἑ­σπέ­ρα, καὶ ἐ­γέ­νε­το πρω­ΐ, ἡ­μέ­ρα δευ­τέ­ρα.

Καὶ εἶ­πεν ὁ Θε­ός· Συ­να­χθή­τω τὸ ὕ­δωρ, τὸ ὑ­πο­κά­τω τοῦ οὐ­ρα­νοῦ εἰς συ­να­γω­γὴν μί­αν, καὶ ὀ­φθή­τω ἡ ξη­ρά· καὶ ἐ­γέ­νε­το οὕ­τω. Καὶ συ­νή­χθη τὸ ὕ­δωρ, τὸ ὑ­πο­κά­τω τοῦ οὐ­ρα­νοῦ, εἰς τὰς συ­να­γω­γὰς αὑ­τῶν, καὶ ὤ­φθη ἡ ξη­ρά. Καὶ ἐ­κά­λε­σεν ὁ Θε­ὸς τὴν ξη­ρὰν γῆν, καὶ τὰ συ­στή­μα­τα τῶν ὑ­δά­των ἐ­κά­λε­σε θα­λάσ­σας· καὶ εἶ­δεν ὁ Θε­ός, ὅ­τι κα­λόν. Καὶ εἶ­πεν ὁ Θε­ός· Βλα­στη­σά­τω ἡ γῆ βο­τά­νην χόρ­του, σπεῖ­ρον σπέρ­μα κα­τὰ γέ­νος, καὶ καθ᾿ ὁ­μοι­ό­τη­τα, καὶ ξύ­λον κάρ­πι­μον ποι­οῦν καρ­πόν, οὗ τὸ σπέρ­μα αὐ­τοῦ ἐν αὐ­τῷ, κα­τὰ γέ­νος ἐ­πὶ τῆς γῆς· καὶ ἐ­γέ­νε­το οὕ­τω. Καὶ ἐ­ξή­νεγ­κεν ἡ γῆ βο­τά­νην χόρ­του σπεῖ­ρον σπέρ­μα κα­τὰ γέ­νος καὶ καθ᾿ ὁ­μοι­ό­τη­τα, καὶ ξύ­λον κάρ­πι­μον ποι­οῦν καρ­πόν, οὗ τὸ σπέρ­μα αὐ­τοῦ ἐν αὐ­τῷ κα­τὰ γέ­νος ἐ­πὶ τῆς γῆς· καὶ εἶ­δεν ὁ Θε­ός, ὅ­τι κα­λόν. Καὶ ἐ­γέ­νε­το ἑ­σπέ­ρα, καὶ ἐ­γέ­νε­το πρω­ΐ, ἡ­μέ­ρα τρί­τη.

Β´. Προ­φη­τεί­ας Ἡ­σα­ΐ­ου τὸ Ἀ­νά­γνω­σμα
(ξ´ 1-16).

Φω­τί­ζου, φω­τί­ζου, Ἱ­ε­ρου­σα­λήμ· ἥ­κει γάρ σου τὸ φῶς, καὶ ἡ δό­ξα Κυ­ρί­ου ἐ­πὶ σὲ ἀ­να­τέ­ταλ­κεν. Ἰ­δοὺ σκό­τος κα­λύ­ψει γῆν, καὶ γνό­φος ἐπ᾿ ἔ­θνη· ἐ­πὶ δὲ σὲ φα­νή­σε­ται Κύ­ρι­ος, καὶ ἡ δό­ξα αὐ­τοῦ ἐ­πὶ σὲ ὀ­φθή­σε­ται. Καὶ πο­ρεύ­σον­ται βα­σι­λεῖς τῷ φω­τί σου, καὶ ἔ­θνη τῇ λαμ­πρό­τη­τί σου.

Ἆ­ρον κύ­κλῳ τοὺς ὀ­φθαλ­μούς σου, καὶ ἴ­δε συ­νηγ­μέ­να τὰ τέ­κνα σου· ἥ­κα­σι πάν­τες οἱ υἱ­οί σου μα­κρό­θεν, καὶ αἱ θυ­γα­τέ­ρες σου ἐπ᾿ ὤ­μων ἀρ­θή­σον­ται. Τό­τε ὄ­ψει, καὶ εὐ­φραν­θή­σῃ, καὶ φο­βη­θή­σῃ, καὶ ἐκ­στή­σῃ τῇ καρ­δί­ᾳ, ὅ­τι με­τα­βα­λεῖ εἰς σὲ πλοῦ­τος θα­λάσ­σης καὶ ἐ­θνῶν καὶ λα­ῶν· καὶ ἥ­ξου­σί σοι ἀ­γέ­λαι κα­μή­λων, καὶ κα­λύ­ψου­σί σε κά­μη­λοι Μα­δι­ὰμ καὶ Γαι­φά· πάν­τες ἐκ Σα­βὰ ἥ­ξου­σι, φέ­ρον­τες χρυ­σί­ον, καὶ λί­βα­νον οἴ­σου­σι, καὶ λί­θον τί­μι­ον, καὶ τὸ σω­τή­ρι­ον Κυ­ρί­ου εὐ­αγ­γε­λι­οῦν­ται. Καὶ πάν­τα τὰ πρό­βα­τα Κη­δὰρ συ­να­χθή­σον­ταί σοι, καὶ κρι­οὶ Να­βαι­ὼθ ἥ­ξου­σί σοι, καὶ ἀ­νε­νε­χθή­σε­ται δε­κτὰ ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν μου, καὶ ὁ οἶ­κος τῆς προ­σευ­χῆς μου δο­ξα­σθή­σε­ται. Τί­νες οἵ­δε, ὡς νε­φέ­λαι πέ­ταν­ται, καὶ ὡ­σεὶ πε­ρι­στε­ραὶ σὺν νε­οσ­σοῖς; Ἐ­μὲ αἱ νῆ­σοι ὑ­πέ­μει­ναν, καὶ πλοῖ­α Θαρ­σεῖς ἐν πρώ­τοις, ἀ­γα­γεῖν τὰ τέ­κνα σου μα­κρό­θεν, καὶ τὸν ἄρ­γυ­ρον καὶ τὸν χρυ­σὸν αὐ­τῶν μετ᾿ αὐ­τῶν, καὶ δι­ὰ τὸ ὄ­νο­μα Κυ­ρί­ου τὸ ἅ­γι­ον, καὶ δι­ὰ τὸ τὸν Ἅ­γι­ον τοῦ Ἰσ­ρα­ὴλ ἔν­δο­ξον εἶ­ναι.

Καὶ οἰ­κο­δο­μή­σου­σιν ἀλ­λο­γε­νεῖς τὰ τεί­χη σου, καὶ οἱ βα­σι­λεῖς αὐ­τῶν πα­ρα­στή­σον­ταί σοι· δι­ὰ γὰρ ὀρ­γήν μου ἐ­πά­τα­ξά σε, καὶ δι­ὰ ἔ­λε­ον ἠ­γά­πη­σά σε. Καὶ ἀ­νοι­χθή­σον­ται αἱ πύ­λαι σου δι­α­παν­τός, ἡ­μέ­ρας καὶ νυ­κτὸς οὐ κλει­σθή­σον­ται, εἰ­σα­γα­γεῖν πρὸς σὲ δύ­να­μιν ἐ­θνῶν, καὶ βα­σι­λεῖς αὐ­τῶν ἀ­γο­μέ­νους· τὰ γὰρ ἔ­θνη, καὶ οἱ βα­σι­λεῖς, οἵ τι­νες οὐ δου­λεύ­σου­σί σοι, ἀ­πο­λοῦν­ται, καὶ τὰ ἔ­θνη ἐ­ρη­μί­ᾳ ἐ­ρη­μω­θή­σε­ται. Καὶ ἡ δό­ξα τοῦ Λι­βά­νου πρὸς σὲ ἥ­ξει ἐν κυ­πα­ρίσ­σῳ καὶ πεύ­κῃ καὶ κέ­δρῳ ἅ­μα, δο­ξά­σαι τὸν τό­πον τὸ ἅ­γι­όν μου· καὶ τὸν τό­πον τῶν πο­δῶν μου δο­ξά­σω. Καὶ πο­ρεύ­σον­ται πρὸς σὲ δε­δοι­κό­τες οἱ υἱ­οὶ τῶν τα­πει­νω­σάν­των σε, καὶ πα­ρο­ξυ­νάν­των σε· καὶ προ­σκυ­νή­σου­σι τὰ ἴ­χνη τῶν πο­δῶν σου πάν­τες, οἳ πα­ρώ­ξυ­νάν σε.

Καὶ κλη­θή­σῃ πό­λις Κυ­ρί­ου, Σι­ὼν ἁ­γί­ου Ἰσ­ρα­ήλ, δι­ὰ τὸ γε­γε­νῆ­σθαί σε ἐγ­κα­τα­λε­λειμ­μέ­νην, καὶ με­μι­ση­μέ­νην, καὶ οὐκ ἦν ὁ βο­η­θῶν· καὶ θή­σω σε ἀ­γαλ­λί­α­μα αἰ­ώ­νι­ον, εὐ­φρο­σύ­νην γε­νε­αῖς γε­νε­ῶν· καὶ θη­λά­σεις γά­λα ἐ­θνῶν, καὶ πλοῦ­τον βα­σι­λέ­ων φά­γε­σαι· καὶ γνώ­σῃ, ὅ­τι ἐ­γὼ Κύ­ρι­ος ὁ σῴ­ζων σε, καὶ ἐ­ξαι­ρού­με­νός σε ὁ Θε­ὸς Ἰσ­ρα­ήλ.

Γ´. Τῆς Ἐ­ξό­δου τὸ Ἀ­νά­γνω­σμα (ιβ´ 1-11).

Εἶ­πε Κύ­ρι­ος πρὸς Μω­ϋ­σῆν καὶ Ἀ­α­ρὼν ἐν γῇ Αἰ­γύ­πτου, λέ­γων· Ὁ μὴν οὗ­τος ὑ­μῖν ἀρ­χὴ μη­νῶν πρῶ­τος ὑ­μῖν ἐ­στιν ἐν τοῖς μη­σὶ τοῦ ἐ­νι­αυ­τοῦ· λά­λη­σον πρὸς πᾶ­σαν συ­να­γω­γὴν τῶν υἱ­ῶν Ἰσ­ρα­ήλ, λέ­γων· Τῇ δε­κά­τῃ τοῦ μη­νὸς τού­του, λα­βέ­τω­σαν ἕ­κα­στος πρό­βα­τον κατ᾿ οἴ­κους πα­τρι­ῶν, ἕ­κα­στος πρό­βα­τον κατ᾿ οἰ­κί­αν· ἐ­ὰν δὲ ὀ­λι­γο­στοὶ ὦ­σιν ἐν τῇ οἰ­κί­ᾳ, ὥ­στε μὴ ἱ­κα­νοὺς εἶ­ναι εἰς πρό­βα­τον, προσ­λή­ψε­ται μεθ᾿ ἑ­αυ­τὸν τὸν γεί­το­να τὸν πλη­σί­ον αὑ­τοῦ· κα­τὰ ἀ­ριθ­μὸν ψυ­χῶν, ἕ­κα­στος τὸ ἀρ­κοῦν αὐ­τῷ συ­να­ριθ­μη­θή­σε­ται εἰς πρό­βα­τον· πρό­βα­τον τέ­λει­ον, ἄρ­σεν, ἄ­μω­μον, ἐ­νι­αύ­σι­ον ἔ­σται ὑ­μῖν· ἀ­πὸ τῶν ἀρ­νῶν, καὶ τῶν ἐ­ρί­φων λή­ψε­σθε. Καὶ ἔ­σται ὑ­μῖν δι­α­τε­τη­ρη­μέ­νον ἕ­ως τῆς τεσ­σα­ρε­σκαι­δε­κά­της τοῦ μη­νὸς τού­του. Καὶ σφά­ξου­σιν αὐ­τὸ πᾶν τὸ πλῆ­θος τῆς συ­να­γω­γῆς υἱ­ῶν Ἰσ­ρα­ὴλ πρὸς ἑ­σπέ­ραν· καὶ λή­ψον­ται ἀ­πὸ τοῦ αἵ­μα­τος, καὶ θή­σου­σιν ἐ­πὶ τῶν δύ­ο σταθ­μῶν, καὶ ἐ­πὶ τὴν φλι­άν, ἐν τοῖς οἴ­κοις, ἐν οἷς ἂν φά­γω­σιν αὐ­τὸ ἐν αὐ­τοῖς· καὶ φά­γον­ται τὰ κρέ­α τῇ νυ­κτὶ ταύ­τῃ ὀ­πτὰ πυ­ρί, καὶ ἄ­ζυ­μα ἐ­πὶ πι­κρί­δων ἔ­δον­ται. Οὐκ ἔ­δε­σθε ἀπ᾿ αὐ­τῶν ὠ­μόν, οὐ­δὲ ἐ­ψη­μέ­νον ἐν ὕ­δα­τι, ἀλλ᾿ ὀ­πτὰ πυ­ρὶ κε­φα­λὴν σὺν τοῖς πο­σὶ καὶ τοῖς ἐν­το­σθί­οις. Οὐ κα­τα­λεί­ψε­τε ἀπ᾿ αὐ­τοῦ ἕ­ως πρω­ῒ καὶ ὀ­στοῦν οὐ συν­τρί­ψε­τε ἀπ᾿ αὐ­τοῦ· τὰ δὲ κα­τα­λει­πό­με­να ἀπ᾿ αὐ­τοῦ εἰς τὸ πρω­ῒ ἐν πυ­ρὶ κα­τα­καύ­σε­τε. Οὕ­τω δὲ φά­γε­σθε αὐ­τό· αἱ ὀ­σφύ­ες ὑ­μῶν πε­ρι­ε­ζω­σμέ­ναι, καὶ τὰ ὑ­πο­δή­μα­τα ἐν τοῖς πο­σὶν ὑ­μῶν, καὶ αἱ βα­κτη­ρί­αι ἐν ταῖς χερ­σὶν ὑ­μῶν, καὶ ἔ­δε­σθε αὐ­τὸ με­τὰ σπου­δῆς· Πά­σχα ἐ­στὶ Κυ­ρί­ου.

Προ­κεί­με­νον. Ἦ­χος γ´. (Ψαλ­μὸς κϚ´).

Κύ­ρι­ος φω­τι­σμός μου καὶ σω­τήρ μου· τί­να φο­βη­θή­σο­μαι; (κϚ´ 1)

Στίχ. α´. Κύ­ρι­ος ὑ­πε­ρα­σπι­στὴς τῆς ζω­ῆς μου· ἀ­πὸ τί­νος δει­λι­ά­σω; (κϚ´ 1)

Στίχ. β´. Ἀν­δρί­ζου καὶ κρα­ται­ού­σθω ἡ καρ­δία σου, καὶ ὑ­πό­μει­νον τὸν Κύ­ρι­ον. (κϚ´ 14)

Δ´. Προ­φη­τεί­ας Ἰ­ω­νᾶ τὸ Ἀ­νά­γνω­σμα (α´-δ´).

Ἐ­γέ­νε­το λό­γος Κυ­ρί­ου πρὸς Ἰ­ω­νᾶν, τὸν τοῦ Ἀ­μα­θί, λέ­γων· Ἀ­νά­στη­θι, καὶ πο­ρεύ­θη­τι εἰς Νι­νευ­ΐ τὴν πό­λιν τὴν με­γά­λην, καὶ κή­ρυ­ξον ἐν αὐ­τῇ, ὅ­τι ἀ­νέ­βη ἡ κραυ­γὴ τῆς κα­κί­ας αὐ­τῆς πρός με. Καὶ ἀ­νέ­στη Ἰ­ω­νᾶς τοῦ φυ­γεῖν εἰς Θαρ­σεῖς ἐκ προ­σώ­που Κυ­ρί­ου· καὶ κα­τέ­βη εἰς Ἰ­όπ­πην, καὶ εὗ­ρε πλοῖ­ον βα­δί­ζον εἰς Θαρ­σεῖς, καὶ ἔ­δω­κε τὸν ναῦ­λον αὐ­τοῦ, καὶ ἀ­νέ­βη εἰς αὐ­τό, τοῦ πλεῦ­σαι μετ᾿ αὐ­τῶν εἰς Θαρ­σεῖς ἐκ προ­σώ­που Κυ­ρί­ου.

Καὶ Κύ­ρι­ος ἐ­ξή­γει­ρε πνεῦ­μα μέ­γα εἰς τὴν θά­λασ­σαν· καὶ ἐ­γέ­νε­το κλύ­δων μέ­γας ἐν τῇ θα­λάσ­σῃ, καὶ τὸ πλοῖ­ον ἐ­κιν­δύ­νευ­ε τοῦ συν­τρι­βῆ­ναι. Καὶ ἐ­φο­βή­θη­σαν οἱ ναυ­τι­κοί, καὶ ἀ­νε­βό­ων ἕ­κα­στος πρὸς τὸν Θε­ὸν αὐ­τοῦ, καὶ ἐκ­βο­λὴν ἐ­ποι­ή­σαν­το τῶν σκευ­ῶν τῶν ἐν τῷ πλοί­ῳ εἰς τὴν θά­λασ­σαν, τοῦ κου­φι­σθῆ­ναι ἀπ᾿ αὐ­τῶν. Ἰ­ω­νᾶς δὲ κα­τέ­βη εἰς τὴν κοι­λί­αν τοῦ πλοί­ου, καὶ ἐ­κά­θευ­δε, καὶ ἔ­ρεγ­χε. Καὶ προ­σῆλ­θε πρὸς αὐ­τὸν ὁ πρω­ρεύς, καὶ εἶ­πεν αὐ­τῷ· Τί σὺ ῥέγ­χεις; ἀ­νά­στα, καὶ ἐ­πι­κα­λοῦ τὸν Θε­όν σου, εἴ­πως δι­α­σώ­σῃ ὁ Θε­ὸς ἡ­μᾶς, καὶ οὐ μὴ ἀ­πο­λώ­με­θα.

Καὶ εἶ­πεν ἕ­κα­στος πρὸς τὸν πλη­σί­ον αὐ­τοῦ· Δεῦ­τε βά­λω­μεν κλή­ρους, καὶ ἐ­πι­γνῶ­μεν, τί­νος ἕ­νε­κεν ἡ κα­κί­α αὕ­τη ἐ­στὶν ἐφ᾿ ἡ­μᾶς. Καὶ ἔ­βα­λον κλή­ρους· καὶ ἔ­πε­σεν ὁ κλῆ­ρος ἐ­πὶ Ἰ­ω­νᾶν. Καὶ εἶ­πον πρὸς αὐ­τόν· Ἀ­πάγ­γει­λον ἡ­μῖν, τί­νος ἕ­νε­κεν τὸ κα­κὸν τοῦ­το ἐν ἡ­μῖν; τίς σου ἡ ἐρ­γα­σί­α ἐ­στί; καὶ πό­θεν ἔρ­χῃ; καὶ ποῦ πο­ρεύ­ῃ; καὶ ἐκ ποί­ας χώ­ρας, καὶ ἐκ ποί­ου λα­οῦ εἶ σύ; Καὶ εἶ­πε πρὸς αὐ­τούς· Δοῦ­λος Κυ­ρί­ου εἰ­μὶ ἐ­γώ, καὶ Κύ­ρι­ον τὸν Θε­ὸν τοῦ οὐ­ρα­νοῦ ἐ­γὼ σέ­βο­μαι, ὃς ἐ­ποί­η­σε τὴν θά­λασ­σαν καὶ τὴν ξη­ράν. Καὶ ἐ­φο­βή­θη­σαν οἱ ἄν­δρες φό­βον μέ­γα· καὶ εἶ­πον πρὸς αὐ­τόν· Τί τοῦ­το ἐ­ποί­η­σας; δι­ό­τι ἔ­γνω­σαν οἱ ἄν­δρες ὅ­τι ἐκ προ­σώ­που Κυ­ρί­ου ἦν φεύ­γων, ὅ­τι ἀ­πήγ­γει­λεν αὐ­τοῖς· καὶ εἶ­πον πρὸς αὐ­τόν· Τί ποι­ή­σω­μέν σοι, καὶ κο­πά­σει ἡ θά­λασ­σα ἀφ᾿ ἡ­μῶν; ὅ­τι ἡ θά­λασ­σα ἐ­πο­ρεύ­ε­το, καὶ ἐ­ξή­γει­ρε μᾶλ­λον κλύ­δω­να. Καὶ εἶ­πεν Ἰ­ω­νᾶς πρὸς αὐ­τούς· Ἄ­ρα­τέ με, καὶ ἐμ­βά­λε­τέ με εἰς τὴν θά­λασ­σαν, καὶ κο­πά­σει ἡ θά­λασ­σα ἀφ᾿ ὑ­μῶν· δι­ό­τι ἔ­γνω­κα ἐ­γώ, ὅ­τι δι᾿ ἐ­μὲ ὁ κλύ­δων ὁ μέ­γας οὗ­τος ἐφ᾿ ὑ­μᾶς ἐ­στι.

Καὶ πα­ρε­βι­ά­ζον­το οἱ ἄν­δρες τοῦ ἐ­πι­στρέ­ψαι πρὸς τὴν γῆν, καὶ οὐκ ἠ­δύ­ναν­το, ὅ­τι ἡ θά­λασ­σα ἐ­πο­ρεύ­ε­το, καὶ ἐ­ξη­γεί­ρε­το μᾶλ­λον ἐπ᾿ αὐ­τούς. Καὶ ἀ­νε­βό­η­σαν πρὸς Κύ­ρι­ον, καὶ εἶ­πον· Μη­δα­μῶς, Κύ­ρι­ε, μὴ ἀ­πο­λώ­με­θα ἕ­νε­κεν τῆς ψυ­χῆς τοῦ ἀν­θρώ­που τού­του, καὶ μὴ δῷς ἐφ᾿ ἡ­μᾶς αἷ­μα δί­και­ον· δι­ό­τι σύ, Κύ­ρι­ε, ὃν τρό­πον ἐ­βού­λου, πε­ποί­η­κας. Καὶ ἔ­λα­βον τὸν Ἰ­ω­νᾶν, καὶ ἐ­νέ­βα­λον αὐ­τὸν εἰς τὴν θά­λασ­σαν· καὶ ἔ­στη ἡ θά­λασ­σα ἐκ τοῦ σά­λου αὐ­τῆς. Καὶ ἐ­φο­βή­θη­σαν οἱ ἄν­δρες φό­βῳ με­γά­λῳ τὸν Κύ­ρι­ον, καὶ ἔ­θυ­σαν θυ­σί­αν τῷ Κυ­ρί­ῳ, καὶ ηὔ­ξαν­το τὰς εὐ­χάς.

Καὶ προ­σέ­τα­ξε Κύ­ρι­ος κή­τει με­γά­λῳ κα­τα­πι­εῖν τὸν Ἰ­ω­νᾶν· καὶ ἦν Ἰ­ω­νᾶς ἐν τῇ κοι­λί­ᾳ τοῦ κή­τους τρεῖς ἡ­μέ­ρας καὶ τρεῖς νύ­κτας. Καὶ προ­σηύ­ξα­το Ἰ­ω­νᾶς πρὸς Κύ­ρι­ον τὸν Θε­ὸν αὐ­τοῦ, ἐκ τῆς κοι­λί­ας τοῦ κή­τους, καὶ εἶ­πεν.

Ἐ­βό­η­σα ἐν θλί­ψει μου πρὸς Κύ­ρι­ον τὸν Θε­όν μου, καὶ εἰ­σή­κου­σέ μου· ἐκ κοι­λί­ας ᾍ­δου κραυ­γῆς μου, ἤ­κου­σας φω­νῆς μου.

Ἀ­πέῤ­ῥι­ψάς με εἰς βά­θη καρ­δί­ας θα­λάσ­σης, καὶ πο­τα­μοὶ ἐ­κύ­κλω­σάν με.

Πάν­τες οἱ με­τε­ω­ρι­σμοί σου, καὶ τὰ κύ­μα­τά σου ἐπ᾿ ἐ­μὲ δι­ῆλ­θον.

Κἀ­γὼ εἶ­πον· Ἀ­πῶ­σμαι ἐξ ὀ­φθαλ­μῶν σου· ἆ­ρα προ­σθή­σω τοῦ ἐ­πι­βλέ­ψαι με πρὸς να­ὸν τὸν ἅ­γι­όν σου;

Πε­ρι­ε­χύ­θη μοι ὕ­δωρ ἕ­ως ψυ­χῆς μου, ἄ­βυσ­σος ἐ­κύ­κλω­σέ με ἐ­σχά­τη.

Ἔ­δυ ἡ κε­φα­λή μου εἰς σχι­σμὰς ὀ­ρέ­ων, κα­τέ­βην εἰς γῆν, ἧς οἱ μο­χλοὶ αὐ­τῆς κά­το­χοι αἰ­ώ­νι­οι.

Καὶ ἀ­να­βή­τω ἐκ φθο­ρᾶς ἡ ζω­ή μου πρὸς σέ, Κύ­ρι­ε ὁ Θε­ός μου.

Ἐν τῷ ἐ­κλεί­πειν ἐξ ἐ­μοῦ τὴν ψυ­χήν μου, τοῦ Κυ­ρί­ου ἐ­μνή­σθην· καὶ ἔλ­θοι πρὸς σὲ ἡ προ­σευ­χή μου πρὸς να­ὸν τὸν ἅ­γι­όν σου.

Φυ­λασ­σό­με­νοι μά­ται­α καὶ ψευ­δῆ, ἔ­λε­ον αὐ­τοῖς ἐγ­κα­τέ­λι­πον.

Ἐ­γὼ δὲ με­τὰ φω­νῆς αἰ­νέ­σε­ως καὶ ἐ­ξο­μο­λο­γή­σε­ως θύ­σω σοι· ὅ­σα ηὐ­ξά­μην, ἀ­πο­δώ­σω σοι εἰς σω­τη­ρί­αν μου τῷ Κυ­ρί­ῳ.

Καὶ προ­σέ­τα­ξε Κύ­ρι­ος τῷ κή­τει, καὶ ἐ­ξέ­βα­λε τὸν Ἰ­ω­νᾶν ἐ­πὶ τὴν ξη­ράν.

Καὶ ἐ­γέ­νε­το λό­γος Κυ­ρί­ου πρὸς Ἰ­ω­νᾶν ἐκ δευ­τέ­ρου, λέ­γων· Ἀ­νά­στη­θι, καὶ πο­ρεύ­θη­τι εἰς Νι­νευ­ΐ τὴν πό­λιν τὴν με­γά­λην, καὶ κή­ρυ­ξον ἐν αὐ­τῇ κα­τὰ τὸ ῥῆ­μα τὸ ἔμ­προ­σθεν, ὃ ἐ­γὼ ἐ­λά­λη­σα πρὸς σέ. Καὶ ἀ­νέ­στη Ἰ­ω­νᾶς, καὶ ἐ­πο­ρεύ­θη εἰς Νι­νευ­ΐ, κα­θὰ ἐ­λά­λη­σεν αὐ­τῷ Κύ­ρι­ος· ἡ δὲ Νι­νευ­ΐ ἦν πό­λις με­γά­λη τῷ Θε­ῷ, ὡ­σεὶ πο­ρεί­ας ὁ­δοῦ τρι­ῶν ἡ­με­ρῶν. Καὶ ἤρ­ξα­το Ἰ­ω­νᾶς τοῦ εἰ­σπο­ρεύ­ε­σθαι εἰς τὴν πό­λιν, ὡ­σεὶ πο­ρεί­αν ἡ­μέ­ρας μι­ᾶς· καὶ ἐ­κή­ρυ­ξε, καὶ εἶ­πεν· Ἔ­τι τρεῖς ἡ­μέ­ραι, καὶ Νι­νευ­ῒ κα­τα­στρα­φή­σε­ται.

Καὶ ἐ­πί­στευ­σαν οἱ ἄν­δρες Νι­νευ­ΐ τῷ Θε­ῷ, καὶ ἐ­κή­ρυ­ξαν νη­στεί­αν, καὶ ἐ­νε­δύ­σαν­το σάκ­κους ἀ­πὸ με­γά­λου αὐ­τῶν ἕ­ως μι­κροῦ αὐ­τῶν. Καὶ ἤγ­γι­σεν ὁ λό­γος πρὸς τὸν βα­σι­λέ­α τῆς Νι­νευ­ΐ, καὶ ἐ­ξα­νέ­στη ἀ­πὸ τοῦ θρό­νου αὐ­τοῦ, καὶ πε­ρι­εί­λε­το τὴν στο­λὴν αὐ­τοῦ ἀφ᾿ ἑ­αυ­τοῦ, καὶ πε­ρι­ε­βά­λε­το σάκ­κον, καὶ ἐ­κά­θι­σεν ἐ­πὶ σπο­δοῦ. Καὶ ἐ­κη­ρύ­χθη, καὶ ἐῤ­ῥέ­θη ἐν τῇ Νι­νευ­ΐ πα­ρὰ τοῦ βα­σι­λέ­ως, καὶ πα­ρὰ τῶν με­γι­στά­νων αὐ­τοῦ, λε­γόν­των· Οἱ ἄν­θρω­ποι, καὶ τὰ κτή­νη, καὶ οἱ βό­ες, καὶ τὰ πρό­βα­τα μὴ γευ­σά­σθω­σαν, μη­δὲ νε­μέ­σθω­σαν, μη­δὲ ὕ­δωρ πι­έ­τω­σαν. Καὶ πε­ρι­ε­βά­λον­το σάκ­κους οἱ ἄν­θρω­ποι, καὶ τὰ κτή­νη, καὶ ἀ­νε­βό­η­σαν πρὸς τὸν Θε­ὸν ἐ­κτε­νῶς· καὶ ἀ­πέ­στρε­ψαν ἕ­κα­στος ἀ­πὸ τῆς ὁ­δοῦ αὐ­τῶν τῆς πο­νη­ρᾶς, καὶ ἀ­πὸ τῆς ἀ­δι­κί­ας τῆς ἐν χερ­σὶν αὐ­τῶν, λέ­γον­τες· Τίς οἶ­δεν εἰ με­τα­νο­ή­σει ὁ Θε­ός, καὶ πα­ρα­κλη­θή­σε­ται, καὶ ἀ­πο­στρέ­ψει ἐξ ὀρ­γῆς θυ­μοῦ αὐ­τοῦ, καὶ οὐ μὴ ἀ­πο­λώ­με­θα;

Καὶ εἶ­δεν ὁ Θε­ὸς τὰ ἔρ­γα αὐ­τῶν, ὅ­τι ἀ­πέ­στρε­ψαν ἀ­πὸ τῶν ὁ­δῶν αὑ­τῶν τῶν πο­νη­ρῶν, καὶ με­τε­νό­η­σεν ὁ Θε­ὸς ἐ­πὶ τῇ κα­κί­ᾳ, ᾗ ἐ­λά­λη­σε τοῦ ποι­ῆ­σαι αὑ­τοῖς, καὶ οὐκ ἐ­ποί­η­σε. Καὶ ἐ­λυ­πή­θη Ἰ­ω­νᾶς λύ­πην με­γά­λην· καὶ συ­νε­χύ­θη, καὶ προ­σηύ­ξα­το πρὸς Κύ­ρι­ον, καὶ εἶ­πεν. Ὦ Κύ­ρι­ε, οὐχ οὗ­τοι οἱ λό­γοι μου, ἔ­τι ὄν­τος μου ἐν τῇ γῇ; Δι­ὰ τοῦ­το προ­έ­φθα­σα τοῦ φυ­γεῖν εἰς Θαρ­σεῖς, δι­ό­τι ἔ­γνων, ὅ­τι σὺ ἐ­λε­ή­μων εἶ, καὶ οἰ­κτίρ­μων, μα­κρό­θυ­μος, καὶ πο­λυ­έ­λε­ος, καὶ με­τα­νο­ῶν ἐ­πὶ κα­κί­αις. Καὶ νῦν, Δέ­σπο­τα Κύ­ρι­ε, λά­βε τὴν ψυ­χήν μου ἀπ᾿ ἐ­μοῦ, ὅ­τι κα­λὸν τὸ ἀ­πο­θα­νεῖν με μᾶλ­λον, ἢ ζῆν με. Καὶ εἶ­πε Κύ­ρι­ος πρὸς Ἰ­ω­νᾶν· Εἰ σφό­δρα λε­λύ­πη­σαι σύ;

Καὶ ἐ­ξῆλ­θεν Ἰ­ω­νᾶς ἐκ τῆς πό­λε­ως, καὶ ἐ­κά­θι­σεν ἀ­πέ­ναν­τι τῆς πό­λε­ως, καὶ ἐ­ποί­η­σεν ἑ­αυ­τῷ σκη­νήν, καὶ ἐ­κά­θη­το ὑ­πο­κά­τω αὐ­τῆς ἐν σκι­ᾷ, ἕ­ως οὗ ἐ­πί­δῃ τί ἔ­σται τῇ πό­λει. Καὶ προ­σέ­τα­ξε Κύ­ρι­ος ὁ Θε­ὸς κο­λο­κύν­θῃ, καὶ ἀ­νέ­βη ὑ­πὲρ κε­φα­λῆς Ἰ­ω­νᾶ, τοῦ εἶ­ναι σκι­ὰν ὑ­πε­ρά­νω τῆς κε­φα­λῆς αὐ­τοῦ, τοῦ σκι­ά­ζειν αὐ­τῷ ἀ­πὸ τῶν κα­κῶν αὐ­τοῦ· καὶ ἐ­χά­ρη Ἰ­ω­νᾶς ἐ­πὶ τῇ κο­λο­κύν­θῃ χα­ρὰν με­γά­λην. Καὶ προ­σέ­τα­ξεν ὁ Θε­ὸς σκώ­λη­κι ἑ­ω­θι­νῇ τῇ ἐ­παύ­ρι­ον, καὶ ἐ­πά­τα­ξε τὴν κο­λο­κύν­θην, καὶ ἐ­ξη­ράν­θη. Καὶ ἐ­γέ­νε­το, ἅ­μα τῷ ἀ­να­τεῖ­λαι τὸν ἥ­λι­ον, καὶ προ­σέ­τα­ξεν ὁ Θε­ὸς πνεύ­μα­τι καύ­σω­νι συγ­καί­ον­τι· καὶ ἐ­πά­τα­ξεν ὁ ἥ­λι­ος ἐ­πὶ τὴν κε­φα­λὴν Ἰ­ω­νᾶ· καὶ ὠ­λι­γο­ψύ­χη­σε, καὶ ἀ­πε­λέ­γε­το τὴν ψυ­χὴν αὐ­τοῦ, καὶ εἶ­πε· Κα­λόν μοι ἀ­πο­θα­νεῖν με, ἢ ζῆν με.

Καὶ εἶ­πε Κύ­ρι­ος ὁ Θε­ὸς πρὸς Ἰ­ω­νᾶν· Εἰ σφό­δρα λε­λύ­πη­σαι σὺ ἐ­πὶ τῇ κο­λο­κύν­θῃ; Καὶ εἶ­πε· Σφό­δρα λε­λύ­πη­μαι ἐ­γὼ ἕ­ως θα­νά­του. Καὶ εἶ­πε Κύ­ρι­ος· Σὺ μὲν ἐ­φεί­σω ὑ­πὲρ τῆς κο­λο­κύν­θης, ὑ­πὲρ ἧς οὐκ ἐ­κα­κο­πά­θη­σας, οὐ­δὲ ἐ­ξέ­θρε­ψας αὐ­τήν, ἣ ἐ­γε­νή­θη ὑ­πὸ νύ­κτα, καὶ ὑ­πὸ νύ­κτα ἀ­πώ­λε­το· ἐ­γὼ δὲ οὐ φεί­σο­μαι ὑ­πὲρ Νι­νευ­ΐ τῆς πό­λε­ως τῆς με­γά­λης, ἐν ᾗ κα­τοι­κοῦ­σι πλεί­ους, ἢ δώ­δε­κα μυ­ρι­ά­δες ἀν­θρώ­πων, οἵ τι­νες οὐκ ἔ­γνω­σαν δε­ξι­ὰν αὐ­τῶν, ἢ ἀ­ρι­στε­ρὰν αὐ­τῶν, καὶ κτή­νη πολ­λά;

Ε´. Ἰ­η­σοῦ τοῦ Ναυ­ῆ τὸ Ἀ­νά­γνω­σμα (ε´ 10-15).

Πε­ρε­νέ­βα­λον οἱ υἱ­οὶ Ἰσ­ρα­ὴλ ἐν Γαλ­γά­λοις καὶ ἐ­ποί­η­σαν τὸ Πά­σχα, τῇ τεσ­σα­ρε­σκαι­δε­κά­τῃ ἡ­μέ­ρᾳ τοῦ πρώ­του μη­νὸς ἀφ᾿ ἑ­σπέ­ρας, ἐ­πὶ δυ­σμῶν Ἰ­ε­ρι­χώ, ἐν τῷ πέ­ραν τοῦ Ἰ­ορ­δά­νου ἐν τῷ πε­δί­ῳ· καὶ ἔ­φα­γον ἀ­πὸ τοῦ σί­του τῆς γῆς, τῇ ἐ­παύ­ρι­ον τοῦ Πά­σχα, ἄ­ζυ­μα καὶ νέ­α. Ἐν ταύ­τῃ τῇ ἡ­μέ­ρᾳ, ἐ­ξέ­λι­πε τὸ μάν­να με­τὰ τὸ βε­βρω­κέ­ναι αὐ­τοὺς ἐκ τοῦ σί­του τῆς γῆς, καὶ οὐ­κέ­τι ὑ­πῆρ­χε τοῖς υἱ­οῖς Ἰσ­ρα­ὴλ μάν­να· ἐ­καρ­πώ­σαν­το δὲ τὴν χώ­ραν τῶν Φοι­νί­κων ἐν τῷ ἐ­νι­αυ­τῷ ἐ­κεί­νῳ.

Καὶ ἐ­γέ­νε­το ὡς ἦν Ἰ­η­σοῦς ἐν Ἰ­ε­ρι­χῷ, καὶ ἀ­να­βλέ­ψας τοῖς ὀ­φθαλ­μοῖς αὐ­τοῦ, εἶ­δεν ἄν­θρω­πον ἑ­στη­κό­τα ἐ­ναν­τί­ον αὐ­τοῦ, καὶ ἡ ῥομ­φαί­α αὐ­τοῦ ἐ­σπα­σμέ­νη ἐν τῇ χει­ρὶ αὐ­τοῦ· καὶ προ­σελ­θὼν Ἰ­η­σοῦς, εἶ­πεν αὐ­τῷ· Ἡ­μέ­τε­ρος εἶ, ἢ τῶν ὑ­πε­ναν­τί­ων; Ὁ δὲ εἶ­πεν αὐ­τῷ· Ἐ­γὼ Ἀρ­χι­στρά­τη­γος δυ­νά­με­ως Κυ­ρί­ου, νυ­νὶ πα­ρα­γέ­γο­να. Καὶ Ἰ­η­σοῦς ἔ­πε­σεν ἐ­πὶ πρό­σω­πον αὑ­τοῦ ἐ­πὶ τὴν γῆν, καὶ προ­σε­κύ­νη­σε, καὶ εἶ­πεν αὐ­τῷ· Δέ­σπο­τα, τὶ προ­στάσ­σεις τῷ σῷ οἰ­κέ­τῃ; Καὶ εἶ­πεν ὁ Ἀρ­χι­στρά­τη­γος Κυ­ρί­ου πρὸς Ἰ­η­σοῦν· Λῦ­σον τὸ ὑ­πό­δη­μα ἐκ τῶν πο­δῶν σου· ὁ γὰρ τό­πος, ἐφ᾿ ᾧ σὺ ἕ­στη­κας ἐπ᾿ αὐ­τοῦ, ἅ­γι­ός ἐ­στι. Καὶ ἐ­ποί­η­σεν ὁ Ἰ­η­σοῦς οὕ­τως.

Ϛ´. Τῆς Ἐ­ξό­δου τὸ Ἀ­νά­γνω­σμα
(ιγ´ 20 - ιε´ 19).

Ἐ­ξά­ραν­τες οἱ υἱ­οὶ Ἰσ­ρα­ὴλ ἐκ Σοκ­χώθ, ἐ­στρα­το­πέ­δευ­σαν ἐν Ὠ­θώμ, πα­ρὰ τὴν ἔ­ρη­μον. Ὁ δὲ Θε­ὸς ἡ­γεῖ­το αὐ­τῶν, ἡ­μέ­ρας μέν, ἐν στύ­λῳ νε­φέ­λης, δεῖ­ξαι αὐ­τοῖς τὴν ὁ­δόν, τὴν δὲ νύ­κτα, ἐν στύ­λῳ πυ­ρὸς τοῦ φαί­νειν δὲ αὐ­τοῖς. Οὐκ ἐ­ξέ­λι­πεν ὁ στῦ­λος τῆς νε­φέ­λης, ἡ­μέ­ρας, καὶ ὁ στῦ­λος τοῦ πυ­ρός, νυ­κτός, ἐ­ναν­τί­ον παν­τὸς τοῦ λα­οῦ.

Καὶ ἐ­λά­λη­σε Κύ­ρι­ος πρὸς Μω­ϋ­σῆν λέ­γων· Λά­λη­σον τοῖς υἱ­οῖς Ἰσ­ρα­ήλ, καὶ ἀ­πο­στρέ­ψαν­τες, στρα­το­πε­δευ­σά­τω­σαν ἀ­πέ­ναν­τι τῆς ἐ­παύ­λε­ως, ἀ­να­μέ­σον Μα­γδώ­λου, καὶ ἀ­να­μέ­σον τῆς θα­λάσ­σης, ἐξ ἐ­ναν­τί­ας Βε­ελ­σεπ­φῶν· ἐ­νώ­πι­ον αὐ­τῶν στρα­το­πε­δεύ­σεις ἐ­πὶ τῆς θα­λάσ­σης. Καὶ ἐ­ρεῖ Φα­ρα­ὼ τῷ λα­ῷ αὑ­τοῦ· Οἱ υἱ­οὶ Ἰσ­ρα­ὴλ οὗ­τοι πλα­νῶν­ται ἐν τῇ γῇ· συγ­κέ­κλει­κε γὰρ αὐ­τοὺς ἡ ἔ­ρη­μος. Ἐ­γὼ δὲ σκλη­ρυ­νῶ τὴν καρ­δί­αν Φα­ρα­ώ, καὶ κα­τα­δι­ώ­ξε­ται ὀ­πί­σω αὐ­τῶν· καὶ ἐν­δο­ξα­σθή­σο­μαι ἐν Φα­ρα­ώ, καὶ ἐν πά­σῃ τῇ στρα­τι­ᾷ αὐ­τοῦ· καὶ γνώ­σον­ται πάν­τες οἱ Αἰ­γύ­πτι­οι, ὅ­τι ἐ­γώ εἰ­μι Κύ­ρι­ος· καὶ ἐ­ποί­η­σαν οὕ­τω.

Καὶ ἀ­νηγ­γέ­λη τῷ βα­σι­λεῖ τῶν Αἰ­γυ­πτί­ων, ὅ­τι πέ­φευ­γεν ὁ λα­ός· καὶ με­τε­στρά­φη ἡ καρ­δί­α Φα­ρα­ώ, καὶ τῶν θε­ρα­πόν­των αὐ­τοῦ ἐ­πὶ τὸν λα­όν, καὶ εἶ­πον· Τί τοῦ­το πε­ποι­ή­κα­μεν, τοῦ ἐ­ξα­πο­στεῖ­λαι τοὺς υἱ­οὺς Ἰσ­ρα­ὴλ τοῦ μὴ δου­λεύ­ειν ἡ­μῖν; Ἔ­ζευ­ξεν οὖν Φα­ρα­ὼ τὰ ἅρ­μα­τα αὑ­τοῦ, καὶ πάν­τα τὸν λα­ὸν αὑ­τοῦ συ­νή­γα­γε μεθ᾿ ἑ­αυ­τοῦ, καὶ ἔ­λα­βεν ἑ­ξα­κό­σι­α ἅρ­μα­τα ἐ­κλε­κτά, καὶ πᾶ­σαν τὴν ἵπ­πον τῶν Αἰ­γυ­πτί­ων, καὶ τρι­στά­τας ἐ­πὶ πάν­των. Καὶ ἐ­σκλή­ρυ­νε Κύ­ρι­ος τὴν καρ­δί­αν Φα­ρα­ὼ βα­σι­λέ­ως Αἰ­γύ­πτου, καὶ κα­τε­δί­ω­ξεν ὀ­πί­σω τῶν υἱ­ῶν Ἰσ­ρα­ήλ· οἱ δὲ υἱ­οὶ Ἰσ­ρα­ὴλ ἐ­ξε­πο­ρεύ­ον­το ἐν χει­ρὶ ὑ­ψη­λῇ. Καὶ κα­τε­δί­ω­ξαν οἱ Αἰ­γύ­πτι­οι ὀ­πί­σω αὐ­τῶν, καὶ εὗ­ρον αὐ­τοὺς πα­ραμ­βε­βλη­κό­τας πα­ρὰ τὴν θά­λασ­σαν· καὶ πᾶ­σα ἡ ἵπ­πος, καὶ τὰ ἅρ­μα­τα Φα­ρα­ώ, καὶ οἱ ἱπ­πεῖς, καὶ ἡ στρα­τι­ὰ αὑ­τοῦ, ἀ­πέ­ναν­τι τῆς ἐ­παύ­λε­ως, ἐ­ξε­ναν­τί­ας Βε­ελ­σεπ­φῶν· καὶ Φα­ρα­ὼ προ­σῆ­γε.

Καὶ ἀ­να­βλέ­ψαν­τες οἱ υἱ­οὶ Ἰσ­ρα­ὴλ τοῖς ὀ­φθαλ­μοῖς, ὁ­ρῶ­σι· καὶ ἰ­δού, οἱ Αἰ­γύ­πτι­οι ἐ­στρα­το­πέ­δευ­σαν ὀ­πί­σω αὐ­τῶν, καὶ ἐ­φο­βή­θη­σαν σφό­δρα· ἀ­νε­βό­η­σαν δὲ οἱ υἱ­οὶ Ἰσ­ρα­ὴλ πρὸς Κύ­ρι­ον, καὶ εἶ­πον πρὸς Μω­ϋ­σῆν· Πα­ρὰ τὸ μὴ ὑ­πάρ­χειν μνή­μα­τα ἐν Αἰ­γύ­πτῳ, ἐ­ξή­γα­γες ἡ­μᾶς θα­να­τῶ­σαι ἐν τῇ ἐ­ρή­μῳ; τί τοῦ­το ἐ­ποί­η­σας ἡ­μῖν, ἐ­ξα­γα­γὼν ἡ­μᾶς ἐξ Αἰ­γύ­πτου; οὐ τοῦ­το ἦν τὸ ῥῆ­μα, ὃ ἐ­λα­λή­σα­μεν πρὸς σέ, λέ­γον­τες· Πά­ρες ἡ­μᾶς, ὅ­πως δου­λεύ­σω­μεν τοῖς Αἰ­γυ­πτί­οις; κρεῖσ­σον γὰρ ἡ­μᾶς δου­λεύ­ειν τοῖς Αἰ­γυ­πτί­οις, ἢ ἀ­πο­θα­νεῖν ἐν τῇ ἐ­ρή­μῳ ταύ­τῃ. Εἶ­πε δὲ Μω­ϋ­σῆς πρὸς τὸν λα­όν· Θαρ­σεῖ­τε, στῆ­τε, καὶ ὁ­ρᾶ­τε τὴν σω­τη­ρί­αν τὴν πα­ρὰ τοῦ Κυ­ρί­ου, ἣν ποι­ή­σει ἡ­μῖν σή­με­ρον· ὃν τρό­πον γὰρ ἑ­ω­ρά­κα­τε τοὺς Αἰ­γυ­πτί­ους σή­με­ρον, οὐ προ­σθή­σε­σθε ἔ­τι ἰ­δεῖν αὐ­τοὺς εἰς τὸν αἰ­ῶ­να χρό­νον. Κύ­ρι­ος πο­λε­μή­σει ὑ­πὲρ ὑ­μῶν, καὶ ὑ­μεῖς σι­γή­σε­τε.

Εἶ­πε δὲ Κύ­ρι­ος πρὸς Μω­ϋ­σῆν· Τί βο­ᾷς πρός με; λά­λη­σον τοῖς υἱ­οῖς Ἰσ­ρα­ήλ, καὶ ἀ­να­ζευ­ξά­τω­σαν· καὶ σὺ ἔ­πα­ρον τὴν ῥά­βδον σου, καὶ ἔ­κτει­νον τὴν χεῖ­ρά σου ἐ­πὶ τὴν θά­λασ­σαν, καὶ ῥῆ­ξον αὐ­τήν· καὶ εἰ­σελ­θέ­τω­σαν οἱ υἱ­οὶ Ἰσ­ρα­ὴλ εἰς μέ­σον τῆς θα­λάσ­σης κα­τὰ τὸ ξη­ρόν. Καὶ ἰ­δοὺ ἐ­γὼ σκλη­ρυ­νῶ τὴν καρ­δί­αν Φα­ρα­ώ, καὶ τῶν Αἰ­γυ­πτί­ων πάν­των, καὶ εἰ­σε­λεύ­σον­ται ὀ­πί­σω αὐ­τῶν· καὶ ἐν­δο­ξα­σθή­σο­μαι ἐν Φα­ρα­ώ, καὶ ἐν πά­σῃ τῇ στρα­τι­ᾷ αὐ­τοῦ, καὶ ἐν τοῖς ἅρ­μα­σι, καὶ ἐν τοῖς ἵπ­ποις αὐ­τοῦ· καὶ γνώ­σον­ται πάν­τες οἱ Αἰ­γύ­πτι­οι, ὅ­τι ἐ­γώ εἰ­μι Κύ­ρι­ος, ἐν­δο­ξα­ζο­μέ­νου μου ἐν Φα­ρα­ώ, καὶ ἐν τοῖς ἅρ­μα­σι, καὶ ἵπ­ποις αὐ­τοῦ.

Ἐ­ξῆ­ρε δὲ ὁ Ἄγ­γε­λος τοῦ Θε­οῦ, ὁ προ­πο­ρευ­ό­με­νος τῆς πα­ρεμ­βο­λῆς τῶν υἱ­ῶν Ἰσ­ρα­ήλ, καὶ ἐ­πο­ρεύ­θη ἐκ τῶν ὄ­πι­σθεν· ἐ­ξῆ­ρε δὲ καὶ ὁ στῦ­λος τῆς νε­φέ­λης ἀ­πὸ προ­σώ­που αὐ­τῶν, καὶ ἔ­στη ἐκ τῶν ὀ­πί­σω αὐ­τῶν. Καὶ εἰ­σῆλ­θεν ἀ­να­μέ­σον τῆς πα­ρεμ­βο­λῆς τῶν Αἰ­γυ­πτί­ων, καὶ ἀ­να­μέ­σον τῆς πα­ρεμ­βο­λῆς τῶν υἱ­ῶν Ἰσ­ρα­ήλ, καὶ ἔ­στη· καὶ ἐ­γέ­νε­το σκό­τος, καὶ γνό­φος· καὶ δι­ῆλ­θεν ἡ νύξ· καὶ οὐ συ­νέ­μι­ξαν ἀλ­λή­λοις ὅ­λην τὴν νύ­κτα.

Ἐ­ξέ­τει­νε δὲ Μω­ϋ­σῆς τὴν χεῖ­ρα ἐ­πὶ τὴν θά­λασ­σαν· καὶ ἐ­πή­γα­γε Κύ­ρι­ος τὴν θά­λασ­σαν ἐν ἀ­νέ­μῳ νό­τῳ βι­αί­ῳ ὅ­λην τὴν νύ­κτα, καὶ ἐ­ποί­η­σε τὴν θά­λασ­σαν ξη­ράν· καὶ ἐ­σχί­σθη τὸ ὕ­δωρ. Καὶ εἰ­σῆλ­θον οἱ υἱ­οὶ Ἰσ­ρα­ὴλ εἰς μέ­σον τῆς θα­λάσ­σης κα­τὰ τὸ ξη­ρόν· καὶ τὸ ὕ­δωρ αὐ­τῆς, τεῖ­χος ἐκ δε­ξι­ῶν, καὶ τεῖ­χος ἐξ εὐ­ω­νύ­μων. Κα­τε­δί­ω­ξαν δὲ οἱ Αἰ­γύ­πτι­οι, καὶ εἰ­σῆλ­θον ὀ­πί­σω αὐ­τῶν, καὶ πᾶ­σα ἡ ἵπ­πος Φα­ρα­ώ, καὶ τὰ ἅρ­μα­τα, καὶ οἱ ἀ­να­βά­ται εἰς μέ­σον τῆς θα­λάσ­σης.

Ἐ­γε­νή­θη δὲ ἐν τῇ φυ­λα­κῇ τῇ ἑ­ω­θι­νῇ, καὶ ἐ­πέ­βλε­ψε Κύ­ρι­ος εἰς τὴν πα­ρεμ­βο­λὴν τῶν Αἰ­γυ­πτί­ων, ἐν στύ­λῳ πυ­ρὸς καὶ νε­φέ­λης, καὶ συ­νε­τά­ρα­ξε τὴν πα­ρεμ­βο­λὴν τῶν Αἰ­γυ­πτί­ων· καὶ συ­νέ­δη­σε τοὺς ἄ­ξο­νας τῶν ἁρ­μά­των αὐ­τῶν, καὶ ἤ­γα­γεν αὐ­τοὺς με­τὰ βί­ας. Καὶ εἶ­πον οἱ Αἰ­γύ­πτι­οι· Φύ­γω­μεν ἀ­πὸ προ­σώ­που Ἰσ­ρα­ήλ· ὁ γὰρ Κύ­ρι­ος πο­λε­μεῖ ὑ­πὲρ αὐ­τῶν τοὺς Αἰ­γυ­πτί­ους. Εἶ­πε δὲ Κύ­ρι­ος πρὸς Μω­ϋ­σῆν· Ἔ­κτει­νον τὴν χεῖ­ρά σου ἐ­πὶ τὴν θά­λασ­σαν, καὶ ἀ­πο­κα­τα­στή­τω τὸ ὕ­δωρ, καὶ ἐ­πι­κα­λυ­ψά­τω τοὺς Αἰ­γυ­πτί­ους, ἐ­πί τε τὰ ἅρ­μα­τα, καὶ τοὺς ἀ­να­βά­τας. Ἐ­ξέ­τει­νε δὲ Μω­ϋ­σῆς τὴν χεῖ­ρα ἐ­πὶ τὴν θά­λασ­σαν, καὶ ἀ­πο­κα­τε­στά­θη τὸ ὕ­δωρ πρὸς ἡ­μέ­ραν ἐ­πὶ χώ­ρας· οἱ δὲ Αἰ­γύ­πτι­οι ἔ­φυ­γον ὑ­πὸ τὸ ὕ­δωρ· καὶ ἐ­ξε­τί­να­ξε Κύ­ρι­ος τοὺς Αἰ­γυ­πτί­ους εἰς μέ­σον τῆς θα­λάσ­σης· καὶ ἐ­πα­να­στρε­φὲν τὸ ὕ­δωρ, ἐ­κά­λυ­ψε τὰ ἅρ­μα­τα καὶ τοὺς ἀ­να­βά­τας, καὶ πᾶ­σαν τὴν δύ­να­μιν Φα­ρα­ώ, τοὺς εἰ­σπο­ρευ­ο­μέ­νους ὀ­πί­σω αὐ­τῶν εἰς τὴν θά­λασ­σαν, καὶ οὐ κα­τε­λεί­φθη ἐξ αὐ­τῶν οὐ­δὲ εἷς. Οἱ δὲ υἱ­οὶ Ἰσ­ρα­ὴλ ἐ­πο­ρεύ­θη­σαν δι­ὰ ξη­ρᾶς ἐν μέ­σῳ τῆς θα­λάσ­σης· τὸ δὲ ὕ­δωρ αὐ­τοῖς, τεῖ­χος ἐκ δε­ξι­ῶν, καὶ τεῖ­χος ἐξ εὐ­ω­νύ­μων.

Καὶ ἐῤ­ῥύ­σα­το Κύ­ρι­ος τὸν Ἰσ­ρα­ὴλ ἐν τῇ ἡ­μέ­ρᾳ ἐ­κεί­νῃ ἐκ χει­ρὸς τῶν Αἰ­γυ­πτί­ων· καὶ εἶ­δεν Ἰσ­ρα­ὴλ τοὺς Αἰ­γυ­πτί­ους τε­θνη­κό­τας πα­ρὰ τὸ χεῖ­λος τῆς θα­λάσ­σης. Εἶ­δε δὲ Ἰσ­ρα­ὴλ τὴν χεῖ­ρα τὴν με­γά­λην, ἃ ἐ­ποί­η­σε Κύ­ρι­ος τοῖς Αἰ­γυ­πτί­οις· καὶ ἐ­φο­βή­θη ὁ λα­ὸς τὸν Κύ­ρι­ον, καὶ ἐ­πί­στευ­σαν τῷ Θε­ῷ, καὶ Μω­ϋ­σῇ τῷ θε­ρά­πον­τι αὐ­τοῦ.

Τό­τε ᾖ­σε Μω­ϋ­σῆς, καὶ οἱ υἱ­οὶ Ἰσ­ρα­ὴλ τὴν ᾠ­δὴν ταύ­την τῷ Κυ­ρί­ῳ, καὶ εἶ­πον·

Ἀ­νι­στά­με­νοι δὲ ψάλ­λο­μεν εἰς ἦ­χον β´.

ῼΔΗ ΤΟΥ ΜΩΥΣΕΩΣ

Εἶ­τα ὁ ἀ­να­γνώ­στης λέ­γει τοὺς στί­χους τῆς ᾠ­δῆς, μεθ᾿ ἕ­κα­στον δὲ αὐ­τῶν ψάλ­λο­μεν· Ἐν­δό­ξως γὰρ δε­δό­ξα­σται.

ᾌ­σω­μεν τῷ Κυ­ρί­ῳ, ἐν­δό­ξως γὰρ δε­δό­ξα­σται· ἵπ­πον καὶ ἀ­να­βά­την ἔῤ­ῥι­ψεν εἰς θά­λασ­σαν. (ιε´ 1)

Βο­η­θὸς καὶ σκε­πα­στὴς ἐ­γέ­νε­τό μοι εἰς σω­τη­ρί­αν· οὗ­τός μου Θε­ός, καὶ δο­ξά­σω αὐ­τόν. Θε­ὸς τοῦ πα­τρός μου, καὶ ὑ­ψώ­σω αὐ­τόν.

Κύ­ρι­ος συν­τρί­βων πο­λέ­μους, Κύ­ρι­ος ὄ­νο­μα αὐ­τῷ.

Ἅρ­μα­τα Φα­ρα­ώ, καὶ τὴν δύ­να­μιν αὐ­τοῦ ἔῤ­ῥι­ψεν εἰς θά­λασ­σαν· ἐ­πι­λέ­κτους ἀ­να­βά­τας τρι­στά­τας κα­τε­πόν­τι­σεν ἐν Ἐ­ρυ­θρᾷ θα­λάσ­σῃ.

Πόν­τῳ ἐ­κά­λυ­ψεν αὐ­τούς· κα­τέ­δυ­σαν εἰς βυ­θὸν ὡ­σεὶ λί­θος.

Ἡ δε­ξι­ά σου, Κύ­ρι­ε, δε­δό­ξα­σται ἐν ἰ­σχύ­ϊ· ἡ δε­ξι­ά σου χείρ, Κύ­ρι­ε, ἔ­θραυ­σεν ἐ­χθρούς· καὶ τῷ πλή­θει τῆς δό­ξης σου συ­νέ­τρι­ψας τοὺς ὑ­πε­ναν­τί­ους.

Ἀ­πέ­στει­λας τὴν ὀρ­γήν σου, κα­τέ­φα­γεν αὐ­τοὺς ὡ­σεὶ κα­λά­μην.

Καὶ δι­ὰ πνεύ­μα­τος τοῦ θυ­μοῦ σου δι­έ­στη τὸ ὕ­δωρ· ἐ­πά­γη ὡ­σεὶ τεῖ­χος τὰ ὕ­δα­τα, ἐ­πά­γη τὰ κύ­μα­τα ἐν μέ­σῳ τῆς θα­λάσ­σης.

Εἶ­πεν ὁ ἐ­χθρός· Δι­ώ­ξας, κα­τα­λή­ψο­μαι, με­ρι­ῶ σκῦ­λα, ἐμ­πλή­σω τὴν ψυ­χήν μου, ἀ­νε­λῶ τῇ μα­χαί­ρᾳ μου, κυ­ρι­εύ­σει ἡ χείρ μου.

Ἀ­πέ­στει­λας τὸ πνεῦ­μά σου, ἐ­κά­λυ­ψεν αὐ­τοὺς θά­λασ­σα· ἔ­δυ­σαν ὡ­σεὶ μό­λυ­βδος ἐν ὕ­δα­τι σφο­δρῷ.

Τίς ὅ­μοι­ός σοι ἐν Θε­οῖς, Κύ­ρι­ε; τίς ὅ­μοι­ός σοι; δε­δο­ξα­σμέ­νος ἐν ἁ­γί­οις, θαυ­μα­στὸς ἐν­δό­ξως, ποι­ῶν τέ­ρα­τα.

Ἐ­ξέ­τει­νας τὴν δε­ξι­άν σου, κα­τέ­πι­εν αὐ­τοὺς γῆ.

Ὡ­δή­γη­σας τῇ δι­και­ο­σύ­νῃ σου τὸν λα­όν σου τοῦ­τον, ὃν ἐ­λυ­τρώ­σω· πα­ρε­κά­λε­σας τῇ ἰ­σχύ­ϊ σου εἰς κα­τά­λυ­μα ἅ­γι­όν σου.

Ἤ­κου­σαν ἔ­θνη, καὶ ὠρ­γί­σθη­σαν· ὠ­δῖ­νες ἔ­λα­βον κα­τοι­κοῦν­τας Φι­λι­στι­είμ.

Τό­τε ἔ­σπευ­σαν ἡ­γε­μό­νες Ἐ­δώμ, καὶ ἄρ­χον­τες Μω­α­βι­τῶν· ἔ­λα­βεν αὐ­τοὺς τρό­μος, ἐ­τά­κη­σαν πάν­τες οἱ κα­τοι­κοῦν­τες Χα­να­άν.

Ἐ­πι­πέ­σοι ἐπ᾿ αὐ­τοὺς φό­βος καὶ τρό­μος· με­γέ­θει βρα­χί­ο­νός σου ἀ­πο­λι­θω­θή­τω­σαν, ἕ­ως ἂν πα­ρέλ­θῃ ὁ λα­ός σου, Κύ­ρι­ε, ἕ­ως ἂν πα­ρέλ­θῃ ὁ λα­ός σου οὗ­τος, ὃν ἐ­κτή­σω.

Εἰ­σα­γα­γών, κα­τα­φύ­τευ­σον αὐ­τοὺς εἰς ὄ­ρος κλη­ρο­νο­μί­ας σου, εἰς ἕ­τοι­μον κα­τοι­κη­τή­ρι­όν σου, ὃ κα­τειρ­γά­σω, Κύ­ρι­ε, ἁ­γί­α­σμα, ὃ ἡ­τοί­μα­σαν αἱ χεῖ­ρές σου.

Κύ­ρι­ος βα­σι­λεύ­ων τῶν αἰ­ώ­νων, καὶ ἐπ᾿ αἰ­ῶ­να, καὶ ἔ­τι.

Ὅ­τι εἰ­σῆλ­θεν ἵπ­πος Φα­ρα­ὼ σὺν ἅρ­μα­σι, καὶ ἀ­να­βά­ταις εἰς θά­λασ­σαν, καὶ ἐ­πή­γα­γεν ἐπ᾿ αὐ­τοὺς Κύ­ρι­ος τὸ ὕ­δωρ τῆς θα­λάσ­σης· οἱ δὲ υἱ­οὶ Ἰσ­ρα­ὴλ ἐ­πο­ρεύ­θη­σαν δι­ὰ ξη­ρᾶς ἐν μέ­σῳ τῆς θα­λάσ­σης.

Ζ´. Προ­φη­τεί­ας Σο­φο­νί­ου τὸ Ἀ­νά­γνω­σμα
(γ´ 8-15).

Τά­δε λέ­γει Κύ­ρι­ος· Ὑ­πό­μει­νόν με εἰς ἡ­μέ­ραν ἀ­να­στά­σε­ώς μου εἰς μαρ­τύ­ρι­ον· ὅ­τι τό­τε με­τα­στρέ­ψω ἐ­πὶ λα­οὺς γλῶσ­σαν εἰς γε­νε­ὰν αὐ­τῆς, τοῦ ἐ­πι­κα­λεῖ­σθαι πάν­τας τὸ ὄ­νο­μα Κυ­ρί­ου, τοῦ δου­λεύ­ειν αὐ­τῷ ὑ­πὸ ζυ­γὸν ἕ­να. Ἐκ πε­ρά­των πο­τα­μῶν Αἰ­θι­ο­πί­ας προσ­δέ­ξο­μαι τοὺς ἱ­κε­τεύ­ον­τάς με· υἱ­οὶ τῶν δι­ε­σπαρ­μέ­νων οἴ­σου­σι θυ­σί­ας μοι.

Ἐν τῇ ἡ­μέ­ρᾳ ἐ­κεί­νῃ, οὐ μὴ κα­ται­σχυν­θῇς ἐκ πάν­των τῶν ἐ­πι­τη­δευ­μά­των σου, ὧν ἠ­σέ­βη­σας εἰς ἐ­μέ· ὅ­τι τό­τε πε­ρι­ε­λῶ ἀ­πὸ σοῦ τὰ φαυ­λί­σμα­τα τῆς ὕ­βρε­ώς σου, καὶ οὐ­κέ­τι μὴ προ­σθῇς τοῦ με­γα­λαυ­χῆ­σαι ἐ­πὶ τὸ ὄ­ρος τὸ ἅ­γι­όν μου. Καὶ ὑ­πο­λεί­ψο­μαι ἐν σοὶ λα­ὸν πρᾶ­ον καὶ τα­πει­νόν· καὶ εὐ­λα­βη­θή­σον­ται ἀ­πὸ τοῦ ὀ­νό­μα­τος Κυ­ρί­ου οἱ κα­τά­λοι­ποι τοῦ Ἰσ­ρα­ήλ, καὶ οὐ ποι­ή­σου­σιν ἀ­δι­κί­αν, καὶ οὐ λα­λή­σου­σι μά­ται­α, καὶ οὐ μὴ εὑ­ρε­θῇ ἐν τῷ στό­μα­τι αὐ­τῶν γλῶσ­σα δο­λί­α· δι­ό­τι αὐ­τοὶ νε­μή­σον­ται καὶ κοι­τα­σθή­σον­ται, καὶ οὐκ ἔ­σται ὁ ἐκ­φο­βῶν αὐ­τούς.

Χαῖ­ρε σφό­δρα, θύ­γα­τερ Σι­ών, κή­ρυσ­σε, θύ­γα­τερ Ἱ­ε­ρου­σα­λήμ· εὐ­φραί­νου, καὶ κα­τα­τέρ­που ἐξ ὅ­λης τῆς καρ­δί­ας σου, θύ­γα­τερ Ἱ­ε­ρου­σα­λήμ. Πε­ρι­εῖ­λε Κύ­ρι­ος τὰ ἀ­δι­κή­μα­τά σου· λε­λύ­τρω­ταί σε ἐκ χει­ρὸς ἐ­χθρῶν σου· Βα­σι­λεὺς Ἰσ­ρα­ὴλ Κύ­ρι­ος ἐν μέ­σῳ σου· οὐκ ὄ­ψει κα­κὰ οὐ­κέ­τι.

Η´. Βα­σι­λει­ῶν τρί­της τὸ Ἀ­νά­γνω­σμα
(ιζ´ 8-24).

Ἐ­γέ­νε­το ῥῆ­μα Κυ­ρί­ου πρὸς Ἠ­λι­ού, λέ­γων· Ἀ­νά­στη­θι, καὶ πο­ρεύ­θη­τι εἰς Σα­ρε­φθὰ τῆς Σι­δω­νί­ας, καὶ κα­τοι­κή­σεις ἐ­κεῖ· ἰ­δοὺ ἐν­τέλ­λο­μαι ἐ­κεῖ γυ­ναι­κὶ χή­ρᾳ τοῦ δι­α­τρέ­φειν σε. Καὶ ἀ­νέ­στη, καὶ ἐ­πο­ρεύ­θη εἰς Σα­ρε­φθά, καὶ ἦλ­θεν εἰς τὸν πυ­λῶ­να τῆς πό­λε­ως· καὶ ἰ­δοὺ ἐ­κεῖ γυ­νὴ χή­ρα συ­νέ­λε­γε ξύ­λα. Καὶ ἐ­βό­η­σεν ὀ­πί­σω αὐ­τῆς Ἠ­λι­ού, καὶ εἶ­πεν αὐ­τῇ· Λά­βε δή μοι ὀ­λί­γον ὕ­δωρ εἰς ἄγ­γος, καὶ πί­ο­μαι. Καὶ ἐ­πο­ρεύ­θη λα­βεῖν· καὶ ἐ­βό­η­σεν ὀ­πί­σω αὐ­τῆς Ἠ­λί­ου, καὶ εἶ­πεν αὐ­τῇ· Λή­ψῃ δή μοι καὶ ψω­μὸν ἄρ­του ἐν τῇ χει­ρί σου. Καὶ εἶ­πεν ἡ γυ­νή· Ζῇ Κύ­ρι­ος ὁ Θε­ός σου, εἰ ἔ­στι μοι ἐγ­κρυ­φί­ας, ἀλλ᾿ ἢ ὅ­σον δρὰξ ἀ­λεύ­ρου ἐν τῇ ὑ­δρί­ᾳ, καὶ ὀ­λί­γον ἔ­λαι­ον ἐν τῷ καμ­ψά­κῃ· καὶ ἰ­δοὺ ἐ­γὼ συλ­λέ­ξω δύ­ο ξυ­λά­ρι­α, καὶ εἰ­σε­λεύ­σο­μαι, καὶ ποι­ή­σω αὐ­τὸ ἐ­μαυ­τῇ καὶ τοῖς τέ­κνοις μου, καὶ φα­γό­με­θα, καὶ ἀ­πο­θα­νού­με­θα. Καὶ εἶ­πε πρὸς αὐ­τὴν Ἠ­λι­ού· Θάρ­σει, εἴ­σελ­θε, καὶ ποί­η­σον κα­τὰ τὸ ῥῆ­μά σου· ἀλ­λὰ ποί­η­σόν μοι ἐγ­κρυ­φί­αν μι­κρὸν ἐ­κεῖ­θεν, καὶ ἐ­ξοί­σεις μοι ἐν πρώ­τοις, σαὐ­τῇ δὲ καὶ τοῖς τέ­κνοις σου ποι­ή­σεις ἐπ᾿ ἐ­σχά­των· ὅ­τι τά­δε λέ­γει Κύ­ρι­ος ὁ Θε­ὸς Ἰσ­ρα­ήλ. Ἡ ὑ­δρί­α τοῦ ἀ­λεύ­ρου οὐκ ἐ­κλεί­ψει, καὶ ὁ καμ­ψά­κης τοῦ ἐ­λαί­ου οὐκ ἐ­λατ­το­νή­σει, ἕ­ως ἡ­μέ­ρας τοῦ δοῦ­ναι Κύ­ρι­ον τὸν ὑ­ε­τὸν ἐ­πὶ τῆς γῆς. Καὶ ἐ­πο­ρεύ­θη ἡ γυ­νή, καὶ ἐ­ποί­η­σε κα­τὰ τὸ ῥῆ­μα Ἠ­λι­ού· καὶ ἤ­σθι­εν αὐ­τὴ καὶ αὐ­τός, καὶ τὰ τέ­κνα αὐ­τῆς· καὶ ἀ­πὸ τῆς ἡ­μέ­ρας ἐ­κεί­νης, ἡ ὑ­δρί­α τοῦ ἀ­λεύ­ρου οὐκ ἐ­ξέ­λι­πε, καὶ ὁ καμ­ψά­κης τοῦ ἐ­λαί­ου οὐκ ἠ­λατ­το­νή­θη, κα­τὰ τὸ ῥῆ­μα Κυ­ρί­ου, ὃ ἐ­λά­λη­σεν ἐν χει­ρὶ Ἠ­λι­ού.

Καὶ ἐ­γέ­νε­το με­τὰ ταῦ­τα, καὶ ἠῤ­ῥώ­στη­σεν ὁ υἱ­ὸς τῆς γυ­ναι­κὸς τῆς κυ­ρί­ας τοῦ οἴ­κου· καὶ ἦν ἡ ἀῤ­ῥω­στί­α αὐ­τοῦ κρα­ται­ὰ σφό­δρα, ἕ­ως οὐχ ὑ­πε­λεί­φθη ἐν αὐ­τῷ πνεῦ­μα. Καὶ εἶ­πεν ἡ γυ­νὴ πρὸς Ἠ­λι­ού· Τί ἐ­μοὶ καὶ σοί, ἄν­θρω­πε τοῦ Θε­οῦ; εἰ­σῆλ­θες πρός με τοῦ ἀ­να­μνῆ­σαι τὰς ἀ­δι­κί­ας μου, καὶ θα­να­τῶ­σαι τὸν υἱ­όν μου; Καὶ εἶ­πεν Ἠ­λι­οὺ πρὸς τὴν γυ­ναῖ­κα· Δός μοι τὸν υἱ­όν σου· καὶ ἔ­λα­βεν αὐ­τὸν ἐκ τοῦ κόλ­που αὐ­τῆς, καὶ ἀ­νή­νεγ­κεν αὐ­τὸν εἰς τὸ ὑ­πε­ρῷ­ον, ἐν ᾧ αὐ­τὸς ἐ­κά­θη­το ἐ­κεῖ, καὶ ἐ­κοί­μη­σεν αὐ­τὸν ἐ­πὶ τῆς κλί­νης αὑ­τοῦ. Καὶ ἀ­νε­βό­η­σεν Ἠ­λι­οὺ πρὸς Κύ­ρι­ον, καὶ εἶ­πεν· Οἴ­μοι Κύ­ρι­ε! ὁ μάρ­τυς τῆς χή­ρας, μεθ᾿ ἧς ἐ­γὼ κα­τοι­κῶ μετ᾿ αὐ­τῆς, σὺ ἐ­κά­κω­σας τοῦ θα­να­τῶ­σαι τὸν υἱ­ὸν αὐ­τῆς. Καὶ ἐ­νε­φύ­ση­σε τῷ παι­δα­ρί­ῳ τρίς, καὶ ἐ­πε­κα­λέ­σα­το τὸν Κύ­ρι­ον, καὶ εἶ­πε· Κύ­ρι­ε ὁ Θε­ός μου, ἐ­πι­στρα­φή­τω δὴ ἡ ψυ­χὴ τοῦ παι­δα­ρί­ου τού­του εἰς αὐ­τό. Καὶ ἐ­γέ­νε­το οὕ­τω. Καὶ ἀ­νε­βό­η­σε τὸ παι­δά­ρι­ον· καὶ κα­τή­γα­γεν αὐ­τὸ ἀ­πὸ τοῦ ὑ­πε­ρῴ­ου εἰς τὸν οἶ­κον, καὶ ἔ­δω­κεν αὐ­τὸ τῇ μη­τρὶ αὐ­τοῦ· Καὶ εἶ­πεν Ἠ­λι­ού· Βλέ­πε, ζῇ ὁ υἱ­ός σου. Καὶ εἶ­πεν ἡ γυ­νὴ πρὸς Ἠ­λι­ού· Ἰ­δοὺ ἔ­γνω­κα, ὅ­τι ἄν­θρω­πος τοῦ Θε­οῦ εἶ σύ, καὶ ῥῆ­μα Κυ­ρί­ου ἐν τῷ στό­μα­τί σου ἀ­λη­θι­νόν.

Θ´. Προ­φη­τεί­ας Ἡ­σα­ΐ­ου τὸ Ἀ­νά­γνω­σμα
(ξα´ 10 - ξβ´ 5).

Ἀ­γαλ­λι­ά­σθω ἡ ψυ­χή μου ἐ­πὶ τῷ Κυ­ρί­ῳ· ἐ­νέ­δυ­σε γάρ με ἱ­μά­τι­ον σω­τη­ρί­ου, καὶ χι­τῶ­να εὐ­φρο­σύ­νης πε­ρι­έ­βα­λέ με· ὡς νυμ­φί­ῳ πε­ρι­έ­θη­κέ μοι μί­τραν, καὶ ὡς νύμ­φην κα­τε­κό­σμη­σέ με κό­σμῳ· καὶ ὡς γῆν αὔ­ξου­σαν τὸ ἄν­θος αὐ­τῆς, καὶ ὡς κῆ­πος τὰ σπέρ­μα­τα αὐ­τοῦ ἐκ­βλα­στά­νει, οὕ­τως ἀ­να­τε­λεῖ Κύ­ρι­ος δι­και­ο­σύ­νην, καὶ ἀ­γαλ­λί­α­μα ἐ­ναν­τί­ον πάν­των τῶν ἐ­θνῶν.

Δι­ὰ Σι­ὼν οὐ σι­ω­πή­σο­μαι, καὶ δι­ὰ Ἱ­ε­ρου­σα­λὴμ οὐκ ἀ­νή­σω, ἕ­ως ἂν ἐ­ξέλ­θῃ ὡς φῶς ἡ δι­και­ο­σύ­νη μου, τὸ δὲ σω­τή­ρι­όν μου ὡς λαμ­πὰς καυ­θή­σε­ται. Καὶ ὄ­ψον­ται ἔ­θνη τὴν δι­και­ο­σύ­νην σου, καὶ πάν­τες οἱ βα­σι­λεῖς τὴν δό­ξαν σου· καὶ κα­λέ­σει σε τὸ ὄ­νο­μά σου τὸ και­νόν, ὃ ὁ Κύ­ρι­ος ὀ­νο­μά­σει αὐ­τό· καὶ ἔ­σῃ στέ­φα­νος κάλ­λους ἐν χει­ρὶ Κυ­ρί­ου, καὶ δι­ά­δη­μα βα­σι­λεί­ας ἐν χει­ρὶ Θε­οῦ σου. Καὶ οὐ­κέ­τι κλη­θή­σῃ, Κα­τα­λε­λειμ­μέ­νη, καὶ ἡ γῆ σου οὐ κλη­θή­σε­ται ἔ­τι, Ἔ­ρη­μος· σοὶ γὰρ κλη­θή­σε­ται, Θέ­λη­μα ἐ­μόν, καὶ τῇ γῇ σου, Οἰ­κου­μέ­νη· ὅ­τι εὐ­δο­κή­σει Κύ­ρι­ος ἐν σοί, καὶ ἡ γῆ σου συ­νοι­κι­σθή­σε­ται. Καὶ ὡς συ­νοι­κῶν νε­α­νί­σκος παρ­θέ­νῳ, οὕ­τω κα­τοι­κή­σου­σιν οἱ υἱ­οί σου με­τὰ σοῦ· καὶ ἔ­σται, ὃν τρό­πον εὐ­φραν­θή­σε­ται νυμ­φί­ος ἐ­πὶ νύμ­φῃ, οὕ­τως εὐ­φραν­θή­σε­ται Κύ­ρι­ος ἐ­πὶ σοί.

Ι´. Γε­νέ­σε­ως τὸ Ἀ­νά­γνω­σμα (κβ´ 1-18).

Ἐ­γέ­νε­το με­τὰ τὰ ῥή­μα­τα ταῦ­τα, ὁ Θε­ὸς ἐ­πεί­ρα­ζε τὸν Ἀ­βρα­άμ, καὶ εἶ­πεν αὐ­τῷ· Ἀ­βρα­ὰμ Ἀ­βρα­άμ· καὶ εἶ­πεν· Ἰ­δοὺ ἐ­γώ. Καὶ εἶ­πε· Λά­βε τὸν υἱ­όν σου τὸν ἀ­γα­πη­τόν, ὃν ἠ­γά­πη­σας, τὸν Ἰ­σα­άκ, καὶ πο­ρεύ­θη­τι εἰς τὴν γῆν τὴν ὑ­ψη­λήν, καὶ ἀ­νέ­νεγ­κε αὐ­τὸν ἐ­κεῖ εἰς ὁ­λο­κάρ­πω­σιν, ἐ­πὶ ἓν τῶν ὀ­ρέ­ων, ὧν ἄν σοι εἴ­πω.

Ἀ­να­στὰς δὲ Ἀ­βρα­ὰμ τὸ πρω­ΐ, ἐ­πέ­σα­ξε τὴν ὄ­νον αὐ­τοῦ· πα­ρέ­λα­βε δὲ μεθ᾿ ἑ­αυ­τοῦ δύ­ο παῖ­δας, καὶ Ἰ­σα­ὰκ τὸν υἱ­ὸν αὑ­τοῦ· καὶ σχί­σας ξύ­λα εἰς ὁ­λο­κάρ­πω­σιν, ἀ­να­στὰς ἐ­πο­ρεύ­θη· καὶ ἦλ­θεν ἐ­πὶ τὸν τό­πον, ὃν εἶ­πεν αὐ­τῷ ὁ Θε­ός, τῇ ἡ­μέ­ρᾳ τῇ τρί­τῃ. Καὶ ἀ­να­βλέ­ψας Ἀ­βρα­ὰμ τοῖς ὀ­φθαλ­μοῖς αὐ­τοῦ, εἶ­δε τὸν τό­πον μα­κρό­θεν· καὶ εἶ­πεν Ἀ­βρα­ὰμ τοῖς παι­σὶν αὑ­τοῦ· Κα­θί­σα­τε αὐ­τοῦ με­τὰ τῆς ὄ­νου· ἐ­γὼ δὲ καὶ τὸ παι­δά­ρι­ον, δι­ε­λευ­σό­με­θα ἕ­ως ὧ­δε· καὶ προ­σκυ­νή­σαν­τες, ἀ­να­στρέ­ψο­μεν πρὸς ὑ­μᾶς.

Ἔ­λα­βε δὲ Ἀ­βρα­ὰμ τὰ ξύ­λα τῆς ὁ­λο­καρ­πώ­σε­ως, καὶ ἐ­πέ­θη­κεν Ἰ­σα­ὰκ τῷ υἱ­ῷ αὑ­τοῦ· ἔ­λα­βε δὲ με­τὰ χεῖ­ρας τὸ πῦρ, καὶ τὴν μά­χαι­ραν· καὶ ἐ­πο­ρεύ­θη­σαν οἱ δύ­ο ἅ­μα. Εἶ­πε δὲ Ἰ­σα­ὰκ πρὸς Ἀ­βρα­ὰμ τὸν πα­τέ­ρα αὑ­τοῦ. Πά­τερ· Ὁ δὲ εἶ­πε· Τί ἐ­στι τέ­κνον; Εἶ­πε δέ· Ἰ­δοὺ τὸ πῦρ καὶ τὰ ξύ­λα, ποῦ ἐ­στι τὸ πρό­βα­τον τὸ εἰς ὁ­λο­κάρ­πω­σιν; Εἶ­πε δὲ Ἀ­βρα­άμ· Ὁ Θε­ὸς ὄ­ψε­ται ἑ­αυ­τῷ πρό­βα­τον εἰς ὁ­λο­κάρ­πω­σιν, τέ­κνον.

Πο­ρευ­θέν­τες δὲ ἀμ­φό­τε­ροι ἅ­μα, ἦλ­θον ἐ­πὶ τὸν τό­πον, ὃν εἶ­πεν αὐ­τῷ ὁ Θε­ός· καὶ ᾠ­κο­δό­μη­σεν ἐ­κεῖ Ἀ­βρα­ὰμ θυ­σι­α­στή­ρι­ον, καὶ ἐ­πέ­θη­κε τὰ ξύ­λα· καὶ συμ­πο­δί­σας Ἰ­σα­ὰκ τὸν υἱ­ὸν αὑ­τοῦ, ἐ­πέ­θη­κεν αὐ­τὸν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­ον ἐ­πά­νω τῶν ξύ­λων· καὶ ἐ­ξέ­τει­νεν Ἀ­βρα­ὰμ τὴν χεῖ­ρα αὑ­τοῦ λα­βεῖν τὴν μά­χαι­ραν, σφά­ξαι τὸν υἱ­ὸν αὑ­τοῦ.

Καὶ ἐ­κά­λε­σε αὐ­τὸν Ἄγ­γε­λος Κυ­ρί­ου ἐκ τοῦ οὐ­ρα­νοῦ, καὶ εἶ­πεν αὐ­τῷ· Ἀ­βρα­άμ, Ἀ­βρα­άμ. Ὁ δὲ εἶ­πεν· Ἰ­δοὺ ἐ­γώ· καὶ εἶ­πε· Μὴ ἐ­πι­βά­λῃς τὴν χεῖ­ρά σου ἐ­πὶ τὸ παι­δά­ρι­ον, μη­δὲ ποι­ή­σῃς αὐ­τῷ μη­δέν· νῦν γὰρ ἔ­γνων, ὅ­τι φο­βῇ σὺ τὸν Θε­όν, καὶ οὐκ ἐ­φεί­σω τοῦ υἱ­οῦ σου τοῦ ἀ­γα­πη­τοῦ δι᾿ ἐ­μέ. Καὶ ἀ­να­βλέ­ψας Ἀ­βρα­ὰμ τοῖς ὀ­φθαλ­μοῖς αὑ­τοῦ, εἶ­δε· καὶ ἰ­δού, κρι­ὸς εἷς κα­τε­χό­με­νος ἐν φυ­τῷ Σα­βὲκ τῶν κε­ρά­των· καὶ ἐ­πο­ρεύ­θη Ἀ­βρα­άμ, καὶ ἔ­λα­βε τὸν κρι­όν, καὶ ἀ­νή­νεγ­κεν αὐ­τὸν εἰς ὁ­λο­κάρ­πω­σιν, ἀν­τὶ Ἰ­σα­ὰκ τοῦ υἱ­οῦ αὑ­τοῦ. Καὶ ἐ­κά­λε­σεν Ἀ­βρα­ὰμ τὸ ὄ­νο­μα τοῦ τό­που ἐ­κεί­νου, Κύ­ρι­ος εἶ­δεν, ἵ­να εἴ­πω­σι σή­με­ρον· Ἐν τῷ ὄ­ρει Κύ­ρι­ος ὤ­φθη.

Καὶ ἐ­κά­λε­σεν Ἄγ­γε­λος Κυ­ρί­ου τὸν Ἀ­βρα­ὰμ δεύ­τε­ρον ἐκ τοῦ οὐ­ρα­νοῦ, λέ­γων· Κατ᾿ ἐ­μαυ­τοῦ ὤ­μο­σα, λέ­γει Κύ­ρι­ος· οὗ ἕ­νε­κεν ἐ­ποί­η­σας τὸ ῥῆ­μα τοῦ­το, καὶ οὐκ ἐ­φεί­σω τοῦ υἱ­οῦ σου τοῦ ἀ­γα­πη­τοῦ δι᾿ ἐ­μέ, ἦ μὴν εὐ­λο­γῶν εὐ­λο­γή­σω σε, καὶ πλη­θύ­νων πλη­θυ­νῶ τὸ σπέρ­μα σου, ὡς τοὺς ἀ­στέ­ρας τοῦ οὐ­ρα­νοῦ, καὶ ὡς τὴν ἄμ­μον, τὴν πα­ρὰ τὸ χεῖ­λος τῆς θα­λάσ­σης· καὶ κλη­ρο­νο­μή­σει τὸ σπέρ­μα σου τὰς πό­λεις τῶν ὑ­πε­ναν­τί­ων· καὶ ἐ­νευ­λο­γη­θή­σον­ται ἐν τῷ σπέρ­μα­τί σου πάν­τα τὰ ἔ­θνη τῆς γῆς, ἀνθ᾿ ὧν ὑ­πή­κου­σας τῆς ἐ­μῆς φω­νῆς.

ΙΑ´. Προ­φη­τεί­ας Ἡ­σα­ΐ­ου τὸ Ἀ­νά­γνω­σμα
(ξα´ 1-10).

Πνεῦ­μα Κυ­ρί­ου ἐπ᾿ ἐ­μέ, οὗ ἕ­νε­κεν ἔ­χρι­σέ με· εὐ­αγ­γε­λί­σα­σθαι πτω­χοῖς ἀ­πέ­σταλ­κέ με, ἰ­ά­σα­σθαι τοὺς συν­τε­τριμ­μέ­νους τὴν καρ­δί­αν, κη­ρύ­ξαι αἰχ­μα­λώ­τοις ἄ­φε­σιν, καὶ τυ­φλοῖς ἀ­νά­βλε­ψιν, κα­λέ­σαι ἐ­νι­αυ­τὸν Κυ­ρί­ου δε­κτὸν καὶ ἡ­μέ­ραν ἀν­τα­πο­δό­σε­ως, πα­ρα­κα­λέ­σαι πάν­τας τοὺς πεν­θοῦν­τας, δο­θῆ­ναι τοῖς πεν­θοῦ­σι Σι­ὼν δό­ξαν ἀν­τὶ σπο­δοῦ, ἄ­λειμ­μα εὐ­φρο­σύ­νης τοῖς πεν­θοῦ­σι, κα­τα­στο­λὴν δό­ξης, ἀν­τὶ πνεύ­μα­τος ἀ­κη­δί­ας· καὶ κλη­θή­σον­ται γε­νε­αὶ δι­και­ο­σύ­νης, φύ­τευ­μα Κυ­ρί­ου εἰς δό­ξαν· καὶ οἰ­κο­δο­μή­σου­σιν ἐ­ρή­μους αἰ­ω­νί­ους, ἐ­ξη­ρη­μω­μέ­νας πρό­τε­ρον ἐ­ξα­να­στή­σου­σι, καὶ και­νι­οῦ­σι πό­λεις ἐ­ρή­μους ἐ­ξη­ρη­μω­μέ­νας εἰς γε­νε­άς. Καὶ ἥ­ξου­σιν ἀλ­λο­γε­νεῖς, ποι­μαί­νον­τες τὰ πρό­βα­τά σου, καὶ ἀλ­λό­φυ­λοι ἀ­ρο­τῆ­ρες, καὶ ἀμ­πε­λουρ­γοί. Ὑ­μεῖς δὲ Ἱ­ε­ρεῖς Κυ­ρί­ου κλη­θή­σε­σθε, λει­τουρ­γοὶ Θε­οῦ· ἰ­σχὺν ἐ­θνῶν κα­τέ­δε­σθε, καὶ ἐν τῷ πλού­τῳ αὐ­τῶν θαυ­μα­σθή­σε­σθε. Οὕ­τως ἐκ δευ­τέ­ρας κλη­ρο­νο­μή­σου­σι τὴν γῆν, καὶ εὐ­φρο­σύ­νη αἰ­ώ­νι­ος ὑ­πὲρ κε­φα­λῆς αὐ­τῶν. Ἐ­γὼ γάρ εἰ­μι Κύ­ρι­ος, ὁ ἀ­γα­πῶν δι­και­ο­σύ­νην, καὶ μι­σῶν ἅρ­παγ­μα ἐξ ἀ­δι­κί­ας· καὶ δώ­σω τὸν μό­χθον αὐ­τῶν δι­καί­οις, καὶ δι­α­θή­κην αἰ­ώ­νι­ον δι­α­θή­σο­μαι αὐ­τοῖς. Καὶ γνω­σθή­σε­ται ἐν τοῖς ἔ­θνε­σι τὸ σπέρ­μα αὐ­τῶν, καὶ τὰ ἔκ­γο­να αὐ­τῶν ἐν μέ­σῳ τῶν λα­ῶν· πᾶς ὁ ὁ­ρῶν αὐ­τούς, ἐ­πι­γνώ­σε­ται αὐ­τούς, ὅ­τι οὗ­τοί εἰ­σι σπέρ­μα εὐ­λο­γη­μέ­νον ὑ­πὸ Θε­οῦ, καὶ εὐ­φρο­σύ­νῃ εὐ­φραν­θή­σον­ται ἐ­πὶ Κύ­ρι­ον.

ΙΒ´. Βα­σι­λει­ῶν τε­τάρ­της τὸ Ἀ­νά­γνω­σμα
(δ´ 8-37).

Ἐ­γέ­νε­το ἡ­μέ­ρα, καὶ δι­έ­βη Ἐ­λισ­σαι­ὲ εἰς Σω­μάν· καὶ ἐ­κεῖ γυ­νὴ με­γά­λη, καὶ ἐ­κρά­τη­σεν αὐ­τὸν φα­γεῖν ἄρ­τον· καὶ ἐ­γέ­νε­το ἀφ᾿ ἱ­κα­νοῦ τοῦ εἰ­σπο­ρεύ­ε­σθαι αὐ­τόν, ἐ­ξέ­κλι­νε τοῦ ἐ­κεῖ φα­γεῖν ἄρ­τον. Καὶ εἶ­πεν ἡ γυ­νὴ πρὸς τὸν ἄν­δρα αὑ­τῆς· Ἰ­δοὺ δὴ ἔ­γνων, ὅ­τι ἄν­θρω­πος τοῦ Θε­οῦ ἅ­γι­ος οὗ­τος δι­α­πο­ρεύ­ε­ται ἐφ᾿ ἡ­μᾶς δι­ὰ παν­τός· ποι­ή­σω­μεν δὴ αὐ­τῷ ὑ­πε­ρῷ­ον, τό­πον μι­κρόν, καὶ θῶ­μεν αὐ­τῷ ἐ­κεῖ κλί­νην, καὶ τρά­πε­ζαν, καὶ δί­φρον, καὶ λυ­χνί­αν· καί ἔ­σται ἐν τῷ εἰ­σπο­ρεύ­ε­σθαι αὐ­τὸν πρὸς ἡ­μᾶς, καὶ ἐκ­κλι­νεῖ ἐ­κεῖ.

Καὶ ἐ­γέ­νε­το ἡ­μέ­ρα, καὶ εἰ­σῆλ­θεν ἐ­κεῖ, καὶ ἐ­ξέ­κλι­νεν εἰς τὸ ὑ­πε­ρῷ­ον, καὶ ἐ­κοι­μή­θη ἐ­κεῖ. Καὶ εἶ­πε πρὸς Γι­ε­ζὶ τὸ παι­δά­ρι­ον αὐ­τοῦ· Κά­λε­σόν μοι τὴν Σω­μα­νῖ­τιν ταύ­την. Καὶ ἐ­κά­λε­σεν αὐ­τήν· καὶ ἔ­στη ἐ­νώ­πι­ον αὐ­τοῦ, καὶ εἶ­πεν αὐ­τῷ· Εἰ­πὸν δὴ πρὸς αὐ­τήν· Ἰ­δοὺ ἐ­ξέ­στη­σας ἡ­μῖν πᾶ­σαν τὴν ἔκ­στα­σιν ταύ­την· τί δεῖ ποι­ῆ­σαί σοι; εἰ ἔ­στι λό­γος σοι πρὸς τὸν Βα­σι­λέ­α ἢ πρὸς τοὺς ἄρ­χον­τας τῆς δυ­νά­με­ως; Ἡ δὲ εἶ­πεν· Ἐν μέ­σῳ τοῦ λα­οῦ μου ἐ­γώ εἰ­μι οἴ­κῳ ἡ­συ­χά­ζου­σα. Καὶ εἶ­πε πρὸς Γι­ε­ζί· Τί δεῖ ποι­ῆ­σαι αὐ­τῇ; καὶ εἶ­πε Γι­ε­ζὶ τὸ παι­δά­ρι­ον αὐ­τοῦ· Καὶ μά­λα υἱ­ὸς οὐκ ἔ­στιν αὐ­τῇ, καὶ ὁ ἀ­νὴρ αὐ­τῆς πρε­σβύ­της. Καὶ εἶ­πε· Κά­λε­σον αὐ­τήν· καὶ ἐ­κά­λε­σεν αὐ­τήν, καὶ ἔ­στη πα­ρὰ τὴν θύ­ραν. Καὶ εἶ­πεν Ἐ­λισ­σαι­ὲ πρὸς αὐ­τήν· Εἰς τὸν και­ρὸν τοῦ­τον, ὥ­ρα αὐ­τὴ ὡς ἡ ζῶ­σα καὶ σύ, πε­ρι­ει­λη­φυῖ­α υἱ­όν. Ἡ δὲ εἶ­πε· Μή κύ­ρι­ε, ἄν­θρω­πε τοῦ Θε­οῦ, μὴ δι­α­ψεύ­σῃ τὴν δού­λην σου. Καὶ ἐν γα­στρὶ ἔ­λα­βεν ἡ γυ­νή, καὶ ἔ­τε­κεν υἱ­ὸν εἰς τὸν και­ρὸν τοῦ­τον, ὡς ἡ ὥ­ρα ζῶ­σα, ὡς ἐ­λά­λη­σε πρὸς αὐ­τὴν Ἐ­λισ­σαι­έ.

Καὶ ἠν­δρύν­θη τὸ παι­δά­ρι­ον· καὶ ἐ­γέ­νε­το ἡ­νί­κα ἐ­ξῆλ­θε τὸ παι­δά­ρι­ον πρὸς τὸν πα­τέ­ρα αὐ­τοῦ, πρὸς τοὺς θε­ρί­ζον­τας, καὶ εἶ­πε πρὸς τὸν πα­τέ­ρα αὐ­τοῦ· Τὴν κε­φα­λήν μου, τὴν κε­φα­λήν μου. Καὶ εἶ­πε τῷ παι­δα­ρί­ῳ· Ἆ­ρον αὐ­τὸν πρὸς τὴν μη­τέ­ρα αὑ­τοῦ. Καὶ ἦ­ραν αὐ­τὸν πρὸς τὴν μη­τέ­ρα αὑ­τοῦ· καὶ ἐ­κοι­μή­θη ἐ­πὶ τῶν γο­νά­των αὐ­τῆς ἕ­ως με­σημ­βρί­ας, καὶ ἀ­πέ­θα­νε. Καὶ ἀ­νή­νεγ­κεν αὐ­τόν, καὶ ἐ­κοί­μη­σεν αὐ­τὸν ἐ­πὶ τὴν κλί­νην τοῦ ἀν­θρώ­που τοῦ Θε­οῦ, καὶ ἀ­πέ­κλει­σε κατ᾿ αὐ­τοῦ, καὶ ἐ­ξῆλ­θε. Καὶ ἐ­κά­λε­σε τὸν ἄν­δρα αὑ­τῆς, καὶ εἶ­πεν· Ἀ­πό­στει­λον δή μοι ἓν τῶν παι­δα­ρί­ων, καὶ μί­αν τῶν ὄ­νων, καὶ δρα­μοῦ­μαι ἕ­ως τοῦ ἀν­θρώ­που τοῦ Θε­οῦ, καὶ ἐ­πι­στρέ­ψω. Καὶ εἶ­πε· Τί ὅ­τι σὺ πο­ρεύ­ῃ πρὸς αὐ­τὸν σή­με­ρον· οὐ νε­ο­μη­νί­α, οὐ­δὲ Σάβ­βα­τον. Ἡ δὲ εἶ­πεν· Εἰ­ρή­νη. Καὶ ἐ­πέ­σα­ξε τὴν ὄ­νον, καὶ εἶ­πε πρὸς τὸ παι­δά­ρι­ον αὐ­τῆς· Ἄ­γε, καὶ πο­ρεύ­ου· μὴ ἐ­πί­σχῃς μοι τοῦ ἐ­πι­βῆ­ναι, ὅ­τι ἐ­ὰν εἴ­πω σοι· δεῦ­ρο, καὶ πο­ρεύ­σῃ, καὶ ἐ­λεύ­σῃ πρὸς τὸν ἄν­θρω­πον τοῦ Θε­οῦ εἰς ὄ­ρος τὸ Καρ­μή­λι­ον. Καὶ ἐ­πο­ρεύ­θη, καὶ ἦλ­θεν ἕ­ως τοῦ ἀν­θρώ­που τοῦ Θε­οῦ εἰς τὸ ὄ­ρος τὸ Καρ­μή­λι­ον.

Καὶ ἐ­γέ­νε­το, ὡς εἶ­δεν Ἐ­λισ­σαι­ὲ ἐρ­χο­μέ­νην αὐ­τήν, καὶ εἶ­πε πρὸς Γι­ε­ζί, τὸ παι­δά­ρι­ον αὑ­τοῦ· Ἴ­δε ἡ Σω­μα­νῖ­τις ἐ­κεί­νη· νῦν δρά­με εἰς ὑ­πάν­τη­σιν αὐ­τῆς, καὶ ἐ­ρεῖς αὐ­τῇ· Εἰ­ρή­νη σοι· εἰ­ρή­νη τῷ ἀν­δρί σου· εἰ­ρή­νη τῷ παι­δα­ρί­ῳ. Ἡ δὲ εἶ­πεν· Εἰ­ρή­νη. Καὶ ἦλ­θε πρὸς τὸν Ἐ­λισ­σαι­ὲ εἰς τὸ ὄ­ρος, καὶ ἐ­πε­λά­βε­το τῶν πο­δῶν αὐ­τοῦ· καὶ ἤγ­γι­σε Γι­ε­ζὶ ἀ­πώ­σα­σθαι αὐ­τήν. Καὶ εἶ­πεν Ἐ­λισ­σαι­έ· Ἄ­φες αὐ­τήν, ὅ­τι ἡ ψυ­χὴ αὐ­τῆς κα­τώ­δυ­νος αὐ­τῇ, καὶ Κύ­ρι­ος ἀ­πέ­κρυ­ψεν ἀπ᾿ ἐ­μοῦ, καὶ οὐκ ἀ­νήγ­γει­λέ μοι. Ἡ δὲ εἶ­πε· Μὴ ᾐ­τη­σά­μην υἱ­ὸν πα­ρὰ τοῦ Κυ­ρί­ου μου, ὅ­τι οὐκ εἶ­πον, οὐ πλα­νή­σεις μετ᾿ ἐ­μοῦ;

Καὶ εἶ­πεν Ἐ­λισ­σαι­ὲ τῷ Γι­ε­ζί· Ζῶ­σαι τὴν ὀ­σφύν σου, καὶ λά­βε τὴν βα­κτη­ρί­αν μου ἐν τῇ χει­ρί σου, καὶ δεῦ­ρο· ὅ­τι ἐ­ὰν εὕ­ρῃς ἄν­δρα, οὐκ εὐ­λο­γή­σεις αὐ­τόν· καὶ ἐ­ὰν εὐ­λο­γή­σῃ σε ἀ­νήρ, οὐκ ἀ­πο­κρι­θή­σῃ αὐ­τῷ· καὶ ἐ­πι­θή­σεις τὴν βα­κτη­ρί­αν μου ἐ­πὶ πρό­σω­πον τοῦ παι­δα­ρί­ου· Καὶ εἶ­πεν ἡ μή­τηρ τοῦ παι­δα­ρί­ου· Ζῇ Κύ­ρι­ος, καὶ ζῇ ἡ ψυ­χή σου, εἰ ἐγ­κα­τα­λεί­ψω σε. Καὶ ἀ­νέ­στη Ἐ­λισ­σαι­έ, καὶ ἐ­πο­ρεύ­θη ὀ­πί­σω αὐ­τῆς. Καὶ Γι­ε­ζί δι­ῆλ­θεν ἔμ­προ­σθεν αὐ­τῆς, καὶ ἐ­πέ­θη­κε τὴν βα­κτη­ρί­αν εἰς τὸ πρό­σω­πον τοῦ παι­δα­ρί­ου, καὶ οὐκ ἦν φω­νή, καὶ οὐκ ἦν ἀ­κρό­α­σις· καὶ ὑ­πέ­στρε­ψεν εἰς ἀ­πάν­τη­σιν αὐ­τοῦ, καὶ ἀ­πήγ­γει­λεν αὐ­τῷ λέ­γων· Οὐκ ἠ­γέρ­θη τὸ παι­δά­ρι­ον.

Καὶ εἰ­σῆλ­θεν Ἐ­λισ­σαι­ὲ εἰς τὸν οἶ­κον· καὶ ἰ­δοὺ τὸ παι­δά­ρι­ον τε­θνη­κός, κε­κοι­μη­μέ­νον ἐ­πὶ τὴν κλί­νην αὐ­τοῦ. Καὶ εἰ­σῆλ­θεν Ἐ­λισ­σαι­ὲ εἰς τὸν οἶ­κον, καὶ ἀ­πέ­κλει­σε τὴν θύ­ραν κα­τὰ τῶν δύ­ο αὑ­τῶν, καὶ προ­σηύ­ξα­το πρὸς Κύ­ρι­ον· καὶ ἀ­νέ­βη, καὶ ἐ­κοι­μή­θη ἐ­πὶ τὸ παι­δά­ρι­ον, καὶ ἔ­θη­κε τὸ στό­μα αὑ­τοῦ ἐ­πὶ τὸ στό­μα αὐ­τοῦ, καὶ τοὺς ὀ­φθαλ­μοὺς αὑ­τοῦ ἐ­πὶ τοὺς ὀ­φθαλ­μοὺς αὐ­τοῦ, καὶ τὰς χεῖ­ρας αὑ­τοῦ ἐ­πὶ τὰς χεῖ­ρας αὐ­τοῦ, καὶ ἐ­νε­φύ­ση­σεν αὐ­τό, καὶ δι­έ­καμ­ψεν ἐπ᾿ αὐ­τόν, καὶ δι­ε­θερ­μάν­θη ἡ σὰρξ τοῦ παι­δα­ρί­ου. Καὶ ἐ­πέ­στρε­ψε, καὶ ἐ­πο­ρεύ­θη ἐν τῇ οἰ­κί­ᾳ ἔν­θεν, καὶ ἔν­θεν· καὶ ἀ­νέ­βη, καὶ συ­νε­κά­λυ­ψεν ἐ­πὶ τὸ παι­δά­ρι­ον ἕ­ως ἑ­πτά­κις· καὶ ἤ­νοι­ξε τὸ παι­δά­ρι­ον τοὺς ὀ­φθαλ­μοὺς αὑ­τοῦ.

Καὶ ἐ­ξε­βό­η­σεν Ἐ­λισ­σαι­ὲ πρὸς Γι­ε­ζί, καὶ εἶ­πε· Κά­λε­σόν μοι τὴν Σω­μα­νῖ­τιν ταύ­την· καὶ ἐ­κά­λε­σεν αὐ­τήν, καὶ εἰ­σῆλ­θε πρὸς αὐ­τόν. Καὶ εἶ­πεν Ἐ­λισ­σαι­έ· Λά­βε τὸν υἱ­όν σου. Καὶ εἰ­σῆλ­θεν ἡ γυ­νή, καὶ ἔ­πε­σε πα­ρὰ τοὺς πό­δας αὐ­τοῦ, καὶ προ­σε­κύ­νη­σεν ἐ­πὶ τὴν γῆν· καὶ ἔ­λα­βε τὸν υἱ­ὸν αὐ­τῆς, καὶ ἐ­ξῆλ­θεν.

ΙΓ´. Προ­φη­τεί­ας Ἡ­σα­ΐ­ου τὸ Ἀ­νά­γνω­σμα
(ξγ´ 11 - ξδ´ 5).

Τά­δε λέ­γει Κύ­ρι­ος· Ποῦ ὁ ἀ­να­βι­βά­σας ἐκ τῆς γῆς τὸν ποι­μέ­να τῶν προ­βά­των; ποῦ ἐ­στιν ὁ θεὶς ἐν αὐ­τοῖς τὸ Πνεῦ­μα τὸ ἅ­γι­ον; Ὁ ἀ­γα­γὼν τῇ δε­ξι­ᾷ Μω­ϋ­σῆν, ὁ βρα­χί­ων τῆς δό­ξης αὐ­τοῦ; κα­τί­σχυ­σεν ὕ­δωρ ἀ­πὸ προ­σώ­που αὐ­τοῦ, ποι­ῆ­σαι αὐ­τῷ ὄ­νο­μα αἰ­ώ­νι­ον. Ἤ­γα­γεν αὐ­τοὺς δι­ὰ τῆς ἀ­βύσ­σου, ὡς ἵπ­πον δι᾿ ἐ­ρή­μου, καὶ οὐκ ἐ­κο­πί­α­σαν, καὶ ὡς κτή­νη δι­ὰ πε­δί­ου· κα­τέ­βη πνεῦ­μα πα­ρὰ Κυ­ρί­ου, καὶ ὡ­δή­γη­σεν αὐ­τούς· οὕ­τως ἤ­γα­γες τὸν λα­όν σου, τοῦ ποι­ῆ­σαι σε­αυ­τῷ ὄ­νο­μα δό­ξης.

Ἐ­πί­στρε­ψον ἐκ τοῦ οὐ­ρα­νοῦ, καὶ ἴ­δε ἐκ τοῦ οἴ­κου τοῦ ἁ­γί­ου σου, καὶ δό­ξης σου· ποῦ ἐ­στιν ὁ ζῆ­λός σου, καὶ ἡ ἰ­σχύς σου; ποῦ ἐ­στι τὸ πλῆ­θος τοῦ ἐ­λέ­ους σου καὶ τῶν οἰ­κτιρ­μῶν σου, ὅ­τι ἠ­νέ­σχου ἡ­μῶν; Σὺ γὰρ εἶ πα­τὴρ ἡ­μῶν, ὅ­τι Ἁ­βρα­ὰμ οὐκ ἔ­γνω ἡ­μᾶς, καὶ Ἰσ­ρα­ὴλ οὐκ ἐ­πέ­γνω ἡ­μᾶς, ἀλ­λὰ σύ, Κύ­ρι­ε πα­τὴρ ἡ­μῶν, ῥῦ­σαι ἡ­μᾶς.

Ἀπ᾿ ἀρ­χῆς τὸ ὄ­νο­μά σου ἐφ᾿ ἡ­μᾶς ἐ­στι. Τί ἐ­πλά­νη­σας ἡ­μᾶς, Κύ­ρι­ε, ἀ­πὸ τῆς ὁ­δοῦ σου; ἐ­σκλή­ρυ­νας τὰς καρ­δί­ας ἡ­μῶν τοῦ μὴ φο­βεῖ­σθαί σε; ἐ­πί­στρε­ψον δι­ὰ τοὺς δού­λους σου, δι­ὰ τὰς φυ­λὰς τῆς κλη­ρο­νο­μί­ας σου, ἵ­να μι­κρὸν κλη­ρο­νο­μή­σω­μεν τοῦ ὄ­ρους τοῦ ἁ­γί­ου σου· οἱ ὑ­πε­ναν­τί­οι ἡ­μῶν κα­τε­πά­τη­σαν τὸ ἁ­γί­α­σμά σου· ἐ­γε­νό­με­θα ὡς τὸ ἀπ᾿ ἀρ­χῆς, ὅ­τε οὐκ ἦρ­ξας ἡ­μῶν, οὐ­δὲ ἐ­κλή­θη τὸ ὄ­νο­μά σου ἐφ᾿ ἡ­μᾶς.

Ἐ­ὰν ἀ­νοί­ξῃς τὸν οὐ­ρα­νόν, τρό­μος λή­ψε­ται ἀ­πὸ σοῦ ὄ­ρη, καὶ τα­κή­σον­ται ὡς κη­ρὸς ἀ­πὸ προ­σώ­που πυ­ρὸς τή­κε­ται, καὶ κα­τα­καύ­σει πῦρ τοὺς ὑ­πε­ναν­τί­ους, καὶ φα­νε­ρὸν ἔ­σται τὸ ὄ­νο­μά σου ἐν τοῖς ὑ­πε­ναν­τί­οις· ἀ­πὸ προ­σώ­που σου ἔ­θνη τα­ρα­χθή­σον­ται, ὅ­ταν ποι­εῖς τὰ ἔν­δο­ξα· τρό­μος λή­ψε­ται ἀ­πὸ σοῦ ὄ­ρη. Ἀ­πὸ τοῦ αἰ­ῶ­νος οὐκ ἠ­κού­σα­μεν, οὐ­δὲ οἱ ὀ­φθαλ­μοὶ ἡ­μῶν εἶ­δον Θε­όν, πλήν σου, καὶ τὰ ἔρ­γα σου, ἃ ποι­ή­σεις τοῖς ὑ­πο­μέ­νου­σιν ἔ­λε­ος· συ­ναν­τή­σε­ται γὰρ τοῖς ὑ­πο­μέ­νου­σι, καὶ τοῖς ποι­οῦ­σι τὸ δί­και­ον, καὶ τῶν ὁ­δῶν σου μνη­σθή­σον­ται.

ΙΔ´. Προ­φη­τεί­ας Ἱ­ε­ρε­μί­ου τὸ Ἀ­νά­γνω­σμα
(λη´ 31-34).

Τά­δε λέ­γει Κύ­ρι­ος· Ἰ­δοὺ ἡ­μέ­ραι ἔρ­χον­ται, καὶ δι­α­θή­σο­μαι τῷ οἴ­κῳ Ἰσ­ρα­ήλ, καὶ τῷ οἴ­κῳ Ἰ­ού­δα δι­α­θή­κην και­νήν· οὐ κα­τὰ τὴν δι­α­θή­κην ἣν δι­ε­θέ­μην τοῖς πα­τρά­σιν αὐ­τῶν, ἐν ἡ­μέ­ρᾳ ἐ­πι­λα­βο­μέ­νου μου τῆς χει­ρὸς αὐ­τῶν, ἐ­ξα­γα­γεῖν αὐ­τοὺς ἐκ γῆς Αἰ­γύ­πτου, ὅ­τι αὐ­τοὶ οὐκ ἐ­νέ­μει­ναν ἐν τῇ δι­α­θή­κῃ μου, καὶ ἐ­γὼ ἠ­μέ­λη­σα αὐ­τῶν, φη­σὶ Κύ­ρι­ος· ὅ­τι αὕ­τη ἡ δι­α­θή­κη μου, ἣν δι­α­θή­σο­μαι τῷ οἴ­κῳ Ἰσ­ρα­ήλ, με­τὰ τὰς ἡ­μέ­ρας ἐ­κεί­νας, λέ­γει Κύ­ρι­ος· δι­δοὺς δώ­σω νό­μους μου εἰς τὴν δι­ά­νοι­αν αὐ­τῶν, καὶ ἐ­πὶ καρ­δί­ας αὐ­τῶν γρά­ψω αὐ­τούς, καὶ ἔ­σο­μαι αὐ­τοῖς εἰς Θε­όν, καὶ αὐ­τοὶ ἔ­σον­ταί μοι εἰς λα­όν. Καὶ οὐ μὴ δι­δά­ξω­σιν ἕ­κα­στος τὸν πλη­σί­ον αὑ­τοῦ, καὶ ἕ­κα­στος τὸν ἀ­δελ­φὸν αὑ­τοῦ, λέ­γων· Γνῶ­θι τὸν Κύ­ρι­ον· ὅ­τι πάν­τες εἰ­δή­σου­σί με, ἀ­πὸ μι­κροῦ ἕ­ως με­γά­λου αὐ­τῶν, ὅ­τι ἵ­λε­ως ἔ­σο­μαι ἐ­πὶ ταῖς ἀ­δι­κί­αις αὐ­τῶν, καὶ τῶν ἁ­μαρ­τι­ῶν αὐ­τῶν οὐ μὴ μνη­σθῶ ἔ­τι.

ΙΕ´. Προ­φη­τεί­ας Δα­νι­ὴλ τὸ Ἀ­νά­γνω­σμα
(γ´ 1-23 καὶ ὕ­μνος τῶν Τρι­ῶν Παί­δων).

Ἔ­τους ὀ­κτω­και­δε­κά­του, Να­βου­χο­δο­νό­σορ ὁ βα­σι­λεὺς ἐ­ποί­η­σεν εἰ­κό­να χρυ­σῆν· ὕ­ψος αὐ­τῆς πή­χε­ων ἑ­ξή­κον­τα, εὖ­ρος αὐ­τῆς πή­χε­ων ἕξ· καὶ ἔ­στη­σεν αὐ­τὴν ἐν πε­δί­ῳ Δε­η­ρᾷ, ἐν χώ­ρᾳ Βα­βυ­λῶ­νος. Καὶ ἀ­πέ­στει­λε συ­να­γα­γεῖν τοὺς ὑ­πά­τους, καὶ τοὺς στρα­τη­γούς, καὶ τοὺς το­πάρ­χας, ἡ­γου­μέ­νους, καὶ τυ­ράν­νους, καὶ τοὺς ἐπ᾿ ἐ­ξου­σι­ῶν, καὶ πάν­τας τοὺς ἄρ­χον­τας τῶν χω­ρῶν, ἐλ­θεῖν εἰς τὰ ἐγ­καί­νι­α τῆς εἰ­κό­νος, ἣν ἔ­στη­σε Να­βου­χο­δο­νό­σορ ὁ βα­σι­λεύς. Καὶ συ­νή­χθη­σαν οἱ το­πάρ­χαι, ὕ­πα­τοι, στρα­τη­γοί, ἡ­γού­με­νοι, τύ­ραν­νοι με­γά­λοι, οἱ ἐπ᾿ ἐ­ξου­σι­ῶν, καὶ πάν­τες οἱ ἄρ­χον­τες τῶν χω­ρῶν, εἰς τὸν ἐγ­και­νι­σμὸν τῆς εἰ­κό­νος, ἣν ἔ­στη­σε Να­βου­χο­δο­νό­σορ ὁ βα­σι­λεύς· καὶ εἱ­στή­κει­σαν ἐ­νώ­πι­ον τῆς εἰ­κό­νος. Καὶ ὁ κή­ρυξ ἐ­βό­α ἐν ἰ­σχύ­ϊ· Ὑ­μῖν λέ­γε­ται, ἔ­θνη, λα­οί, φυ­λαὶ καὶ γλῶσ­σαι· ᾟ ἂν ὥ­ρᾳ ἀ­κού­ση­τε τῆς φω­νῆς τῆς σάλ­πιγ­γος, σύ­ριγ­γός τε, καὶ κι­θά­ρας, σαμ­βύ­κης τε, καὶ ψαλ­τη­ρί­ου, συμ­φω­νί­ας, καὶ παν­τὸς γέ­νους μου­σι­κῶν, πί­πτον­τες προ­σκυ­νεῖ­τε, τῇ εἰ­κό­νι τῇ χρυ­σῇ, ᾗ ἔ­στη­σε Να­βου­χο­δο­νό­σορ ὁ βα­σι­λεύς· καὶ ὃς ἂν μὴ πε­σὼν προ­σκυ­νή­σῃ, αὐ­τῇ τῇ ὥ­ρᾳ ἐμ­βλη­θή­σε­ται εἰς τὴν κά­μι­νον τοῦ πυ­ρὸς τὴν και­ο­μέ­νην. Καὶ ἐ­γέ­νε­το, ὅ­ταν ἤ­κου­ον οἱ λα­οὶ τῆς φω­νῆς τῆς σάλ­πιγ­γος, σύ­ριγ­γός τε, καὶ κι­θά­ρας, σαμ­βύ­κης τε, καὶ ψαλ­τη­ρί­ου, καὶ συμ­φω­νί­ας, καὶ παν­τὸς γέ­νους μου­σι­κῶν, πί­πτον­τες πάν­τες οἱ λα­οί, φυ­λαί, γλῶσ­σαι, προ­σε­κύ­νουν τῇ εἰ­κό­νι τῇ χρυ­σῇ, ᾗ ἔ­στη­σε Να­βου­χο­δο­νό­σορ ὁ βα­σι­λεύς.

Τό­τε προ­σῆλ­θον ἄν­δρες Χαλ­δαῖ­οι, καὶ δι­έ­βα­λον τοὺς Ἰ­ου­δαί­ους· καί ὑ­πο­λα­βόν­τες, εἶ­πον Να­βου­χο­δο­νό­σορ τῷ βα­σι­λεῖ· Βα­σι­λεῦ, εἰς τοὺς αἰ­ῶ­νας ζῆ­θι· σὺ βα­σι­λεῦ, ἔ­θη­κας δόγ­μα, πάν­τα ἄν­θρω­πον, ὃς ἂν ἀ­κού­σῃ τῆς φω­νῆς τῆς σάλ­πιγ­γος, σύ­ριγ­γός τε, καὶ κι­θά­ρας, σαμ­βύ­κης τε, καὶ ψαλ­τη­ρί­ου, καὶ συμ­φω­νί­ας, καὶ παν­τὸς γέ­νους μου­σι­κῶν, καὶ μὴ πε­σὼν προ­σκυ­νή­σῃ τῇ εἰ­κό­νι τῇ χρυ­σῇ, ἐμ­βλη­θή­σε­ται εἰς τὴν κά­μι­νον τοῦ πυ­ρὸς τὴν και­ο­μέ­νην. Εἰ­σὶν οὖν ἄν­δρες Ἰ­ου­δαῖ­οι, οὓς κα­τέ­στη­σας ἐ­πὶ τὰ ἔρ­γα τῆς χώ­ρας Βα­βυ­λῶ­νος Σε­δράχ, Μι­σάχ, καὶ Ἀ­βδε­να­γώ, οἳ οὐχ ὑ­πή­κου­σαν, βα­σι­λεῦ, τῷ δόγ­μα­τί σου, καὶ τοῖς θε­οῖς σου οὐ λα­τρεύ­ου­σι, καὶ τῇ εἰ­κό­νι τῇ χρυ­σῇ, ᾗ ἔ­στη­σας, οὐ προ­σκυ­νοῦ­σι.

Τό­τε ὁ Να­βου­χο­δο­νό­σορ ἐν θυ­μῷ καὶ ὀρ­γῇ εἶ­πεν ἀ­γα­γεῖν τὸν Σε­δράχ, Μι­σάχ, καὶ Ἀ­βδε­να­γώ· καὶ ἤ­χθη­σαν ἐ­νώ­πι­ον τοῦ βα­σι­λέ­ως· καὶ ἀ­πε­κρί­θη Να­βου­χο­δο­νό­σορ, καὶ εἶ­πεν αὐ­τοῖς· Εἰ ἀ­λη­θῶς, Σε­δράχ, Μι­σάχ, καὶ Ἀ­βδε­να­γώ, τοῖς θε­οῖς μου οὐ λα­τρεύ­ε­τε, καὶ τῇ εἰ­κό­νι τῇ χρυ­σῇ ᾗ ἔ­στη­σα, οὐ προ­σκυ­νεῖ­τε; Νῦν οὖν ἔ­χε­τε ἑ­τοί­μως, ἵ­να ὡς ἂν ἀ­κού­ση­τε τῆς φω­νῆς τῆς σάλ­πιγ­γος, σύ­ριγ­γός τε καὶ κι­θά­ρας, σαμ­βύ­κης τε καὶ ψαλ­τη­ρί­ου, καὶ συμ­φω­νί­ας, καὶ παν­τὸς γέ­νους μου­σι­κῶν, πε­σόν­τες προ­σκυ­νή­ση­τε τῇ εἰ­κό­νι τῇ χρυ­σῇ, ᾗ ἔ­στη­σα· ἐ­ὰν δὲ μὴ προ­σκυ­νή­ση­τε, αὐ­τῇ τῇ ὥ­ρᾳ ἐμ­βλη­θή­σε­σθε εἰς τὴν κά­μι­νον τοῦ πυ­ρὸς τὴν και­ο­μέ­νην· καὶ τίς ἐ­στι θε­ός, ὃς ἐ­ξε­λεῖ­ται ὑ­μᾶς ἐκ τῶν χει­ρῶν μου;

Ἀ­πε­κρί­θη­σαν Σε­δράχ, Μι­σάχ, καὶ Ἀ­βδε­να­γώ, λέ­γον­τες τῷ βα­σι­λεῖ Να­βου­χο­δο­νό­σορ· Οὐ χρεί­αν ἔ­χο­μεν ἡ­μεῖς πε­ρὶ τοῦ ῥή­μα­τος τού­του ἀ­πο­κρι­θῆ­ναί σοι· ἔ­στι γὰρ ὁ Θε­ὸς ἡ­μῶν ἐν οὐ­ρα­νοῖς, ᾧ ἡ­μεῖς λα­τρεύ­ο­μεν, δυ­να­τὸς ἐ­ξε­λέ­σθαι ἡ­μᾶς ἐκ τῆς κα­μί­νου τοῦ πυ­ρὸς τῆς και­ο­μέ­νης, καὶ ἐκ τῶν χει­ρῶν σου, βα­σι­λεῦ, ῥύ­σε­ται ἡ­μᾶς· καὶ ἐ­ὰν μή, γνω­στὸν ἔ­στω σοι, βα­σι­λεῦ, ὅ­τι τοῖς θε­οῖς σου οὐ λα­τρεύ­ο­μεν, καὶ τῇ εἰ­κό­νι τῇ χρυ­σῇ, ᾗ ἔ­στη­σας, οὐ προ­σκυ­νοῦ­μεν.

Τό­τε ὁ Να­βου­χο­δο­νό­σορ ἐ­πλή­σθη θυ­μοῦ, καὶ ἡ ὄ­ψις τοῦ προ­σώ­που αὐ­τοῦ ἠλ­λοι­ώ­θη ἐ­πὶ Σε­δράχ, Μι­σάχ, καὶ Ἀ­βδε­να­γώ· καὶ εἶ­πεν ἐκ­καῦ­σαι τὴν κά­μι­νον ἑ­πτα­πλα­σί­ως, ἕ­ως οὗ εἰς τέ­λος ἐκ­κα­ῇ· καὶ ἄν­δρας ἰ­σχυ­ροὺς ἰ­σχύ­ϊ εἶ­πε, πε­δή­σαν­τας τὸν Σε­δράχ, Μι­σάχ, καὶ Ἀ­βδε­να­γώ, ἐμ­βα­λεῖν εἰς τὴν κά­μι­νον τοῦ πυ­ρὸς τὴν και­ο­μέ­νην. Τό­τε οἱ ἄν­δρες ἐ­κεῖ­νοι ἐ­πε­δή­θη­σαν σὺν τοῖς σα­ρα­βά­ροις αὐ­τῶν, καὶ τι­ά­ραις, καὶ πε­ρι­κνη­μῖ­σι, τοῖς ἐν­δύ­μα­σιν αὐ­τῶν, καὶ ἐ­βλή­θη­σαν εἰς τὸ μέ­σον τῆς κα­μί­νου τοῦ πυ­ρὸς τῆς και­ο­μέ­νης, ἐ­πεὶ τὸ ῥῆ­μα τοῦ βα­σι­λέ­ως ὑ­πε­ρί­σχυ­σε· καὶ ἡ κά­μι­νος ἐ­ξε­καύ­θη ἐκ πε­ρισ­σοῦ ἑ­πτα­πλα­σί­ως. Καὶ οἱ τρεῖς οὗ­τοι, Σε­δράχ, Μι­σάχ, καὶ Ἀ­βδε­να­γώ, ἔ­πε­σον ἐν μέ­σῳ τῆς κα­μί­νου τοῦ πυ­ρὸς τῆς και­ο­μέ­νης πε­πε­δη­μέ­νοι, καὶ πε­ρι­ε­πά­τουν ἐν μέ­σῳ τῆς φλο­γός, ὑ­μνοῦν­τες καὶ δο­ξά­ζον­τες τὸν Θε­όν, καὶ εὐ­λο­γοῦν­τες τὸν Κύ­ρι­ον.

Καὶ συ­στὰς Ἀ­ζα­ρί­ας, προ­σηύ­ξα­το οὕ­τω· καὶ ἀ­νοί­ξας τὸ στό­μα αὐ­τοῦ ἐν μέ­σῳ τοῦ πυ­ρός, εἶ­πεν.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν Πα­τέ­ρων ἡ­μῶν, καὶ αἰ­νε­τόν, καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου εἰς τοὺς αἰ­ῶ­νας·

Ὅ­τι δί­και­ος εἶ ἐ­πὶ πᾶ­σιν, οἷς ἐ­ποί­η­σας ἡ­μῖν· καὶ πάν­τα τὰ ἔρ­γα σου ἀ­λη­θι­νά, καὶ εὐ­θεῖ­αι αἱ ὁ­δοί σου, καὶ πᾶ­σαι αἱ κρί­σεις σου ἀ­λη­θεῖς·

Καὶ κρί­μα­τα ἀ­λη­θεί­ας ἐ­ποί­η­σας κα­τὰ πάν­τα, ἃ ἐ­πή­γα­γες ἡ­μῖν, καὶ ἐ­πὶ τὴν πό­λιν τὴν ἁ­γί­αν, τὴν τῶν Πα­τέ­ρων ἡ­μῶν Ἱ­ε­ρου­σα­λήμ· ὅ­τι ἐν ἀ­λη­θεί­ᾳ, καὶ κρί­σει ἐ­πή­γα­γες ταῦ­τα πάν­τα ἐφ᾿ ἡ­μᾶς δι­ὰ τὰς ἁ­μαρ­τί­ας ἡ­μῶν.

Ὅ­τι ἡ­μάρ­το­μεν, καὶ ἠ­νο­μή­σα­μεν ἀ­πο­στῆ­ναι ἀ­πὸ σοῦ, καὶ ἐ­ξη­μάρ­το­μεν ἐν πᾶ­σι, καὶ τῶν ἐν­το­λῶν σου οὐκ ἠ­κού­σα­μεν, οὐ­δὲ συ­νε­τη­ρή­σα­μεν, οὐ­δὲ ἐ­ποι­ή­σα­μεν κα­θὼς ἐ­νε­τεί­λω ἡ­μῖν, ἵ­να εὖ ἡ­μῖν γέ­νη­ται.

Καὶ πάν­τα, ὅ­σα ἐ­πή­γα­γες ἡ­μῖν, καὶ πάν­τα, ὅ­σα ἐ­ποί­η­σας ἡ­μῖν, ἐν ἀ­λη­θι­νῇ κρί­σει ἐ­ποί­η­σας· καὶ πα­ρέ­δω­κας ἡ­μᾶς εἰς χεῖ­ρας ἐ­χθρῶν ἀ­νό­μων, ἐ­χθί­στων ἀ­πο­στα­τῶν, καὶ βα­σι­λεῖ ἀ­δί­κῳ, καὶ πο­νη­ρο­τά­τῳ πα­ρὰ πᾶ­σαν τὴν γῆν.

Καὶ νῦν οὐκ ἔ­στιν ἡ­μῖν ἀ­νοῖ­ξαι τὸ στό­μα· αἰ­σχύ­νη καὶ ὄ­νει­δος ἐ­γε­νή­θη­μεν τοῖς δού­λοις σου, καὶ τοῖς σε­βο­μέ­νοις σε.

Μὴ δὴ πα­ρα­δῴ­ης ἡ­μᾶς εἰς τέ­λος δι­ὰ τὸ ὄ­νο­μά σου τὸ ἅ­γι­ον, καὶ μὴ δι­α­σκε­δά­σῃς τὴν δι­α­θή­κην σου, καὶ μὴ ἀ­πο­στή­σῃς τὸ ἔ­λε­ός σου ἀφ᾿ ἡ­μῶν, δι­ὰ Ἀ­βρα­ὰμ τὸν ἠ­γα­πη­μέ­νον ὑ­πὸ σοῦ, καὶ δι­ὰ Ἰ­σα­ὰκ τὸν δοῦ­λόν σου, καὶ Ἰσ­ρα­ὴλ τὸ ἅ­γι­όν σου· οἷς ἐ­λά­λη­σας πλη­θῦ­ναι τὸ σπέρ­μα αὐ­τῶν, ὡς τὰ ἄ­στρα τοῦ οὐ­ρα­νοῦ καὶ ὡς τὴν ἄμ­μον τὴν πα­ρὰ τὸ χεῖ­λος τῆς θα­λάσ­σης.

Ὅ­τι, Δέ­σπο­τα, ἐ­σμι­κρύν­θη­μεν πα­ρὰ πάν­τα τὰ ἔ­θνη, καὶ ἐ­σμὲν τα­πει­νοὶ ἐν πά­σῃ τῇ γῇ σή­με­ρον, δι­ὰ τὰς ἁ­μαρ­τί­ας ἡ­μῶν.

Καὶ οὐκ ἔ­στιν ἐν τῷ και­ρῷ τού­τῳ ἄρ­χων, καὶ προ­φή­της, καὶ ἡ­γού­με­νος· οὐ­δὲ ὁ­λο­καύ­τω­σις, οὐ­δὲ θυ­σί­α, οὐ­δὲ προ­σφο­ρά, οὐ­δὲ θυ­μί­α­μα, οὐ τό­πος τοῦ καρ­πῶ­σαι ἐ­νώ­πι­όν σου, καὶ εὑ­ρεῖν ἔ­λε­ος.

Ἀλλ᾿ ἐν ψυ­χῇ συν­τε­τριμ­μέ­νῃ, καὶ πνεύ­μα­τι τα­πει­νώ­σε­ως προσ­δε­χθεί­η­μεν· ὡς ἐν ὁ­λο­καυ­τώ­μα­σι κρι­ῶν καὶ ταύ­ρων, καὶ ὡς ἐν μυ­ρι­ά­σιν ἀρ­νῶν πι­ό­νων, οὕ­τω γε­νέ­σθω ἡ θυ­σί­α ἡ­μῶν ἐ­νώ­πι­όν σου σή­με­ρον, καὶ ἐ­κτε­λεί­σθω ὄ­πι­σθέν σου· ὅ­τι οὐκ ἔ­στιν αἰ­σχύ­νη τοῖς πε­ποι­θό­σιν ἐ­πὶ σέ.

Καὶ νῦν ἐ­ξα­κο­λου­θοῦ­μέν σοι ἐν ὅ­λῃ καρ­δί­ᾳ, καὶ φο­βού­με­θά σε, καὶ ζη­τοῦ­μεν τὸ πρό­σω­πόν σου·

Μὴ κα­ται­σχύ­νῃς ἡ­μᾶς, ἀλ­λὰ ποί­η­σον μεθ᾿ ἡ­μῶν κα­τὰ τὴν ἐ­πι­εί­κει­άν σου, καὶ κα­τὰ τὸ πλῆ­θος τοῦ ἐ­λέ­ους σου·

Ἐ­ξε­λοῦ ἡ­μᾶς κα­τὰ τά θαυ­μά­σι­ά σου, καὶ δὸς δό­ξαν τῷ ὀ­νό­μα­τί σου, Κύ­ρι­ε.

Καὶ ἐν­τρα­πεί­η­σαν πάν­τες οἱ ἐν­δει­κνύ­με­νοι τοῖς δού­λοις σου κα­κά, καὶ κα­ται­σχυν­θεί­η­σαν ἀ­πὸ πά­σης δυ­να­στεί­ας, καὶ ἡ ἰ­σχὺς αὐ­τῶν συν­τρι­βεί­η·

Καὶ γνώ­τω­σαν, ὅ­τι σὺ εἶ Κύ­ρι­ος, Θε­ὸς μό­νος, καὶ ἔν­δο­ξος ἐφ᾿ ὅ­λην τὴν οἰ­κου­μέ­νην.

Καὶ οὐ δι­έ­λι­πον οἱ ἐμ­βάλ­λον­τες αὐ­τοὺς ὑ­πη­ρέ­ται τοῦ βα­σι­λέ­ως, καί­ον­τες τὴν κά­μι­νον νά­φθῃ, καὶ πίσ­σῃ, καὶ στυπ­πί­ῳ, καὶ κλη­μα­τί­δι. Καὶ δι­ε­χεῖ­το ἡ φλὸξ ἐ­πά­νω τῆς κα­μί­νου ἐ­πὶ πή­χεις τεσ­σα­ρά­κον­τα ἐν­νέ­α· καὶ δι­ώ­δευ­σε, καὶ ἐ­νε­πύ­ρι­σεν, οὓς εὗ­ρε πε­ρὶ τὴν κά­μι­νον τῶν Χαλ­δαί­ων. Ὁ δὲ Ἄγ­γε­λος Κυ­ρί­ου συγ­κα­τέ­βη ἅ­μα τοῖς πε­ρὶ τὸν Ἀ­ζα­ρί­αν εἰς τὴν κά­μι­νον, καὶ ἐ­ξε­τί­να­ξε τὴν φλό­γα τοῦ πυ­ρὸς ἐκ τῆς κα­μί­νου, καὶ ἐ­ποί­η­σε τὸ μέ­σον τῆς κα­μί­νου ὡς πνεῦ­μα δρό­σου δι­α­συ­ρί­ζον· καὶ οὐχ ἥ­ψα­το αὐ­τῶν τὸ κα­θό­λου τὸ πῦρ, οὐ­δὲ ἐ­λύ­πη­σεν, οὐ­δὲ πα­ρη­νώ­χλη­σεν αὐ­τούς. Τό­τε οἱ Τρεῖς, ὡς ἐξ ἑ­νὸς στό­μα­τος, ὕ­μνουν, καὶ εὐ­λό­γουν, καὶ ἐ­δό­ξα­ζον τὸν Θε­ὸν ἐν τῇ κα­μί­νῳ, λέ­γον­τες·

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν Πα­τέ­ρων ἡ­μῶν, ὁ ὑ­πε­ρύ­μνη­τος, καὶ ὑ­πε­ρυ­ψού­με­νος εἰς τοὺς αἰ­ῶ­νας.

Καὶ εὐ­λο­γη­μέ­νον τὸ ὄ­νο­μα τῆς δό­ξης σου, τὸ ἅ­γι­ον, τὸ ὑ­πε­ρύ­μνη­τον, καὶ ὑ­πε­ρυ­ψού­με­νον εἰς τοὺς αἰ­ῶ­νας.

Εὐ­λο­γη­μέ­νος εἶ ἐν τῷ Να­ῷ τῆς ἁ­γί­ας δό­ξης σου, ὁ ὑ­πε­ρύ­μνη­τος, καὶ ὑ­πε­ρυ­ψού­με­νος εἰς τοὺς αἰ­ῶ­νας.

Εὐ­λο­γη­μέ­νος εἶ ὁ βλέ­πων ἀ­βύσ­σους, ὁ κα­θή­με­νος ἐ­πὶ τῶν Χε­ρου­βίμ, ὁ ὑ­πε­ρύ­μνη­τος, καὶ ὑ­πε­ρυ­ψού­με­νος εἰς τοὺς αἰ­ῶ­νας.

Εὐ­λο­γη­μέ­νος εἶ ὁ ἐ­πὶ θρό­νου δό­ξης τῆς βα­σι­λεί­ας σου, ὁ ὑ­πε­ρύ­μνη­τος, καὶ ὑ­πε­ρυ­ψού­με­νος εἰς τοὺς αἰ­ῶ­νας.

Εὐ­λο­γη­μέ­νος εἶ ἐν τῷ στε­ρε­ώ­μα­τι τοῦ οὐ­ρα­νοῦ, ὁ ὑ­πε­ρύ­μνη­τος, καὶ ὑ­πε­ρυ­ψού­με­νος εἰς τοὺς αἰ­ῶ­νας.

Ἀ­νι­στά­με­νοι δὲ ψάλ­λο­μεν εἰς ἦ­χον α´.

Τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε, καὶ ὑ­πε­ρυ­ψοῦ­τε, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Εἶ­τα ὁ ἀ­να­γνώ­στης λέ­γει τοὺς στί­χους τοῦ ὕ­μνου, μεθ᾿ ἕ­κα­στον δὲ αὐ­τῶν ψάλ­λο­μεν· Τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε...

ΥΜΝΟΣ ΤΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ

Εὐ­λο­γεῖ­τε, πάν­τα τὰ ἔρ­γα Κυ­ρί­ου, τὸν Κύ­ρι­ον.

Εὐ­λο­γεῖ­τε, Ἄγ­γε­λοι Κυ­ρί­ου, οὐ­ρα­νοὶ Κυ­ρί­ου, τὸν Κύ­ρι­ον.

Εὐ­λο­γεῖ­τε, ὕ­δα­τα πάν­τα τὰ ὑ­πε­ρά­νω τῶν οὐ­ρα­νῶν, πᾶ­σαι αἱ δυ­νά­μεις Κυ­ρί­ου, τὸν Κύ­ρι­ον.

Εὐ­λο­γεῖ­τε, ἥ­λι­ος καὶ σε­λή­νη, ἄ­στρα τοῦ οὐ­ρα­νοῦ, τὸν Κύ­ρι­ον.

Εὐ­λο­γεῖ­τε, φῶς καὶ σκό­τος, νύ­κτες καὶ ἡ­μέ­ραι, τὸν Κύ­ρι­ον.

Εὐ­λο­γεῖ­τε, πᾶς ὄμ­βρος καὶ δρό­σος, πάν­τα τὰ πνεύ­μα­τα, τὸν Κύ­ρι­ον.

Εὐ­λο­γεῖ­τε, πῦρ καὶ καῦ­μα, ψῦ­χος καὶ καύ­σων, τὸν Κύ­ρι­ον.

Εὐ­λο­γεῖ­τε, δρό­σοι καὶ νι­φε­τοί, πά­γοι καὶ ψῦ­χος, τὸν Κύ­ρι­ον.

Εὐ­λο­γεῖ­τε, πά­χναι καὶ χι­ό­νες, ἀ­στρα­παὶ καὶ νε­φέ­λαι, τὸν Κύ­ρι­ον.

Εὐ­λο­γεῖ­τε, γῆ, ὄ­ρη καὶ βου­νοί, καὶ πάν­τα τὰ φυ­ό­με­να ἐν αὐ­τῇ, τὸν Κύ­ρι­ον.

Εὐ­λο­γεῖ­τε, πη­γαὶ, θά­λασ­σα, καὶ πο­τα­μοί, κή­τη, καὶ πάν­τα τὰ κι­νού­με­να ἐν τοῖς ὕ­δα­σι, τὸν Κύ­ρι­ον.

Εὐ­λο­γεῖ­τε, πάν­τα τὰ πε­τει­νὰ τοῦ οὐ­ρα­νοῦ, τὰ θη­ρί­α, καὶ πάν­τα τὰ κτή­νη, τὸν Κύ­ρι­ον.

Εὐ­λο­γεῖ­τε, υἱ­οὶ τῶν ἀν­θρώ­πων, εὐ­λο­γεί­τω Ἰσ­ρα­ήλ, τὸν Κύ­ρι­ον.

Εὐ­λο­γεῖ­τε, Ἱ­ε­ρεῖς Κυ­ρί­ου, δοῦ­λοι Κυ­ρί­ου, τὸν Κύ­ρι­ον.

Εὐ­λο­γεῖ­τε, πνεύ­μα­τα καὶ ψυ­χαὶ δι­καί­ων, ὅ­σι­οι καὶ τα­πει­νοὶ τῇ καρ­δί­ᾳ, τὸν Κύ­ρι­ον.

Εὐ­λο­γεῖ­τε, Ἀ­να­νί­α, Ἀ­ζα­ρί­α, καὶ Μι­σα­ήλ, τὸν Κύ­ρι­ον.

Εὐ­λο­γεῖ­τε, Ἀ­πό­στο­λοι, Προ­φῆ­ται, καὶ Μάρ­τυ­ρες Κυ­ρί­ου, τὸν Κύ­ρι­ον.

Εὐ­λο­γοῦ­μεν Πα­τέ­ρα, Υἱ­ὸν καὶ Ἅ­γι­ον Πνεῦ­μα, τὸν Κύ­ρι­ον. Τὸν Κύ­ρι­ον ὑ­μνοῦ­μεν, καὶ ὑ­πε­ρυ­ψοῦ­μεν, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Αἰ­νοῦ­μεν, εὐ­λο­γοῦ­μεν, καὶ προ­σκυ­νοῦ­μεν τὸν Κύ­ρι­ον. Τὸν Κύ­ρι­ον ὑ­μνοῦ­μεν, καὶ δο­ξο­λο­γοῦ­μεν, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

* * *

ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

Ὁ δι­ά­κο­νος· Τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ὅ­τι ἅ­γι­ος εἶ, ὁ Θε­ὸς ἡ­μῶν, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εί,

Ὁ δι­ά­κο­νος· Καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ α´ χο­ρός· Ἀ­μήν.

Καὶ ψάλ­λε­ται ἀν­τὶ τοῦ τρι­σα­γί­ου ὕ­μνου, ἀρ­χο­μέ­νου τοῦ α´ χο­ροῦ.

Ἦ­χος πλ. α´.

Ὅ­σοι εἰς Χρι­στὸν ἐ­βα­πτί­σθη­τε, * Χρι­στὸν ἐ­νε­δύ­σα­σθε, Ἀλ­λη­λού­ϊ­α. Ἐκ γ´. Εἶ­τα·

Ὁ β´ χο­ρός· Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Ὁ α´ χο­ρός· Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ὁ β´ χο­ρός· Χρι­στὸν ἐ­νε­δύ­σα­σθε, Ἀλ­λη­λού­ϊ­α.

Ὁ δι­ά­κο­νος· Δύ­να­μις.

Ὁ α´ χο­ρός· Δύ­να­μις. Ὅ­σοι εἰς Χρι­στὸν ἐ­βα­πτί­σθη­τε,

Ὁ β´ χο­ρός· Χρι­στὸν ἐ­νε­δύ­σα­σθε, Ἀλ­λη­λού­ϊ­α.

Ὅ­ταν συλ­λει­τουρ­γοῦν δύ­ο ἢ πε­ρισ­σό­τε­ροι ἱ­ε­ρεῖς, ὁ ὕ­μνος ψάλ­λε­ται πεν­τά­κις, ἤ­τοι δὶς ὑ­πὸ τῶν χο­ρῶν, ἔ­πει­τα ὑ­πὸ τῶν ἱ­ε­ρέ­ων, εἶ­τα ὑ­πὸ τοῦ α´ χο­ροῦ καὶ πά­λιν ὑ­πὸ τῶν ἱ­ε­ρέ­ων· καὶ με­τὰ τοῦ­το ὁ β´ χο­ρός· Δό­ξα Πα­τρὶ κτλ. ὡς ἀ­νω­τέ­ρω.

Καὶ με­τὰ ταῦ­τα τὸν Ἀ­πό­στο­λον.

* * *

Ο ΑΠΟΣΤΟΛΟΣ

Εἶ­τα ὁ ἀ­να­γνώ­στης·

Προ­κεί­με­νον. Ἦ­χος πλ. α´. Ψαλ­μὸς ξε´ (65).

Πᾶ­σα ἡ γῆ προ­σκυ­νη­σά­τω­σάν σοι καὶ ψα­λά­τω­σάν σοι· ψα­λά­τω­σαν δὴ τῷ ὀ­νό­μα­τί σου, Ὕ­ψι­στε. (ξε´ 4)

Στίχ. α´. Ἀ­λα­λά­ξα­τε τῷ Κυ­ρί­ῳ πᾶ­σα ἡ γῆ, ψά­λα­τε δὴ τῷ ὀ­νό­μα­τι αὐ­τοῦ, δό­τε δό­ξαν αἰ­νέ­σει αὐ­τοῦ. (ξε´ 12)

Στίχ. β´. Εὐ­λο­γεῖ­τε, ἔ­θνη, τὸν Θε­ὸν ἡ­μῶν καὶ ἀ­κου­τί­σα­τε τὴν φω­νὴν τῆς αἰ­νέ­σε­ως αὐ­τοῦ. (ξε´ 8)

Πρὸς Ῥω­μαί­ους Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα (στ´ 3-11).

Ἀ­δελ­φοί, ὅ­σοι ἐ­βα­πτί­σθη­μεν εἰς Χρι­στὸν Ἰ­η­σοῦν, εἰς τὸν θά­να­τον αὐ­τοῦ ἐ­βα­πτί­σθη­μεν. Συ­νε­τά­φη­μεν οὖν αὐ­τῷ δι­ὰ τοῦ βα­πτί­σμα­τος εἰς τὸν θά­να­τον· ἵ­να, ὥ­σπερ ἠ­γέρ­θη Χρι­στὸς ἐκ νε­κρῶν δι­ὰ τῆς δό­ξης τοῦ Πα­τρός, οὕ­τω καὶ ἡ­μεῖς ἐν και­νό­τη­τι ζω­ῆς πε­ρι­πα­τή­σω­μεν. Εἰ γὰρ σύμ­φυ­τοι γε­γό­να­μεν τῷ ὁ­μοι­ώ­μα­τι τοῦ θα­νά­του αὐ­τοῦ, ἀλ­λὰ καὶ τῆς ἀ­να­στά­σε­ως ἐ­σό­με­θα, τοῦ­το γι­νώ­σκον­τες, ὅ­τι ὁ πα­λαι­ὸς ἡ­μῶν ἄν­θρω­πος συ­νε­σταυ­ρώ­θη, ἵ­να κα­ταρ­γη­θῇ τὸ σῶ­μα τῆς ἁ­μαρ­τί­ας, τοῦ μη­κέ­τι δου­λεύ­ειν ἡ­μᾶς τῇ ἁ­μαρ­τί­ᾳ. Ὁ γὰρ ἀ­πο­θα­νὼν δε­δι­καί­ω­ται ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας. Εἰ δὲ ἀ­πε­θά­νο­μεν σὺν Χρι­στῷ, πι­στεύ­ο­μεν ὅ­τι καὶ συ­ζή­σο­μεν αὐ­τῷ, εἰ­δό­τες ὅ­τι Χρι­στὸς ἐ­γερ­θεὶς ἐκ νε­κρῶν, οὐ­κέ­τι ἀ­πο­θνῄ­σκει· θά­να­τος αὐ­τοῦ οὐ­κέ­τι κυ­ρι­εύ­ει. Ὃ γὰρ ἀ­πέ­θα­νε τῇ ἁ­μαρ­τί­ᾳ, ἀ­πέ­θα­νεν ἐ­φά­παξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θε­ῷ. Οὕ­τω καὶ ὑ­μεῖς λο­γί­ζε­σθε ἑ­αυ­τούς, νε­κροὺς μὲν εἶ­ναι τῇ ἁ­μαρ­τί­ᾳ, ζῶν­τας δὲ τῷ Θε­ῷ, ἐν Χρι­στῷ Ἰ­η­σοῦ τῷ Κυ­ρί­ῳ ἡ­μῶν.

Καὶ εὐ­θὺς ἀν­τὶ τοῦ Ἀλ­λη­λού­ϊ­α
ψάλ­λει ὁ ἱ­ε­ρεὺς τὸν κα­τω­τέ­ρω στί­χον
σκορ­πί­ζων δάφ­νας καθ᾿ ὅ­λον τὸν να­όν.

Ἦ­χος βα­ρύς. Ψαλ­μὸς πα´ (81).

Ἀ­νά­στα, ὁ Θε­ός, κρῖ­νον τὴν γῆν, ὅ­τι σὺ κα­τα­κλη­ρο­νο­μή­σεις, ἐν πᾶ­σι τοῖς ἔ­θνε­σι. (πα´ 8)

Τὸ αὐ­τὸ ἐ­πα­να­λαμ­βά­νε­ται ὑ­πὸ τῶν χο­ρῶν μεθ᾿ ἕ­κα­στον τῶν ἑ­πο­μέ­νων στί­χων, λε­γο­μέ­νων πα­ρὰ τοῦ ἀ­να­γνώ­στου χῦ­μα.

Στίχ. α´. Ὁ Θε­ὸς ἔ­στη ἐν συ­να­γω­γῇ θε­ῶν, ἐν μέ­σῳ δὲ θε­οὺς δι­α­κρι­νεῖ. (πα´ 1)

Στίχ. β´. Ἕ­ως πό­τε κρί­νε­τε ἀ­δι­κί­αν, καὶ πρό­σω­πα ἁ­μαρ­τω­λῶν λαμ­βά­νε­τε; (πα´ 2)

Στίχ. γ´. Κρί­να­τε ὀρ­φα­νῷ καὶ πτω­χῷ, τα­πει­νὸν καὶ πέ­νη­τα δι­και­ώ­σα­τε. (πα´ 3)

Στίχ. δ´. Ἐ­ξέ­λε­σθε πέ­νη­τα καὶ πτω­χόν, ἐκ χει­ρὸς ἁ­μαρ­τω­λοῦ ῥύ­σα­σθε αὐ­τόν. (πα´ 4)

Στίχ. ε´. Οὐκ ἔ­γνω­σαν, οὐ­δὲ συ­νῆ­καν· ἐν σκό­τει δι­α­πο­ρεύ­ον­ται· σα­λευ­θή­τω­σαν πάν­τα τὰ θε­μέ­λι­α τῆς γῆς. (πα´ 5)

Στίχ. Ϛ´. Ἐ­γὼ εἶ­πα· Θε­οί ἐ­στε, καὶ υἱ­οὶ Ὑ­ψί­στου πάν­τες· ὑ­μεῖς δὲ ὡς ἄν­θρω­ποι ἀ­πο­θνῄ­σκε­τε, καὶ ὡς εἷς τῶν ἀρ­χόν­των πί­πτε­τε. (πα´ 6-7)

ΕΥΑΓΓΕΛΙΟΝ

Ὁ ἱ­ε­ρεύς· Σο­φί­α· ὀρ­θοί· ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου. Εἰ­ρή­νη πᾶ­σι.

Ὁ λα­ός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ δι­ά­κο­νος· Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου τὸ ἀ­νά­γνω­σμα.

Ὁ λα­ός· Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Ὁ ἱ­ε­ρεύς· Πρό­σχω­μεν.

Καὶ ὁ δι­ά­κο­νος ἀ­να­γι­νώ­σκει τὸ Εὐ­αγ­γέ­λι­ον.

(Ματθ. κη´ 1-20).

Ὀ­ψὲ σαβ­βά­των, τῇ ἐ­πι­φω­σκού­σῃ εἰς μί­αν σαβ­βά­των, ἦλ­θε Μα­ρί­α ἡ Μα­γδα­λη­νὴ καὶ ἡ ἄλ­λη Μα­ρί­α θε­ω­ρῆ­σαι τὸν τά­φον. Καὶ ἰ­δοὺ σει­σμὸς ἐ­γέ­νε­το μέ­γας· ἄγ­γε­λος γὰρ Κυ­ρί­ου κα­τα­βὰς ἐξ οὐ­ρα­νοῦ προ­σελ­θὼν ἀ­πε­κύ­λι­σε τὸν λί­θον ἀ­πὸ τῆς θύ­ρας καὶ ἐ­κά­θη­το ἐ­πά­νω αὐ­τοῦ. Ἦν δὲ ἡ ἰ­δέ­α αὐ­τοῦ ὡς ἀ­στρα­πὴ καὶ τὸ ἔν­δυ­μα αὐ­τοῦ λευ­κὸν ὡ­σεὶ χι­ών. Ἀ­πὸ δὲ τοῦ φό­βου αὐ­τοῦ ἐ­σεί­σθη­σαν οἱ τη­ροῦν­τες καὶ ἐ­γέ­νον­το ὡ­σεὶ νε­κροί. Ἀ­πο­κρι­θεὶς δὲ ὁ ἄγ­γε­λος εἶ­πε ταῖς γυ­ναι­ξί· Μὴ φο­βεῖ­σθε ὑ­μεῖς· οἶ­δα γὰρ ὅ­τι Ἰ­η­σοῦν τὸν ἐ­σταυ­ρω­μέ­νον ζη­τεῖ­τε· οὐκ ἔ­στιν ὧ­δε· ἠ­γέρ­θη γὰρ κα­θὼς εἶ­πε. Δεῦ­τε ἴ­δε­τε τὸν τό­πον ὅ­που ἔ­κει­το ὁ Κύ­ρι­ος. Καὶ τα­χὺ πο­ρευ­θεῖ­σαι εἴ­πα­τε τοῖς μα­θη­ταῖς αὐ­τοῦ ὅ­τι ἠ­γέρ­θη ἀ­πὸ τῶν νε­κρῶν, καὶ ἰ­δοὺ προ­ά­γει ὑ­μᾶς εἰς τὴν Γα­λι­λαί­αν· ἐ­κεῖ αὐ­τὸν ὄ­ψε­σθε· ἰ­δοὺ εἶ­πον ὑ­μῖν.

Καὶ ἐ­ξελ­θοῦ­σαι τα­χὺ ἀ­πὸ τοῦ μνη­μεί­ου με­τὰ φό­βου καὶ χα­ρᾶς με­γά­λης ἔ­δρα­μον ἀ­παγ­γεῖ­λαι τοῖς μα­θη­ταῖς αὐ­τοῦ. Ὡς δὲ ἐ­πο­ρεύ­ον­το ἀ­παγ­γεῖ­λαι τοῖς μα­θη­ταῖς αὐ­τοῦ, καὶ ἰ­δοὺ Ἰ­η­σοῦς ἀ­πήν­τη­σεν αὐ­ταῖς λέ­γων· Χαί­ρε­τε. Αἱ δὲ προ­σελ­θοῦ­σαι ἐ­κρά­τη­σαν αὐ­τοῦ τοὺς πό­δας καὶ προ­σε­κύ­νη­σαν αὐ­τῷ. Τό­τε λέ­γει αὐ­ταῖς ὁ Ἰ­η­σοῦς· Μὴ φο­βεῖ­σθε· ὑ­πά­γε­τε ἀ­παγ­γεί­λα­τε τοῖς ἀ­δελ­φοῖς μου ἵ­να ἀ­πέλ­θω­σιν εἰς τὴν Γα­λι­λαί­αν κἀ­κεῖ με ὄ­ψον­ται.

Πο­ρευ­ο­μέ­νων δὲ αὐ­τῶν ἰ­δού τι­νες τῆς κου­στω­δί­ας ἐλ­θόν­τες εἰς τὴν πό­λιν ἀ­πήγ­γει­λαν τοῖς ἀρ­χι­ε­ρεῦ­σιν ἅ­παν­τα τὰ γε­νό­με­να. Καὶ συ­να­χθέν­τες με­τὰ τῶν πρε­σβυ­τέ­ρων συμ­βού­λι­όν τε λα­βόν­τες ἀρ­γύ­ρι­α ἱ­κα­νὰ ἔ­δω­καν τοῖς στρα­τι­ώ­ταις λέ­γον­τες· Εἴ­πα­τε ὅ­τι οἱ μα­θη­ταὶ αὐ­τοῦ νυ­κτὸς ἐλ­θόν­τες ἔ­κλε­ψαν αὐ­τὸν ἡ­μῶν κοι­μω­μέ­νων. Καὶ ἐ­ὰν ἀ­κου­σθῇ τοῦ­το ἐ­πὶ τοῦ ἡ­γε­μό­νος, ἡ­μεῖς πεί­σο­μεν αὐ­τὸν καὶ ὑ­μᾶς ἀ­με­ρί­μνους ποι­ή­σο­μεν. Οἱ δὲ λα­βόν­τες τὰ ἀρ­γύ­ρι­α ἐ­ποί­η­σαν ὡς ἐ­δι­δά­χθη­σαν. Καὶ δι­ε­φη­μί­σθη ὁ λό­γος οὗ­τος πα­ρὰ Ἰ­ου­δαί­οις μέ­χρι τῆς σή­με­ρον.

Οἱ δὲ ἕν­δε­κα μα­θη­ταὶ ἐ­πο­ρεύ­θη­σαν εἰς τὴν Γα­λι­λαί­αν, εἰς τὸ ὄ­ρος οὗ ἐ­τά­ξα­το αὐ­τοῖς ὁ Ἰ­η­σοῦς. Καὶ ἰ­δόν­τες αὐ­τὸν προ­σε­κύ­νη­σαν αὐ­τῷ, οἱ δὲ ἐ­δί­στα­σαν. Καὶ προ­σελ­θὼν ὁ Ἰ­η­σοῦς ἐ­λά­λη­σεν αὐ­τοῖς λέ­γων· Ἐ­δό­θη μοι πᾶ­σα ἐ­ξου­σί­α ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ γῆς. Πο­ρευ­θέν­τες οὖν μα­θη­τεύ­σα­τε πάν­τα τὰ ἔ­θνη, βα­πτί­ζον­τες αὐ­τοὺς εἰς τὸ ὄ­νο­μα τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, δι­δά­σκον­τες αὐ­τοὺς τη­ρεῖν πάν­τα ὅ­σα ἐ­νε­τει­λά­μην ὑ­μῖν· καὶ ἰ­δοὺ ἐ­γὼ μεθ᾿ ὑ­μῶν εἰ­μι πά­σας τὰς ἡ­μέ­ρας ἕ­ως τῆς συν­τε­λεί­ας τοῦ αἰ­ῶ­νος. Ἀ­μήν.

Ὁ λα­ός· Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Καὶ κα­θε­ξῆς ἡ Θ. Λει­τουρ­γί­α τοῦ Με­γά­λου Βα­σι­λεί­ου.

* * *

Η ΕΚΤΕΝΗΣ ΔΕΗΣΙΣ

Εἶ­τα ὁ δι­ά­κο­νος (ἢ ὁ ἱ­ε­ρεὺς) τὴν ἐ­κτε­νῆ δέ­η­σιν, ὁ δὲ λα­ὸς εἰς ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (τρίς), εἰς δὲ τὴν τε­λευ­ταί­αν ἅ­παξ.

Εἴ­πω­μεν πάν­τες ἐξ ὅ­λης τῆς ψυ­χῆς καὶ ἐξ ὅ­λης τῆς δι­α­νοί­ας ἡ­μῶν εἴ­πω­μεν.

Κύ­ρι­ε παν­το­κρά­τορ, ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.

Ἐ­λέ­η­σον ἡ­μᾶς, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου· δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος).

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν ἀ­δελ­φῶν ἡ­μῶν, τῶν ἱ­ε­ρέ­ων, ἱ­ε­ρο­μο­νά­χων, ἱ­ε­ρο­δι­α­κό­νων καὶ μο­να­χῶν καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ πό­λει ταύ­τῃ, τῶν ἐ­νο­ρι­τῶν, ἐ­πι­τρό­πων, συν­δρο­μη­τῶν καὶ ἀ­φι­ε­ρω­τῶν τῆς ἁ­γί­ας ἐκ­κλη­σί­ας ταύ­της.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν μα­κα­ρί­ων καὶ ἀ­οι­δί­μων κτι­τό­ρων τοῦ ἁ­γί­ου να­οῦ τού­του (τῆς ἁγίας μονῆς ταύτης) καὶ ὑ­πὲρ πάν­των τῶν προ­α­να­παυ­σα­μέ­νων πα­τέ­ρων καὶ ἀ­δελ­φῶν ἡ­μῶν, τῶν ἐν­θά­δε κει­μέ­νων καὶ ἁ­παν­τα­χοῦ ὀρ­θο­δό­ξων.

Ἔ­τι δε­ό­με­θα καὶ ὑ­πὲρ τῶν καρ­πο­φο­ρούν­των καὶ καλ­λι­ερ­γούν­των ἐν τῷ ἁ­γί­ῳ καὶ παν­σέ­πτῳ να­ῷ τού­τῳ, κο­πι­ών­των, ψαλ­λόν­των, καὶ ὑ­πὲρ τοῦ πε­ρι­ε­στῶ­τος λα­οῦ, τοῦ ἀ­πεκ­δε­χο­μέ­νου τὸ πα­ρὰ σοῦ μέ­γα καὶ πλού­σι­ον ἔ­λε­ος.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΔΕΗΣΕΙΣ ΥΠΕΡ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ

Ὁ δι­ά­κο­νος λέ­γει τὰς ὑ­πὲρ τῶν κα­τη­χου­μέ­νων δε­ή­σεις, τοῦ χο­ροῦ λέ­γον­τος εἰς ἑ­κά­στην τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Εὔ­ξα­σθε, οἱ κα­τη­χού­με­νοι, τῷ Κυ­ρί­ῳ.

Οἱ πι­στοὶ ὑ­πὲρ τῶν κα­τη­χου­μέ­νων δε­η­θῶ­μεν·

Ἵ­να ὁ Κύ­ρι­ος αὐ­τοὺς ἐ­λε­ή­σῃ·

Κα­τη­χή­σῃ αὐ­τοὺς τὸν λό­γον τῆς ἀ­λη­θεί­ας·

Ἀ­πο­κα­λύ­ψῃ αὐ­τοῖς τὸ εὐ­αγ­γέ­λι­ον τῆς δι­και­ο­σύ­νης·

Ἑ­νώ­σῃ αὐ­τοὺς τῇ ἁ­γί­ᾳ αὐ­τοῦ κα­θο­λι­κῇ καὶ ἀ­πο­στο­λι­κῇ Ἐκ­κλη­σί­ᾳ.

Σῶ­σον, ἐ­λέ­η­σον, ἀν­τι­λα­βοῦ καὶ δι­α­φύ­λα­ξον αὐ­τούς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Οἱ κα­τη­χού­με­νοι τὰς κε­φα­λὰς ὑ­μῶν τῷ Κυ­ρί­ῳ κλί­να­τε.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ἵ­να καὶ αὐ­τοὶ σὺν ἡ­μῖν δο­ξά­ζω­σι τὸ πάν­τι­μον καὶ με­γα­λο­πρε­πὲς ὄ­νο­μά σου, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Καὶ ὁ ἱ­ε­ρεὺς ποι­ή­σας δι­ὰ τοῦ ἱ. Εὐ­αγ­γε­λί­ου σταυ­ρὸν ἐ­πὶ τοῦ εἰ­λη­τοῦ ἀ­πο­θέ­τει αὐ­τὸ εἰς τὸ ἄ­νω μέ­ρος τῆς ἁ­γί­ας Τρα­πέ­ζης καὶ ἐ­ξα­πλοῖ τὸ εἰ­λη­τόν.

Ὁ δὲ δι­ά­κο­νος λέ­γει·

Ὅ­σοι κα­τη­χού­με­νοι προ­έλ­θε­τε· οἱ κα­τη­χού­με­νοι προ­έλ­θε­τε· ὅ­σοι κα­τη­χού­με­νοι προ­έλ­θε­τε· μή τις τῶν κα­τη­χου­μέ­νων.

* * *

ΔΕΗΣΕΙΣ ΤΩΝ ΠΙΣΤΩΝ

Ὁ δι­ά­κο­νος·

Ὅ­σοι πι­στοί, ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ δι­ά­κο­νος·

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ δι­ά­κο­νος· Σο­φί­α.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα, τι­μὴ καὶ προ­σκύ­νη­σις τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Καὶ πά­λιν ὁ δι­ά­κο­νος·

Ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ δι­ά­κο­νος·

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ δι­ά­κο­νος· Σο­φί­α.

Καὶ εἰ­σέρ­χε­ται εἰς τὸ Ἱ­ε­ρόν.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ὅ­πως ὑ­πὸ τοῦ κρά­τους σου πάν­το­τε φυ­λατ­τό­με­νοι, σοὶ δό­ξαν ἀ­να­πέμ­πω­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

Η ΕΙΣΟΔΟΣ ΤΩΝ ΤΙΜΙΩΝ ΔΩΡΩΝ

Ἀν­τὶ τοῦ συ­νή­θους χε­ρου­βι­κοῦ ὕ­μνου
ψάλ­λε­ται ὁ πα­ρών·

Ἦ­χος πλ. α´.

Σι­γη­σά­τω πᾶ­σα σὰρξ βρο­τεί­α, καὶ στή­τω με­τὰ φό­βου καὶ τρό­μου, καὶ μη­δὲν γή­ϊ­νον, ἐν ἑ­αυ­τῇ λο­γι­ζέ­σθω· ὁ γὰρ Βα­σι­λεὺς τῶν βα­σι­λευ­όν­των, καὶ Κύ­ρι­ος τῶν κυ­ρι­ευ­όν­των, προ­σέρ­χε­ται σφα­γι­α­σθῆ­ναι, καὶ δο­θῆ­ναι εἰς βρῶ­σιν τοῖς πι­στοῖς· προ­η­γοῦν­ται δὲ τού­του, οἱ χο­ροὶ τῶν Ἀγ­γέ­λων, με­τὰ πά­σης ἀρ­χῆς καὶ ἐ­ξου­σί­ας, τὰ πο­λυ­όμ­μα­τα Χε­ρου­βίμ, καὶ τὰ ἑ­ξα­πτέ­ρυ­γα Σε­ρα­φίμ, τὰς ὄ­ψεις κα­λύ­πτον­τα, καὶ βο­ῶν­τα τὸν ὕ­μνον· Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α.

* * *

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

Πλη­ρω­θέν­τος τοῦ Χε­ρου­βι­κοῦ ὕ­μνου λέ­γει ὁ δι­ά­κο­νος·

Πλη­ρώ­σω­μεν τὴν ἑ­σπε­ρι­νὴν δέ­η­σιν ἡ­μῶν τῷ Κυ­ρί­ῳ.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ­μοί­ως καὶ εἰς τὰς ἐ­φε­ξῆς δε­ή­σεις.

Ὑ­πὲρ τῶν προ­τε­θέν­των τι­μί­ων δώ­ρων τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ἁ­γί­ου οἴ­κου τού­του καὶ τῶν με­τὰ πί­στε­ως, εὐ­λα­βεί­ας καὶ φό­βου Θε­οῦ εἰ­σι­όν­των ἐν αὐ­τῷ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ῥυ­σθῆ­ναι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, ὀρ­γῆς, κιν­δύ­νου καὶ ἀ­νάγ­κης τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τὴν ἑ­σπέ­ραν πᾶ­σαν, τε­λεί­αν, ἁ­γί­αν, εἰ­ρη­νι­κὴν καὶ ἀ­να­μάρ­τη­τον πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Ὁ χο­ρός· Πα­ρά­σχου, Κύ­ρι­ε.

Ὁ­μοί­ως καὶ εἰς τὰς ἐ­φε­ξῆς δε­ή­σεις.

Ἄγ­γε­λον εἰ­ρή­νης, πι­στὸν ὁ­δη­γόν, φύ­λα­κα τῶν ψυ­χῶν καὶ τῶν σω­μά­των ἡ­μῶν πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Συγ­γνώ­μην καὶ ἄ­φε­σιν τῶν ἁ­μαρ­τι­ῶν καὶ τῶν πλημ­με­λη­μά­των ἡ­μῶν πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Τὰ κα­λὰ καὶ συμ­φέ­ρον­τα ταῖς ψυ­χαῖς ἡ­μῶν καὶ εἰ­ρή­νην τῷ κό­σμῳ πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Τὸν ὑ­πό­λοι­πον χρό­νον τῆς ζω­ῆς ἡ­μῶν ἐν εἰ­ρή­νῃ καὶ με­τα­νοί­ᾳ ἐ­κτε­λέ­σαι πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Χρι­στι­α­νὰ τὰ τέ­λη τῆς ζω­ῆς ἡ­μῶν, ἀ­νώ­δυ­να, ἀ­νε­παί­σχυν­τα, εἰ­ρη­νι­κὰ καὶ κα­λὴν ἀ­πο­λο­γί­αν, τὴν ἐ­πὶ τοῦ φο­βε­ροῦ βή­μα­τος τοῦ Χρι­στοῦ αἰ­τη­σώ­με­θα.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν τῆς προ­σκο­μι­δῆς καὶ τὴν ἐκ­φώ­νη­σιν

Δι­ὰ τῶν οἰ­κτιρ­μῶν τοῦ μο­νο­γε­νοῦς σου Υἱ­οῦ, μεθ᾿ οὗ εὐ­λο­γη­τὸς εἶ, σὺν τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΑΣΠΑΣΜΟΣ ΚΑΙ ΟΜΟΛΟΓΙΑ

Ὁ ἱ­ε­ρεύς· Εἰ­ρή­νη πᾶ­σι.

Ὁ χο­ρός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ δι­ά­κο­νος· Ἀ­γα­πή­σω­μεν ἀλ­λή­λους, ἵ­να ἐν ὁ­μο­νοί­ᾳ ὁ­μο­λο­γή­σω­μεν.

Ὁ χο­ρός· Πα­τέ­ρα, Υἱ­ὸν * καὶ ἅ­γι­ον Πνεῦ­μα, * Τρι­ά­δα ὁ­μο­ού­σι­ον * καὶ ἀ­χώ­ρι­στον.

Ὁ δι­ά­κο­νος· Τὰς θύ­ρας, τὰς θύ­ρας· ἐν σο­φί­ᾳ πρό­σχω­μεν.

Ὁ προεστὼς ἀπαγγέλλει μετὰ τοῦ λαοῦ

Τὸ Σύμβολον τῆς πίστεως.

Πι­στεύ­ω εἰς ἕ­να Θε­όν, Πα­τέ­ρα, παν­το­κρά­το­ρα, ποι­η­τὴν οὐ­ρα­νοῦ καὶ γῆς, ὁ­ρα­τῶν τε πάν­των καὶ ἀ­ο­ρά­των. Καὶ εἰς ἕ­να Κύ­ρι­ον Ἰ­η­σοῦν Χρι­στόν, τὸν Υἱ­ὸν τοῦ Θε­οῦ τόν μο­νο­γε­νῆ, τὸν ἐκ τοῦ Πα­τρὸς γεν­νη­θέν­τα πρὸ πάν­των τῶν αἰ­ώ­νων· φῶς ἐκ φω­τός, Θε­ὸν ἀ­λη­θι­νὸν ἐκ Θε­οῦ ἀ­λη­θι­νοῦ, γεν­νη­θέν­τα, οὐ ποι­η­θέν­τα, ὁ­μο­ού­σι­ον τῷ Πα­τρί, δι᾿ οὗ τὰ πάν­τα ἐ­γέ­νε­το. Τὸν δι᾿ ἡ­μᾶς τοὺς ἀν­θρώ­πους καὶ δι­ὰ τὴν ἡ­με­τέ­ραν σω­τη­ρί­αν κα­τελ­θόν­τα ἐκ τῶν οὐ­ρα­νῶν καὶ σαρ­κω­θέν­τα ἐκ Πνεύ­μα­τος ἁ­γί­ου καὶ Μα­ρί­ας τῆς Παρ­θέ­νου καὶ ἐ­ναν­θρω­πή­σαν­τα. Σταυ­ρω­θέν­τα τε ὑ­πὲρ ἡ­μῶν ἐ­πὶ Πον­τί­ου Πι­λά­του καὶ πα­θόν­τα καὶ τα­φέν­τα. Καὶ ἀ­να­στάν­τα τῇ τρί­τῃ ἡ­μέ­ρᾳ κα­τὰ τὰς Γρα­φάς. Καὶ ἀ­νελ­θόν­τα εἰς τοὺς οὐ­ρα­νοὺς καὶ κα­θε­ζό­με­νον ἐκ δε­ξι­ῶν τοῦ Πα­τρός. Καὶ πά­λιν ἐρ­χό­με­νον με­τὰ δό­ξης κρῖ­ναι ζῶν­τας καὶ νε­κρούς, οὗ τῆς βα­σι­λεί­ας οὐκ ἔ­σται τέ­λος. Καὶ εἰς τὸ Πνεῦ­μα τὸ ἅ­γι­ον, τὸ Κύ­ρι­ον, τὸ ζω­ο­ποι­όν, τὸ ἐκ τοῦ Πα­τρὸς ἐκ­πο­ρευ­ό­με­νον, τὸ σὺν Πα­τρὶ καὶ Υἱ­ῷ συμ­προ­σκυ­νού­με­νον καὶ συν­δο­ξα­ζό­με­νον, τὸ λα­λῆ­σαν δι­ὰ τῶν προ­φη­τῶν. Εἰς μί­αν, ἁ­γί­αν, κα­θο­λι­κὴν καὶ ἀ­πο­στο­λι­κὴν Ἐκ­κλη­σί­αν. Ὁ­μο­λο­γῶ ἓν βά­πτι­σμα εἰς ἄ­φε­σιν ἁ­μαρ­τι­ῶν. Προσ­δο­κῶ ἀ­νά­στα­σιν νε­κρῶν καὶ ζω­ὴν τοῦ μέλ­λον­τος αἰ­ῶ­νος. Ἀ­μήν.

* * *

Η ΑΓΙΑ ΑΝΑΦΟΡΑ

Ὁ δι­ά­κο­νος· Στῶ­μεν κα­λῶς· στῶ­μεν με­τὰ φό­βου· πρό­σχω­μεν τὴν ἁ­γί­αν ἀ­να­φο­ρὰν ἐν εἰ­ρή­νῃ προ­σφέ­ρειν.

Ὁ α´ χο­ρός· Ἔ­λε­ον εἰ­ρή­νης, θυ­σί­αν αἰ­νέ­σε­ως.

Ὁ ἱ­ε­ρεύς·

Ἡ χά­ρις τοῦ Κυ­ρί­ου ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ καὶ ἡ ἀ­γά­πη τοῦ Θε­οῦ καὶ Πα­τρὸς καὶ ἡ κοι­νω­νί­α τοῦ ἁ­γί­ου Πνεύ­μα­τος εἴ­η με­τὰ πάν­των ὑ­μῶν.

Ὁ β´ χο­ρός· Καὶ με­τὰ τοῦ πνεύ­μα­τός σου.

Ὁ ἱ­ε­ρεύς· Ἄ­νω σχῶ­μεν τὰς καρ­δί­ας.

Ὁ α´ χο­ρός· Ἔ­χο­μεν πρὸς τὸν Κύ­ρι­ον.

Ὁ ἱ­ε­ρεύς· Εὐ­χα­ρι­στή­σω­μεν τῷ Κυ­ρί­ῳ.

Ὁ β´ χο­ρός· Ἄ­ξι­ον καὶ δί­και­ον.

Καὶ ὁ ἱ­ε­ρεὺς ἀ­πάρ­χε­ται τῆς ἁ­γί­ας ἀ­να­φο­ρᾶς, ἐν τέ­λει λέ­γει ἐκ­φώ­νως·

Τὸν ἐ­πι­νί­κι­ον ὕ­μνον ᾄ­δον­τα, βο­ῶν­τα, κε­κρα­γό­τα καὶ λέ­γον­τα.

Ὁ α´ χο­ρός· Ἅ­γι­ος, ἅ­γι­ος, ἅ­γι­ος Κύ­ρι­ος Σα­βα­ώθ, * πλή­ρης ὁ οὐ­ρα­νὸς * καὶ ἡ γῆ τῆς δό­ξης σου. * Ὡ­σαν­νὰ ἐν τοῖς ὑ­ψί­στοις· * εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος * ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου. * Ὡ­σαν­νὰ ἐν τοῖς ὑ­ψί­στοις.

Ὁ δὲ ἱ­ε­ρεὺς κλι­νό­με­νος ἐ­πεύ­χε­ται καὶ εἶ­τα λέ­γει ἐκ­φώ­νως·

Ἔ­δω­κε τοῖς ἁ­γί­οις αὐ­τοῦ μα­θη­ταῖς καὶ ἀ­πο­στό­λοις εἰ­πών· Λά­βε­τε, φά­γε­τε· τοῦ­τό μού ἐ­στι τὸ Σῶ­μα, τὸ ὑ­πὲρ ὑ­μῶν κλώ­με­νον εἰς ἄ­φε­σιν ἁ­μαρ­τι­ῶν.

Ὁ χο­ρός· Ἀ­μήν.

Καὶ πά­λιν ἐ­πεύ­χε­ται ὁ ἱ­ε­ρεύς, καὶ εἶ­τα λέ­γει ἐκ­φώ­νως·

Ἔ­δω­κε τοῖς ἁ­γί­οις αὐ­τοῦ μα­θη­ταῖς καὶ ἀ­πο­στό­λοις εἰ­πών· Πί­ε­τε ἐξ αὐ­τοῦ πάν­τες· τοῦ­τό ἐ­στι τὸ Αἷ­μά μου, τὸ τῆς και­νῆς δι­α­θή­κης, τὸ ὑ­πὲρ ὑ­μῶν καὶ πολ­λῶν ἐκ­χυ­νό­με­νον εἰς ἄ­φε­σιν ἁ­μαρ­τι­ῶν.

Ὁ χο­ρός· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεὺς κλι­νό­με­νος ἐ­πεύ­χε­ται καὶ εἶ­τα λέ­γει ἐκ­φώ­νως·

Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προ­σφέ­ρον­τες κα­τὰ πάν­τα καὶ δι­ὰ πάν­τα.

Ὁ β´ χο­ρός· Σὲ ὑ­μνοῦ­μεν, * σὲ εὐ­λο­γοῦ­μεν, * σοὶ εὐ­χα­ρι­στοῦ­μεν, Κύ­ρι­ε, * καὶ δε­ό­με­θά σου, ὁ Θε­ὸς ἡ­μῶν.

Ὁ δὲ ἱ­ε­ρεὺς κλί­νας τὴν κε­φα­λὴν με­τὰ πά­σης κα­τα­νύ­ξε­ως εὔ­χε­ται, σφρα­γί­ζει τὰ τί­μι­α δῶ­ρα, εἶ­τα ἐ­πεύ­χε­ται καὶ θυ­μι­ῶν τρὶς ἐκ γ´ τὰ ἅ­γι­α λέ­γει ἐκ­φώ­νως·

Ἐ­ξαι­ρέ­τως τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας.

Ὁ χο­ρὸς τὸ κά­τω­θι με­γα­λυ­νά­ρι­ον·

Ἐ­πὶ σοὶ χαί­ρει, Κε­χα­ρι­τω­μέ­νη, * πᾶ­σα ἡ κτί­σις, * ἀγ­γέ­λων τὸ σύ­στη­μα * καὶ ἀν­θρώ­πων τὸ γέ­νος, * ἡ­γι­α­σμέ­νε να­ὲ * καὶ πα­ρά­δει­σε λο­γι­κέ, * παρ­θε­νι­κὸν καύ­χη­μα, * ἐξ ἧς Θε­ὸς ἐ­σαρ­κώ­θη * καὶ παι­δί­ον γέ­γο­νεν * ὁ πρὸ αἰ­ώ­νων ὑ­πάρ­χων Θε­ὸς ἡ­μῶν· * τὴν γὰρ σὴν μή­τραν * θρό­νον ἐ­ποί­η­σε * καὶ τὴν σὴν γα­στέ­ρα * πλα­τυ­τέ­ραν οὐ­ρα­νῶν ἀ­πειρ­γά­σα­το. * Ἐ­πὶ σοὶ χαί­ρει, Κε­χα­ρι­τω­μέ­νη, * πᾶ­σα ἡ κτί­σις· δό­ξα σοι.

Καὶ πά­λιν ἐ­πεύ­χε­ται ὁ ἱ­ε­ρεύς, καὶ εἶ­τα λέ­γει ἐκ­φώ­νως·

Ἐν πρώ­τοις μνή­σθη­τι, Κύ­ρι­ε, τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος), ὃν χά­ρι­σαι ταῖς ἁ­γί­αις σου Ἐκ­κλη­σί­αις ἐν εἰ­ρή­νῃ, σῷ­ον, ἔν­τι­μον, ὑ­γι­ᾶ, μα­κρο­η­με­ρεύ­ον­τα καὶ ὀρ­θο­το­μοῦν­τα τὸν λό­γον τῆς σῆς ἀ­λη­θεί­ας.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ δι­ά­κο­νος· Καὶ ὧν ἕ­κα­στος κα­τὰ δι­ά­νοι­αν ἔ­χει, καὶ πάν­των καὶ πα­σῶν.

Ὁ χο­ρός· Καὶ πάν­των καὶ πα­σῶν.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Καὶ δὸς ἡ­μῖν, ἐν ἑ­νὶ στό­μα­τι καὶ μι­ᾷ καρ­δί­ᾳ, δο­ξά­ζειν καὶ ἀ­νυ­μνεῖν τὸ πάν­τι­μον καὶ με­γα­λο­πρε­πὲς ὄ­νο­μά σου, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεὺς εὐ­λο­γῶν τὸν λα­όν·

Καὶ ἔ­σται τὰ ἐ­λέ­η τοῦ με­γά­λου Θε­οῦ καὶ Σω­τῆ­ρος ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ με­τὰ πάν­των ὑ­μῶν.

Ὁ χο­ρός· Καὶ με­τὰ τοῦ πνεύ­μα­τός σου.

* * *

ΔΕΗΣΕΙΣ - Η ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ

Ὁ δι­ά­κο­νος· Πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον. Ὁ­μοί­ως καὶ εἰς τὰς ἐ­φε­ξῆς δε­ή­σεις.

Ὑ­πὲρ τῶν προ­σκο­μι­σθέν­των καὶ ἁ­γι­α­σθέν­των τι­μί­ων δώ­ρων τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὅ­πως ὁ φι­λάν­θρω­πος Θε­ὸς ἡ­μῶν, ὁ προσ­δε­ξά­με­νος αὐ­τὰ εἰς τὸ ἅ­γι­ον καὶ ὑ­πε­ρου­ρά­νι­ον καὶ νο­ε­ρὸν αὐ­τοῦ θυ­σι­α­στή­ρι­ον εἰς ὀ­σμὴν εὐ­ω­δί­ας πνευ­μα­τι­κῆς, ἀν­τι­κα­τα­πέμ­ψῃ ἡ­μῖν τὴν θεί­αν χά­ριν καὶ τὴν δω­ρε­ὰν τοῦ ἁ­γί­ου Πνεύ­μα­τος δε­η­θῶ­μεν.

Τὴν ἑ­νό­τη­τα τῆς πί­στε­ως καὶ τὴν κοι­νω­νί­αν τοῦ ἁ­γί­ου Πνεύ­μα­τος αἰ­τη­σά­με­νοι, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Καὶ κα­τα­ξί­ω­σον ἡ­μᾶς, Δέ­σπο­τα, με­τὰ παρ­ρη­σί­ας, ἀ­κα­τα­κρί­τως τολ­μᾶν ἐ­πι­κα­λεῖ­σθαι σὲ τὸν ἐ­που­ρά­νι­ον Θε­ὸν Πα­τέ­ρα καὶ λέ­γειν·

Ὁ προ­ε­στὼς ἀ­παγ­γέλ­λει με­τὰ τοῦ λα­οῦ·

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΚΕΦΑΛΟΚΛΙΣΙΑ

Ὁ ἱ­ε­ρεὺς εὐ­λο­γῶν τὸν λα­όν· Εἰ­ρή­νη πᾶ­σι.

Ὁ χο­ρός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ δι­ά­κο­νος· Τὰς κε­φα­λὰς ἡ­μῶν τῷ Κυ­ρί­ῳ κλί­νω­μεν.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς κλι­νό­με­νος τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Χά­ρι­τι καὶ οἰ­κτιρ­μοῖς καὶ φι­λαν­θρω­πί­ᾳ τοῦ μο­νο­γε­νοῦς σου Υἱ­οῦ, μεθ᾿ οὗ εὐ­λο­γη­τὸς εἶ, σὺν τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΥΨΩΣΙΣ - ΚΛΑΣΙΣ - ΜΕΤΑΛΗΨΙΣ

Ὁ ἱ­ε­ρεὺς ἐ­πεύ­χε­ται καὶ προ­σκυ­νεῖ τρὶς λέ­γων καθ᾿ ἑ­αυ­τόν· Ὁ Θε­ός, ἱ­λά­σθη­τί μοι τῷ ἁ­μαρ­τω­λῷ καὶ ἐ­λέ­η­σόν με.

Εἶ­τα ὁ δι­ά­κο­νος ἐκ­φω­νεῖ· Πρό­σχω­μεν.

Καὶ ὁ ἱ­ε­ρεὺς ὑ­ψῶν τὸν ἅ­γι­ον Ἄρ­τον ἐκ­φω­νεῖ·

Τὰ ἅ­γι­α τοῖς ἁ­γί­οις.

Ὁ χο­ρός· Εἷς ἅ­γι­ος, εἷς Κύ­ρι­ος, Ἰ­η­σοῦς Χρι­στός, εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.

Καὶ ψάλ­λει τὸ κοι­νω­νι­κὸν τῆς ἡ­μέ­ρας·

Κοι­νω­νι­κόν. Ἦ­χος α´. (Ἐ­κλο­γή).

Ἐ­ξη­γέρ­θη ὡς ὁ ὑ­πνῶν Κύ­ρι­ος, καὶ ἀ­νέ­στη σῴ­ζων ἡ­μᾶς. Ἀλ­λη­λού­ϊ­α.

Οἱ στί­χοι.

Στίχ. α´. Δεῦ­τε ἀ­γαλ­λι­α­σώ­με­θα τῷ Κυ­ρίῳ, ἀ­λα­λά­ξω­μεν τῷ Θεῷ τῷ σω­τῆ­ρι ἡ­μῶν. (Ϟδ´ 1)

Στίχ. β´. Εὐ­φραι­νέ­σθω­σαν οἱ οὐ­ρα­νοὶ καὶ ἀ­γαλ­λι­ά­σθω ἡ γῆ, σα­λευ­θή­τω ἡ θά­λασ­σα καὶ τὸ πλή­ρω­μα αὐ­τῆς. (Ϟε´ 11)

Στίχ. γ´. ᾌ­σα­τε τῷ Κυ­ρίῳ ᾆ­σμα και­νόν, ὅ­τι θαυ­μα­στὰ ἐ­ποί­η­σεν ὁ Κύ­ρι­ος. (Ϟζ´ 1)

Στίχ. δ´. Ὅ­τι Θε­ὸς μέ­γας Κύ­ρι­ος καὶ βα­σι­λεὺς μέ­γας ἐ­πὶ πᾶ­σαν τὴν γῆν. (Ϟδ´ 3)

Στίχ. ε´. Πα­ρε­δό­θη διὰ τὰς ἁ­μαρ­τί­ας ἡ­μῶν καὶ ἠ­γέρ­θη διὰ τὴν δι­καί­ω­σιν ἡ­μῶν. (Ῥωμ. δ´ 25)

Στίχ. Ϛ´. Χρι­στὸς ἐ­γή­γερ­ται ἐκ νε­κρῶν, ἀ­παρ­χὴ τῶν κε­κοι­μη­μέ­νων ἐ­γέ­νε­το. (Α´ Κορ. ιε´ 20)

Στίχ. ζ´. Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τα τὰ ἔ­θνη, ἐ­παι­νέ­σα­τε αὐ­τόν, πάν­τες οἱ λα­οί. (Ψαλμ. ριϚ´ 1)

Στίχ. η´. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Κυ­ρίῳ οἱ λε­λυ­τρω­μέ­νοι ὑ­πὸ Κυ­ρί­ου, οὓς ἐ­λυ­τρώ­σα­το ἐκ χει­ρὸς ἐ­χθροῦ. (ρϚ´ 12)

Στίχ. θ´. Ἀ­πὸ ἀ­να­το­λῶν ἡ­λί­ου μέ­χρι δυ­σμῶν αἰ­νε­τὸν τὸ ὄ­νο­μα Κυ­ρί­ου. (ριβ´ 3)

Δό­ξα. Καὶ νῦν.

Ἐ­ξη­γέρ­θη ὡς ὁ ὑ­πνῶν Κύ­ρι­ος, καὶ ἀ­νέ­στη σῴ­ζων ἡ­μᾶς. Ἀλ­λη­λού­ϊ­α.

Με­τὰ τὴν με­τά­λη­ψιν τῶν ἐν τῷ βή­μα­τι ὁ δι­ά­κο­νος ἐμ­βάλ­λει εἰς τὸ ἅ­γι­ον πο­τή­ρι­ον τὰς με­ρί­δας τοῦ ἁ­γί­ου Ἄρ­του καὶ ἐκ­φω­νεῖ πρὸς τὸν λα­όν·

Με­τὰ φό­βου Θε­οῦ, πί­στε­ως καὶ ἀ­γά­πης προ­σέλ­θε­τε.

Καὶ ὁ ἱ­ε­ρεὺς με­τα­δί­δει εἰς ἕ­να ἕ­κα­στον δι­ὰ τῆς λα­βί­δος.

Με­τὰ δὲ τὴν θεί­αν με­τά­λη­ψιν, εὐ­λο­γεῖ ὁ ἱ­ε­ρεὺς τὸν λα­ὸν λέ­γων·

Σῶ­σον, ὁ Θε­ός, τὸν λα­όν σου καὶ εὐ­λό­γη­σον τὴν κλη­ρο­νο­μί­αν σου.

Ὁ χο­ρός, ἀν­τὶ τοῦ· Εἴ­δο­μεν·

Ἦ­χος β´.

Μνή­σθη­τι εὔ­σπλαγ­χνε καὶ ἡ­μῶν, κα­θὼς ἐ­μνη­μό­νευ­σας τοῦ λῃ­στοῦ, ἐν τῇ βα­σι­λεί­ᾳ τῶν οὐ­ρα­νῶν.

Εἰς τό· Πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ
εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Ἦ­χος β´.

Πλη­ρω­θή­τω τὸ στό­μα ἡ­μῶν * αἰ­νέ­σε­ώς σου, Κύ­ρι­ε, * ὅ­πως ἀ­νυ­μνή­σω­μεν τὴν δό­ξαν σου, * ὅ­τι ἠ­ξί­ω­σας ἡ­μᾶς * τῶν ἁ­γί­ων σου με­τα­σχεῖν μυ­στη­ρί­ων· * τή­ρη­σον ἡ­μᾶς ἐν τῷ σῷ ἁ­γι­α­σμῷ, * ὅ­λην τὴν ἡ­μέ­ραν * με­λε­τῶν­τας τὴν δι­και­ο­σύ­νην σου. * Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α.

* * *

ΕΥΧΑΡΙΣΤΙΑ

Ὁ δι­ά­κο­νος·

Ὀρ­θοί· με­τα­λα­βόν­τες τῶν θεί­ων, ἁ­γί­ων, ἀ­χράν­των, ἀ­θα­νά­των, ἐ­που­ρα­νί­ων καὶ ζω­ο­ποι­ῶν, φρι­κτῶν τοῦ Χρι­στοῦ μυ­στη­ρί­ων, ἀ­ξί­ως εὐ­χα­ρι­στή­σω­μεν τῷ Κυ­ρί­ῳ.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Τὴν ἑ­σπέ­ραν πᾶ­σαν τε­λεί­αν, ἁ­γί­αν, εἰ­ρη­νι­κὴν καὶ ἀ­να­μάρ­τη­τον αἰ­τη­σά­με­νοι, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χα­ρι­στή­ρι­ον εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ὅ­τι σὺ εἶ ὁ ἁ­γι­α­σμὸς ἡ­μῶν καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων·

Καὶ λέ­γων τοῦ­το λαμ­βά­νει τὸ ἱ. Εὐ­αγ­γέ­λι­ον καὶ ποι­ή­σας δι᾿ αὐ­τοῦ τὸ ση­μεῖ­ον τοῦ σταυ­ροῦ ἐ­πὶ τοῦ ἤ­δη δι­πλω­θέν­τος εἰ­λη­τοῦ ἐ­πι­θέ­τει αὐ­τὸ ἐπ᾿ αὐ­τοῦ.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΑΠΟΛΥΣΙΣ

Ὁ ἱ­ε­ρεύς· Ἐν εἰ­ρή­νῃ προ­έλ­θω­μεν.

Ὁ χο­ρός· Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.

Ὁ δι­ά­κο­νος· Τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Καὶ ὁ ἱ­ε­ρεὺς ἐ­ξελ­θὼν τῆς Ὡ­ραί­ας Πύ­λης ἀ­να­γι­νώ­σκει με­γα­λο­φώ­νως ἔμ­προ­σθεν τῆς εἰ­κό­νος τοῦ Χρι­στοῦ τὴν εὐ­χὴν ταύ­την·

Ὁ θυ­σί­αν αἰ­νέ­σε­ως καὶ λα­τρεί­αν εὐ­ά­ρε­στον, τὴν λο­γι­κὴν ταύ­την καὶ ἀ­ναί­μα­κτον θυ­σί­αν προσ­δε­χό­με­νος πα­ρὰ τῶν ἐ­πι­κα­λου­μέ­νων σε ἐν ὅ­λῃ καρ­δί­ᾳ, Χρι­στὲ ὁ Θε­ὸς ἡ­μῶν, ὁ ἀ­μνὸς καὶ Υἱ­ὸς τοῦ Θε­οῦ ὁ αἴ­ρων τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, ὁ μό­σχος ὁ ἄ­μω­μος, ὁ μὴ δε­χό­με­νος ἁ­μαρ­τί­ας ζυ­γὸν καὶ τυ­θεὶς δι᾿ ἡ­μᾶς ἑ­κών· ὁ με­λι­ζό­με­νος καὶ μὴ δι­αι­ρού­με­νος, ὁ ἐ­σθι­ό­με­νος καὶ μη­δέ­πο­τε δα­πα­νώ­με­νος, τοὺς δὲ ἐ­σθί­ον­τας ἁ­γι­ά­ζων· ὁ εἰς ἀ­νά­μνη­σιν τοῦ ἑ­κου­σί­ου πά­θους σου καὶ τῆς ζω­ο­ποι­οῦ τρι­η­μέ­ρου ἐ­γέρ­σε­ώς σου κοι­νω­νοὺς ἡ­μᾶς ἀ­να­δεί­ξας τῶν ἀρ­ρή­των καὶ ἐ­που­ρα­νί­ων καὶ φρι­κτῶν σου μυ­στη­ρί­ων, τοῦ ἁ­γί­ου σου Σώ­μα­τος καὶ τοῦ τι­μί­ου σου Αἵ­μα­τος· τή­ρη­σον ἡ­μᾶς τοὺς δού­λους σου, τοὺς δι­α­κό­νους καὶ τοὺς πι­στοὺς ἡ­μῶν βα­σι­λεῖς καὶ τὸν φι­λό­χρι­στον στρα­τὸν καὶ τὸν πε­ρι­ε­στῶ­τα λα­ὸν ἐν τῷ σῷ ἁ­γι­α­σμῷ.

Καὶ δὸς ἡ­μῖν ἐν παν­τὶ χρό­νῳ καὶ και­ρῷ με­λε­τᾶν τὴν σὴν δι­και­ο­σύ­νην, ὅ­πως, πρὸς τὸ σὸν θέ­λη­μα ὁ­δη­γη­θέν­τες καὶ τὰ εὐ­ά­ρε­στά σοι ποι­ή­σαν­τες, ἄ­ξι­οι γε­νώ­με­θα καὶ τῆς ἐκ δε­ξι­ῶν σου πα­ρα­στά­σε­ως, ὅ­ταν ἐ­λεύ­σῃ κρῖ­ναι ζῶν­τας καὶ νε­κρούς. Τοὺς ἐν αἰχ­μα­λω­σί­ᾳ ἀ­δελ­φοὺς ἡ­μῶν ἀ­νάρ­ρυ­σαι, τοὺς ἐν ἀ­σθε­νεί­ᾳ ἐ­πί­σκε­ψαι, τοὺς ἐν κιν­δύ­νοις θα­λάσ­σης κυ­βέρ­νη­σον καὶ τὰς προ­α­να­παυ­σα­μέ­νας ψυ­χὰς ἐπ᾿ ἐλ­πί­δι ζω­ῆς αἰ­ω­νί­ου ἀ­νά­παυ­σον, ὅ­που ἐ­πι­σκο­πεῖ τὸ φῶς τοῦ προ­σώ­που σου, καὶ πάν­των τῶν δε­ο­μέ­νων τῆς σῆς βο­η­θεί­ας ἐ­πά­κου­σον.

Ὅ­τι σὺ εἶ ὁ δο­τὴρ τῶν ἀ­γα­θῶν καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν σὺν τῷ ἀ­νάρ­χῳ σου Πα­τρὶ καὶ τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν. Καὶ ψάλ­λει εἶς ἦ­χον β´.

Εἴ­η τὸ ὄ­νο­μα Κυ­ρί­ου εὐ­λο­γη­μέ­νον * ἀ­πὸ τοῦ νῦν καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος. (τρίς)

Ὁ δὲ ἱ­ε­ρεὺς ἀ­πέρ­χε­ται εἰς τὴν Πρό­θε­σιν καὶ λέ­γει χα­μη­λο­φώ­νως τὴν εὐ­χὴν ἐν τῷ συ­στεῖ­λαι τὰ ἅ­γι­α καὶ τὴν ἐκ­φώ­νη­σιν.

Ὁ δι­ά­κο­νος· Τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ ἱ­ε­ρεὺς εὐ­λο­γῶν τὸν λα­όν·

Εὐ­λο­γί­α Κυ­ρί­ου καὶ ἔ­λε­ος ἔλ­θοι ἐφ᾿ ὑ­μᾶς, τῇ αὐ­τοῦ χά­ρι­τι καὶ φι­λαν­θρω­πί­ᾳ, πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Καὶ με­τὰ τοῦ­το ὁ ἱ­ε­ρεὺς τὴν ἀ­πό­λυ­σιν·

Δό­ξα σοι, ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.

Ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν, ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του καὶ πα­να­μώ­μου αὐ­τοῦ μη­τρός, δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ σταυ­ροῦ, προ­στα­σί­αις τῶν τι­μί­ων ἐ­που­ρα­νί­ων δυ­νά­με­ων ἀ­σω­μά­των, ἱ­κε­σί­αις τοῦ τι­μί­ου καὶ ἐν­δό­ξου, προ­δρό­μου καὶ βα­πτι­στοῦ Ἰ­ω­άν­νου, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων ἀ­πο­στό­λων, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ καλ­λι­νί­κων μαρ­τύ­ρων, τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων πα­τέ­ρων ἡ­μῶν, τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης καὶ πάν­των τῶν ἁ­γί­ων ἐ­λε­ή­σαι καὶ σώ­σαι ἡ­μᾶς ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὁ λα­ός· Ἀ­μήν.

* * * * *

ΠΑΡΑΡΤΗΜΑ

Ἄ­μω­μος. Ψαλ­μὸς ριη´ (118)

Στά­σις πρώ­τη.

Ἀλ­λη­λούϊα.

Μα­κά­ριοι οἱ ἄ­μω­μοι ἐν ὁδῷ οἱ πο­ρευ­ό­με­νοι ἐν νόμῳ Κυ­ρίου. 2 μα­κά­ριοι οἱ ἐ­ξε­ρευ­νῶν­τες τὰ μαρ­τύ­ρια αὐ­τοῦ· ἐν ὅλῃ καρ­δίᾳ ἐκ­ζη­τή­σου­σιν αὐ­τόν. 3 οὐ γὰρ οἱ ἐρ­γα­ζό­με­νοι τὴν ἀ­νο­μίαν ἐν ταῖς ὁ­δοῖς αὐ­τοῦ ἐ­πο­ρεύ­θη­σαν. 4 σὺ ἐ­νε­τείλω τὰς ἐν­το­λάς σου τοῦ φυ­λά­ξα­σθαι σφό­δρα. 5 ὄ­φε­λον κα­τευ­θυν­θεί­η­σαν αἱ ὁ­δοί μου τοῦ φυ­λά­ξα­σθαι τὰ δι­και­ώ­ματά σου. 6 τότε οὐ μὴ αἰ­σχυνθῶ ἐν τῷ με ἐ­πι­βλέ­πειν ἐπὶ πά­σας τὰς ἐν­το­λάς σου. 7 ἐ­ξο­μο­λο­γή­σο­μαί σοι ἐν εὐ­θύ­τητι καρ­δίας ἐν τῷ με­μα­θη­κέ­ναι με τὰ κρί­ματα τῆς δι­και­ο­σύ­νης σου. 8 τὰ δι­και­ώ­ματά σου φυ­λάξω· μή με ἐγ­κα­τα­λί­πῃς ἕως σφό­δρα. ~ 9 Ἐν τίνι κα­τορ­θώ­σει νε­ώ­τε­ρος τὴν ὁ­δὸν αὐ­τοῦ; ἐν τῷ φυ­λά­ξα­σθαι τοὺς λό­γους σου. 10 ἐν ὅλῃ καρ­δίᾳ μου ἐ­ξε­ζή­τησά σε· μὴ ἀ­πώσῃ με ἀπὸ τῶν ἐν­το­λῶν σου. 11 ἐν τῇ καρ­δίᾳ μου ἔ­κρυψα τὰ λό­γιά σου, ὅ­πως ἂν μὴ ἁ­μάρτω σοι. 12 εὐ­λο­γη­τὸς εἶ, Κύ­ριε· δί­δα­ξόν με τὰ δι­και­ώ­ματά σου. 13 ἐν τοῖς χεί­λεσί μου ἐ­ξήγ­γειλα πάντα τὰ κρί­ματα τοῦ στό­μα­τός σου. 14 ἐν τῇ ὁδῷ τῶν μαρ­τυ­ρίων σου ἐ­τέρ­φθην ὡς ἐπὶ παντὶ πλούτῳ. 15 ἐν ταῖς ἐν­το­λαῖς σου ἀ­δο­λε­σχήσω καὶ κα­τα­νο­ήσω τὰς ὁ­δούς σου. 16 ἐν τοῖς δι­και­ώ­μασί σου με­λε­τήσω, οὐκ ἐ­πι­λή­σο­μαι τῶν λό­γων σου. ~ 17 Ἀν­τα­πό­δος τῷ δούλῳ σου· ζή­σο­μαι καὶ φυ­λάξω τοὺς λό­γους σου. 18 ἀ­πο­κά­λυ­ψον τοὺς ὀ­φθαλ­μούς μου, καὶ κα­τα­νο­ήσω τὰ θαυ­μά­σια ἐκ τοῦ νό­μου σου. 19 πά­ροι­κος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀ­πο­κρύ­ψῃς ἀπ᾿ ἐ­μοῦ τὰς ἐν­το­λάς σου. 20 ἐ­πε­πό­θη­σεν ἡ ψυχή μου τοῦ ἐ­πι­θυ­μῆ­σαι τὰ κρί­ματά σου ἐν παντὶ καιρῷ. 21 ἐ­πε­τί­μη­σας ὑ­πε­ρη­φά­νοις· ἐ­πι­κα­τά­ρα­τοι οἱ ἐκ­κλί­νον­τες ἀπὸ τῶν ἐν­το­λῶν σου. 22 πε­ρί­ελε ἀπ᾿ ἐ­μοῦ ὄ­νει­δος καὶ ἐ­ξου­δέ­νω­σιν, ὅτι τὰ μαρ­τύ­ριά σου ἐ­ξε­ζή­τησα. 23 καὶ γὰρ ἐ­κά­θι­σαν ἄρ­χον­τες καὶ κατ᾿ ἐ­μοῦ κα­τε­λά­λουν, ὁ δὲ δοῦ­λός σου ἠ­δο­λέ­σχει ἐν τοῖς δι­και­ώ­μασί σου. 24 καὶ γὰρ τὰ μαρ­τύ­ριά σου με­λέτη μού ἐ­στι, καὶ αἱ συμ­βου­λίαι μου τὰ δι­και­ώ­ματά σου. ~ 25 Ἐ­κολ­λήθη τῷ ἐ­δά­φει ἡ ψυχή μου· ζῆ­σόν με κατὰ τὸν λό­γον σου. 26 τὰς ὁ­δούς μου ἐ­ξήγ­γειλα, καὶ ἐ­πή­κου­σάς μου· δί­δα­ξόν με τὰ δι­και­ώ­ματά σου. 27 ὁ­δὸν δι­και­ω­μά­των σου συ­νέ­τι­σόν με, καὶ ἀ­δο­λε­σχήσω ἐν τοῖς θαυ­μα­σί­οις σου. 28 ἐ­νύ­στα­ξεν ἡ ψυχή μου ἀπὸ ἀ­κη­δίας· βε­βαί­ω­σόν με ἐν τοῖς λό­γοις σου. 29 ὁ­δὸν ἀ­δι­κίας ἀ­πό­στη­σον ἀπ᾿ ἐ­μοῦ καὶ τῷ νόμῳ σου ἐ­λέ­η­σόν με. 30 ὁ­δὸν ἀ­λη­θείας ᾑ­ρε­τι­σά­μην καὶ τὰ κρί­ματά σου οὐκ ἐ­πε­λα­θό­μην. 31 ἐ­κολ­λή­θην τοῖς μαρ­τυ­ρί­οις σου, Κύ­ριε· μή με κα­ται­σχύ­νῃς. 32 ὁ­δὸν ἐν­το­λῶν σου ἔ­δρα­μον, ὅ­ταν ἐ­πλά­τυ­νας τὴν καρ­δίαν μου.~ 33 Νο­μο­θέ­τη­σόν με, Κύ­ριε, τὴν ὁ­δὸν τῶν δι­και­ω­μά­των σου, καὶ ἐκ­ζη­τήσω αὐ­τὴν δι­α­παν­τός. 34 συ­νέ­τι­σόν με, καὶ ἐ­ξε­ρευ­νήσω τὸν νό­μον σου καὶ φυ­λάξω αὐ­τὸν ἐν ὅλῃ καρ­δίᾳ μου. 35 ὁ­δή­γη­σόν με ἐν τῇ τρίβῳ τῶν ἐν­το­λῶν σου, ὅτι αὐ­τὴν ἠ­θέ­λησα. 36 κλῖ­νον τὴν καρ­δίαν μου εἰς τὰ μαρ­τύ­ριά σου καὶ μὴ εἰς πλε­ο­νε­ξίαν. 37 ἀ­πό­στρε­ψον τοὺς ὀ­φθαλ­μούς μου τοῦ μὴ ἰ­δεῖν μα­ται­ό­τητα, ἐν τῇ ὁδῷ σου ζῆ­σόν με. 38 στῆ­σον τῷ δούλῳ σου τὸ λό­γιόν σου εἰς τὸν φό­βον σου. 39 πε­ρί­ελε τὸν ὀ­νει­δι­σμόν μου, ὃν ὑ­πώ­πτευσα· ὅτι τὰ κρί­ματά σου χρη­στά. 40 ἰ­δοὺ ἐ­πε­θύ­μησα τὰς ἐν­το­λάς σου· ἐν τῇ δι­και­ο­σύνῃ σου ζῆ­σόν με. ~ 41 Καὶ ἔλ­θοι ἐπ᾿ ἐμὲ τὸ ἔ­λεός σου, Κύ­ριε, τὸ σω­τή­ριόν σου κατὰ τὸν λό­γον σου. 42 καὶ ἀ­πο­κρι­θή­σο­μαι τοῖς ὀ­νει­δί­ζουσί μοι λό­γον, ὅτι ἤλ­πισα ἐπὶ τοῖς λό­γοις σου. 43 καὶ μὴ πε­ρι­έ­λῃς ἐκ τοῦ στό­μα­τός μου λό­γον ἀ­λη­θείας ἕως σφό­δρα, ὅτι ἐπὶ τοῖς κρί­μασί σου ἐ­πήλ­πισα. 44 καὶ φυ­λάξω τὸν νό­μον σου δι­α­παν­τός, εἰς τὸν αἰ­ῶνα καὶ εἰς τὸν αἰ­ῶνα τοῦ αἰ­ῶ­νος. 45 καὶ ἐ­πο­ρευ­ό­μην ἐν πλα­τυ­σμῷ, ὅτι τὰς ἐν­το­λάς σου ἐ­ξε­ζή­τησα. 46 καὶ ἐ­λά­λουν ἐν τοῖς μαρ­τυ­ρί­οις σου ἐ­ναν­τίον βα­σι­λέων καὶ οὐκ ᾐ­σχυ­νό­μην. 47 καὶ ἐ­με­λέ­των ἐν ταῖς ἐν­το­λαῖς σου, ἃς ἠ­γά­πησα σφό­δρα. 48 καὶ ἦρα τὰς χεῖ­ράς μου πρὸς τὰς ἐν­το­λάς σου ἃς ἠ­γά­πησα, καὶ ἠ­δο­λέ­σχουν ἐν τοῖς δι­και­ώ­μασί σου. ~ 49 Μνή­σθητι τῶν λό­γων σου τῷ δούλῳ σου, ὧν ἐ­πήλ­πι­σάς με. 50 αὕτη με πα­ρε­κά­λε­σεν ἐν τῇ τα­πει­νώ­σει μου, ὅτι τὸ λό­γιόν σου ἔ­ζησέ με. 51 ὑ­πε­ρή­φα­νοι πα­ρη­νό­μουν ἕως σφό­δρα, ἀπὸ δὲ τοῦ νό­μου σου οὐκ ἐ­ξέ­κλινα. 52 ἐ­μνή­σθην τῶν κρι­μά­των σου ἀπ᾿ αἰ­ῶ­νος, Κύ­ριε, καὶ πα­ρε­κλή­θην. 53 ἀ­θυ­μία κα­τέ­σχε με ἀπὸ ἁ­μαρ­τω­λῶν τῶν ἐγ­κα­τα­λιμ­πα­νόν­των τὸν νό­μον σου. 54 ψαλτὰ ἦ­σάν μοι τὰ δι­και­ώ­ματά σου ἐν τόπῳ πα­ροι­κίας μου. 55 ἐ­μνή­σθην ἐν νυ­κτὶ τοῦ ὀ­νό­μα­τός σου, Κύ­ριε, καὶ ἐ­φύ­λαξα τὸν νό­μον σου. 56 αὕτη ἐ­γε­νήθη μοι, ὅτι τὰ δι­και­ώ­ματά σου ἐ­ξε­ζή­τησα. ~ 57 Με­ρίς μου εἶ, Κύ­ριε, εἶπα τοῦ φυ­λά­ξα­σθαι τὸν νό­μον σου. 58 ἐ­δε­ή­θην τοῦ προ­σώ­που σου ἐν ὅλῃ καρ­δίᾳ μου· ἐ­λέ­η­σόν με κατὰ τὸ λό­γιόν σου. 59 δι­ε­λο­γι­σά­μην τὰς ὁ­δούς σου καὶ ἐ­πέ­στρεψα τοὺς πό­δας μου εἰς τὰ μαρ­τύ­ριά σου. 60 ἡ­τοι­μά­σθην καὶ οὐκ ἐ­τα­ρά­χθην τοῦ φυ­λά­ξα­σθαι τὰς ἐν­το­λάς σου. 61 σχοι­νία ἁ­μαρ­τω­λῶν πε­ρι­ε­πλά­κη­σάν μοι, καὶ τοῦ νό­μου σου οὐκ ἐ­πε­λα­θό­μην. 62 με­σο­νύ­κτιον ἐ­ξη­γει­ρό­μην τοῦ ἐ­ξο­μο­λο­γεῖ­σθαί σοι ἐπὶ τὰ κρί­ματα τῆς δι­και­ο­σύ­νης σου. 63 μέ­το­χος ἐγώ εἰμι πάν­των τῶν φο­βου­μέ­νων σε καὶ τῶν φυ­λασ­σόν­των τὰς ἐν­το­λάς σου. 64 τοῦ ἐ­λέ­ους σου, Κύ­ριε, πλή­ρης ἡ γῆ· τὰ δι­και­ώ­ματά σου δί­δα­ξόν με. ~ 65 Χρη­στό­τητα ἐ­ποί­η­σας μετὰ τοῦ δού­λου σου, Κύ­ριε, κατὰ τὸν λό­γον σου. 66 χρη­στό­τητα καὶ παι­δείαν καὶ γνῶ­σιν δί­δα­ξόν με, ὅτι ταῖς ἐν­το­λαῖς σου ἐ­πί­στευσα. 67 πρὸ τοῦ με τα­πει­νω­θῆ­ναι ἐγὼ ἐ­πλημ­μέ­λησα, διὰ τοῦτο τὸ λό­γιόν σου ἐ­φύ­λαξα. 68 χρη­στὸς εἶ σύ, Κύ­ριε, καὶ ἐν τῇ χρη­στό­τητί σου δί­δα­ξόν με τὰ δι­και­ώ­ματά σου. 69 ἐ­πλη­θύνθη ἐπ᾿ ἐμὲ ἀ­δι­κία ὑ­πε­ρη­φά­νων, ἐγὼ δὲ ἐν ὅλῃ καρ­δίᾳ μου ἐ­ξε­ρευ­νήσω τὰς ἐν­το­λάς σου. 70 ἐ­τυ­ρώθη ὡς γάλα ἡ καρ­δία αὐ­τῶν, ἐγὼ δὲ τὸν νό­μον σου ἐ­με­λέ­τησα. 71 ἀ­γα­θόν μοι ὅτι ἐ­τα­πεί­νω­σάς με, ὅ­πως ἂν μάθω τὰ δι­και­ώ­ματά σου. 72 ἀ­γα­θός μοι ὁ νό­μος τοῦ στό­μα­τός σου ὑ­πὲρ χι­λι­ά­δας χρυ­σίου καὶ ἀρ­γυ­ρίου.

Δόξα... Καὶ νῦν... Ἀλ­λη­λούϊα, Ἀλ­λη­λούϊα, Ἀλ­λη­λούϊα, δόξα σοι ὁ Θεός, Με­τα­νοίας (γ´). Κύ­ριε, ἐ­λέ­η­σον· Κύ­ριε, ἐ­λέ­η­σον· Κύ­ριε, ἐ­λέ­η­σον. Δόξα... Καὶ νῦν...

Στά­σις δευ­τέρα

73 Αἱ χεῖ­ρές σου ἐ­ποί­η­σάν με καὶ ἔ­πλα­σάν με· συ­νέ­τι­σόν με καὶ μα­θή­σο­μαι τὰς ἐν­το­λάς σου. 74 οἱ φο­βού­με­νοί σε ὄ­ψον­ταί με καὶ εὐ­φραν­θή­σον­ται, ὅτι εἰς τοὺς λό­γους σου ἐ­πήλ­πισα. 75 ἔ­γνων, Κύ­ριε, ὅτι δι­και­ο­σύνη τὰ κρί­ματά σου, καὶ ἀ­λη­θείᾳ ἐ­τα­πεί­νω­σάς με. 76 γε­νη­θήτω δὴ τὸ ἔ­λεός σου τοῦ πα­ρα­κα­λέ­σαι με κατὰ τὸ λό­γιόν σου τῷ δούλῳ σου. 77 ἐλ­θέ­τω­σάν μοι οἱ οἰ­κτιρ­μοί σου, καὶ ζή­σο­μαι, ὅτι ὁ νό­μος σου με­λέτη μού ἐ­στιν. 78 αἰ­σχυν­θή­τω­σαν ὑ­πε­ρή­φα­νοι, ὅτι ἀ­δί­κως ἠ­νό­μη­σαν εἰς ἐμέ· ἐγὼ δὲ ἀ­δο­λε­σχήσω ἐν ταῖς ἐν­το­λαῖς σου. 79 ἐ­πι­στρε­ψά­τω­σάν με οἱ φο­βού­με­νοί σε καὶ οἱ γι­νώ­σκον­τες τὰ μαρ­τύ­ριά σου. 80 γε­νη­θήτω ἡ καρ­δία μου ἄ­μω­μος ἐν τοῖς δι­και­ώ­μασί σου, ὅ­πως ἂν μὴ αἰ­σχυνθῶ. ~ 81 Ἐ­κλεί­πει εἰς τὸ σω­τή­ριόν σου ἡ ψυχή μου, εἰς τοὺς λό­γους σου ἐ­πήλ­πισα. 82 ἐ­ξέ­λι­πον οἱ ὀ­φθαλ­μοί μου εἰς τὸ λό­γιόν σου λέ­γον­τες· πότε πα­ρα­κα­λέ­σεις με; 83 ὅτι ἐ­γε­νή­θην ὡς ἀ­σκὸς ἐν πά­χνῃ· τὰ δι­και­ώ­ματά σου οὐκ ἐ­πε­λα­θό­μην. 84 πό­σαι εἰ­σὶν αἱ ἡ­μέ­ραι τοῦ δού­λου σου; πότε ποι­ή­σεις μοι ἐκ τῶν κα­τα­δι­ω­κόν­των με κρί­σιν; 85 δι­η­γή­σαντό μοι πα­ρά­νο­μοι ἀ­δο­λε­σχίας, ἀλλ᾿ οὐχ ὡς ὁ νό­μος σου, Κύ­ριε. 86 πᾶ­σαι αἱ ἐν­το­λαί σου ἀ­λή­θεια· ἀ­δί­κως κα­τε­δί­ω­ξάν με, βο­ή­θη­σόν μοι. 87 παρὰ βραχὺ συ­νε­τέ­λε­σάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγ­κα­τέ­λι­πον τὰς ἐν­το­λάς σου. 88 κατὰ τὸ ἔ­λεός σου ζῆ­σόν με, καὶ φυ­λάξω τὰ μαρ­τύ­ρια τοῦ στό­μα­τός σου. ~ 89 Εἰς τὸν αἰ­ῶνα, Κύ­ριε, ὁ λό­γος σου δι­α­μέ­νει ἐν τῷ οὐ­ρανῷ. 90 εἰς γε­νεὰν καὶ γε­νεὰν ἡ ἀ­λή­θειά σου· ἐ­θε­με­λί­ω­σας τὴν γῆν καὶ δι­α­μέ­νει. 91 τῇ δι­α­τά­ξει σου δι­α­μέ­νει ἡ­μέρα, ὅτι τὰ σύμ­παντα δοῦλα σά. 92 εἰ μὴ ὅτι ὁ νό­μος σου με­λέτη μού ἐ­στι, τότε ἂν ἀ­πω­λό­μην ἐν τῇ τα­πει­νώ­σει μου. 93 εἰς τὸν αἰ­ῶνα οὐ μὴ ἐ­πι­λά­θω­μαι τῶν δι­και­ω­μά­των σου, ὅτι ἐν αὐ­τοῖς ἔ­ζη­σάς με. 94 σός εἰμι ἐγώ, σῶ­σόν με, ὅτι τὰ δι­και­ώ­ματά σου ἐ­ξε­ζή­τησα. 95 ἐμὲ ὑ­πέ­μει­ναν ἁ­μαρ­τω­λοὶ τοῦ ἀ­πο­λέ­σαι με· τὰ μαρ­τύ­ριά σου συ­νῆκα. 96 πά­σης συν­τε­λείας εἶ­δον πέ­ρας· πλα­τεῖα ἡ ἐν­τολή σου σφό­δρα. ~ 97 Ὡς ἠ­γά­πησα τὸν νό­μον σου, Κύ­ριε· ὅ­λην τὴν ἡ­μέ­ραν με­λέτη μού ἐ­στιν. 98 ὑ­πὲρ τοὺς ἐ­χθρούς μου ἐ­σό­φι­σάς με τὴν ἐν­το­λήν σου, ὅτι εἰς τὸν αἰ­ῶνα ἐμή ἐ­στιν. 99 ὑ­πὲρ πάν­τας τοὺς δι­δά­σκον­τάς με συ­νῆκα, ὅτι τὰ μαρ­τύ­ριά σου με­λέτη μού ἐ­στιν. 100 ὑ­πὲρ πρε­σβυ­τέ­ρους συ­νῆκα, ὅτι τὰς ἐν­το­λάς σου ἐ­ξε­ζή­τησα. 101 ἐκ πά­σης ὁ­δοῦ πο­νη­ρᾶς ἐ­κώ­λυσα τοὺς πό­δας μου, ὅ­πως ἂν φυ­λάξω τοὺς λό­γους σου. 102 ἀπὸ τῶν κρι­μά­των σου οὐκ ἐ­ξέ­κλινα, ὅτι σὺ ἐ­νο­μο­θέ­τη­σάς με. 103 ὡς γλυ­κέα τῷ λά­ρυγγί μου τὰ λό­γιά σου, ὑ­πὲρ μέλι τῷ στό­ματί μου. 104 ἀπὸ τῶν ἐν­το­λῶν σου συ­νῆκα· διὰ τοῦτο ἐ­μί­σησα πᾶ­σαν ὁ­δὸν ἀ­δι­κίας. ~ 105 Λύ­χνος τοῖς ποσί μου ὁ νό­μος σου καὶ φῶς ταῖς τρί­βοις μου. 106 ὤ­μοσα καὶ ἔ­στησα τοῦ φυ­λά­ξα­σθαι τὰ κρί­ματα τῆς δι­και­ο­σύ­νης σου. 107 ἐ­τα­πει­νώ­θην ἕως σφό­δρα· Κύ­ριε, ζῆ­σόν με κατὰ τὸν λό­γον σου. 108 τὰ ἑ­κού­σια τοῦ στό­μα­τός μου εὐ­δό­κη­σον δή, Κύ­ριε, καὶ τὰ κρί­ματά σου δί­δα­ξόν με. 109 ἡ ψυχή μου ἐν ταῖς χερσί σου δι­α­παν­τός, καὶ τοῦ νό­μου σου οὐκ ἐ­πε­λα­θό­μην. 110 ἔ­θεντο ἁ­μαρ­τω­λοὶ πα­γίδα μοι, καὶ ἐκ τῶν ἐν­το­λῶν σου οὐκ ἐ­πλα­νή­θην. 111 ἐ­κλη­ρο­νό­μησα τὰ μαρ­τύ­ριά σου εἰς τὸν αἰ­ῶνα, ὅτι ἀ­γαλ­λί­αμα τῆς καρ­δίας μού εἰ­σιν. 112 ἔ­κλινα τὴν καρ­δίαν μου τοῦ ποι­ῆ­σαι τὰ δι­και­ώ­ματά σου εἰς τὸν αἰ­ῶνα δι᾿ ἀν­τά­μει­ψιν. ~ 113 Πα­ρα­νό­μους ἐ­μί­σησα, τὸν δὲ νό­μον σου ἠ­γά­πησα. 114 βο­η­θός μου, καὶ ἀν­τι­λή­πτωρ μου εἶ σύ· εἰς τοὺς λό­γους σου ἐ­πήλ­πισα. 115 ἐκ­κλί­νατε ἀπ᾿ ἐ­μοῦ, πο­νη­ρευ­ό­με­νοι, καὶ ἐ­ξε­ρευ­νήσω τὰς ἐν­το­λὰς τοῦ Θεοῦ μου.116 ἀν­τι­λα­βοῦ μου κατὰ τὸ λό­γιόν σου, καὶ ζῆ­σόν με, καὶ μὴ κα­ται­σχύ­νῃς με ἀπὸ τῆς προσ­δο­κίας μου. 117 βο­ή­θη­σόν μοι, καὶ σω­θή­σο­μαι καὶ με­λε­τήσω ἐν τοῖς δι­και­ώ­μασί σου δι­α­παν­τός. 118 ἐ­ξου­δέ­νω­σας πάν­τας τοὺς ἀ­πο­στα­τοῦν­τας ἀπὸ τῶν δι­και­ω­μά­των σου, ὅτι ἄ­δι­κον τὸ ἐν­θύ­μημα αὐ­τῶν. 119 πα­ρα­βαί­νον­τας ἐ­λο­γι­σά­μην πάν­τας τοὺς ἁ­μαρ­τω­λοὺς τῆς γῆς· διὰ τοῦτο ἠ­γά­πησα τὰ μαρ­τύ­ριά σου. 120 κα­θή­λω­σον ἐκ τοῦ φό­βου σου τὰς σάρ­κας μου· ἀπὸ γὰρ τῶν κρι­μά­των σου ἐ­φο­βή­θην. ~ 121 Ἐ­ποί­ησα κρῖμα καὶ δι­και­ο­σύ­νην· μὴ πα­ρα­δῷς με τοῖς ἀ­δι­κοῦσί με. 122 ἔκ­δε­ξαι τὸν δοῦ­λόν σου εἰς ἀ­γα­θόν· μὴ συ­κο­φαν­τη­σά­τω­σάν με ὑ­πε­ρή­φα­νοι. 123 οἱ ὀ­φθαλ­μοί μου ἐ­ξέ­λι­πον εἰς τὸ σω­τή­ριόν σου καὶ εἰς τὸ λό­γιον τῆς δι­και­ο­σύ­νης σου. 124 ποί­η­σον μετὰ τοῦ δού­λου σου κατὰ τὸ ἔ­λεός σου καὶ τὰ δι­και­ώ­ματά σου δί­δα­ξόν με. 125 δοῦ­λός σού εἰμι ἐγώ· συ­νέ­τι­σόν με, καὶ γνώ­σο­μαι τὰ μαρ­τύ­ριά σου. 126 και­ρὸς τοῦ ποι­ῆ­σαι τῷ Κυ­ρίῳ· δι­ε­σκέ­δα­σαν τὸν νό­μον σου. 127 διὰ τοῦτο ἠ­γά­πησα τὰς ἐν­το­λάς σου ὑ­πὲρ χρυ­σίον καὶ το­πά­ζιον. 128 διὰ τοῦτο πρὸς πά­σας τὰς ἐν­το­λάς σου κα­τωρ­θού­μην, πᾶ­σαν ὁ­δὸν ἄ­δι­κον ἐ­μί­σησα. 129 Θαυ­μα­στὰ τὰ μαρ­τύ­ριά σου· διὰ τοῦτο ἐ­ξη­ρεύ­νη­σεν αὐτὰ ἡ ψυχή μου. 130 ἡ δή­λω­σις τῶν λό­γων σου φω­τιεῖ καὶ συ­νε­τιεῖ νη­πί­ους. 131 τὸ στόμα μου ἤ­νοιξα καὶ εἵλ­κυσα πνεῦμα, ὅτι τὰς ἐν­το­λάς σου ἐ­πε­πό­θουν.

Δόξα... Καὶ νῦν... Ἀλ­λη­λούϊα, Ἀλ­λη­λούϊα, Ἀλ­λη­λούϊα, δόξα σοι ὁ Θεός, Με­τα­νοίας (γ´). Κύ­ριε, ἐ­λέ­η­σον· Κύ­ριε, ἐ­λέ­η­σον· Κύ­ριε, ἐ­λέ­η­σον. Δόξα... Καὶ νῦν...

Στά­σις τρίτη

132 Ἐ­πί­βλε­ψον ἐπ᾿ ἐμὲ καὶ ἐ­λέ­η­σόν με κατὰ τὸ κρίμα τῶν ἀ­γα­πών­των τὸ ὄ­νομά σου. 133 τὰ δι­α­βή­ματά μου κα­τεύ­θυ­νον κατὰ τὸ λό­γιόν σου, καὶ μὴ κα­τα­κυ­ρι­ευ­σάτω μου πᾶσα ἀ­νο­μία. 134 λύ­τρω­σαί με ἀπὸ συ­κο­φαν­τίας ἀν­θρώ­πων, καὶ φυ­λάξω τὰς ἐν­το­λάς σου. 135 τὸ πρό­σω­πόν σου ἐ­πί­φα­νον ἐπὶ τὸν δοῦ­λόν σου καὶ δί­δα­ξόν με τὰ δι­και­ώ­ματά σου. 136 δι­ε­ξό­δους ὑ­δά­των κα­τέ­δυ­σαν οἱ ὀ­φθαλ­μοί μου, ἐ­πεὶ οὐκ ἐ­φύ­λαξα τὸν νό­μον σου. ~ 137 Δί­καιος εἶ, Κύ­ριε, καὶ εὐ­θεῖαι αἱ κρί­σεις σου. 138 ἐ­νε­τείλω δι­και­ο­σύ­νην τὰ μαρ­τύ­ριά σου καὶ ἀ­λή­θειαν σφό­δρα. 139 ἐ­ξέ­τηξέ με ὁ ζῆ­λός σου, ὅτι ἐ­πε­λά­θοντο τῶν λό­γων σου οἱ ἐ­χθροί μου. 140 πε­πυ­ρω­μέ­νον τὸ λό­γιόν σου σφό­δρα, καὶ ὁ δοῦ­λός σου ἠ­γά­πη­σεν αὐτό. 141 νε­ώ­τε­ρος ἐγώ εἰμι καὶ ἐ­ξου­δε­νω­μέ­νος· τὰ δι­και­ώ­ματά σου οὐκ ἐ­πε­λα­θό­μην. 142 ἡ δι­και­ο­σύνη σου δι­και­ο­σύνη εἰς τὸν αἰ­ῶνα, καὶ ὁ νό­μος σου ἀ­λή­θεια. 143 θλί­ψεις καὶ ἀ­νάγ­και εὕ­ρο­σάν με· αἱ ἐν­το­λαί σου με­λέτη μου. 144 δι­και­ο­σύνη τὰ μαρ­τύ­ριά σου εἰς τὸν αἰ­ῶνα· συ­νέ­τι­σόν με, καὶ ζή­σο­μαι. ~ 145 Ἐ­κέ­κραξα ἐν ὅλῃ καρ­δίᾳ μου· ἐ­πά­κου­σόν μου, Κύ­ριε, τὰ δι­και­ώ­ματά σου ἐκ­ζη­τήσω. 146 ἐ­κέ­κραξά σοι· σῶ­σόν με, καὶ φυ­λάξω τὰ μαρ­τύ­ριά σου. 147 προ­έ­φθασα ἐν ἀ­ω­ρίᾳ καὶ ἐ­κέ­κραξα, εἰς τοὺς λό­γους σου ἐ­πήλ­πισα. 148 προ­έ­φθα­σαν οἱ ὀ­φθαλ­μοί μου πρὸς ὄρ­θρον τοῦ με­λε­τᾶν τὰ λό­γιά σου. 149 τῆς φω­νῆς μου ἄ­κου­σον, Κύ­ριε, κατὰ τὸ ἔ­λεός σου, κατὰ τὸ κρῖμά σου ζῆ­σόν με. 150 προ­σήγ­γι­σαν οἱ κα­τα­δι­ώ­κον­τές με ἀ­νο­μίᾳ, ἀπὸ δὲ τοῦ νό­μου σου ἐ­μα­κρύν­θη­σαν. 151 ἐγ­γὺς εἶ, Κύ­ριε, καὶ πᾶ­σαι αἱ ὁ­δοί σου ἀ­λή­θεια. 152 κατ᾿ ἀρ­χὰς ἔ­γνων ἐκ τῶν μαρ­τυ­ρίων σου, ὅτι εἰς τὸν αἰ­ῶνα ἐ­θε­με­λί­ω­σας αὐτά. ~ 153 Ἴδε τὴν τα­πεί­νω­σίν μου καὶ ἐ­ξε­λοῦ με, ὅτι τοῦ νό­μου σου οὐκ ἐ­πε­λα­θό­μην. 154 κρῖ­νον τὴν κρί­σιν μου καὶ λύ­τρω­σαί με· διὰ τὸν λό­γον σου ζῆ­σόν με. 155 μα­κρὰν ἀπὸ ἁ­μαρ­τω­λῶν σω­τη­ρία, ὅτι τὰ δι­και­ώ­ματά σου οὐκ ἐ­ξε­ζή­τη­σαν. 156 οἱ οἰ­κτιρ­μοί σου πολ­λοί, Κύ­ριε· κατὰ τὸ κρῖμά σου ζῆ­σόν με. 157 πολ­λοὶ οἱ ἐκ­δι­ώ­κον­τές με καὶ θλί­βον­τές με· ἐκ τῶν μαρ­τυ­ρίων σου οὐκ ἐ­ξέ­κλινα. 158 εἶ­δον ἀ­συ­νε­τοῦν­τας καὶ ἐ­ξε­τη­κό­μην, ὅτι τὰ λό­γιά σου οὐκ ἐ­φυ­λά­ξαντο. 159 ἴδε, ὅτι τὰς ἐν­το­λάς σου ἠ­γά­πησα· Κύ­ριε, ἐν τῷ ἐ­λέει σου ζῆ­σόν με. 160 ἀρχὴ τῶν λό­γων σου ἀ­λή­θεια, καὶ εἰς τὸν αἰ­ῶνα πάντα τὰ κρί­ματα τῆς δι­και­ο­σύ­νης σου. ~ 161 Ἄρ­χον­τες κα­τε­δί­ω­ξάν με δω­ρεάν, καὶ ἀπὸ τῶν λό­γων σου ἐ­δει­λί­α­σεν ἡ καρ­δία μου. 162 ἀ­γαλ­λι­ά­σο­μαι ἐγὼ ἐπὶ τὰ λό­γιά σου ὡς ὁ εὑ­ρί­σκων σκῦλα πολλά. 163 ἀ­δι­κίαν ἐ­μί­σησα καὶ ἐ­βδε­λυ­ξά­μην, τὸν δὲ νό­μον σου ἠ­γά­πησα. 164 ἑ­πτά­κις τῆς ἡ­μέ­ρας ᾔ­νεσά σε ἐπὶ τὰ κρί­ματα τῆς δι­και­ο­σύ­νης σου. 165 εἰ­ρήνη πολλὴ τοῖς ἀ­γα­πῶσι τὸν νό­μον σου, καὶ οὐκ ἔ­στιν αὐ­τοῖς σκάν­δα­λον. 166 προ­σε­δό­κων τὸ σω­τή­ριόν σου, Κύ­ριε, καὶ τὰς ἐν­το­λάς σου ἠ­γά­πησα. 167 ἐ­φύ­λα­ξεν ἡ ψυχή μου τὰ μαρ­τύ­ριά σου καὶ ἠ­γά­πη­σεν αὐτὰ σφό­δρα. 168 ἐ­φύ­λαξα τὰς ἐν­το­λάς σου καὶ τὰ μαρ­τύ­ριά σου, ὅτι πᾶ­σαι αἱ ὁ­δοί μου ἐ­ναν­τίον σου, Κύ­ριε. ~ 169 Ἐγ­γι­σάτω ἡ δέ­η­σίς μου ἐ­νώ­πιόν σου, Κύ­ριε· κατὰ τὸ λό­γιόν σου συ­νέ­τι­σόν με. 170 εἰ­σέλ­θοι τὸ ἀ­ξί­ωμά μου ἐ­νώ­πιόν σου, Κύ­ριε· κατὰ τὸ λό­γιόν σου ῥῦ­σαί με. 171 ἐ­ξε­ρεύ­ξαιντο τὰ χείλη μου ὕ­μνον, ὅ­ταν δι­δά­ξῃς με τὰ δι­και­ώ­ματά σου. 172 φθέγ­ξαιτο ἡ γλῶσσά μου τὰ λό­γιά σου, ὅτι πᾶ­σαι αἱ ἐν­το­λαί σου δι­και­ο­σύνη. 173 γε­νέ­σθω ἡ χείρ σου τοῦ σῶ­σαί με, ὅτι τὰς ἐν­το­λάς σου ᾑ­ρε­τι­σά­μην. 174 ἐ­πε­πό­θησα τὸ σω­τή­ριόν σου, Κύ­ριε, καὶ ὁ νό­μος σου με­λέτη μού ἐ­στι. 175 ζή­σε­ται ἡ ψυχή μου καὶ αἰ­νέ­σει σε, καὶ τὰ κρί­ματά σου βο­η­θή­σει μοι. 176 ἐ­πλα­νή­θην ὡς πρό­βα­τον ἀ­πο­λω­λός· ζή­τη­σον τὸν δοῦ­λόν σου, ὅτι τὰς ἐν­το­λάς σου οὐκ ἐ­πε­λα­θό­μην.

Καὶ ἀ­μέ­σως μετὰ τὴν τοῦ Ἀ­μώ­μου στι­χο­λο­γίαν, ψάλ­λο­μεν τὰ ἀ­να­στά­σιμα εὐ­λο­γη­τά­ρια.

* * * * *


Εκτύπωση   Email