Μεγάλη Τρίτη (14 Απριλίου 2020)

14 ΑΠΡΙΛΙΟΥ 2020

Η ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΡΙΤΗ

καθ᾿ ἣν μνεί­αν ποι­ού­με­θα
τῆς πα­ρα­βο­λῆς τῶν δέ­κα παρ­θέ­νων.

Ἀρ­δα­λί­ω­νος μάρ­τυ­ρος τοῦ πρώ­ην μί­μου, Θω­μα­ΐ­δος μάρ­τυ­ρος, Δη­μη­τρί­ου νε­ο­μάρτυροςτοῦ ἐν Τρι­πό­λει (†1803).

* * * * *

Ο ΟΡΘΡΟΣ

(Τε­λεῖ­ται συ­νή­θως τῇ Μ. Δευ­τέ­ρᾳ ἑ­σπέ­ρας)

Ὁ ἱ­ε­ρεύς· Εὐ­λο­γη­τὸς ὁ Θε­ὸς ἡ­μῶν, πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεύς· Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Βα­σι­λεῦ οὐ­ρά­νι­ε, Πα­ρά­κλη­τε, τὸ Πνεῦ­μα τῆς ἀ­λη­θεί­ας, ὁ παν­τα­χοῦ πα­ρὼν καὶ τὰ πάν­τα πλη­ρῶν, ὁ θη­σαυ­ρὸς τῶν ἀ­γα­θῶν καὶ ζω­ῆς χο­ρη­γός, ἐλ­θὲ καὶ σκή­νω­σον ἐν ἡ­μῖν καὶ κα­θά­ρι­σον ἡ­μᾶς ἀ­πὸ πά­σης κη­λῖ­δος καὶ σῶ­σον, ἀ­γα­θέ, τὰς ψυ­χὰς ἡ­μῶν.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (12άκις).

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ Χρι­στῷ τῷ βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Καὶ τοὺς ἑ­ξῆς ψαλ­μοὺς (ὧν ἀ­να­γι­νω­σκο­μέ­νων ὁ ἱ­ε­ρεὺς θυ­μι­ᾷ δι­ὰ κατ­ζί­ου).

Ψαλ­μὸς ιθ´ (19).

Ἐ­πα­κού­σαι σου Κύ­ρι­ος ἐν ἡ­μέ­ρᾳ θλί­ψε­ως· ὑ­πε­ρα­σπί­σαι σου τὸ ὄ­νο­μα τοῦ Θε­οῦ Ἰ­α­κώβ.

Ἐ­ξα­πο­στεί­λαι σοι βο­ή­θει­αν ἐξ ἁ­γί­ου, καὶ ἐκ Σι­ὼν ἀν­τι­λά­βοι­τό σου.

Μνη­σθεί­η πά­σης θυ­σί­ας σου, καὶ τὸ ὁ­λο­καύ­τω­μά σου πι­α­νά­τω.

Δῴ­η σοι Κύ­ρι­ος κα­τὰ τὴν καρ­δί­αν σου, καὶ πᾶ­σαν τὴν βου­λήν σου πλη­ρώ­σαι.

Ἀ­γαλ­λι­α­σό­με­θα ἐ­πὶ τῷ σω­τη­ρί­ῳ σου, καὶ ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου Θε­οῦ ἡ­μῶν με­γα­λυν­θη­σό­με­θα.

Πλη­ρώ­σαι Κύ­ρι­ος πάν­τα τὰ αἰ­τή­μα­τά σου· νῦν ἔ­γνων ὅ­τι ἔ­σω­σε Κύ­ρι­ος τὸν χρι­στὸν αὐ­τοῦ.

Ἐ­πα­κού­σε­ται αὐ­τοῦ ἐξ οὐ­ρα­νοῦ ἁ­γί­ου αὐ­τοῦ· ἐν δυ­να­στεί­αις ἡ σω­τη­ρί­α τῆς δε­ξι­ᾶς αὐ­τοῦ.

Οὗ­τοι ἐν ἅρ­μα­σι καὶ οὗ­τοι ἐν ἵπ­ποις· ἡ­μεῖς δὲ ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου Θε­οῦ ἡ­μῶν με­γα­λυν­θη­σό­με­θα.

Αὐ­τοὶ συ­νε­πο­δί­σθη­σαν καὶ ἔ­πε­σον· ἡ­μεῖς δὲ ἀ­νέ­στη­μεν καὶ ἀ­νωρ­θώ­θη­μεν.

Κύ­ρι­ε, σῶ­σον τὸν βα­σι­λέ­α, καὶ ἐ­πά­κου­σον ἡ­μῶν, ἐν ᾗ ἂν ἡ­μέ­ρᾳ ἐ­πι­κα­λε­σώ­με­θά σε.

Ψαλ­μὸς κ´ (20).

Κύ­ρι­ε, ἐν τῇ δυ­νά­μει σου εὐ­φραν­θή­σε­ται ὁ βα­σι­λεύς, καὶ ἐ­πὶ τῷ σω­τη­ρί­ῳ σου ἀ­γαλ­λι­ά­σε­ται σφό­δρα.

Τὴν ἐ­πι­θυ­μί­αν τῆς καρ­δί­ας αὐ­τοῦ ἔ­δω­κας αὐ­τῷ, καὶ τὴν θέ­λη­σιν τῶν χει­λέ­ων αὐ­τοῦ οὐκ ἐ­στέ­ρη­σας αὐ­τόν.

Ὅ­τι προ­έ­φθα­σας αὐ­τὸν ἐν εὐ­λο­γί­αις χρη­στό­τη­τος· ἔ­θη­κας ἐ­πὶ τὴν κε­φα­λὴν αὐ­τοῦ στέ­φα­νον ἐκ λί­θου τι­μί­ου.

Ζω­ὴν ᾐ­τή­σα­τό σε καὶ ἔ­δω­κας αὐ­τῷ, μα­κρό­τη­τα ἡ­με­ρῶν εἰς αἰ­ῶ­να αἰ­ῶ­νος.

Με­γά­λη ἡ δό­ξα αὐ­τοῦ ἐν τῷ σω­τη­ρί­ῳ σου, δό­ξαν καὶ με­γα­λο­πρέ­πει­αν ἐ­πι­θή­σεις ἐπ᾿ αὐ­τόν.

Ὅ­τι δώ­σεις αὐ­τῷ εὐ­λο­γί­αν εἰς αἰ­ῶ­να αἰ­ῶ­νος· εὐ­φρα­νεῖς αὐ­τὸν ἐν χα­ρᾷ με­τὰ τοῦ προ­σώ­που σου.

Ὅ­τι ὁ βα­σι­λεὺς ἐλ­πί­ζει ἐ­πὶ Κύ­ρι­ον, καὶ ἐν τῷ ἐ­λέ­ει τοῦ Ὑ­ψί­στου οὐ μὴ σα­λευ­θῇ.

Εὑ­ρε­θεί­η ἡ χείρ σου πᾶ­σι τοῖς ἐ­χθροῖς σου· ἡ δε­ξι­ά σου εὕ­ροι πάν­τας τοὺς μι­σοῦν­τάς σε.

Ὅ­τι θή­σεις αὐ­τοὺς εἰς κλί­βα­νον πυ­ρός, εἰς και­ρὸν τοῦ προ­σώ­που σου.

Κύ­ρι­ος ἐν ὀρ­γῇ αὐ­τοῦ συν­τα­ρά­ξει αὐ­τούς, καὶ κα­τα­φά­γε­ται αὐ­τοὺς πῦρ.

Τὸν καρ­πὸν αὐ­τῶν ἀ­πὸ τῆς γῆς ἀ­πο­λεῖς, καὶ τὸ σπέρ­μα αὐ­τῶν ἀ­πὸ υἱ­ῶν ἀν­θρώ­πων.

Ὅ­τι ἔ­κλι­ναν εἰς σὲ κα­κά, δι­ε­λο­γί­σαν­το βου­λάς, αἷς οὐ μὴ δύ­νων­ται στῆ­ναι.

Ὅ­τι θή­σεις αὐ­τοὺς νῶ­τον· ἐν τοῖς πε­ρι­λοί­ποις σου ἑ­τοι­μά­σεις τὸ πρό­σω­πον αὐ­τῶν.

Ὑ­ψώ­θη­τι, Κύ­ρι­ε, ἐν τῇ δυ­νά­μει σου· ᾄ­σο­μεν καὶ ψα­λοῦ­μεν τὰς δυ­να­στεί­ας σου.

Δό­ξα. Καὶ νῦν.

Ὁ ἀ­να­γνώ­στης τὸ τρι­σά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ τὰ τρο­πά­ρι­α·

Σῶ­σον, Κύ­ρι­ε, τὸν λα­όν σου, καὶ εὐ­λό­γη­σον τὴν κλη­ρο­νο­μί­αν σου, νί­κας τοῖς βα­σι­λεῦ­σι, κα­τὰ βαρ­βά­ρων δω­ρού­με­νος, καὶ τὸ σὸν φυ­λάτ­των, δι­ὰ τοῦ Σταυ­ροῦ σου πο­λί­τευ­μα.

Δό­ξα.

Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυ­ρῷ ἑ­κου­σί­ως, τῇ ἐ­πω­νύ­μῳ σου και­νῇ πο­λι­τεί­ᾳ, τοὺς οἰ­κτιρ­μούς σου δώ­ρη­σαι, Χρι­στὲ ὁ Θε­ός· εὔ­φρα­νον ἐν τῇ δυ­νά­μει σου, τοὺς πι­στοὺς βα­σι­λεῖς ἡ­μῶν, νί­κας χο­ρη­γῶν αὐ­τοῖς, κα­τὰ τῶν πο­λε­μί­ων. Τὴν συμ­μα­χί­αν ἔ­χοι­εν τὴν σήν, ὅ­πλον εἰ­ρή­νης ἀ­ήτ­τη­τον τρό­παι­ον.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Προ­στα­σί­α φο­βε­ρὰ καὶ ἀ­κα­ταί­σχυν­τε, μὴ πα­ρί­δῃς ἀ­γα­θή, τὰς ἱ­κε­σί­ας ἡ­μῶν, πα­νύ­μνη­τε Θε­ο­τό­κε· στή­ρι­ξον ὀρ­θο­δό­ξων πο­λι­τεί­αν, σῷ­ζε οὓς ἐ­κέ­λευ­σας βα­σι­λεύ­ειν, καὶ χο­ρή­γει αὐ­τοῖς οὐ­ρα­νό­θεν τὴν νί­κην· δι­ό­τι ἔ­τε­κες τὸν Θε­όν, μό­νη εὐ­λο­γη­μέ­νη.

Ὁ ἱ­ε­ρεύς· Ἐ­λέ­η­σον ἡ­μᾶς, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου· δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.

Ὁ ἀ­να­γνώ­στης· Κύ­ρι­ε, ἐ­λέ­η­σον γ´.

Ὁ ἱ­ε­ρεύς· Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.

Ὁ ἀ­να­γνώ­στης· Κύ­ρι­ε, ἐ­λέ­η­σον γ´.

Ὁ ἱ­ε­ρεύς· Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος).

Ὁ ἀ­να­γνώ­στης· Κύ­ρι­ε, ἐ­λέ­η­σον γ´.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως· Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

* * *

Ο ΕΞΑΨΑΛΜΟΣ - ΑΙ ΕΥΧΑΙ

Ὁ ἀ­να­γνώ­στης· Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Καὶ εὐ­θὺς ἐκ­φω­νεῖ ὁ ἱ­ε­ρεύς·

Δό­ξα τῇ ἁ­γί­ᾳ καὶ ὁ­μο­ου­σί­ῳ καὶ ζω­ο­ποι­ῷ καὶ ἀ­δι­αι­ρέ­τῳ Τρι­ά­δι πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ ἀ­να­γι­νώ­σκει ὁ προ­ε­στὼς (ἢ ὁ ἀ­να­γνώ­στης) τὸν Ἑ­ξά­ψαλ­μον.

Ὁ δὲ ἱ­ε­ρεὺς ἀ­να­γι­νώ­σκει μυ­στι­κῶς τὰς εὐ­χὰς τοῦ Ὄρ­θρου ἐ­νώ­πι­ον τῆς ἁ­γί­ας Τρα­πέ­ζης· με­τὰ δὲ τὴν πρώ­την τρι­ά­δα τῶν Ψαλ­μῶν ἐ­ξελ­θὼν συ­νε­χί­ζει τὴν ἀ­νά­γνω­σιν ἐ­νώ­πι­ον τῆς εἰ­κό­νος τοῦ Κυ­ρί­ου.

Ὁ ἀ­να­γνώ­στης·

Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α. (τρίς)

Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου. (δίς)

Ψαλ­μὸς γ´ (3).

Κύ­ρι­ε, τί ἐ­πλη­θύν­θη­σαν οἱ θλί­βον­τές με; Πολ­λοὶ ἐ­πα­νί­σταν­ται ἐπ᾿ ἐ­μέ.

Πολ­λοὶ λέ­γου­σι τῇ ψυ­χῇ μου· Οὐκ ἔ­στι σω­τη­ρί­α αὐ­τῷ ἐν τῷ Θε­ῷ αὐ­τοῦ.

Σὺ δέ, Κύ­ρι­ε, ἀν­τι­λή­πτωρ μου εἶ· δό­ξα μου καὶ ὑ­ψῶν τὴν κε­φα­λήν μου.

Φω­νῇ μου πρὸς Κύ­ρι­ον ἐ­κέ­κρα­ξα, καὶ ἐ­πή­κου­σέ μου ἐξ ὄ­ρους ἁ­γί­ου αὐ­τοῦ.

Ἐ­γὼ δὲ ἐ­κοι­μή­θην καὶ ὕ­πνω­σα· ἐ­ξη­γέρ­θην, ὅ­τι Κύ­ρι­ος ἀν­τι­λή­ψε­ταί μου.

Οὐ φο­βη­θή­σο­μαι ἀ­πὸ μυ­ρι­ά­δων λα­οῦ, τῶν κύ­κλῳ συ­νε­πι­τι­θε­μέ­νων μοι.

Ἀ­νά­στα, Κύ­ρι­ε, σῶ­σόν με, ὁ Θε­ός μου.

Ὅ­τι σὺ ἐ­πά­τα­ξας πάν­τας τοὺς ἐ­χθραί­νον­τάς μοι μα­ταί­ως, ὀ­δόν­τας ἁ­μαρ­τω­λῶν συ­νέ­τρι­ψας.

Τοῦ Κυ­ρί­ου ἡ σω­τη­ρί­α, καὶ ἐ­πὶ τὸν λα­όν σου ἡ εὐ­λο­γί­α σου.

Καί πά­λιν.

Ἐ­γὼ ἐ­κοι­μή­θην καὶ ὕ­πνω­σα· ἐ­ξη­γέρ­θην, ὅ­τι Κύ­ρι­ος ἀν­τι­λή­ψε­ταί μου.

Ψαλ­μὸς λζ´ (37).

Κύ­ρι­ε, μὴ τῷ θυ­μῷ σου ἐ­λέγ­ξῃς με, μη­δὲ τῇ ὀρ­γῇ σου παι­δεύ­σῃς με.

Ὅ­τι τὰ βέ­λη σου ἐ­νε­πά­γη­σάν μοι, καὶ ἐ­πε­στή­ρι­ξας ἐπ᾿ ἐ­μὲ τὴν χεῖ­ρά σου.

Οὐκ ἔ­στιν ἴ­α­σις ἐν τῇ σαρ­κί μου ἀ­πὸ προ­σώ­που τῆς ὀρ­γῆς σου· οὐκ ἔ­στιν εἰ­ρή­νη ἐν τοῖς ὀ­στέ­οις μου ἀ­πὸ προ­σώ­που τῶν ἁ­μαρ­τι­ῶν μου.

Ὅ­τι αἱ ἀ­νο­μί­αι μου ὑ­πε­ρῆ­ραν τὴν κε­φα­λήν μου, ὡ­σεὶ φορ­τί­ον βα­ρὺ ἐ­βα­ρύν­θη­σαν ἐπ᾿ ἐ­μέ.

Προ­σώ­ζε­σαν καὶ ἐ­σά­πη­σαν οἱ μώ­λω­πές μου ἀ­πὸ προ­σώ­που τῆς ἀ­φρο­σύ­νης μου.

Ἐ­τα­λαι­πώ­ρη­σα καὶ κα­τε­κάμ­φθην ἕ­ως τέ­λους, ὅ­λην τὴν ἡ­μέ­ραν σκυ­θρω­πά­ζων ἐ­πο­ρευ­ό­μην.

Ὅ­τι αἱ ψό­αι μου ἐ­πλή­σθη­σαν ἐμ­παιγ­μά­των καὶ οὐκ ἔ­στιν ἴ­α­σις ἐν τῇ σαρ­κί μου.

Ἐ­κα­κώ­θην καὶ ἐ­τα­πει­νώ­θην ἕ­ως σφό­δρα· ὠ­ρυ­ό­μην ἀ­πὸ στε­ναγ­μοῦ τῆς καρ­δί­ας μου.

Κύ­ρι­ε, ἐ­ναν­τί­ον σου πᾶ­σα ἡ ἐ­πι­θυ­μί­α μου, καὶ ὁ στε­ναγ­μός μου ἀ­πὸ σοῦ οὐκ ἀ­πε­κρύ­βη.

Ἡ καρ­δί­α μου ἐ­τα­ρά­χθη, ἐγ­κα­τέ­λι­πέ με ἡ ἰ­σχύς μου, καὶ τὸ φῶς τῶν ὀ­φθαλ­μῶν μου, καὶ αὐ­τὸ οὐκ ἔ­στι μετ᾿ ἐ­μοῦ.

Οἱ φί­λοι μου καὶ οἱ πλη­σί­ον μου ἐξ ἐ­ναν­τί­ας μου ἤγ­γι­σαν καὶ ἔ­στη­σαν, καὶ οἱ ἔγ­γι­στά μου ἀ­πὸ μα­κρό­θεν ἔ­στη­σαν.

Καὶ ἐ­ξε­βι­ά­ζον­το οἱ ζη­τοῦν­τες τὴν ψυ­χήν μου, καὶ οἱ ζη­τοῦν­τες τὰ κα­κά μοι ἐ­λά­λη­σαν μα­ται­ό­τη­τας, καὶ δο­λι­ό­τη­τας ὅ­λην τὴν ἡ­μέ­ραν ἐ­με­λέ­τη­σαν.

Ἐ­γὼ δὲ ὡ­σεὶ κω­φὸς οὐκ ἤ­κου­ον, καὶ ὡ­σεὶ ἄ­λα­λος οὐκ ἀ­νοί­γων τὸ στό­μα αὐ­τοῦ.

Καὶ ἐ­γε­νό­μην ὡ­σεὶ ἄν­θρω­πος οὐκ ἀ­κού­ων, καὶ οὐκ ἔ­χων ἐν τῷ στό­μα­τι αὐ­τοῦ ἐ­λεγ­μούς.

Ὅ­τι ἐ­πὶ σοί, Κύ­ρι­ε, ἤλ­πι­σα, σὺ εἰ­σα­κού­σῃ, Κύ­ρι­ε, ὁ Θε­ός μου.

Ὅ­τι εἶ­πον· Μή­πο­τε ἐ­πι­χα­ρῶ­σί μοι οἱ ἐ­χθροί μου, καὶ ἐν τῷ σα­λευ­θῆ­ναι πό­δας μου ἐπ᾿ ἐ­μὲ ἐ­με­γα­λοῤ­ῥη­μό­νη­σαν.

Ὅ­τι ἐ­γὼ εἰς μά­στι­γας ἕ­τοι­μος, καὶ ἡ ἀλ­γη­δών μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­α­παν­τός.

Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ ἀ­ναγ­γε­λῶ καὶ με­ρι­μνή­σω ὑ­πὲρ τῆς ἁ­μαρ­τί­ας μου.

Οἱ δὲ ἐ­χθροί μου ζῶ­σι καὶ κε­κρα­ταί­ων­ται ὑ­πὲρ ἐ­μέ, καὶ ἐ­πλη­θύν­θη­σαν οἱ μι­σοῦν­τές με ἀ­δί­κως.

Οἱ ἀν­τα­πο­δι­δόν­τες μοι κα­κὰ ἀν­τὶ ἀ­γα­θῶν ἐν­δι­έ­βαλ­λόν με, ἐ­πεὶ κα­τε­δί­ω­κον ἀ­γα­θω­σύ­νην.

Μὴ ἐγ­κα­τα­λί­πῃς με, Κύ­ρι­ε, ὁ Θε­ός μου, μὴ ἀ­πο­στῇς ἀπ᾿ ἐ­μοῦ.

Πρό­σχες εἰς τὴν βο­ή­θει­άν μου, Κύ­ρι­ε, τῆς σω­τη­ρί­ας μου.

Καὶ πά­λιν.

Μὴ ἐγ­κα­τα­λί­πῃς με, Κύ­ρι­ε, ὁ Θε­ός μου, μὴ ἀ­πο­στῇς ἀπ᾿ ἐ­μοῦ.

Πρό­σχες εἰς τὴν βο­ή­θει­άν μου, Κύ­ρι­ε τῆς σω­τη­ρί­ας μου.

Ψαλ­μὸς ξβ´ (62).

Ὁ Θε­ός, ὁ Θε­ός μου, πρὸς σὲ ὀρ­θρί­ζω.

Ἐ­δί­ψη­σέ σε ἡ ψυ­χή μου, πο­σα­πλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐ­ρή­μῳ καὶ ἀ­βά­τῳ καὶ ἀ­νύ­δρῳ.

Οὕ­τως ἐν τῷ ἁ­γί­ῳ ὤ­φθην σοι, τοῦ ἰ­δεῖν τὴν δύ­να­μίν σου καὶ τὴν δό­ξαν σου.

Ὅ­τι κρεῖσ­σον τὸ ἔ­λε­ός σου ὑ­πὲρ ζω­άς· τὰ χεί­λη μου ἐ­παι­νέ­σου­σί σε.

Οὕ­τως εὐ­λο­γή­σω σε ἐν τῇ ζω­ῇ μου, καὶ ἐν τῷ ὀ­νό­μα­τί σου ἀ­ρῶ τὰς χεῖ­ράς μου.

Ὡς ἐκ στέ­α­τος καὶ πι­ό­τη­τος ἐμ­πλη­σθεί­η ἡ ψυ­χή μου, καὶ χεί­λη ἀ­γαλ­λι­ά­σε­ως αἰ­νέ­σει τὸ στό­μα μου.

Εἰ ἐ­μνη­μό­νευ­όν σου ἐ­πὶ τῆς στρω­μνῆς μου, ἐν τοῖς ὄρ­θροις ἐ­με­λέ­των εἰς σέ.

Ὅ­τι ἐ­γε­νή­θης βο­η­θός μου, καὶ ἐν τῇ σκέ­πῃ τῶν πτε­ρύ­γων σου ἀ­γαλ­λι­ά­σο­μαι.

Ἐ­κολ­λή­θη ἡ ψυ­χή μου ὀ­πί­σω σου, ἐ­μοῦ δέ ἀν­τε­λά­βε­το ἡ δε­ξι­ά σου.

Αὐ­τοὶ δὲ εἰς μά­την ἐ­ζή­τη­σαν τὴν ψυ­χήν μου· εἰ­σε­λεύ­σον­ται εἰς τὰ κα­τώ­τα­τα τῆς γῆς· πα­ρα­δο­θή­σον­ται εἰς χεῖ­ρας ῥομ­φαί­ας, με­ρί­δες ἀ­λω­πέ­κων ἔ­σον­ται.

Ὁ δὲ βα­σι­λεὺς εὐ­φραν­θή­σε­ται ἐ­πὶ τῷ Θε­ῷ, ἐ­παι­νε­θή­σε­ται πᾶς ὁ ὀ­μνύ­ων ἐν αὐ­τῷ, ὅ­τι ἐ­νε­φρά­γη στό­μα λα­λούν­των ἄ­δι­κα.

Καὶ πά­λιν.

Ἐν τοῖς ὄρ­θροις ἐ­με­λέ­των εἰς σέ, ὅ­τι ἐ­γε­νή­θης βο­η­θός μου, καὶ ἐν τῇ σκέ­πῃ τῶν πτε­ρύ­γων σου ἀ­γαλ­λι­ά­σο­μαι.

Ἐ­κολ­λή­θη ἡ ψυ­χή μου ὀ­πί­σω σου· ἐ­μοῦ δὲ ἀν­τε­λά­βε­το ἡ δε­ξι­ά σου.

Καὶ τὰ ἑ­ξῆς ἄ­νευ με­τα­νοι­ῶν·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ψαλ­μὸς πζ´ (87).

Κύ­ρι­ε, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου, ἡ­μέ­ρας ἐ­κέ­κρα­ξα καὶ ἐν νυ­κτὶ ἐ­ναν­τί­ον σου.

Εἰ­σελ­θέ­τω ἐ­νώ­πι­όν σου ἡ προ­σευ­χή μου, κλῖ­νον τὸ οὖς σου εἰς τὴν δέ­η­σίν μου.

Ὅ­τι ἐ­πλή­σθη κα­κῶν ἡ ψυ­χή μου, καὶ ἡ ζω­ή μου τῷ ᾍ­δῃ ἤγ­γι­σε.

Προ­σε­λο­γί­σθην με­τὰ τῶν κα­τα­βαι­νόν­των εἰς λάκ­κον, ἐ­γε­νή­θην ὡ­σεὶ ἄν­θρω­πος ἀ­βο­ή­θη­τος, ἐν νε­κροῖς ἐ­λεύ­θε­ρος.

Ὡ­σεὶ τραυ­μα­τί­αι κα­θεύ­δον­τες ἐν τά­φῳ, ὧν οὐκ ἐ­μνή­σθης ἔ­τι, καὶ αὐ­τοὶ ἐκ τῆς χει­ρός σου ἀ­πώ­σθη­σαν.

Ἔ­θεν­τό με ἐν λάκ­κῳ κα­τω­τά­τῳ, ἐν σκο­τει­νοῖς καὶ ἐν σκι­ᾷ θα­νά­του.

Ἐπ᾿ ἐ­μὲ ἐ­πε­στη­ρί­χθη ὁ θυ­μός σου, καὶ πάν­τας τοὺς με­τε­ω­ρι­σμούς σου ἐ­πή­γα­γες ἐπ᾿ ἐ­μέ.

Ἐ­μά­κρυ­νας τοὺς γνω­στούς μου ἀπ᾿ ἐ­μοῦ, ἔ­θεν­τό με βδέ­λυγ­μα ἑ­αυ­τοῖς.

Πα­ρε­δό­θην καὶ οὐκ ἐ­ξε­πο­ρευ­ό­μην· οἱ ὀ­φθαλ­μοί μου ἠ­σθέ­νη­σαν ἀ­πὸ πτω­χεί­ας.

Ἐ­κέ­κρα­ξα πρὸς σέ, Κύ­ρι­ε, ὅ­λην τὴν ἡ­μέ­ραν, δι­ε­πέ­τα­σα πρὸς σὲ τὰς χεῖ­ράς μου.

Μὴ τοῖς νε­κροῖς ποι­ή­σεις θαυ­μά­σι­α; ἢ ἰ­α­τροὶ ἀ­να­στή­σου­σι, καὶ ἐ­ξο­μο­λο­γή­σον­ταί σοι;

Μὴ δι­η­γή­σε­ταί τις ἐν τῷ τά­φῳ τὸ ἔ­λε­ός σου, καὶ τὴν ἀ­λή­θει­άν σου ἐν τῇ ἀ­πω­λεί­ᾳ;

Μὴ γνω­σθή­σε­ται ἐν τῷ σκό­τει τὰ θαυ­μά­σι­ά σου καὶ ἡ δι­και­ο­σύ­νη σου ἐν γῇ ἐ­πι­λε­λη­σμέ­νῃ;

Κἀ­γὼ πρὸς σέ, Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα, καὶ τὸ πρω­ῒ ἡ προ­σευ­χή μου προ­φθά­σει σε.

Ἵ­να τί, Κύ­ρι­ε, ἀ­πω­θῇ τὴν ψυ­χήν μου; ἀ­πο­στρέ­φεις τὸ πρό­σω­πόν σου ἀπ᾿ ἐ­μοῦ;

Πτω­χός εἰ­μι ἐ­γώ, καὶ ἐν κό­ποις ἐκ νε­ό­τη­τός μου· ὑ­ψω­θεὶς δὲ ἐ­τα­πει­νώ­θην καὶ ἐ­ξη­πο­ρή­θην.

Ἐπ᾿ ἐ­μὲ δι­ῆλ­θον αἱ ὀρ­γαί σου, οἱ φο­βε­ρι­σμοί σου ἐ­ξε­τά­ρα­ξάν με.

Ἐ­κύ­κλω­σάν με ὡ­σεὶ ὕ­δωρ, ὅ­λην τὴν ἡ­μέ­ραν πε­ρι­έ­σχον με ἅ­μα.

Ἐ­μά­κρυ­νας ἀπ᾿ ἐ­μοῦ φί­λον καὶ πλη­σί­ον, καὶ τοὺς γνω­στούς μου ἀ­πὸ τα­λαι­πω­ρί­ας.

Καὶ πά­λιν.

Κύ­ρι­ε, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου, ἡ­μέ­ρας ἐ­κέ­κρα­ξα καὶ ἐν νυ­κτὶ ἐ­ναν­τί­ον σου.

Εἰ­σελ­θέ­τω ἐ­νώ­πι­όν σου ἡ προ­σευ­χή μου, κλῖ­νον τὸ οὖς σου εἰς τὴν δέ­η­σίν μου.

Ψαλ­μὸς ρβ´ (102).

Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ πάν­τα τὰ ἐν­τός μου τὸ ὄ­νο­μα τὸ ἅ­γι­ον αὐ­τοῦ.

Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ μὴ ἐ­πι­λαν­θά­νου πά­σας τὰς ἀν­τα­πο­δό­σεις αὐ­τοῦ.

Τὸν εὐ­ϊ­λα­τεύ­ον­τα πά­σας τὰς ἀ­νο­μί­ας σου, τὸν ἰ­ώ­με­νον πά­σας τὰς νό­σους σου.

Τὸν λυ­τρού­με­νον ἐκ φθο­ρᾶς τὴν ζω­ήν σου, τὸν στε­φα­νοῦν­τά σε ἐν ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς.

Τὸν ἐμ­πι­πλῶν­τα ἐν ἀ­γα­θοῖς τὴν ἐ­πι­θυ­μί­αν σου, ἀ­να­και­νι­σθή­σε­ται ὡς ἀ­ε­τοῦ ἡ νε­ό­της σου.

Ποι­ῶν ἐ­λε­η­μο­σύ­νας ὁ Κύ­ρι­ος, καὶ κρῖ­μα πᾶ­σι τοῖς ἀ­δι­κου­μέ­νοις.

Ἐ­γνώ­ρι­σε τὰς ὁ­δοὺς αὐ­τοῦ τῷ Μω­ϋ­σῇ, τοῖς υἱ­οῖς Ἰσ­ρα­ὴλ τὰ θε­λή­μα­τα αὐ­τοῦ.

Οἰ­κτίρ­μων καὶ ἐ­λε­ή­μων ὁ Κύ­ρι­ος, μα­κρό­θυ­μος καὶ πο­λυ­έ­λε­ος· οὐκ εἰς τέ­λος ὀρ­γι­σθή­σε­ται, οὐ­δὲ εἰς τὸν αἰ­ῶ­να μη­νι­εῖ.

Οὐ κα­τὰ τὰς ἀ­νο­μί­ας ἡ­μῶν ἐ­ποί­η­σεν ἡ­μῖν, οὐ­δὲ κα­τὰ τὰς ἁ­μαρ­τί­ας ἡ­μῶν ἀν­τα­πέ­δω­κεν ἡ­μῖν.

Ὅ­τι κα­τὰ τὸ ὕ­ψος τοῦ οὐ­ρα­νοῦ ἀ­πὸ τῆς γῆς, ἐ­κρα­ταί­ω­σε Κύ­ρι­ος τὸ ἔ­λε­ος αὐ­τοῦ ἐ­πὶ τοὺς φο­βου­μέ­νους αὐ­τόν.

Κα­θό­σον ἀ­πέ­χου­σιν ἀ­να­το­λαὶ ἀ­πὸ δυ­σμῶν, ἐ­μά­κρυ­νεν ἀφ᾿ ἡ­μῶν τὰς ἀ­νο­μί­ας ἡ­μῶν.

Κα­θὼς οἰ­κτεί­ρει πα­τὴρ υἱ­ούς, ᾠ­κτεί­ρη­σε Κύ­ρι­ος τοὺς φο­βου­μέ­νους αὐ­τόν· ὅ­τι αὐ­τὸς ἔ­γνω τὸ πλά­σμα ἡ­μῶν, ἐ­μνή­σθη ὅ­τι χοῦς ἐ­σμεν.

Ἄν­θρω­πος ὡ­σεὶ χόρ­τος αἱ ἡ­μέ­ραι αὐ­τοῦ, ὡ­σεὶ ἄν­θος τοῦ ἀ­γροῦ οὕ­τως ἐ­ξαν­θή­σει.

Ὅ­τι πνεῦ­μα δι­ῆλ­θεν ἐν αὐ­τῷ καὶ οὐχ ὑ­πάρ­ξει, καὶ οὐκ ἐ­πι­γνώ­σε­ται ἔ­τι τὸν τό­πον αὐ­τοῦ.

Τὸ δὲ ἔ­λε­ος τοῦ Κυ­ρί­ου ἀ­πὸ τοῦ αἰ­ῶ­νος καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος, ἐ­πὶ τοὺς φο­βου­μέ­νους αὐ­τόν.

Καὶ ἡ δι­και­ο­σύ­νη αὐ­τοῦ ἐ­πὶ υἱ­οῖς υἱ­ῶν, τοῖς φυ­λάσ­σου­σι τὴν δι­α­θή­κην αὐ­τοῦ, καὶ με­μνη­μέ­νοις τῶν ἐν­το­λῶν αὐ­τοῦ τοῦ ποι­ῆ­σαι αὐ­τάς.

Κύ­ρι­ος ἐν τῷ οὐ­ρα­νῷ ἡ­τοί­μα­σε τὸν θρό­νον αὐ­τοῦ, καὶ ἡ βα­σι­λεί­α αὐ­τοῦ πάν­των δε­σπό­ζει.

Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον πάν­τες οἱ Ἄγ­γε­λοι αὐ­τοῦ, δυ­να­τοὶ ἰ­σχύ­ϊ, ποι­οῦν­τες τὸν λό­γον αὐ­τοῦ, τοῦ ἀ­κοῦ­σαι τῆς φω­νῆς τῶν λό­γων αὐ­τοῦ.

Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον, πᾶ­σαι αἱ Δυ­νά­μεις αὐ­τοῦ, λει­τουρ­γοὶ αὐ­τοῦ οἱ ποι­οῦν­τες τὸ θέ­λη­μα αὐ­τοῦ.

Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τα τὰ ἔρ­γα αὐ­τοῦ, ἐν παν­τὶ τό­πῳ τῆς δε­σπο­τεί­ας αὐ­τοῦ· εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον.

Καὶ πά­λιν.

Ἐν παν­τὶ τό­πῳ τῆς δε­σπο­τεί­ας αὐ­τοῦ· εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον.

Ψαλ­μὸς ρμβ´ (142).

Κύ­ρι­ε, εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι τὴν δέ­η­σίν μου ἐν τῇ ἀ­λη­θεί­ᾳ σου, εἰ­σά­κου­σόν μου ἐν τῇ δι­και­ο­σύ­νῃ σου·

Καὶ μὴ εἰ­σέλ­θῃς εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σου, ὅ­τι οὐ δι­και­ω­θή­σε­ται ἐ­νώ­πι­όν σου πᾶς ζῶν.

Ὅ­τι κα­τε­δί­ω­ξεν ὁ ἐ­χθρὸς τὴν ψυ­χήν μου· ἐ­τα­πεί­νω­σεν εἰς γῆν τὴν ζω­ήν μου.

Ἐ­κά­θι­σέ με ἐν σκο­τει­νοῖς, ὡς νε­κροὺς αἰ­ῶ­νος, καὶ ἠ­κη­δί­α­σεν ἐπ᾿ ἐ­μὲ τὸ πνεῦ­μά μου, ἐν ἐ­μοὶ ἐ­τα­ρά­χθη ἡ καρ­δί­α μου.

Ἐ­μνή­σθην ἡ­με­ρῶν ἀρ­χαί­ων, ἐ­με­λέ­τη­σα ἐν πᾶ­σι τοῖς ἔρ­γοις σου, ἐν ποι­ή­μα­σι τῶν χει­ρῶν σου ἐ­με­λέ­των.

Δι­ε­πέ­τα­σα πρὸς σὲ τὰς χεῖ­ράς μου· ἡ ψυ­χή μου ὡς γῆ ἄ­νυ­δρός σοι.

Τα­χὺ εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐ­ξέ­λι­πε τὸ πνεῦ­μά μου.

Μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀπ᾿ ἐ­μοῦ, καὶ ὁ­μοι­ω­θή­σο­μαι τοῖς κα­τα­βαί­νου­σιν εἰς λάκ­κον.

Ἀ­κου­στὸν ποί­η­σόν μοι τὸ πρω­ῒ τὸ ἔ­λε­ός σου, ὅ­τι ἐ­πὶ σοὶ ἤλ­πι­σα.

Γνώ­ρι­σόν μοι, Κύ­ρι­ε, ὁ­δὸν ἐν ᾗ πο­ρεύ­σο­μαι, ὅ­τι πρὸς σὲ ἦ­ρα τὴν ψυ­χήν μου.

Ἐ­ξε­λοῦ με ἐκ τῶν ἐ­χθρῶν μου, Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.

Τὸ Πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει με ἐν γῇ εὐ­θεί­ᾳ· ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου, Κύ­ρι­ε, ζή­σεις με.

Ἐν τῇ δι­και­ο­σύ­νῃ σου ἐ­ξά­ξεις ἐκ θλί­ψε­ως τὴν ψυ­χήν μου· καὶ ἐν τῷ ἐ­λέ­ει σου ἐ­ξο­λο­θρεύ­σεις τοὺς ἐ­χθρούς μου.

Καὶ ἀ­πο­λεῖς πάν­τας τοὺς θλί­βον­τας τὴν ψυ­χήν μου, ὅ­τι ἐ­γώ δοῦ­λός σού εἰ­μι.

Καὶ πά­λιν.

Εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐν τῇ δι­και­ο­σύ­νῃ σου, καὶ μὴ εἰ­σέλ­θῃς εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σου. (δίς)

Εἶ­τα·

Τὸ Πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει με ἐν γῇ εὐ­θεί­ᾳ.

Καὶ τὰ ἑ­ξῆς με­τὰ με­τα­νοι­ῶν γ´,
ἤ­τοι κε­φα­λο­κλι­σι­ῶν καὶ σταυ­ρῶν.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι, ὁ Θε­ός. (τρίς)

Καὶ με­τὰ τὴν ἀ­νά­γνω­σιν τῶν εὐ­χῶν ὁ ἱ­ε­ρεὺς ἀ­σπα­σά­με­νος τὴν δε­σπο­τι­κὴν εἰ­κό­να εἰ­σέρ­χε­ται δι­ὰ τῆς νο­τί­ου πύ­λης εἰς τὸ Ἱ­ε­ρόν.

* * *

ΤΑ ΕΙΡΗΝΙΚΑ

Πλη­ρω­θέν­τος τοῦ ἑ­ξα­ψάλ­μου, ὁ ἱ­ε­ρεὺς λέ­γει ἐ­νώ­πι­ον τῆς ἁ­γί­ας Τρα­πέ­ζης τὰ εἰ­ρη­νι­κά, τοῦ χο­ροῦ ψάλ­λον­τος μεθ᾿ ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς ἄ­νω­θεν εἰ­ρή­νης καὶ τῆς σω­τη­ρί­ας τῶν ψυ­χῶν ἡ­μῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς εἰ­ρή­νης τοῦ σύμ­παν­τος κό­σμου, εὐ­στα­θεί­ας τῶν ἁ­γί­ων τοῦ Θε­οῦ Ἐκ­κλη­σι­ῶν καὶ τῆς τῶν πάν­των ἑ­νώ­σε­ως τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ἁ­γί­ου οἴ­κου τού­του καὶ τῶν με­τὰ πί­στε­ως, εὐ­λα­βεί­ας καὶ φό­βου Θε­οῦ εἰ­σι­όν­των ἐν αὐ­τῷ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος), τοῦ τι­μί­ου πρε­σβυ­τε­ρί­ου, τῆς ἐν Χρι­στῷ δι­α­κο­νί­ας, παν­τὸς τοῦ κλή­ρου καὶ τοῦ λα­οῦ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

[Ἐν ταῖς ἱ­ε­ραῖς μο­ναῖς προ­στί­θε­ται·

Ὑ­πὲρ τοῦ πα­τρὸς ἡ­μῶν (δεῖ­νος) ἱ­ε­ρο­μο­νά­χου καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.]

Ὑ­πὲρ τοῦ εὐ­σε­βοῦς ἡ­μῶν ἔ­θνους, πά­σης ἀρ­χῆς καὶ ἐ­ξου­σί­ας ἐν αὐ­τῷ καὶ τοῦ κα­τὰ ξη­ράν, θά­λασ­σαν καὶ ἀ­έ­ρα φι­λο­χρί­στου ἡ­μῶν στρα­τοῦ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς πό­λε­ως (ἢ τῆς ἁ­γί­ας μο­νῆς ἢ τῆς χώ­ρας ἢ τῆς νή­σου) ταύ­της, πά­σης (μο­νῆς) πό­λε­ως καὶ χώ­ρας καὶ τῶν πί­στει οἰ­κούν­των ἐν αὐ­ταῖς τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ εὐ­κρα­σί­ας ἀ­έ­ρων, εὐ­φο­ρί­ας τῶν καρ­πῶν τῆς γῆς καὶ και­ρῶν εἰ­ρη­νι­κῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ πλε­όν­των, ὁ­δοι­πο­ρούν­των, νο­σούν­των, κα­μνόν­των, αἰχ­μα­λώ­των καὶ τῆς σω­τη­ρί­ας αὐ­τῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ῥυ­σθῆ­ναι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, ὀρ­γῆς, κιν­δύ­νου καὶ ἀ­νάγ­κης τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα, τι­μὴ καὶ προ­σκύ­νη­σις, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΑΛΛΗΛΟΥΪΑ ΚΑΙ ΤΡΟΠΑΡΙΑ

Καὶ ψάλ­λο­μεν τὸ Ἀλ­λη­λού­ϊ­α εἰς ἦ­χον πλ. δ´ τε­τρά­κις ἀ­νὰ τρὶς μεθ᾿ ἕ­κα­στον τῶν ἑ­πο­μέ­νων στί­χων· ἄρ­χε­ται δὲ ὁ α´ χο­ρός.

Στίχ. α´. Ἐκ νυ­κτὸς ὀρ­θρί­ζει τὸ πνεῦ­μά μου πρὸς σέ, ὁ Θε­ός, δι­ό­τι φῶς τὰ προ­στάγ­μα­τά σου ἐ­πὶ τῆς γῆς.

Στίχ. β´. Δι­και­ο­σύ­νην μά­θε­τε, οἱ ἐ­νοι­κοῦν­τες ἐ­πὶ τῆς γῆς.

Στίχ. γ´. Ζῆ­λος λή­ψε­ται λα­ὸν ἀ­παί­δευ­τον, καὶ νῦν πῦρ τοὺς ὑ­πε­ναν­τί­ους ἔ­δε­ται.

Στίχ. δ´. Πρό­σθες αὐ­τοῖς κα­κά, Κύ­ρι­ε, πρό­σθες αὐ­τοῖς κα­κά, τοῖς ἐν­δό­ξοις τῆς γῆς.

Καὶ τὸ πα­ρὸν τρο­πά­ρι­ον. Ἦ­χος πλ. δ´.

Ἰ­δοὺ ὁ Νυμ­φί­ος ἔρ­χε­ται, ἐν τῷ μέ­σῳ τῆς νυ­κτός· καὶ μα­κά­ρι­ος ὁ δοῦ­λος, ὃν εὑ­ρή­σει γρη­γο­ροῦν­τα· ἀ­νά­ξι­ος δὲ πά­λιν, ὃν εὑ­ρή­σει ῥα­θυ­μοῦν­τα. Βλέ­πε οὖν ψυ­χή μου, μὴ τῷ ὕ­πνῳ κα­τε­νε­χθῇς, ἵ­να μὴ τῷ θα­νά­τῳ πα­ρα­δο­θῇς, καὶ τῆς Βα­σι­λεί­ας ἔ­ξω κλει­σθῇς· ἀλ­λὰ ἀ­νά­νη­ψον κρά­ζου­σα· Ἅ­γι­ος, Ἅ­γι­ος, Ἅ­γι­ος εἶ ὁ Θε­ός· πρε­σβεί­αις τοῦ Προ­δρό­μου σῶ­σον ἡ­μᾶς. (τρίς)

Εἰς τὸ τέ­λος τοῦ β´ λέ­γο­μεν τὸ χα­ρα­κτη­ρι­στι­κὸν τοῦ ἁ­γί­ου τοῦ Να­οῦ· Πρε­σβεί­αις τοῦ ἁ­γί­ου (ἢ τοῦ ὁ­σί­ου ἢ τοῦ ἱ­ε­ράρ­χου) σῶ­σον ἡ­μᾶς.

Εἰς δὲ τὸ τέ­λος τοῦ γ´· Δι­ὰ τῆς Θε­ο­τό­κου ἐ­λέ­η­σον ἡ­μᾶς.

Εἶ­τα, συ­να­πτὴ μι­κρὰ ὑπὸ τοῦ διακόνου, τοῦ χο­ροῦ ψάλ­λον­τος μεθ᾿ ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι σὸν τὸ κρά­τος καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΚΑΘΙΣΜΑΤΑ

[Τὸ Ψαλ­τή­ρι­ον]
Καὶ ψάλ­λο­μεν τὰ πα­ρόν­τα
Κα­θί­σμα­τα. Ῥω­μα­νοῦ.
Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυ­ρῷ.

Τὸν Νυμ­φί­ον ἀ­δελ­φοὶ ἀ­γα­πή­σω­μεν, τὰς λαμ­πά­δας ἑ­αυ­τῶν εὐ­τρε­πί­σω­μεν, ἐν ἀ­ρε­ταῖς ἐ­κλάμ­πον­τες, καὶ πί­στει ὀρ­θῇ, ἵ­να ὡς αἱ φρό­νι­μοι, τοῦ Κυ­ρί­ου παρ­θέ­νοι, ἕ­τοι­μοι εἰ­σέλ­θω­μεν, σὺν αὐ­τῷ εἰς τοὺς γά­μους· ὁ γὰρ Νυμ­φί­ος δῶ­ρον ὡς Θε­ός, πᾶ­σι πα­ρέ­χει τὸν ἄ­φθαρ­τον στέ­φα­νον.

Δό­ξα. Καὶ νῦν. Τὸ αὐ­τό.

Τὸν Νυμ­φί­ον ἀ­δελ­φοὶ ἀ­γα­πή­σω­μεν, ...

Ἕ­τε­ρον.
Ἦ­χος δ´. Κα­τε­πλά­γη Ἰ­ω­σήφ.

Βου­λευ­τή­ρι­ον Σω­τήρ, πα­ρα­νο­μί­ας κα­τὰ σοῦ, Ἱ­ε­ρεῖς καὶ Γραμ­μα­τεῖς, φθό­νῳ ἀ­θροί­σαν­τες δει­νῶς, εἰς προ­δο­σί­αν ἐ­κί­νη­σαν τὸν Ἰ­ού­δαν· ὅ­θεν ἀ­ναι­δῶς, ἐ­ξε­πο­ρεύ­ε­το, ἐ­λά­λει κα­τὰ σοῦ, τοῖς πα­ρα­νό­μοις λα­οῖς· Τί μοι φη­σὶ πα­ρέ­χε­τε, κἀ­γὼ ὑ­μῖν, αὐ­τὸν πα­ρα­δώ­σω εἰς χεῖ­ρας ὑ­μῶν; Τῆς κα­τα­κρί­σε­ως, τού­του ῥῦ­σαι, Κύ­ρι­ε τὰς ψυ­χὰς ἡ­μῶν.

Δό­ξα. Καὶ νῦν. Τὸ αὐ­τό.

Βου­λευ­τή­ρι­ον Σω­τήρ, ...

Ἕ­τε­ρον.
Ἦ­χος πλ. δ´. Τὴν Σο­φί­αν καὶ Λό­γον.

Ὁ Ἰ­ού­δας τῇ γνώ­μῃ φι­λαρ­γυ­ρεῖ, κα­τὰ τοῦ Δι­δα­σκά­λου ὁ δυ­σμε­νής, κι­νεῖ­ται βου­λεύ­ε­ται, με­λε­τᾷ τὴν πα­ρά­δο­σιν, τοῦ φω­τὸς ἐκ­πί­πτει, τὸ σκό­τος δε­χό­με­νος, συμ­φω­νεῖ τὴν πρᾶ­σιν, πω­λεῖ τὸν ἀ­τί­μη­τον· ὅ­θεν καὶ ἀγ­χό­νην, ἀ­μοι­βὴν ὧν περ ἔ­δρα, εὑ­ρί­σκει ὁ ἄ­θλι­ος, καὶ ἐ­πώ­δυ­νον θά­να­τον. Τῆς αὐ­τοῦ ἡ­μᾶς λύ­τρω­σαι, με­ρί­δος Χρι­στὲ ὁ Θε­ός, τῶν πται­σμά­των ἄ­φε­σιν δω­ρού­με­νος, τοῖς ἑ­ορ­τά­ζου­σι πό­θῳ, τὸ ἄ­χραν­τον πά­θος σου.

Δό­ξα. Καὶ νῦν. Τὸ αὐ­τό.

Ὁ Ἰ­ού­δας τῇ γνώ­μῃ φι­λαρ­γυ­ρεῖ, ...

* * *

ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ

Ὁ δι­ά­κο­νος· Καὶ ὑ­πὲρ τοῦ κα­τα­ξι­ω­θῆ­ναι ἡ­μᾶς τῆς ἀ­κρο­ά­σε­ως τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν ἱ­κε­τεύ­σω­μεν.

Ὁ λα­ός· Κύ­ρι­ε, ἐ­λέ­η­σον. (γ´)

Ὁ δι­ά­κο­νος· Σο­φί­α· ὀρ­θοί· ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου.

Ὁ ἱ­ε­ρεύς· Εἰ­ρή­νη πᾶ­σι.

Ὁ λα­ός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ ἱ­ε­ρεύς· Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου τὸ ἀ­νά­γνω­σμα.

Ὁ δι­ά­κο­νος· Πρό­σχω­μεν.

Ὁ λα­ός· Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Ὁ ἱ­ε­ρεὺς ἀ­να­γι­νώ­σκει τὸ Εὐ­αγ­γέ­λι­ον.

(Ματθ. κβ´ 15-46, κγ´ 1-39).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, συμ­βού­λι­ον ἔ­λα­βον οἱ Φα­ρι­σαῖ­οι κα­τὰ τοῦ Ἰ­η­σοῦ, ὅ­πως αὐ­τὸν πα­γι­δεύ­σω­σιν ἐν λό­γῳ. Καὶ ἀ­πο­στέλ­λου­σιν αὐ­τῷ τοὺς μα­θη­τὰς αὐ­τῶν με­τὰ τῶν Ἡ­ρῳ­δι­α­νῶν λέ­γον­τες· Δι­δά­σκα­λε, οἴ­δα­μεν ὅ­τι ἀ­λη­θὴς εἶ καὶ τὴν ὁ­δὸν τοῦ Θε­οῦ ἐν ἀ­λη­θεί­ᾳ δι­δά­σκεις, καὶ οὐ μέ­λει σοι πε­ρὶ οὐ­δε­νός· οὐ γὰρ βλέ­πεις εἰς πρό­σω­πον ἀν­θρώ­πων· εἰ­πὲ οὖν ἡ­μῖν, τί σοι δο­κεῖ; Ἔ­ξε­στι δοῦ­ναι κῆν­σον Καί­σα­ρι ἢ οὔ; Γνοὺς δὲ ὁ Ἰ­η­σοῦς τὴν πο­νη­ρί­αν αὐ­τῶν εἶ­πε· Τί με πει­ρά­ζε­τε, ὑ­πο­κρι­ταί; Ἐ­πι­δεί­ξα­τέ μοι τὸ νό­μι­σμα τοῦ κήν­σου. Οἱ δὲ προ­σή­νεγ­καν αὐ­τῷ δη­νά­ρι­ον. Καὶ λέ­γει αὐ­τοῖς· Τί­νος ἡ εἰ­κὼν αὕ­τη καὶ ἡ ἐ­πι­γρα­φή; Λέ­γου­σιν αὐ­τῷ· Καί­σα­ρος. τό­τε λέ­γει αὐ­τοῖς· Ἀ­πό­δο­τε οὖν τὰ Καί­σα­ρος Καί­σα­ρι καὶ τὰ τοῦ Θε­οῦ τῷ Θε­ῷ. Καὶ ἀ­κού­σαν­τες ἐ­θαύ­μα­σαν, καὶ ἀ­φέν­τες αὐ­τὸν ἀ­πῆλ­θον.

Ἐν ἐ­κεί­νῃ τῇ ἡ­μέ­ρᾳ προ­σῆλ­θον αὐ­τῷ Σαδ­δου­καῖ­οι, οἱ λέ­γον­τες μὴ εἶ­ναι ἀ­νά­στα­σιν, καὶ ἐ­πη­ρώ­τη­σαν αὐ­τὸν λέ­γον­τες· Δι­δά­σκα­λε, Μω­σῆς εἶ­πεν, «Ἐ­άν τις ἀ­πο­θά­νῃ μὴ ἔ­χων τέ­κνα, ἐ­πι­γαμ­βρεύ­σει ὁ ἀ­δελ­φὸς αὐ­τοῦ τὴν γυ­ναῖ­κα αὐ­τοῦ καὶ ἀ­να­στή­σει σπέρ­μα τῷ ἀ­δελ­φῷ αὐ­τοῦ». Ἦ­σαν δὲ παρ᾿ ἡ­μῖν ἑ­πτὰ ἀ­δελ­φοί· καὶ ὁ πρῶ­τος γα­μή­σας ἐ­τε­λεύ­τη­σε, καὶ μὴ ἔ­χων σπέρ­μα ἀ­φῆ­κε τὴν γυ­ναῖ­κα αὐ­τοῦ τῷ ἀ­δελ­φῷ αὐ­τοῦ· ὁ­μοί­ως καὶ ὁ δεύ­τε­ρος καὶ ὁ τρί­τος, ἕ­ως τῶν ἑ­πτά· ὕ­στε­ρον δὲ πάν­των ἀ­πέ­θα­νε καὶ ἡ γυ­νή. Ἐν τῇ οὖν ἀ­να­στά­σει τί­νος τῶν ἑ­πτὰ ἔ­σται ἡ γυ­νή; Πάν­τες γὰρ ἔ­σχον αὐ­τήν. Ἀ­πο­κρι­θεὶς δὲ ὁ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τοῖς· Πλα­νᾶ­σθε μὴ εἰ­δό­τες τὰς γρα­φὰς μη­δὲ τὴν δύ­να­μιν τοῦ Θε­οῦ. Ἐν γὰρ τῇ ἀ­να­στά­σει οὔ­τε γα­μοῦ­σιν οὔ­τε ἐκ­γα­μί­ζον­ται, ἀλλ᾿ ὡς ἄγ­γε­λοι Θε­οῦ ἐν οὐ­ρα­νῷ εἰ­σι. Πε­ρὶ δὲ τῆς ἀ­να­στά­σε­ως τῶν νε­κρῶν οὐκ ἀ­νέ­γνω­τε τὸ ῥη­θὲν ὑ­μῖν ὑ­πὸ τοῦ Θε­οῦ λέ­γον­τος, «Ἐ­γώ εἰ­μι ὁ Θε­ὸς Ἀ­βρα­ὰμ καὶ ὁ Θε­ὸς Ἰ­σα­ὰκ καὶ ὁ Θε­ὸς Ἰ­α­κώβ»; Οὐκ ἔ­στιν ὁ Θε­ὸς Θε­ὸς νε­κρῶν, ἀλ­λὰ ζών­των. Καὶ ἀ­κού­σαν­τες οἱ ὄ­χλοι ἐ­ξε­πλήσ­σον­το ἐ­πὶ τῇ δι­δα­χῇ αὐ­τοῦ.

Οἱ δὲ Φα­ρι­σαῖ­οι ἀ­κού­σαν­τες ὅ­τι ἐ­φί­μω­σε τοὺς Σαδ­δου­καί­ους, συ­νή­χθη­σαν ἐ­πὶ τὸ αὐ­τό, καὶ ἐ­πη­ρώ­τη­σεν εἷς ἐξ αὐ­τῶν, νο­μι­κός, πει­ρά­ζων αὐ­τὸν καὶ λέ­γων· Δι­δά­σκα­λε, ποί­α ἐν­το­λὴ με­γά­λη ἐν τῷ νό­μῳ; Ὁ δὲ Ἰ­η­σοῦς ἔ­φη αὐ­τῷ· «Ἀ­γα­πή­σεις Κύ­ρι­ον τὸν Θε­όν σου ἐν ὅ­λῃ τῇ καρ­δί­ᾳ σου καὶ ἐν ὅ­λῃ τῇ ψυ­χῇ σου καὶ ἐν ὅ­λῃ τῇ δι­α­νοί­ᾳ σου». Αὕ­τη ἐ­στὶ πρώ­τη καὶ με­γά­λη ἐν­το­λή. Δευ­τέ­ρα δὲ ὁ­μοί­α αὐ­τῇ· «Ἀ­γα­πή­σεις τὸν πλη­σί­ον σου ὡς σε­αυ­τόν». Ἐν ταύ­ταις ταῖς δυ­σὶν ἐν­το­λαῖς ὅ­λος ὁ νό­μος καὶ οἱ προ­φῆ­ται κρέ­μαν­ται.

Συ­νηγ­μέ­νων δὲ τῶν Φα­ρι­σαί­ων ἐ­πη­ρώ­τη­σεν αὐ­τοὺς ὁ Ἰ­η­σοῦς λέ­γων· Τί ὑ­μῖν δο­κεῖ πε­ρὶ τοῦ Χρι­στοῦ; τί­νος υἱ­ός ἐ­στι; Λέ­γου­σιν αὐ­τῷ· Τοῦ Δαυ­ΐδ. Λέ­γει αὐ­τοῖς· Πῶς οὖν Δαυ­ῒδ ἐν Πνεύ­μα­τι Κύ­ρι­ον αὐ­τὸν κα­λεῖ λέ­γων, «Εἶ­πεν ὁ Κύ­ρι­ος τῷ Κυ­ρί­ῳ μου, κά­θου ἐκ δε­ξι­ῶν μου ἕ­ως ἂν θῶ τοὺς ἐ­χθρούς σου ὑ­πο­πό­δι­ον τῶν πο­δῶν σου»; Εἰ οὖν Δαυ­ῒδ κα­λεῖ αὐ­τὸν Κύ­ρι­ον, πῶς υἱ­ός αὐ­τοῦ ἐ­στι; Καὶ οὐ­δεὶς ἐ­δύ­να­το αὐ­τῷ ἀ­πο­κρι­θῆ­ναι λό­γον, οὐ­δὲ ἐ­τόλ­μη­σέ τις ἀπ᾿ ἐ­κεί­νης τῆς ἡ­μέ­ρας ἐ­πε­ρω­τῆ­σαι αὐ­τὸν οὐ­κέ­τι.

Τό­τε ὁ Ἰ­η­σοῦς ἐ­λά­λη­σε τοῖς ὄ­χλοις καὶ τοῖς μα­θη­ταῖς αὐ­τοῦ λέ­γων· Ἐ­πὶ τῆς Μω­σέ­ως κα­θέ­δρας ἐ­κά­θι­σαν οἱ γραμ­μα­τεῖς καὶ οἱ Φα­ρι­σαῖ­οι. Πάν­τα οὖν ὅ­σα ἐ­ὰν εἴ­πω­σιν ὑ­μῖν τη­ρεῖν, τη­ρεῖ­τε καὶ ποι­εῖ­τε, κα­τὰ δὲ τὰ ἔρ­γα αὐ­τῶν μὴ ποι­εῖ­τε· λέ­γου­σι γάρ, καὶ οὐ ποι­οῦ­σι. Δε­σμεύ­ου­σι γὰρ φορ­τί­α βα­ρέ­α καὶ δυ­σβά­στα­κτα καὶ ἐ­πι­τι­θέ­α­σιν ἐ­πὶ τοὺς ὤ­μους τῶν ἀν­θρώ­πων, τῷ δὲ δα­κτύ­λῳ αὐ­τῶν οὐ θέ­λου­σι κι­νῆ­σαι αὐ­τά. Πάν­τα δὲ τὰ ἔρ­γα αὐ­τῶν ποι­οῦ­σι πρὸς τὸ θε­α­θῆ­ναι τοῖς ἀν­θρώ­ποις. Πλα­τύ­νου­σι γὰρ τὰ φυ­λα­κτή­ρι­α αὐ­τῶν καὶ με­γα­λύ­νου­σι τὰ κρά­σπε­δα τῶν ἱ­μα­τί­ων αὐ­τῶν, φι­λοῦ­σι δὲ τὴν πρω­το­κλι­σί­αν ἐν τοῖς δεί­πνοις καὶ τὰς πρω­το­κα­θε­δρί­ας ἐν ταῖς συ­να­γω­γαῖς καὶ τοὺς ἀ­σπα­σμοὺς ἐν ταῖς ἀ­γο­ραῖς καὶ κα­λεῖ­σθαι ὑ­πὸ τῶν ἀν­θρώ­πων ραβ­βὶ ραβ­βί.

Ὑ­μεῖς δὲ μὴ κλη­θῆ­τε ραβ­βί· εἷς γὰρ ὑ­μῶν ἐ­στιν ὁ δι­δά­σκα­λος, ὁ Χρι­στός· πάν­τες δὲ ὑ­μεῖς ἀ­δελ­φοί ἐ­στε. Καὶ πα­τέ­ρα μὴ κα­λέ­ση­τε ὑ­μῶν ἐ­πὶ τῆς γῆς· εἷς γάρ ἐ­στιν ὁ πα­τήρ ὑ­μῶν, ὁ ἐν τοῖς οὐ­ρα­νοῖς. Μη­δὲ κλη­θῆ­τε κα­θη­γη­ταί· εἷς γὰρ ὑ­μῶν ἐ­στιν ὁ κα­θη­γη­τής, ὁ Χρι­στός. Ὁ δὲ μεί­ζων ὑ­μῶν ἔ­σται ὑ­μῶν δι­ά­κο­νος. Ὅ­στις δὲ ὑ­ψώ­σει ἑ­αυ­τὸν τα­πει­νω­θή­σε­ται, καὶ ὅ­στις τα­πει­νώ­σει ἑ­αυ­τὸν ὑ­ψω­θή­σε­ται.

Οὐ­αὶ δὲ ὑ­μῖν, γραμ­μα­τεῖς καὶ Φα­ρι­σαῖ­οι ὑ­πο­κρι­ταί, ὅ­τι κα­τε­σθί­ε­τε τὰς οἰ­κί­ας τῶν χη­ρῶν καὶ προ­φά­σει μα­κρὰ προ­σευ­χό­με­νοι· δι­ὰ τοῦ­το λή­ψε­σθε πε­ρισ­σό­τε­ρον κρῖ­μα.

Οὐ­αὶ ὑ­μῖν, γραμ­μα­τεῖς καὶ Φα­ρι­σαῖ­οι ὑ­πο­κρι­ταί, ὅ­τι κλεί­ε­τε τὴν βα­σι­λεί­αν τῶν οὐ­ρα­νῶν ἔμ­προ­σθεν τῶν ἀν­θρώ­πων· ὑ­μεῖς γὰρ οὐκ εἰ­σέρ­χε­σθε, οὐ­δὲ τοὺς εἰ­σερ­χο­μέ­νους ἀ­φί­ε­τε εἰ­σελ­θεῖν.

Οὐ­αὶ ὑ­μῖν, γραμ­μα­τεῖς καὶ Φα­ρι­σαῖ­οι ὑ­πο­κρι­ταί, ὅ­τι πε­ρι­ά­γε­τε τὴν θά­λασ­σαν καὶ τὴν ξη­ρὰν ποι­ῆ­σαι ἕ­να προ­σή­λυ­τον, καὶ ὅ­ταν γέ­νη­ται, ποι­εῖ­τε αὐ­τὸν υἱ­ὸν γε­έν­νης δι­πλό­τε­ρον ὑ­μῶν.

Οὐ­αὶ ὑ­μῖν, ὁ­δη­γοὶ τυ­φλοί, οἱ λέ­γον­τες· Ὃς ἂν ὀ­μό­σῃ ἐν τῷ να­ῷ, οὐ­δέν ἐ­στιν, ὃς δ᾿ ἂν ὀ­μό­σῃ ἐν τῷ χρυ­σῷ τοῦ να­οῦ, ὀ­φεί­λει. Μω­ροὶ καὶ τυλ­φοί! τίς γὰρ μεί­ζων ἐ­στίν, ὁ χρυ­σός ἢ ὁ να­ὸς ὁ ἁ­γι­ά­ζων τὸν χρυ­σόν; καί· ὃς ἂν ὀ­μό­σῃ ἐν τῷ θυ­σι­α­στη­ρί­ῳ, οὐ­δέν ἐ­στιν, ὃς δ᾿ ἂν ὀ­μό­σῃ ἐν τῷ δώ­ρῳ τῷ ἐ­πά­νω αὐ­τοῦ, ὀ­φεί­λει. Μω­ροὶ καὶ τυ­φλοί! τί γὰρ μεῖ­ζον, τὸ δῶ­ρον ἢ τὸ θυ­σι­α­στή­ρι­ον τὸ ἁ­γι­ά­ζον τὸ δῶ­ρον; Ὁ οὖν ὀ­μό­σας ἐν τῷ θυ­σι­α­στη­ρί­ῳ ὀ­μνύ­ει ἐν αὐ­τῷ καὶ ἐν πᾶ­σι τοῖς ἐ­πά­νω αὐ­τοῦ· καὶ ὁ ὀ­μό­σας ἐν τῷ να­ῷ ὀ­μνύ­ει ἐν αὐ­τῷ καὶ ἐν τῷ κα­τοι­κή­σαν­τι αὐ­τόν· καὶ ὁ ὀ­μό­σας ἐν τῷ οὐ­ρα­νῷ ὀ­μνύ­ει ἐν τῷ θρό­νῳ τοῦ Θε­οῦ καὶ ἐν τῷ κα­θη­μέ­νῳ ἐ­πά­νω αὐ­τοῦ.

Οὐ­αὶ ὑ­μῖν, γραμ­μα­τεῖς καὶ Φα­ρι­σαῖ­οι ὑ­πο­κρι­ταί, ὅ­τι ἀ­πο­δε­κα­τοῦ­τε τὸ ἡ­δύ­ο­σμον καὶ τὸ ἄ­νη­θον καὶ τὸ κύ­μι­νον, καὶ ἀ­φή­κα­τε τὰ βα­ρύ­τε­ρα τοῦ νό­μου, τὴν κρί­σιν καὶ τὸν ἔ­λε­ον καὶ τὴν πί­στιν· ταῦ­τα δὲ ἔ­δει ποι­ῆ­σαι κἀ­κεῖ­να μὴ ἀ­φι­έ­ναι. Ὁ­δη­γοὶ τυ­φλοί, οἱ δι­υ­λί­ζον­τες τὸν κώ­νω­πα, τὴν δὲ κά­μη­λον κα­τα­πί­νον­τες!

Οὐ­αὶ ὑ­μῖν, γραμ­μα­τεῖς καὶ Φα­ρι­σαῖ­οι ὑ­πο­κρι­ταί, ὅ­τι κα­θα­ρί­ζε­τε τὸ ἔ­ξω­θεν τοῦ πο­τη­ρί­ου καὶ τῆς πα­ρο­ψί­δος, ἔ­σω­θεν δὲ γέ­μου­σιν ἐξ ἁρ­πα­γῆς καὶ ἀ­δι­κί­ας. Φα­ρι­σαῖ­ε τυ­φλέ, κα­θά­ρι­σον πρῶ­τον τὸ ἐν­τὸς τοῦ πο­τη­ρί­ου καὶ τῆς πα­ρο­ψί­δος, ἵ­να γέ­νη­ται καὶ τὸ ἐ­κτὸς αὐ­τῶν κα­θα­ρόν.

Οὐ­αὶ ὑ­μῖν, γραμ­μα­τεῖς καὶ Φα­ρι­σαῖ­οι ὑ­πο­κρι­ταί, ὅ­τι πα­ρο­μοι­ά­ζε­τε τά­φοις κε­κο­νι­α­μέ­νοις, οἵ­τι­νες ἔ­ξω­θεν μὲν φαί­νον­ται ὡ­ραῖ­οι, ἔ­σω­θεν δὲ γέ­μου­σιν ὀ­στέ­ων νε­κρῶν καὶ πά­σης ἀ­κα­θαρ­σί­ας. Οὕ­τω καὶ ὑ­μεῖς ἔ­ξω­θεν μὲν φαί­νε­σθε τοῖς ἀν­θρώ­ποις δί­και­οι, ἔ­σω­θεν δὲ με­στοί ἐ­στε ὑ­πο­κρί­σε­ως καὶ ἀ­νο­μί­ας.

Οὐ­αὶ ὑ­μῖν, γραμ­μα­τεῖς καὶ Φα­ρι­σαῖ­οι ὑ­πο­κρι­ταί, ὅ­τι οἰ­κο­δο­μεῖ­τε τοὺς τά­φους τῶν προ­φη­τῶν καὶ κο­σμεῖ­τε τὰ μνη­μεῖ­α τῶν δι­καί­ων, καὶ λέ­γε­τε· Εἰ ἦ­μεν ἐν ταῖς ἡ­μέ­ραις τῶν πα­τέ­ρων ἡ­μῶν, οὐκ ἂν ἦ­μεν κοι­νω­νοὶ αὐ­τῶν ἐν τῷ αἵ­μα­τι τῶν προ­φη­τῶν. Ὥ­στε μαρ­τυ­ρεῖ­τε ἑ­αυ­τοῖς ὅ­τι υἱ­οί ἐ­στε τῶν φο­νευ­σάν­των τοὺς προ­φή­τας. Καὶ ὑ­μεῖς πλη­ρώ­σα­τε τὸ μέ­τρον τῶν πα­τέ­ρων ὑ­μῶν. Ὄ­φεις, γεν­νή­μα­τα ἐ­χι­δνῶν! πῶς φύ­γη­τε ἀ­πὸ τῆς κρί­σε­ως τῆς γε­έν­νης;

Δι­ὰ τοῦ­το ἰ­δοὺ ἐ­γὼ ἀ­πο­στέλ­λω πρὸς ὑ­μᾶς προ­φή­τας καὶ σο­φοὺς καὶ γραμ­μα­τεῖς, καὶ ἐξ αὐ­τῶν ἀ­πο­κτε­νεῖ­τε καὶ σταυ­ρώ­σε­τε, καὶ ἐξ αὐ­τῶν μα­στι­γώ­σε­τε ἐν ταῖς συ­να­γω­γαῖς ὑ­μῶν καὶ δι­ώ­ξε­τε ἀ­πὸ πό­λε­ως εἰς πό­λιν, ὅ­πως ἔλ­θῃ ἐφ᾿ ὑ­μᾶς πᾶν αἷ­μα δί­και­ον ἐκ­χυ­νό­με­νον ἐ­πὶ τῆς γῆς ἀ­πὸ τοῦ αἵ­μα­τος Ἄ­βελ τοῦ δι­καί­ου ἕ­ως τοῦ αἵ­μα­τος Ζα­χα­ρί­ου υἱ­οῦ Βα­ρα­χί­ου, ὃν ἐ­φο­νεύ­σα­τε με­τα­ξὺ τοῦ να­οῦ καὶ τοῦ θυ­σι­α­στη­ρί­ου. Ἀ­μὴν λέ­γω ὑ­μῖν ὅ­τι ἥ­ξει ταῦ­τα πάν­τα ἐ­πὶ τὴν γε­νε­ὰν ταύ­την.

Ἱ­ε­ρου­σα­λὴμ Ἱ­ε­ρου­σα­λήμ, ἡ ἀ­πο­κτέν­νου­σα τοὺς προ­φή­τας καὶ λι­θο­βο­λοῦ­σα τοὺς ἀ­πε­σταλ­μέ­νους πρὸς αὐ­τήν! πο­σά­κις ἠ­θέ­λη­σα ἐ­πι­συ­να­γα­γεῖν τὰ τέ­κνα σου ὃν τρό­πον ἐ­πι­συ­νά­γει ὄρ­νις τὰ νοσ­σί­α ἑ­αυ­τῆς ὑ­πὸ τὰς πτέ­ρυ­γας, καὶ οὐκ ἠ­θε­λή­σα­τε. Ἰ­δοὺ ἀ­φί­ε­ται ὑ­μῖν ὁ οἶ­κος ὑ­μῶν ἔ­ρη­μος. Λέ­γω γὰρ ὑ­μῖν, οὐ μή με ἴ­δη­τε ἀπ᾿ ἄρ­τι ἕ­ως ἂν εἴ­πη­τε, «εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου».

Ὁ λα­ός· Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Ὁ ἀ­να­γνώ­στης τὸν ν´ (50) ψαλ­μόν.

Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

Ἐ­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με.

Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­ὰ παν­τός.

Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα, ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε.

Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου.

Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας, τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι.

Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ, καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι.

Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να.

Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον.

Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου.

Μὴ ἀ­ποῤ­ῥί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ Πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ.

Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με.

Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι.

Ῥῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου.

Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου.

Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις.

Θυ­σί­α τῷ Θε­ῷ πνεῦ­μα συν­τε­τριμ­μέ­νον· καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει.

Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ.

Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα.

Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.

* * *

Εἶ­τα, συ­να­πτὴ μι­κρὰ ὑπὸ τοῦ διακόνου, τοῦ χο­ροῦ ψάλ­λον­τος μεθ᾿ ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Σὺ γὰρ εἶ ὁ βα­σι­λεὺς τῆς εἰ­ρή­νης καὶ σω­τὴρ τῶν ψυ­χῶν ἡ­μῶν, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

* * *

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ

Ὁ ἀ­να­γνώ­στης τὸ Κον­τά­κι­ον.

Ἦ­χος β´. Τὰ ἄ­νω ζη­τῶν.

Τὴν ὥ­ραν ψυ­χή, τοῦ τέ­λους ἐν­νο­ή­σα­σα, καὶ τὴν ἐκ­κο­πήν, τῆς συ­κῆς δει­λι­ά­σα­σα, τὸ δο­θέν σοι τά­λαν­τον, φι­λο­πό­νως ἔρ­γα­σαι τα­λαί­πω­ρε, γρη­γο­ροῦ­σα καὶ κρά­ζου­σα· Μὴ μεί­νω­μεν ἔ­ξω τοῦ Νυμ­φῶ­νος Χρι­στοῦ.

Ὁ Οἶ­κος. Τοῦ Συ­με­ὼν τὸν ἄ­μεμ­πτον βί­ον.

Τί ῥα­θυ­μεῖς, ἀ­θλί­α ψυ­χή μου; τί φαν­τά­ζῃ ἀ­καί­ρως, με­ρί­μνας ἀ­φε­λεῖς; τί ἀ­σχο­λῇς πρὸς τὰ ῥέ­ον­τα; ἐ­σχά­τη ὥ­ρα, ἐ­στὶν ἀ­πάρ­τι, καὶ χω­ρί­ζε­σθαι μέλ­λο­μεν τῶν ἐν­ταῦ­θα· ἕ­ως και­ρὸν κε­κτη­μέ­νη, ἀ­νά­νη­ψον κρά­ζου­σα· Ἡ­μάρ­τη­κά σοι Σω­τήρ μου· μὴ ἐκ­κό­ψῃς με, ὥ­σπερ τὴν ἄ­καρ­πον συ­κῆν, ἀλλ᾿ ὡς εὔ­σπλαγ­χνος Χρι­στέ, κα­τοι­κτεί­ρη­σον, φό­βῳ κραυ­γά­ζου­σαν· Μὴ μεί­νω­μεν ἔ­ξω τοῦ Νυμ­φῶ­νος Χρι­στοῦ.

Συ­να­ξά­ρι­ον. Πρῶ­τον τοῦ Μη­ναί­ου.

Κον­τά­κι­ον. Ἦ­χος πλ. α´. Μι­μη­τὴς ὑ­πάρ­χων.

Πρὸς τὸν ᾅ­δην Σω­τήρ μου συγ­κα­τα­βέ­βη­κας, καὶ τὰς πύ­λας συν­τρί­ψας ὡς παν­το­δύ­να­μος, τοὺς θα­νόν­τας ὡς κτί­στης συ­νε­ξα­νέ­στη­σας, καὶ θα­νά­του τὸ κέν­τρον Χρι­στὲ συ­νέ­τρι­ψας, καὶ Ἀ­δὰμ τῆς κα­τά­ρας ἐρ­ρύ­σω Φι­λάν­θρω­πε· δι­ὸ πάν­τες σοι κρά­ζο­μεν· Σῶ­σον ἡ­μᾶς Κύ­ρι­ε.

Ὁ Οἶ­κος.

Ἀ­κού­σα­σαι αἱ γυ­ναῖ­κες τοῦ Ἀγ­γέ­λου τὰ ῥή­μα­τα, ἀ­πε­βά­λον­το τὸν θρῆ­νον, προ­σχα­ρεῖς γε­νό­με­ναι, καὶ σύν­τρο­μοι τὴν ἀ­νά­στα­σιν ἔ­βλε­πον· καὶ ἰ­δοὺ Χρι­στὸς προ­σήγ­γι­σεν αὐ­ταῖς, λέ­γων τό, Χαί­ρε­τε· θαρ­σεῖ­τε, ἐ­γὼ τὸν κό­σμον νε­νί­κη­κα, καὶ τοὺς δε­σμί­ους ἐρ­ρυ­σά­μην· σπου­δά­σα­τε οὖν πρὸς τοὺς Μα­θη­τάς, ἀ­παγ­γέλ­λου­σαι αὐ­τοῖς, ὅ­τι προ­ά­γω ὑ­μᾶς, ἐν τῇ χώ­ρᾳ Γα­λι­λαί­ᾳ τοῦ κη­ρῦ­ξαι· δι­ὸ πάν­τες σοι κρά­ζο­μεν· Σῶ­σον ἡ­μᾶς Κύ­ρι­ε.

Συ­να­ξά­ρι­ον. Πρῶ­τον τοῦ Μη­ναί­ου.

Τῇ ΙΔ´ τοῦ αὐ­τοῦ μη­νός, μνή­μη τῶν ἁ­γί­ων ἀ­πο­στό­λων ἐκ τῶν ἑ­βδο­μή­κον­τα, Ἀ­ρι­στάρ­χου, Πού­δη καὶ Τρο­φί­μου. (~†67)

Στίχ. Τι­μῶ τὸν Ἀ­ρί­σταρ­χον ὡς ἀ­ρι­στέ­α,
Κα­λῶς ἀ­ρι­στεύ­σαν­τα μέ­χρι καὶ ξί­φους.

Ποῦ δὴ με­τέ­στης, ὡς ἀ­πε­τμή­θης, Πού­δη;
Ποῦ δὴ με­τέ­στην, ἢ πρὸς ἄ­φθαρ­τον κλέ­ος;

Τρυ­φὴν Τρό­φι­μος οὐ­ρα­νοῦ πο­θῶν ἄ­κρως,
Τρο­φὴ προ­σῆ­κται τῷ τε­θηγ­μέ­νῳ ξί­φει.

Τῇ δε­κά­τῃ δὲ μα­θη­ταὶ ἀ­πῆ­ραν καί γε τε­τάρ­τῃ.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ἐν ἁ­γί­οις πα­τρὸς ἡ­μῶν Βακ­χύ­λου, ἐ­πι­σκό­που Κο­ρίν­θου. (†196)

Στίχ. Βάκ­χυ­λος ἐ­πί­σκο­πος τῶν Κο­ριν­θί­ων,
Παύ­λου ζῆ­λον ἔ­δει­ξε τοῦ ἀ­πο­στό­λου.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνήμη τοῦ ἁγίου μάρτυρος Ἀρ­δα­λί­ω­νος τοῦ ἀπὸ μί­μων, πυ­ρὶ τε­λει­ω­θέν­τος ἐ­πὶ Μα­ξι­μι­α­νοῦ. (~†305-311)

Στίχ. Νῦν μῖ­μος ὄν­τως Ἀρ­δα­λί­ων, ἢ πά­λαι·
Μι­μού­με­νος γὰρ Μάρ­τυ­ρας, τὸ πῦρ στέ­γει.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῆς ἁ­γί­ας μάρ­τυ­ρος Θω­μα­ΐ­δος τῆς ἐν Ἀλεξανδρεία. (†476)

Στίχ. Αἰ­ῶ­νος ἦ­ρας τοῦ­δε τὴν Θω­μα­ΐ­δα,
Τὸ τῆς Γρα­φῆς μέλ­λον­τος αἰ­ῶ­νος, Πά­τερ.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῶν ἁ­γί­ων μαρ­τύ­ρων Ἀν­τω­νί­ου, Ἰ­ω­άν­νου τῶν αὐ­τα­δέλ­φων καὶ Εὐ­στα­θί­ου, τῶν ἐν Λι­θου­α­νί­ᾳ ἀ­θλη­σάν­των. (†1347)

Στίχ. Πί­στει Τρι­ά­δος Λι­θου­α­νί­ας ἄν­δρες,
Ἀν­δρι­κῶς ἐ­νή­θλη­σαν λα­βόν­τες δό­ξαν.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, ἡ ἄ­θλη­σις τοῦ ἁ­γί­ου νε­ο­μάρ­τυ­ρος Δη­μη­τρί­ου τοῦ Πε­λο­πον­νη­σί­ου, τοῦ ἐκ Λι­γου­δί­στης τῆς Τρι­φυ­λί­ας κα­τα­γο­μέ­νου, ἐν Τρι­πό­λει ξί­φει τε­λει­ω­θέν­τος. (†1803)

Στίχ. Ἔ­σπευ­σε λα­βεῖν τοῦ μαρ­τυ­ρί­ου γέ­ρας,
Ὁ Δη­μή­τρι­ος ὡς Δορ­κὰς ἐν Τρι­πό­λει.

Καὶ τοῦ Τρι­ῳ­δί­ου τὸ πα­ρόν.

Τῇ ἁ­γί­ᾳ καὶ Με­γά­λῃ Τρί­τῃ, τῆς τῶν δέ­κα παρ­θέ­νων πα­ρα­βο­λῆς, τῆς ἐκ τοῦ ἱ­ε­ροῦ Εὐ­αγ­γε­λί­ου, μνεί­αν ποι­ού­με­θα.

Στίχ. Τρί­τη με­γί­στη παρ­θέ­νους δέ­κα φέ­ρει,
Νί­κην φε­ρού­σας ἀ­δε­κά­στου Δε­σπό­του.

Ἀλλ᾿ ὦ Νυμ­φί­ε Χρι­στέ, με­τὰ τῶν φρο­νί­μων ἡ­μᾶς συ­να­ρίθ­μη­σον παρ­θέ­νων καὶ τῇ ἐ­κλε­κτῇ σου σύν­τα­ξον ποί­μνῃ καὶ ἐ­λέ­η­σον ἡ­μᾶς. Ἀ­μήν.

* * *

Ο ΔΙΩΔΙΟΣ ΚΑΝΩΝ

Καὶ ψάλ­λο­μεν τὸ πα­ρὸν δι­ῴ­δι­ον,
οὗ ἡ ἀ­κρο­στι­χίς· Τρί­τῃ τε.
Ποί­η­μα Κο­σμᾶ Μο­να­χοῦ.

* Ἑ­κά­στης ᾠ­δῆς τὰ τρο­πά­ρι­α με­τὰ τοῦ εἱρ­μοῦ ψάλ­λον­ται εἰς ἓξ ἢ χά­ριν συν­το­μί­ας εἰς τέσ­σα­ρα. Ὁ εἱρ­μὸς ψάλ­λε­ται ἄ­νευ τι­νὸς στί­χου· τῶν δύ­ο τε­λευ­ταί­ων τρο­πα­ρί­ων προ­τάσ­σε­ται τὸ Δό­ξα Πα­τρὶ καὶ τὸ Καὶ νῦν, τῶν δὲ ἐν­δι­α­μέ­σων τρο­πα­ρί­ων τὸ Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι. Εἰς τὸ τέ­λος ἐ­πα­να­λαμ­βά­νε­ται ὁ εἱρ­μὸς ὡς κα­τα­βα­σί­α. Τὰ αὐ­τὰ ἰ­σχύ­ουν δι᾿ ὅ­λους τοὺς κα­νό­νας τῆς Μ. Ἑ­βδο­μά­δος.

ᾨ­δὴ η´. Ἦ­χος β´. Ὁ εἱρ­μός.

Τῷ δόγ­μα­τι τῷ τυ­ραν­νι­κῷ, οἱ ὅ­σι­οι τρεῖς Παῖ­δες μὴ πει­σθέν­τες, ἐν τῇ κα­μί­νῳ βλη­θέν­τες, Θε­όν, ὡ­μο­λό­γουν ψάλ­λον­τες· Εὐ­λο­γεῖ­τε τὰ ἔρ­γα, Κυ­ρί­ου τὸν Κύ­ρι­ον.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Ῥα­θυ­μί­αν ἄ­πο­θεν ἡ­μῶν, βαλ­λώ­με­θα καὶ φαι­δραῖς ταῖς λαμ­πά­σι, τῷ ἀ­θα­νά­τῳ Νυμ­φί­ῳ Χρι­στῷ, ὕ­μνοις συ­ναν­τή­σω­μεν· Εὐ­λο­γεῖ­τε βο­ῶν­τες, τὰ ἔρ­γα τὸν Κύ­ρι­ον.

Εὐ­λο­γοῦ­μεν Πα­τέ­ρα, Υἱ­ὸν
καὶ ἅ­γι­ον Πνεῦ­μα, τὸν Κύ­ρι­ον·
ὑ­μνοῦ­μεν καὶ ὑ­πε­ρυ­ψοῦ­μεν
αὐ­τὸν εἰς τοὺς αἰ­ῶ­νας.

Ἱ­κα­νού­σθω τὸ κοι­νω­νι­κόν, ψυ­χῆς ἡ­μῶν ἔ­λαι­ον ἐν ἀγ­γεί­οις, ὅ­πως ἐ­πά­θλων μὴ θέν­τες και­ρὸν ἐμ­πο­ρί­ας, ψάλ­λω­μεν· Εὐ­λο­γεῖ­τε τὰ ἔρ­γα, Κυ­ρί­ου τὸν Κύ­ρι­ον.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὸ τά­λαν­τον, ὅ­σοι πρὸς Θε­οῦ, ἐ­δέ­ξα­σθε ἰ­σο­δύ­να­μον χά­ριν, ἐ­πι­κου­ρί­ᾳ τοῦ δόν­τος Χρι­στοῦ, αὐ­ξή­σα­τε ψάλ­λον­τες· Εὐ­λο­γεῖ­τε τὰ ἔρ­γα, Κυ­ρί­ου τὸν Κύ­ρι­ον.

Αἰ­νοῦ­μεν, εὐ­λο­γοῦ­μεν,
προ­σκυ­νοῦ­μεν τὸν Κύ­ρι­ον·
ὑ­μνοῦν­τες καὶ ὑ­πε­ρυ­ψοῦν­τες
αὐ­τὸν εἰς τοὺς αἰ­ῶ­νας.

Κα­τα­βα­σί­α.

Τῷ δόγ­μα­τι τῷ τυ­ραν­νι­κῷ, οἱ ὅ­σι­οι τρεῖς Παῖ­δες μὴ πει­σθέν­τες, ἐν τῇ κα­μί­νῳ βλη­θέν­τες, Θε­όν, ὡ­μο­λό­γουν ψάλ­λον­τες· Εὐ­λο­γεῖ­τε τὰ ἔρ­γα, Κυ­ρί­ου τὸν Κύ­ρι­ον.

* * *

Ὁ δι­ά­κο­νος· Τὴν Θε­ο­τό­κον ἐν ὕ­μνοις με­γα­λύ­νο­μεν.

Ἡ Τι­μι­ω­τέ­ρα οὐ στι­χο­λο­γεῖ­ται.

Καὶ ψάλ­λε­ται ἡ

ᾨ­δὴ θ´. Ἦ­χος β´. Ὁ εἱρ­μός.

Ἡ τὸν ἀ­χώ­ρη­τον Θε­όν, ἐν γα­στρὶ χω­ρή­σα­σα, καὶ χα­ρὰν τῷ Κό­σμῳ κυ­ή­σα­σα· σὲ ὑ­μνοῦ­μεν, Πα­να­γί­α Παρ­θέ­νε.

Τρο­πά­ρι­α.

Τοῖς μα­θη­ταῖς ὁ ἀ­γα­θός, γρη­γο­ρεῖ­τε ἔ­φη­σας· ᾗ γὰρ ὥ­ρᾳ ἥ­ξει ὁ Κύ­ρι­ος, ἀ­γνο­εῖ­τε, ἀ­πο­δοῦ­ναι ἑ­κά­στῳ.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Ἐν τῇ δευ­τέ­ρᾳ σου φρι­κτῇ, πα­ρου­σί­ᾳ Δέ­σπο­τα, δε­ξι­οῖς προ­βά­τοις με σύν­τα­ξον, τῶν πται­σμά­των, πα­ρι­δών μου τὰ πλή­θη.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἐν τῇ δευ­τέ­ρᾳ σου φρι­κτῇ, ...

Κα­τα­βα­σί­α.

Ἡ τὸν ἀ­χώ­ρη­τον Θε­όν, ἐν γα­στρὶ χω­ρή­σα­σα, καὶ χα­ρὰν τῷ Κό­σμῳ κυ­ή­σα­σα· σὲ ὑ­μνοῦ­μεν, Πα­να­γί­α Παρ­θέ­νε.

Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὲ αἰ­νοῦ­σι πᾶ­σαι αἱ δυ­νά­μεις...

* * *

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Ἐ­ξα­πο­στει­λά­ρι­ον. Αὐ­τό­με­λον. Ἦ­χος γ´.

Τὸν νυμ­φῶ­νά σου βλέ­πω, Σω­τήρ μου κε­κο­σμη­μέ­νον, καὶ ἔν­δυ­μα οὐκ ἔ­χω, ἵ­να εἰ­σέλ­θω ἐν αὐ­τῷ· λάμ­πρυ­νόν μου, τὴν στο­λὴν τῆς ψυ­χῆς, Φω­το­δό­τα, καὶ σῶ­σόν με. (τρίς)

* * *

ΑΙΝΟΙ

Ἦ­χος α´.

Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον. Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν, αἰ­νεῖ­τε αὐ­τὸν ἐν τοῖς ὑ­ψί­στοις. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.

Αἰ­νεῖ­τε αὐ­τόν, πάν­τες οἱ ἄγ­γε­λοι αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τόν, πᾶ­σαι αἱ δυ­νά­μεις αὐ­τοῦ. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.

Ἡ Στι­χο­λο­γί­α (Ψαλ­μοὶ ρμη´, ρμθ´, ρν´).

Ψαλ­μὸς ρμη´ (148).

Αἰ­νεῖ­τε αὐ­τόν, ἥ­λι­ος καὶ σε­λή­νη· αἰ­νεῖ­τε αὐ­τόν, πάν­τα τὰ ἄ­στρα καὶ τὸ φῶς.

Αἰ­νεῖ­τε αὐ­τόν, οἱ οὐ­ρα­νοὶ τῶν οὐ­ρα­νῶν καὶ τὸ ὕ­δωρ τὸ ὑ­πε­ρά­νω τῶν οὐ­ρα­νῶν.

Αἰ­νε­σά­τω­σαν τὸ ὄ­νο­μα Κυ­ρί­ου, ὅ­τι αὐ­τὸς εἶ­πε, καὶ ἐ­γε­νή­θη­σαν, αὐ­τὸς ἐ­νε­τεί­λα­το, καὶ ἐ­κτί­σθη­σαν.

Ἔ­στη­σεν αὐ­τὰ εἰς τὸν αἰ­ῶ­να καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος· πρό­σταγ­μα ἔ­θε­το, καὶ οὐ πα­ρε­λεύ­σε­ται.

Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῆς γῆς, δρά­κον­τες καὶ πᾶ­σαι ἄ­βυσ­σοι.

Πῦρ, χά­λα­ζα, χι­ών, κρύ­σταλ­λος, πνεῦ­μα κα­ται­γί­δος, τὰ ποι­οῦν­τα τὸν λό­γον αὐ­τοῦ.

Τὰ ὄ­ρη καὶ πάν­τες οἱ βου­νοί, ξύ­λα καρ­πο­φό­ρα καὶ πᾶ­σαι κέ­δροι.

Τὰ θη­ρί­α καὶ πάν­τα τὰ κτή­νη, ἑρ­πε­τὰ καὶ πε­τει­νὰ πτε­ρω­τά.

Βα­σι­λεῖς τῆς γῆς καὶ πάν­τες λα­οί, ἄρ­χον­τες καὶ πάν­τες κρι­ταὶ γῆς.

Νε­α­νί­σκοι καὶ παρ­θέ­νοι, πρε­σβύ­τε­ροι με­τὰ νε­ω­τέ­ρων, αἰ­νε­σά­τω­σαν τὸ ὄ­νο­μα Κυ­ρί­ου, ὅ­τι ὑ­ψώ­θη τὸ ὄ­νο­μα αὐ­τοῦ μό­νου.

Ἡ ἐ­ξο­μο­λό­γη­σις αὐ­τοῦ ἐ­πὶ γῆς καὶ οὐ­ρα­νοῦ, καὶ ὑ­ψώ­σει κέ­ρας λα­οῦ αὐ­τοῦ.

Ὕ­μνος πᾶ­σι τοῖς ὁ­σί­οις αὐ­τοῦ, τοῖς υἱ­οῖς Ἰσ­ρα­ήλ, λα­ῷ ἐγ­γί­ζον­τι αὐ­τῷ.

Ψαλ­μὸς ρμθ´ (149).

ᾌ­σα­τε τῷ Κυ­ρί­ῳ ᾆ­σμα και­νὸν ἡ αἴ­νε­σις αὐ­τοῦ ἐν ἐκ­κλη­σί­ᾳ ὁ­σί­ων.

Εὐ­φραν­θή­τω Ἰσ­ρα­ὴλ ἐ­πὶ τῷ ποι­ή­σαν­τι αὐ­τόν, καὶ υἱ­οὶ Σι­ὼν ἀ­γαλ­λι­ά­σθω­σαν ἐ­πὶ τῷ βα­σι­λεῖ αὐ­τῶν.

Αἰ­νε­σά­τω­σαν τὸ ὄ­νο­μα αὐ­τοῦ ἐν χο­ρῷ, ἐν τυμ­πά­νῳ καὶ ψαλ­τη­ρί­ῳ ψα­λά­τω­σαν αὐ­τῷ.

Ὅ­τι εὐ­δο­κεῖ Κύ­ρι­ος ἐν τῷ λα­ῷ αὐ­τοῦ καὶ ὑ­ψώ­σει πρα­εῖς ἐν σω­τη­ρί­ᾳ.

Καυ­χή­σον­ται ὅ­σι­οι ἐν δό­ξῃ καὶ ἀ­γαλ­λι­ά­σον­ται ἐ­πὶ τῶν κοι­τῶν αὐ­τῶν.

Αἱ ὑ­ψώ­σεις τοῦ Θε­οῦ ἐν τῷ λά­ρυγ­γι αὐ­τῶν, καὶ ῥομ­φαῖ­αι δί­στο­μοι ἐν ταῖς χερ­σὶν αὐ­τῶν,

Τοῦ ποι­ῆ­σαι ἐκ­δί­κη­σιν ἐν τοῖς ἔ­θνε­σιν, ἐ­λεγ­μοὺς ἐν τοῖς λα­οῖς,

Τοῦ δῆ­σαι τοὺς βα­σι­λεῖς αὐ­τῶν ἐν πέ­δαις καὶ τοὺς ἐν­δό­ξους αὐ­τῶν ἐν χει­ρο­πέ­δαις σι­δη­ραῖς.

Τοῦ ποι­ῆ­σαι ἐν αὐ­τοῖς κρῖ­μα ἔγ­γρα­πτον· δό­ξα αὕ­τη ἔ­σται πᾶ­σι τοῖς ὁ­σί­οις αὐ­τοῦ.

Ψαλ­μὸς ρν´ (150).

Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.

Ἱ­στῶ­μεν Στί­χους δ´, καὶ ψάλ­λο­μεν
τὰ ἑ­πό­με­να Στι­χη­ρὰ Ἰ­δι­ό­με­λα.

Ἦ­χος α´. Κο­σμᾶ μο­να­χοῦ.

Στίχ. α´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐ­πὶ ταῖς δυ­να­στεί­αις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν κα­τὰ τὸ πλῆ­θος τῆς με­γα­λω­σύ­νης αὐ­τοῦ.

Ἐν ταῖς λαμ­πρό­τη­σι τῶν Ἁ­γί­ων σου, πῶς εἰ­σε­λεύ­σο­μαι ὁ ἀ­νά­ξι­ος; ἐ­ὰν γὰρ τολ­μή­σω, συ­νει­σελ­θεῖν εἰς τὸν Νυμ­φῶ­να, ὁ χι­τών με ἐ­λέγ­χει, ὅ­τι οὐκ ἔ­στι τοῦ γά­μου, καὶ δέ­σμι­ος ἐκ­βα­λοῦ­μαι ὑ­πὸ τῶν Ἀγ­γέ­λων· κα­θά­ρι­σον Κύ­ρι­ε, τὸν ῥύ­πον τῆς ψυ­χῆς μου, καὶ σῶ­σόν με ὡς φι­λάν­θρω­πος.

Στίχ. β´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν ἤ­χῳ σάλ­πιγ­γος· αἰ­νεῖ­τε αὐ­τὸν ἐν ψαλ­τη­ρί­ῳ καὶ κι­θά­ρᾳ.

Τὸ αὐ­τό.

Ἐν ταῖς λαμ­πρό­τη­σι τῶν Ἁ­γί­ων σου, ...

Ἦ­χος β´. Ἰ­ω­άν­νου μο­να­χοῦ.

Στίχ. γ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν τυμ­πά­νῳ καὶ χο­ρῷ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν χορ­δαῖς καὶ ὀρ­γά­νῳ.

Ὁ τῇ ψυ­χῆς ῥα­θυ­μί­ᾳ νυ­στά­ξας, οὐ κέ­κτη­μαι Νυμ­φί­ε Χρι­στέ, και­ο­μέ­νην λαμ­πά­δα τὴν ἐξ ἀ­ρε­τῶν, καὶ νε­ά­νι­σιν ὡ­μοι­ώ­θην μω­ραῖς, ἐν και­ρῷ τῆς ἐρ­γα­σί­ας ῥεμ­βό­με­νος· τὰ σπλάγ­χνα τῶν οἰ­κτιρ­μῶν σου, μὴ κλεί­σῃς μοι Δέ­σπο­τα· ἀλλ᾿ ἐ­κτι­νά­ξας μου τὸν ζο­φε­ρὸν ὕ­πνον, ἐ­ξα­νά­στη­σον, καὶ ταῖς φρο­νί­μοις συ­νει­σά­γα­γε Παρ­θέ­νοις, εἰς νυμ­φῶ­να τὸν σόν, ὅ­που ἦ­χος κα­θα­ρός, ἑ­ορ­τα­ζόν­των, καὶ βο­ών­των ἀ­παύ­στως· Κύ­ρι­ε δό­ξα σοι.

Στίχ. δ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις εὐ­ή­χοις· αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις ἀ­λα­λαγ­μοῦ. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.

Τὸ αὐ­τό.

Ὁ τῇ ψυ­χῆς ῥα­θυ­μί­ᾳ νυ­στά­ξας, ...

Δό­ξα. Καὶ νῦν. Ἰ­ω­άν­νου μο­να­χοῦ. Ἦ­χος δ´.

Τοῦ κρύ­ψαν­τος τὸ τά­λαν­τον, τὴν κα­τά­κρι­σιν ἀ­κού­σα­σα ψυ­χή, μὴ κρύ­πτε λό­γον Θε­οῦ· κα­τάγ­γελ­λε τὰ θαυ­μά­σι­α αὐ­τοῦ, ἵ­να πλε­ο­νά­ζου­σα τὸ χά­ρι­σμα, εἰ­σέλ­θῃς εἰς τὴν χα­ρὰν τοῦ Κυ­ρί­ου σου.

* * *

ΔΟΞΟΛΟΓΙΑ

Ὁ προ­ε­στὼς ἢ ὁ ἀ­να­γνώ­στης ἀ­να­γι­νώ­σκει χῦ­μα τὴν μι­κρὰν δο­ξο­λο­γί­αν ὡς ἀ­κο­λού­θως.

Σοὶ δό­ξα πρέ­πει, Κύ­ρι­ε, ὁ Θε­ὸς ἡ­μῶν, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ, καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α.

Ὑ­μνοῦ­μέν σε, εὐ­λο­γοῦ­μέν σε, προ­σκυ­νοῦ­μέν σε, δο­ξο­λο­γοῦ­μέν σε, εὐ­χα­ρι­στοῦ­μέν σοι, δι­ὰ τὴν με­γά­λην σου δό­ξαν.

Κύ­ρι­ε Βα­σι­λεῦ, ἐ­που­ρά­νι­ε Θε­έ, Πά­τερ παν­το­κρά­τορ· Κύ­ρι­ε Υἱ­ὲ μο­νο­γε­νές, Ἰ­η­σοῦ Χρι­στέ, καὶ Ἅ­γι­ον Πνεῦ­μα.

Κύ­ρι­ε ὁ Θε­ός, ὁ ἀ­μνὸς τοῦ Θε­οῦ, ὁ Υἱ­ὸς τοῦ Πα­τρός, ὁ αἴ­ρων τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, ἐ­λέ­η­σον ἡ­μᾶς, ὁ αἴ­ρων τὰς ἁ­μαρ­τί­ας τοῦ κό­σμου.

Πρόσ­δε­ξαι τὴν δέ­η­σιν ἡ­μῶν, ὁ κα­θή­με­νος ἐν δε­ξι­ᾷ τοῦ Πα­τρός, καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὅ­τι σὺ εἶ μό­νος Ἅ­γι­ος, σὺ εἶ μό­νος Κύ­ρι­ος, Ἰ­η­σοῦς Χρι­στός, εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.

Καθ᾿ ἑ­κά­στην ἡ­μέ­ραν εὐ­λο­γή­σω σε, καὶ αἰ­νέ­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να, καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Κύ­ρι­ε, κα­τα­φυ­γὴ ἐ­γε­νή­θης ἡ­μῖν, ἐν γε­νε­ᾷ καὶ γε­νε­ᾷ. Ἐ­γὼ εἶ­πα· Κύ­ρι­ε, ἐ­λέ­η­σόν με· ἴ­α­σαι τὴν ψυ­χήν μου, ὅ­τι ἥ­μαρ­τόν σοι.

Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.

Ὅ­τι πα­ρὰ σοὶ πη­γὴ ζω­ῆς· ἐν τῷ φω­τί σου ὀ­ψό­με­θα φῶς.

Πα­ρά­τει­νον τὸ ἔ­λε­ός σου τοῖς γι­νώ­σκου­σί σε.

Κα­τα­ξί­ω­σον, Κύ­ρι­ε, ἐν τῇ ἡ­μέ­ρᾳ ταύ­τῃ ἀ­να­μαρ­τή­τους φυ­λα­χθῆ­ναι ἡ­μᾶς.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν Πα­τέ­ρων ἡ­μῶν, καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου εἰς τοὺς αἰ­ῶ­νας. Ἀ­μήν.

Γέ­νοι­το, Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου ἐφ᾿ ἡ­μᾶς, κα­θά­περ ἠλ­πί­σα­μεν ἐ­πὶ σέ.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Εὐ­λο­γη­τὸς εἶ, Δέ­σπο­τα· συ­νέ­τι­σόν με τὰ δι­και­ώ­μα­τά σου.

Εὐ­λο­γη­τὸς εἶ, Ἅ­γι­ε· φώ­τι­σόν με τοῖς δι­και­ώ­μα­σί σου.

Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου εἰς τὸν αἰ­ῶ­να· τὰ ἔρ­γα τῶν χει­ρῶν σου μὴ πα­ρί­δῃς.

Σοὶ πρέ­πει αἶ­νος, σοὶ πρέ­πει ὕ­μνος, σοὶ δό­ξα πρέ­πει, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

* * *

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

Εἶ­τα ὁ δι­ά­κο­νος λέ­γει τὰ Πλη­ρω­τι­κά, ὁ δὲ χο­ρὸς ἀ­πο­κρί­νε­ται εἰς μὲν τὰς δύ­ο πρώ­τας δε­ή­σεις δι­ὰ τοῦ Κύ­ρι­ε, ἐ­λέ­η­σον, εἰς τὰς ἑ­πο­μέ­νας ἓξ δι­ὰ τοῦ Πα­ρά­σχου, Κύ­ρι­ε, εἰς δὲ τὴν τε­λευ­ταί­αν δι­ὰ τοῦ Σοί, Κύ­ρι­ε.

Πλη­ρώ­σω­μεν τὴν ἑ­ω­θι­νὴν δέ­η­σιν ἡ­μῶν τῷ Κυ­ρί­ῳ.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῆ σῇ χά­ρι­τι.

Τὴν ἡ­μέ­ραν πᾶ­σαν, τε­λεί­αν, ἁ­γί­αν, εἰ­ρη­νι­κὴν καὶ ἀ­να­μάρ­τη­τον πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Ἄγ­γε­λον εἰ­ρή­νης, πι­στὸν ὁ­δη­γόν, φύ­λα­κα τῶν ψυ­χῶν καὶ τῶν σω­μά­των ἡ­μῶν πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Συγ­γνώ­μην καὶ ἄ­φε­σιν τῶν ἁ­μαρ­τι­ῶν καὶ τῶν πλημ­με­λη­μά­των ἡ­μῶν πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Τὰ κα­λὰ καὶ συμ­φέ­ρον­τα ταῖς ψυ­χαῖς ἡ­μῶν καὶ εἰ­ρή­νην τῷ κό­σμῳ πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Τὸν ὑ­πό­λοι­πον χρό­νον τῆς ζω­ῆς ἡ­μῶν ἐν εἰ­ρή­νῃ καὶ με­τα­νοί­ᾳ ἐ­κτε­λέ­σαι πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Χρι­στι­α­νὰ τὰ τέ­λη τῆς ζω­ῆς ἡ­μῶν, ἀ­νώ­δυ­να, ἀ­νε­παί­σχυν­τα, εἰ­ρη­νι­κὰ καὶ κα­λὴν ἀ­πο­λο­γί­αν τὴν ἐ­πὶ τοῦ φο­βε­ροῦ βή­μα­τος τοῦ Χρι­στοῦ αἰ­τη­σώ­με­θα.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι Θε­ὸς ἐ­λέ­ους, οἰ­κτιρ­μῶν καὶ φι­λαν­θρω­πί­ας ὑ­πάρ­χεις καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεὺς εὐ­λο­γῶν τὸν λα­όν· Εἰ­ρή­νη πᾶ­σι.

Ὁ χο­ρός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ δι­ά­κο­νος· Τὰς κε­φα­λὰς ἡ­μῶν τῷ Κυ­ρί­ῳ κλί­νω­μεν.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν τῆς κεφαλοκλισίας καὶ τὴν ἐκ­φώ­νη­σιν·

Σὸν γάρ ἐ­στι τὸ ἐ­λε­εῖν καὶ σῴ­ζειν ἡ­μᾶς, ὁ Θε­ὸς ἡ­μῶν, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΤΑ ΑΠΟΣΤΙΧΑ

Καὶ με­τὰ τὴν ἐκ­φώ­νη­σιν ψάλ­λο­μεν
τὰ ἀ­πό­στι­χα. Ἄρ­χε­ται δὲ ὁ α´ χο­ρός.

Ἰ­ω­άν­νου μο­να­χοῦ. Ἦ­χος πλ. β´.

Δεῦ­τε πι­στοὶ ἐ­περ­γα­σώ­με­θα, προ­θύ­μως τῷ Δε­σπό­τῃ· νέ­μει γὰρ τοῖς δού­λοις τὸν πλοῦ­τον, καὶ ἀ­να­λό­γως ἕ­κα­στος, πο­λυ­πλα­σι­ά­σω­μεν, τὸ τῆς χά­ρι­τος τά­λαν­τον· ὁ μὲν σο­φί­αν κο­μι­εί­τω, δι᾿ ἔρ­γων ἀ­γα­θῶν· ὁ δὲ λει­τουρ­γί­αν, λαμ­πρό­τη­τος ἐ­πι­τε­λεί­τω· κοι­νω­νεί­τω δὲ τοῦ λό­γου, πι­στὸς τῷ ἀ­μυ­ή­τῳ· καὶ σκορ­πι­ζέ­τω τὸν πλοῦ­τον, πέ­νη­σιν ἄλ­λος· οὕ­τω γὰρ τὸ δά­νει­ον, πο­λυ­πλα­σι­ά­σω­μεν, καὶ ὡς οἰ­κο­νό­μοι πι­στοὶ τῆς χά­ρι­τος, δε­σπο­τι­κῆς χα­ρᾶς ἀ­ξι­ω­θῶ­μεν· αὐ­τῆς ἡ­μᾶς κα­τα­ξί­ω­σον, Χρι­στὲ ὁ Θε­ός, ὡς φι­λάν­θρω­πος.

Στίχ. Ἐ­νε­πλή­σθη­μεν τὸ πρω­ῒ τοῦ ἐ­λέ­ους σου, Κύ­ρι­ε, καὶ ἠ­γαλ­λι­α­σά­με­θα καὶ εὐ­φράν­θη­μεν, ἐν πά­σαις ταῖς ἡ­μέ­ραις ἡ­μῶν· εὐ­φραν­θεί­η­μεν ἀνθ᾿ ὧν ἡ­με­ρῶν ἐ­τα­πεί­νω­σας ἡ­μᾶς, ἐ­τῶν ὧν εἴ­δο­μεν κα­κά· καὶ ἴ­δε ἐ­πὶ τοὺς δού­λους σου καὶ ἐ­πὶ τὰ ἔρ­γα σου, καὶ ὁ­δή­γη­σον τοὺς υἱ­οὺς αὐ­τῶν.

Λέ­ον­τος τοῦ δε­σπό­του. Ἦ­χος ὁ αὐ­τός.

Ὅ­ταν ἔλ­θῃς ἐν δό­ξῃ, μετ᾿ Ἀγ­γε­λι­κῶν Δυ­νά­με­ων, καὶ κα­θί­σῃς ἐν θρό­νῳ, Ἰ­η­σοῦ δι­α­κρί­σε­ως, μή με Ποι­μὴν ἀ­γα­θὲ δι­α­χω­ρί­σῃς· ὁ­δοὺς δε­ξι­ὰς γὰρ οἶ­δας, δι­ε­στραμ­μέ­ναι δέ εἰ­σιν αἱ εὐ­ώ­νυ­μοι· μὴ οὖν ἐ­ρί­φοις με, τὸν τρα­χὺν τῇ ἁ­μαρ­τί­ᾳ συ­να­πο­λέ­σῃς, ἀλ­λὰ τοῖς ἐκ δε­ξι­ῶν συ­να­ριθ­μή­σας προ­βά­τοις, σῶ­σόν με ὡς φι­λάν­θρω­πος.

Στίχ. Καὶ ἔ­στω ἡ λαμ­πρό­της Κυ­ρί­ου τοῦ Θε­οῦ ἡ­μῶν ἐφ᾿ ἡ­μᾶς, καὶ τὰ ἔρ­γα τῶν χει­ρῶν ἡ­μῶν κα­τεύ­θυ­νον ἐφ᾿ ἡ­μᾶς, καὶ τὸ ἔρ­γον τῶν χει­ρῶν ἡ­μῶν κα­τεύ­θυ­νον.

Ἰ­ω­άν­νου μο­να­χοῦ. Ἦ­χος ὁ αὐ­τός.

Ὁ Νυμ­φί­ος ὁ κάλ­λει ὡ­ραῖ­ος, πα­ρὰ πάν­τας ἀν­θρώ­πους, ὁ συγ­κα­λέ­σας ἡ­μᾶς, πρὸς ἑ­στί­α­σιν πνευ­μα­τι­κὴν τοῦ Νυμ­φῶ­νός σου, τὴν δυ­σεί­μο­νά μου μορ­φήν, τῶν πται­σμά­των ἀ­παμ­φί­α­σον, τῇ με­θέ­ξει τῶν πα­θη­μά­των σου, καὶ στο­λὴν δό­ξης κο­σμή­σας, τῆς σῆς ὡ­ραι­ό­τη­τος, δαι­τυ­μό­να φαι­δρὸν ἀ­νά­δει­ξον, τῆς Βα­σι­λεί­ας σου ὡς εὔ­σπλαγ­χνος.

Δό­ξα. Καὶ νῦν.
Κο­σμᾶ μο­να­χοῦ. Ἦ­χος βα­ρύς.

Ἰ­δού σοι τὸ τά­λαν­τον, ὁ Δε­σπό­της ἐμ­πι­στεύ­ει ψυ­χή μου· φό­βῳ δέ­ξαι τὸ χά­ρι­σμα, δά­νει­σαι τῷ δε­δω­κό­τι, δι­ά­δος πτω­χοῖς, καὶ κτῆ­σαι φί­λον τὸν Κύ­ρι­ον· ἵ­να στῇς ἐκ δε­ξι­ῶν αὐ­τοῦ, ὅ­ταν ἔλ­θῃ ἐν δό­ξῃ, καὶ ἀ­κού­σῃς μα­κα­ρί­ας φω­νῆς· Εἴ­σελ­θε δοῦ­λε, εἰς τὴν χα­ρὰν τοῦ Κυ­ρί­ου σου. Αὐ­τῆς ἀ­ξί­ω­σόν με, Σω­τὴρ τὸν πλα­νη­θέν­τα, δι­ὰ τὸ μέ­γα σου ἔ­λε­ος.

* * *

Εἶ­τα ὁ προ­ε­στὼς ἢ ὁ ἱ­ε­ρεύς·

Ἀ­γα­θὸν τὸ ἐ­ξο­μο­λο­γεῖ­σθαι τῷ Κυ­ρί­ῳ, καὶ ψάλ­λειν τῷ ὀ­νό­μα­τί σου, Ὕ­ψι­στε, τοῦ ἀ­ναγ­γέλ­λειν τὸ πρω­ῒ τὸ ἔ­λε­ός σου καὶ τὴν ἀ­λή­θει­άν σου κα­τὰ νύ­κτα. (Ψαλμ. Ϟα´ 2-3)

Ὁ ἀ­να­γνώ­στης τὸ τρι­σά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Τὸ Κον­τά­κι­ον.

Ἦ­χος β´. Τὰ ἄ­νω ζη­τῶν.

Τὴν ὥ­ραν ψυ­χή, τοῦ τέ­λους ἐν­νο­ή­σα­σα, καὶ τὴν ἐκ­κο­πήν, τῆς συ­κῆς δει­λι­ά­σα­σα, τὸ δο­θέν σοι τά­λαν­τον, φι­λο­πό­νως ἔρ­γα­σαι τα­λαί­πω­ρε, γρη­γο­ροῦ­σα καὶ κρά­ζου­σα· Μὴ μεί­νω­μεν ἔ­ξω τοῦ Νυμ­φῶ­νος Χρι­στοῦ.

Τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (40άκις).

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Ὁ ἱ­ε­ρεύς·

Ὁ ὢν εὐ­λο­γη­τὸς Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεύς·

Ἐ­που­ρά­νι­ε Βα­σι­λεῦ, τοὺς πι­στοὺς βα­σι­λεῖς ἡ­μῶν στε­ρέ­ω­σον· τὴν πί­στιν στή­ρι­ξον· τὰ ἔ­θνη πρά­ϋ­νον· τὸν κό­σμον εἰ­ρή­νευ­σον· τὴν ἁ­γί­αν ἐκ­κλη­σί­αν (ἢ μο­νὴν) καὶ τὴν πό­λιν (ἢ νῆ­σον, ἢ κώ­μην) ταύ­την κα­λῶς δι­α­φύ­λα­ξον· τοὺς προ­α­πελ­θόν­τας πα­τέ­ρας καὶ ἀ­δελ­φοὺς ἡ­μῶν ἐν σκη­ναῖς δι­καί­ων τά­ξον· καὶ ἡ­μᾶς ἐν με­τα­νοί­ᾳ καὶ ἐ­ξο­μο­λο­γή­σει πα­ρά­λα­βε, ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Καὶ ποι­οῦ­μεν με­τα­νοί­ας με­γά­λας τρεῖς λέ­γον­τες καθ᾿ ἑ­αυ­τοὺς ἀ­νὰ ἕ­να στί­χον τῆς εὐ­χῆς τοῦ ἁ­γί­ου Ἐ­φραίμ.

Κύ­ρι­ε καὶ Δέ­σπο­τα τῆς ζω­ῆς μου, πνεῦ­μα ἀρ­γί­ας, πε­ρι­ερ­γί­ας, φι­λαρ­χί­ας καὶ ἀρ­γο­λο­γί­ας μή μοι δῷς.

Πνεῦ­μα δὲ σω­φρο­σύ­νης, τα­πει­νο­φρο­σύ­νης, ὑ­πο­μο­νῆς καὶ ἀ­γά­πης χά­ρι­σαί μοι τῷ σῷ δού­λῳ.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Εἶ­τα ποι­οῦ­μεν με­τα­νοί­ας μι­κρὰς δώ­δε­κα καὶ πά­λιν με­τά­νοι­αν με­γά­λην μί­αν ἐ­πα­να­λαμ­βά­νον­τες τὸν τε­λευ­ταῖ­ον στί­χον τῆς εὐ­χῆς.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ με­τὰ τοῦ­το ὁ ἱ­ε­ρεὺς τὴν ἀ­πό­λυ­σιν·

Δό­ξα σοι, ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.

Ἐρ­χό­με­νος ὁ Κύ­ρι­ος ἐ­πὶ τὸ ἑ­κού­σι­ον πά­θος δι­ὰ τὴν ἡ­μῶν σω­τη­ρί­αν, Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν, ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του καὶ πα­να­μώ­μου αὐ­τοῦ μη­τρός, δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ σταυ­ροῦ, προ­στα­σί­αις τῶν τι­μί­ων ἐ­που­ρα­νί­ων δυ­νά­με­ων ἀ­σω­μά­των, ἱ­κε­σί­αις τοῦ τι­μί­ου καὶ ἐν­δό­ξου, προ­δρό­μου καὶ βα­πτι­στοῦ Ἰ­ω­άν­νου, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων ἀ­πο­στό­λων, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ καλ­λι­νί­κων μαρ­τύ­ρων, τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων πα­τέ­ρων ἡ­μῶν, τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης καὶ πάν­των τῶν ἁ­γί­ων ἐ­λε­ή­σαι καὶ σώ­σαι ἡ­μᾶς ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὁ λα­ός· Ἀ­μήν.

* * * * *

ΑΙ ΩΡΑΙ

(Τε­λοῦν­ται τῇ Μ. Τρί­τῃ πρω­ΐ
με­τὰ τοῦ Ἑ­σπε­ρι­νοῦ).

ΩΡΑ ΠΡΩΤΗ

Ὁ ἱ­ε­ρεύς· Εὐ­λο­γη­τὸς ὁ Θε­ὸς ἡ­μῶν, πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεύς· Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Βα­σι­λεῦ οὐ­ρά­νι­ε, Πα­ρά­κλη­τε, τὸ Πνεῦ­μα τῆς ἀ­λη­θεί­ας, ὁ παν­τα­χοῦ πα­ρὼν καὶ τὰ πάν­τα πλη­ρῶν, ὁ θη­σαυ­ρὸς τῶν ἀ­γα­θῶν καὶ ζω­ῆς χο­ρη­γός, ἐλ­θὲ καὶ σκή­νω­σον ἐν ἡ­μῖν καὶ κα­θά­ρι­σον ἡ­μᾶς ἀ­πὸ πά­σης κη­λῖ­δος καὶ σῶ­σον, ἀ­γα­θέ, τὰς ψυ­χὰς ἡ­μῶν.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Τὸ τρι­σά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (12άκις).

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ Χρι­στῷ τῷ βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Καὶ τοὺς Ψαλ­μούς·

Ψαλ­μὸς ε´ (5).

Τὰ ῥή­μα­τά μου ἐ­νώ­τι­σαι, Κύ­ρι­ε, σύ­νες τῆς κραυ­γῆς μου.

Πρό­σχες τῇ φω­νῇ τῆς δε­ή­σε­ώς μου, ὁ βα­σι­λεύς μου καὶ ὁ Θε­ός μου· ὅ­τι πρὸς σὲ προ­σεύ­ξο­μαι, Κύ­ρι­ε.

Τὸ πρω­ῒ εἰ­σα­κού­σῃ τῆς φω­νῆς μου· τὸ πρω­ῒ πα­ρα­στή­σο­μαί σοι καὶ ἐ­πό­ψει με· ὅ­τι οὐ­χὶ Θε­ὸς θέ­λων ἀ­νο­μί­αν σὺ εἶ.

Οὐ πα­ροι­κή­σει σοι πο­νη­ρευ­ό­με­νος, οὐ­δὲ δι­α­με­νοῦ­σι πα­ρά­νο­μοι κα­τέ­ναν­τι τῶν ὀ­φθαλ­μῶν σου.

Ἐ­μί­ση­σας πάν­τας τοὺς ἐρ­γα­ζο­μέ­νους τὴν ἀ­νο­μί­αν· ἀ­πο­λεῖς πάν­τας τοὺς λα­λοῦν­τας τὸ ψεῦ­δος.

Ἄν­δρα αἱ­μά­των καὶ δό­λι­ον βδε­λύσ­σε­ται Κύ­ρι­ος.

Ἐ­γὼ δὲ ἐν τῷ πλή­θει τοῦ ἐ­λέ­ους σου εἰ­σε­λεύ­σο­μαι εἰς τὸν οἶ­κόν σου, προ­σκυ­νή­σω πρὸς να­ὸν ἅ­γι­όν σου ἐν φό­βῳ σου.

Κύ­ρι­ε, ὁ­δή­γη­σόν με ἐν τῇ δι­και­ο­σύ­νῃ σου ἕ­νε­κα τῶν ἐ­χθρῶν μου, κα­τεύ­θυ­νον ἐ­νώ­πι­όν σου τὴν ὁ­δόν μου.

Ὅ­τι οὐκ ἔ­στιν ἐν τῷ στό­μα­τι αὐ­τῶν ἀ­λή­θει­α· ἡ καρ­δί­α αὐ­τῶν μα­ταί­α.

Τά­φος ἀ­νε­ῳγ­μέ­νος ὁ λά­ρυγξ αὐ­τῶν, ταῖς γλώσ­σαις αὐ­τῶν ἐ­δο­λι­οῦ­σαν.

Κρῖ­νον αὐ­τούς, ὁ Θε­ός· ἀ­πο­πε­σά­τω­σαν ἀ­πὸ τῶν δι­α­βου­λι­ῶν αὐ­τῶν.

Κα­τὰ τὸ πλῆ­θος τῶν ἀ­σε­βει­ῶν αὐ­τῶν ἔ­ξω­σον αὐ­τούς, ὅ­τι πα­ρε­πί­κρα­νάν σε, Κύ­ρι­ε.

Καὶ εὐ­φραν­θεί­η­σαν πάν­τες οἱ ἐλ­πί­ζον­τες ἐ­πὶ σέ· εἰς αἰ­ῶ­να ἀ­γαλ­λι­ά­σον­ται, καὶ κα­τα­σκη­νώ­σεις ἐν αὐ­τοῖς, καὶ καυ­χή­σον­ται ἐν σοὶ πάν­τες οἱ ἀ­γα­πῶν­τες τὸ ὄ­νο­μά σου.

Ὅ­τι σὺ εὐ­λο­γή­σεις δί­και­ον· Κύ­ρι­ε, ὡς ὅ­πλῳ εὐ­δο­κί­ας ἐ­στε­φά­νω­σας ἡ­μᾶς.

Ψαλ­μὸς πθ´ (89).

Κύ­ρι­ε, κα­τα­φυ­γὴ ἐ­γε­νή­θης ἡ­μῖν ἐν γε­νε­ᾷ καὶ γε­νε­ᾷ.

Πρὸ τοῦ ὄ­ρη γε­νη­θῆ­ναι καὶ πλα­σθῆ­ναι τὴν γῆν καὶ τὴν οἰ­κου­μέ­νην, καὶ ἀ­πὸ τοῦ αἰ­ῶ­νος καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος σὺ εἶ.

Μὴ ἀ­πο­στρέ­ψῃς ἄν­θρω­πον εἰς τα­πεί­νω­σιν· καὶ εἶ­πας· Ἐ­πι­στρέ­ψα­τε υἱ­οὶ τῶν ἀν­θρώ­πων.

Ὅ­τι χί­λι­α ἔ­τη ἐν ὀ­φθαλ­μοῖς σου, Κύ­ρι­ε, ὡς ἡ­μέ­ρα ἡ ἐ­χθές, ἥ­τις δι­ῆλ­θε, καὶ φυ­λα­κὴ ἐν νυ­κτί.

Τὰ ἐ­ξου­δε­νώ­μα­τα αὐ­τῶν ἔ­τη ἔ­σον­ται, τὸ πρω­ῒ ὡ­σεὶ χλό­η πα­ρέλ­θοι.

Τὸ πρω­ῒ ἀν­θή­σαι καὶ πα­ρέλ­θοι, τὸ ἑ­σπέ­ρας ἀ­πο­πέ­σοι, σκλη­ρυν­θεί­η καὶ ξη­ραν­θεί­η.

Ὅ­τι ἐ­ξε­λί­πο­μεν ἐν τῇ ὀρ­γῇ σου καὶ ἐν τῷ θυ­μῷ σου ἐ­τα­ρά­χθη­μεν.

Ἔ­θου τὰς ἀ­νο­μί­ας ἡ­μῶν ἐ­ναν­τί­ον σου· αἰ­ὼν ἡ­μῶν εἰς φω­τι­σμὸν τοῦ προ­σώ­που σου.

Ὅ­τι πᾶ­σαι αἱ ἡ­μέ­ραι ἡ­μῶν ἐ­ξέ­λι­πον, καὶ ἐν τῇ ὀρ­γῇ σου ἐ­ξε­λί­πο­μεν· τὰ ἔ­τη ἡ­μῶν ὡ­σεὶ ἀ­ρά­χνη ἐ­με­λέ­των.

Αἱ ἡ­μέ­ραι τῶν ἐ­τῶν ἡ­μῶν ἐν αὐ­τοῖς ἑ­βδο­μή­κον­τα ἔ­τη, ἐ­ὰν δὲ ἐν δυ­να­στεί­αις, ὀ­γδο­ή­κον­τα ἔ­τη, καὶ τὸ πλεῖ­ον αὐ­τῶν κό­πος καὶ πό­νος· ὅ­τι ἐ­πῆλ­θε πρᾳ­ό­της ἐφ᾿ ἡ­μᾶς καὶ παι­δευ­θη­σό­με­θα.

Τίς γι­νώ­σκει τὸ κρά­τος τῆς ὀρ­γῆς σου; καὶ ἀ­πὸ τοῦ φό­βου σου τὸν θυ­μόν σου ἐ­ξα­ριθ­μή­σα­σθαι;

Τὴν δε­ξι­άν σου οὕ­τω γνώ­ρι­σόν μοι, καὶ τοὺς πε­παι­δευ­μέ­νους τῇ καρ­δί­ᾳ ἐν σο­φί­ᾳ.

Ἐ­πί­στρε­ψον, Κύ­ρι­ε, ἕ­ως πό­τε; καὶ πα­ρα­κλή­θη­τι ἐ­πὶ τοῖς δού­λοις σου.

Ἐ­νε­πλή­σθη­μεν τὸ πρω­ῒ τοῦ ἐ­λέ­ους σου, Κύ­ρι­ε, καὶ ἠ­γαλ­λι­α­σά­με­θα καὶ εὐ­φράν­θη­μεν. Ἐν πά­σαις ταῖς ἡ­μέ­ραις ἡ­μῶν.

Εὐ­φραν­θεί­η­μεν ἀνθ᾿ ὧν ἡ­με­ρῶν ἐ­τα­πεί­νω­σας ἡ­μᾶς, ἐ­τῶν, ὧν εἴ­δο­μεν κα­κά.

Καὶ ἴ­δε ἐ­πὶ τοὺς δού­λους σου καὶ ἐ­πὶ τὰ ἔρ­γα σου, καὶ ὁ­δή­γη­σον τοὺς υἱ­οὺς αὐ­τῶν.

Καὶ ἔ­στω ἡ λαμ­πρό­της Κυ­ρί­ου τοῦ Θε­οῦ ἡ­μῶν ἐφ᾿ ἡ­μᾶς, καὶ τὰ ἔρ­γα τῶν χει­ρῶν ἡ­μῶν κα­τεύ­θυ­νον ἐφ᾿ ἡ­μᾶς, καὶ τὸ ἔρ­γον τῶν χει­ρῶν ἡ­μῶν κα­τεύ­θυ­νον.

Ψαλ­μὸς ρ´ (100).

Ἔ­λε­ος καὶ κρί­σιν ᾄ­σο­μαί σοι, Κύ­ρι­ε. Ψα­λῶ καὶ συ­νή­σω ἐν ὁ­δῷ ἀ­μώ­μῳ· πό­τε ἥ­ξεις πρός με;

Δι­ε­πο­ρευ­ό­μην ἐν ἀ­κα­κί­ᾳ καρ­δί­ας μου, ἐν μέ­σῳ τοῦ οἴ­κου μου.

Οὐ προ­ε­θέ­μην πρὸ ὀ­φθαλ­μῶν μου πρᾶγ­μα πα­ρά­νο­μον, ποι­οῦν­τας πα­ρα­βά­σεις ἐ­μί­ση­σα.

Οὐκ ἐ­κολ­λή­θη μοι καρ­δί­α σκαμ­βή· ἐκ­κλί­νον­τος ἀπ᾿ ἐ­μοῦ τοῦ πο­νη­ροῦ, οὐκ ἐ­γί­νω­σκον.

Τὸν κα­τα­λα­λοῦν­τα λά­θρᾳ τὸν πλη­σί­ον αὐ­τοῦ, τοῦ­τον ἐ­ξε­δί­ω­κον.

Ὑ­πε­ρη­φά­νῳ ὀ­φθαλ­μῷ καὶ ἀ­πλή­στῳ καρ­δί­ᾳ τού­τῳ οὐ συ­νή­σθι­ον.

Οἱ ὀ­φθαλ­μοί μου ἐ­πὶ τοὺς πι­στοὺς τῆς γῆς, τοῦ συγ­κα­θῆ­σθαι αὐ­τοὺς μετ᾿ ἐ­μοῦ· πο­ρευ­ό­με­νος ἐν ὁ­δῷ ἀ­μώ­μῳ, οὗ­τός μοι ἐ­λει­τούρ­γει.

Οὐ κα­τῴ­κει ἐν μέ­σῳ τῆς οἰ­κί­ας μου ποι­ῶν ὑ­πε­ρη­φα­νί­αν· λα­λῶν ἄ­δι­κα οὐ κα­τεύ­θυ­νεν ἐ­νώ­πι­ον τῶν ὀ­φθαλ­μῶν μου.

Εἰς τὰς πρω­ί­ας ἀ­πέ­κτει­νον πάν­τας τοὺς ἁ­μαρ­τω­λοὺς τῆς γῆς, τοῦ ἐ­ξο­λο­θρεῦ­σαι ἐκ πό­λε­ως Κυ­ρί­ου πάν­τας τοὺς ἐρ­γα­ζο­μέ­νους τὴν ἀ­νο­μί­αν.

Καὶ τὰ ἑ­ξῆς ἄ­νευ με­τα­νοι­ῶν·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα.

Ἰ­δοὺ ὁ Νυμ­φί­ος ἔρ­χε­ται, ἐν τῷ μέ­σῳ τῆς νυ­κτός· καὶ μα­κά­ρι­ος ὁ δοῦ­λος, ὃν εὑ­ρή­σει γρη­γο­ροῦν­τα· ἀ­νά­ξι­ος δὲ πά­λιν, ὃν εὑ­ρή­σει ῥα­θυ­μοῦν­τα. Βλέ­πε οὖν ψυ­χή μου, μὴ τῷ ὕ­πνῳ κα­τε­νε­χθῇς, ἵ­να μὴ τῷ θα­νά­τῳ πα­ρα­δο­θῇς, καὶ τῆς βα­σι­λεί­ας ἔ­ξω κλει­σθῇς· ἀλ­λὰ ἀ­νά­νη­ψον κρά­ζου­σα· Ἅ­γι­ος, Ἅ­γι­ος, Ἅ­γι­ος εἶ ὁ Θε­ός· δι­ὰ τῆς Θε­ο­τό­κου ἐ­λέ­η­σον ἡ­μᾶς.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τί σε κα­λέ­σω­μεν, ὦ Κε­χα­ρι­τω­μέ­νη; Οὐ­ρα­νόν; ὅ­τι ἀ­νέ­τει­λας τὸν ἥ­λι­ον τῆς δι­και­ο­σύ­νης. Πα­ρά­δει­σον; ὅ­τι ἐ­βλά­στη­σας τὸ ἄν­θος τῆς ἀ­φθαρ­σί­ας. Παρ­θέ­νον; ὅ­τι ἔ­μει­νας ἄ­φθο­ρος. Ἁ­γνὴν μη­τέ­ρα; ὅ­τι ἔ­σχες σαῖς ἁ­γί­αις ἀγ­κά­λαις Υἱ­όν, τὸν πάν­των Θε­όν. Αὐ­τὸν ἱ­κέ­τευ­ε, σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

Καὶ εὐ­θύς·

Τὰ δι­α­βή­μα­τά μου κα­τεύ­θυ­νον κα­τὰ τὸ λό­γι­όν σου, καὶ μὴ κα­τα­κυ­ρι­ευ­σά­τω μου πᾶ­σα ἀ­νο­μί­α.

Λύ­τρω­σαί με ἀ­πὸ συ­κο­φαν­τί­ας ἀν­θρώ­πων, καὶ φυ­λά­ξω τὰς ἐν­το­λάς σου.

Τὸ πρό­σω­πόν σου ἐ­πί­φα­νον ἐ­πὶ τὸν δοῦ­λόν σου, καὶ δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Πλη­ρω­θή­τω τὸ στό­μα μου αἰ­νέ­σε­ώς σου, Κύ­ρι­ε, ὅ­πως ὑ­μνή­σω τὴν δό­ξαν σου, ὅ­λην τὴν ἡ­μέ­ραν τὴν με­γα­λο­πρέ­πει­άν σου.

Τὸ τρισά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Τὸ κον­τά­κι­ον τῆς ἡ­μέ­ρας·

Τῇ Με­γά­λῃ Τρί­τῃ.

Ἦ­χος β´. Τὰ ἄ­νω ζη­τῶν.

Τὴν ὥ­ραν ψυ­χή, τοῦ τέ­λους ἐν­νο­ή­σα­σα, καὶ τὴν ἐκ­κο­πήν, τῆς συ­κῆς δει­λι­ά­σα­σα, τὸ δο­θέν σοι τά­λαν­τον, φι­λο­πό­νως ἔρ­γα­σαι τα­λαί­πω­ρε, γρη­γο­ροῦ­σα καὶ κρά­ζου­σα· Μὴ μεί­νω­μεν ἔ­ξω τοῦ Νυμ­φῶ­νος Χρι­στοῦ.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (40άκις).

Καὶ τὴν πα­ροῦ­σαν εὐ­χήν.

Ὁ ἐν παν­τὶ και­ρῷ καὶ πά­σῃ ὥ­ρᾳ ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ γῆς προ­σκυ­νού­με­νος καὶ δο­ξα­ζό­με­νος Χρι­στὸς ὁ Θε­ός, ὁ μα­κρό­θυ­μος, ὁ πο­λυ­έ­λε­ος, ὁ πο­λυ­εύ­σπλαγ­χνος, ὁ τοὺς δι­καί­ους ἀ­γα­πῶν καὶ τοὺς ἁ­μαρ­τω­λοὺς ἐ­λε­ῶν, ὁ πάν­τας κα­λῶν πρὸς σω­τη­ρί­αν δι­ὰ τῆς ἐ­παγ­γε­λί­ας τῶν μελ­λόν­των ἀ­γα­θῶν· αὐ­τός, Κύ­ρι­ε, πρόσ­δε­ξαι καὶ ἡ­μῶν ἐν τῇ ὥ­ρᾳ ταύ­τῃ τὰς ἐν­τεύ­ξεις καὶ ἴ­θυ­νον τὴν ζω­ὴν ἡ­μῶν πρὸς τὰς ἐν­το­λάς σου. Τὰς ψυ­χὰς ἡ­μῶν ἁ­γί­α­σον· τὰ σώ­μα­τα ἅ­γνι­σον· τοὺς λο­γι­σμοὺς δι­όρ­θω­σον· τὰς ἐν­νοί­ας κά­θα­ρον· καὶ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, κα­κῶν καὶ ὀ­δύ­νης. Τεί­χι­σον ἡ­μᾶς ἁ­γί­οις σου ἀγ­γέ­λοις, ἵ­να, τῇ πα­ρεμ­βο­λῇ αὐ­τῶν φρου­ρού­με­νοι καὶ ὁ­δη­γού­με­νοι, κα­ταν­τή­σω­μεν εἰς τὴν ἑ­νό­τη­τα τῆς πί­στε­ως καὶ εἰς τὴν ἐ­πί­γνω­σιν τῆς ἀ­προ­σί­του σου δό­ξης· ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Ὁ ἱ­ε­ρεύς·

Ὁ Θε­ὸς οἰ­κτει­ρή­σαι ἡ­μᾶς καὶ εὐ­λο­γή­σαι ἡ­μᾶς, ἐ­πι­φά­ναι τὸ πρό­σω­πον αὐ­τοῦ ἐφ᾿ ἡ­μᾶς καὶ ἐ­λε­ή­σαι ἡ­μᾶς.

Καὶ ποι­οῦ­μεν με­τα­νοί­ας με­γά­λας τρεῖς λέ­γον­τες καθ᾿ ἑ­αυ­τοὺς ἀ­νὰ ἕ­να στί­χον τῆς εὐ­χῆς τοῦ ἁ­γί­ου Ἐ­φραίμ.

Κύ­ρι­ε καὶ Δέ­σπο­τα τῆς ζω­ῆς μου, πνεῦ­μα ἀρ­γί­ας, πε­ρι­ερ­γί­ας, φι­λαρ­χί­ας καὶ ἀρ­γο­λο­γί­ας μή μοι δῷς.

Πνεῦ­μα δὲ σω­φρο­σύ­νης, τα­πει­νο­φρο­σύ­νης, ὑ­πο­μο­νῆς καὶ ἀ­γά­πης χά­ρι­σαί μοι τῷ σῷ δού­λῳ.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Εἶ­τα ποι­οῦ­μεν με­τα­νοί­ας μι­κρὰς δώ­δε­κα καὶ πά­λιν με­τά­νοι­αν με­γά­λην μί­αν ἐ­πα­να­λαμ­βά­νον­τες τὸν τε­λευ­ταῖ­ον στί­χον τῆς εὐ­χῆς.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ ὁ προ­ε­στὼς τὴν ἑ­πο­μέ­νην εὐ­χήν·

Χρι­στέ, τὸ φῶς τὸ ἀ­λη­θι­νόν, τὸ φω­τί­ζον καὶ ἁ­γι­ά­ζον πάν­τα ἄν­θρω­πον ἐρ­χό­με­νον εἰς τὸν κό­σμον, ση­μει­ω­θή­τω ἐφ᾿ ἡ­μᾶς τό φῶς τοῦ προ­σώ­που σου, ἵ­να ἐν αὐ­τῷ ὀ­ψώ­με­θα φῶς τὸ ἀ­πρό­σι­τον· καὶ κα­τεύ­θυ­νον τὰ δι­α­βή­μα­τα ἡ­μῶν πρὸς ἐρ­γα­σί­αν τῶν ἐν­το­λῶν σου· πρε­σβεί­αις τῆς πα­να­χράν­του σου μη­τρὸς καὶ πάν­των σου τῶν ἁ­γί­ων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

* * * * *

ΩΡΑ ΤΡΙΤΗ

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ Χρι­στῷ τῷ βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Καὶ τοὺς Ψαλ­μούς·

Ψαλ­μὸς ιϚ´ (16).

Εἰ­σά­κου­σον, Κύ­ρι­ε, τῆς δι­και­ο­σύ­νης μου, πρό­σχες τῇ δε­ή­σει μου, ἐ­νώ­τι­σαι τὴν προ­σευ­χήν μου, οὐκ ἐν χεί­λε­σι δο­λί­οις.

Ἐκ προ­σώ­που σου τὸ κρῖ­μά μου ἐ­ξέλ­θοι, οἱ ὀ­φθαλ­μοί μου ἰ­δέ­τω­σαν εὐ­θύ­τη­τας.

Ἐ­δο­κί­μα­σας τὴν καρ­δί­αν μου, ἐ­πε­σκέ­ψω νυ­κτός· ἐ­πύ­ρω­σάς με καὶ οὐχ εὑ­ρέ­θη ἐν ἐ­μοὶ ἀ­δι­κί­α.

Ὅ­πως ἂν μὴ λα­λή­σῃ τὸ στό­μα μου τὰ ἔρ­γα τῶν ἀν­θρώ­πων, δι­ὰ τοὺς λό­γους τῶν χει­λέ­ων σου ἐ­γὼ ἐ­φύ­λα­ξα ὁ­δοὺς σκλη­ράς.

Κα­τάρ­τι­σαι τὰ δι­α­βή­μα­τά μου ἐν ταῖς τρί­βοις σου, ἵ­να μὴ σα­λευ­θῶ­σι τὰ δι­α­βή­μα­τά μου.

Ἐ­γὼ ἐ­κέ­κρα­ξα, ὅ­τι ἐ­πή­κου­σάς μου, ὁ Θε­ός· κλῖ­νον τὸ οὖς σου ἐ­μοί, καὶ εἰ­σά­κου­σον τῶν ῥη­μά­των μου.

Θαυ­μά­στω­σον τὰ ἐ­λέ­η σου, ὁ σῴ­ζων τοὺς ἐλ­πί­ζον­τας ἐ­πὶ σέ.

Ἐκ τῶν ἀν­θε­στη­κό­των τῇ δε­ξι­ᾷ σου φύ­λα­ξόν με, Κύ­ρι­ε, ὡς κό­ρην ὀ­φθαλ­μοῦ.

Ἐν σκέ­πῃ τῶν πτε­ρύ­γων σου σκε­πά­σεις με, ἀ­πὸ προ­σώ­που ἀ­σε­βῶν τῶν τα­λαι­πω­ρη­σάν­των με.

Οἱ ἐ­χθροί μου τὴν ψυ­χήν μου πε­ρι­έ­σχον· τὸ στέ­αρ αὐ­τῶν συ­νέ­κλει­σαν, τὸ στό­μα αὐ­τῶν ἐ­λά­λη­σεν ὑ­πε­ρη­φα­νί­αν.

Ἐκ­βα­λόν­τες με νυ­νὶ πε­ρι­ε­κύ­κλω­σάν με, τοὺς ὀ­φθαλ­μοὺς αὐ­τῶν ἔ­θεν­το ἐκ­κλῖ­ναι ἐν τῇ γῇ.

Ὑ­πέ­λα­βόν με ὡ­σεὶ λέ­ων ἕ­τοι­μος εἰς θή­ραν, καὶ ὡ­σεὶ σκύ­μνος οἰ­κῶν ἐν ἀ­πο­κρύ­φοις.

Ἀ­νά­στη­θι, Κύ­ρι­ε, πρό­φθα­σον αὐ­τοὺς καὶ ὑ­πο­σκέ­λι­σον αὐ­τούς· ῥῦ­σαι τὴν ψυ­χήν μου ἀ­πὸ ἀ­σε­βοῦς, ῥομ­φαί­αν σου ἀ­πὸ ἐ­χθρῶν τῆς χει­ρός σου.

Κύ­ρι­ε, ἀ­πὸ ὀ­λί­γων ἀ­πὸ γῆς δι­α­μέ­ρι­σον αὐ­τοὺς ἐν τῇ ζω­ῇ αὐ­τῶν, καὶ τῶν κε­κρυμ­μέ­νων σου ἐ­πλή­σθη ἡ γα­στὴρ αὐ­τῶν.

Ἐ­χορ­τά­σθη­σαν ὑ­εί­ων, καὶ ἀ­φῆ­καν τὰ κα­τά­λοι­πα τοῖς νη­πί­οις αὐ­τῶν.

Ἐ­γὼ δὲ ἐν δι­και­ο­σύ­νῃ ὀ­φθή­σο­μαι τῷ προ­σώ­πῳ σου· χορ­τα­σθή­σο­μαι ἐν τῷ ὀ­φθῆ­ναί μοι τὴν δό­ξαν σου.

Ψαλ­μὸς κδ´ (24).

Πρὸς σέ, Κύ­ρι­ε, ἦ­ρα τὴν ψυ­χήν μου· ὁ Θε­ός μου, ἐ­πὶ σοὶ πέ­ποι­θα.

Μὴ κα­ται­σχυν­θεί­ην εἰς τὸν αἰ­ῶ­να, μη­δὲ κα­τα­γε­λα­σά­τω­σάν με οἱ ἐ­χθροί μου.

Καὶ γὰρ πάν­τες οἱ ὑ­πο­μέ­νον­τές σε οὐ μὴ κα­ται­σχυν­θῶ­σιν. Αἰ­σχυν­θή­τω­σαν οἱ ἀ­νο­μοῦν­τες δι­α­κε­νῆς.

Τὰς ὁ­δούς σου, Κύ­ρι­ε, γνώ­ρι­σόν μοι, καὶ τὰς τρί­βους σου δί­δα­ξόν με.

Ὁ­δή­γη­σόν με ἐ­πὶ τὴν ἀ­λή­θει­άν σου καὶ δί­δα­ξόν με, ὅ­τι σὺ εἶ ὁ Θε­ὸς ὁ σω­τήρ μου· καὶ σὲ ὑ­πέ­μει­να ὅ­λην τὴν ἡ­μέ­ραν.

Μνή­σθη­τι τῶν οἰ­κτιρ­μῶν σου, Κύ­ρι­ε, καὶ τὰ ἐ­λέ­η σου, ὅ­τι ἀ­πὸ τοῦ αἰ­ῶ­νός εἰ­σιν.

Ἁ­μαρ­τί­ας νε­ό­τη­τός μου καὶ ἀ­γνοί­ας μου μὴ μνη­σθῇς, κα­τὰ τὸ ἔ­λε­ός σου μνή­σθη­τί μου, σύ, ἕ­νε­κεν χρη­στό­τη­τός σου, Κύ­ρι­ε.

Χρη­στὸς καὶ εὐ­θὺς ὁ Κύ­ρι­ος· δι­ὰ τοῦ­το νο­μο­θε­τή­σει ἁ­μαρ­τά­νον­τας ἐν ὁ­δῷ.

Ὁ­δη­γή­σει πρα­εῖς ἐν κρί­σει, δι­δά­ξει πρα­εῖς ὁ­δοὺς αὐ­τοῦ.

Πᾶ­σαι αἱ ὁ­δοὶ Κυ­ρί­ου ἔ­λε­ος καὶ ἀ­λή­θει­α, τοῖς ἐκ­ζη­τοῦ­σι τὴν δι­α­θή­κην αὐ­τοῦ καὶ τὰ μαρ­τύ­ρι­α αὐ­τοῦ.

Ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου, Κύ­ρι­ε, καὶ ἱ­λά­σθη­τι τῇ ἁ­μαρ­τί­ᾳ μου· πολ­λὴ γάρ ἐ­στι.

Τίς ἐ­στιν ἄν­θρω­πος ὁ φο­βού­με­νος τὸν Κύ­ρι­ον; νο­μο­θε­τή­σει αὐ­τῷ ἐν ὁ­δῷ, ᾗ ᾑ­ρε­τί­σα­το.

Ἡ ψυ­χὴ αὐ­τοῦ ἐν ἀ­γα­θοῖς αὐ­λι­σθή­σε­ται, καὶ τὸ σπέρ­μα αὐ­τοῦ κλη­ρο­νο­μή­σει γῆν.

Κρα­ταί­ω­μα Κύ­ρι­ος τῶν φο­βου­μέ­νων αὐ­τόν, καὶ ἡ δι­α­θή­κη αὐ­τοῦ δη­λώ­σει αὐ­τοῖς.

Οἱ ὀ­φθαλ­μοί μου δι­ὰ παν­τὸς πρὸς τὸν Κύ­ρι­ον, ὅ­τι αὐ­τὸς ἐκ­σπά­σει ἐκ πα­γί­δος τοὺς πό­δας μου.

Ἐ­πί­βλε­ψον ἐπ᾿ ἐ­μὲ καὶ ἐ­λέ­η­σόν με· ὅ­τι μο­νο­γε­νὴς καὶ πτω­χός εἰ­μι ἐ­γώ.

Αἱ θλί­ψεις τῆς καρ­δί­ας μου ἐ­πλη­θύν­θη­σαν· ἐκ τῶν ἀ­ναγ­κῶν μου ἐ­ξά­γα­γέ με.

Ἴ­δε τὴν τα­πεί­νω­σίν μου καὶ τὸν κό­πον μου· καὶ ἄ­φες πά­σας τὰς ἁ­μαρ­τί­ας μου.

Ἴ­δε τοὺς ἐ­χθρούς μου, ὅ­τι ἐ­πλη­θύν­θη­σαν, καὶ μῖ­σος ἄ­δι­κον ἐ­μί­ση­σάν με.

Φύ­λα­ξον τὴν ψυ­χήν μου, καὶ ῥῦ­σαί με· μὴ κα­ται­σχυν­θεί­ην, ὅ­τι ἤλ­πι­σα ἐ­πὶ σέ.

Ἄ­κα­κοι καὶ εὐ­θεῖς ἐ­κολ­λῶν­τό μοι, ὅ­τι ὑ­πέ­μει­νά σε, Κύ­ρι­ε.

Λύ­τρω­σαι, ὁ Θε­ός, τὸν Ἰσ­ρα­ήλ, ἐκ πα­σῶν τῶν θλί­ψε­ων αὐ­τοῦ.

Ψαλ­μὸς ν´ (50).

Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

Ἐ­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με.

Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­ὰ παν­τός.

Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα, ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε.

Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου.

Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας, τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι.

Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ, καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι.

Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να.

Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον.

Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου.

Μὴ ἀ­ποῤ­ῥί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ Πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ.

Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με.

Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι.

Ῥῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου.

Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου.

Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις.

Θυ­σί­α τῷ Θε­ῷ πνεῦ­μα συν­τε­τριμ­μέ­νον· καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει.

Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ.

Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα.

Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.

Καὶ τὰ ἑ­ξῆς ἄ­νευ με­τα­νοι­ῶν·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα.

Ἰ­δοὺ ὁ Νυμ­φί­ος ἔρ­χε­ται, ἐν τῷ μέ­σῳ τῆς νυ­κτός· καὶ μα­κά­ρι­ος ὁ δοῦ­λος, ὃν εὑ­ρή­σει γρη­γο­ροῦν­τα· ἀ­νά­ξι­ος δὲ πά­λιν, ὃν εὑ­ρή­σει ῥα­θυ­μοῦν­τα. Βλέ­πε οὖν ψυ­χή μου, μὴ τῷ ὕ­πνῳ κα­τε­νε­χθῇς, ἵ­να μὴ τῷ θα­νά­τῳ πα­ρα­δο­θῇς, καὶ τῆς βα­σι­λεί­ας ἔ­ξω κλει­σθῇς· ἀλ­λὰ ἀ­νά­νη­ψον κρά­ζου­σα· Ἅ­γι­ος, Ἅ­γι­ος, Ἅ­γι­ος εἶ ὁ Θε­ός· δι­ὰ τῆς Θε­ο­τό­κου ἐ­λέ­η­σον ἡ­μᾶς.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Θε­ο­τό­κε, σὺ εἶ ἡ ἄμ­πε­λος ἡ ἀ­λη­θι­νή, ἡ βλα­στή­σα­σα τὸν καρ­πὸν τῆς ζω­ῆς. Σὲ ἱ­κε­τεύ­ο­μεν, πρέ­σβευ­ε Δέ­σποι­να, με­τὰ τῶν Ἀ­πο­στό­λων, καὶ πάν­των τῶν Ἁ­γί­ων, ἐ­λε­η­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

Καὶ εὐ­θύς·

Κύ­ρι­ος ὁ Θε­ὸς εὐ­λο­γη­τός, εὐ­λο­γη­τὸς Κύ­ρι­ος ἡ­μέ­ραν καθ᾿ ἡ­μέ­ραν· κα­τευ­ο­δώ­σαι ἡ­μῖν ὁ Θε­ὸς τῶν σω­τη­ρί­ων ἡ­μῶν, ὁ Θε­ὸς ἡ­μῶν, ὁ Θε­ὸς τοῦ σῴ­ζειν.

Τὸ τρισά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Τὸ κον­τά­κι­ον τῆς ἡ­μέ­ρας·

Τῇ Με­γά­λῃ Τρί­τῃ.

Ἦ­χος β´. Τὰ ἄ­νω ζη­τῶν.

Τὴν ὥ­ραν ψυ­χή, τοῦ τέ­λους ἐν­νο­ή­σα­σα, καὶ τὴν ἐκ­κο­πήν, τῆς συ­κῆς δει­λι­ά­σα­σα, τὸ δο­θέν σοι τά­λαν­τον, φι­λο­πό­νως ἔρ­γα­σαι τα­λαί­πω­ρε, γρη­γο­ροῦ­σα καὶ κρά­ζου­σα· Μὴ μεί­νω­μεν ἔ­ξω τοῦ Νυμ­φῶ­νος Χρι­στοῦ.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (40άκις).

Καὶ τὴν πα­ροῦ­σαν εὐ­χήν.

Ὁ ἐν παν­τὶ και­ρῷ καὶ πά­σῃ ὥ­ρᾳ ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ γῆς προ­σκυ­νού­με­νος καὶ δο­ξα­ζό­με­νος Χρι­στὸς ὁ Θε­ός, ὁ μα­κρό­θυ­μος, ὁ πο­λυ­έ­λε­ος, ὁ πο­λυ­εύ­σπλαγ­χνος, ὁ τοὺς δι­καί­ους ἀ­γα­πῶν καὶ τοὺς ἁ­μαρ­τω­λοὺς ἐ­λε­ῶν, ὁ πάν­τας κα­λῶν πρὸς σω­τη­ρί­αν δι­ὰ τῆς ἐ­παγ­γε­λί­ας τῶν μελ­λόν­των ἀ­γα­θῶν· αὐ­τός, Κύ­ρι­ε, πρόσ­δε­ξαι καὶ ἡ­μῶν ἐν τῇ ὥ­ρᾳ ταύ­τῃ τὰς ἐν­τεύ­ξεις καὶ ἴ­θυ­νον τὴν ζω­ὴν ἡ­μῶν πρὸς τὰς ἐν­το­λάς σου. Τὰς ψυ­χὰς ἡ­μῶν ἁ­γί­α­σον· τὰ σώ­μα­τα ἅ­γνι­σον· τοὺς λο­γι­σμοὺς δι­όρ­θω­σον· τὰς ἐν­νοί­ας κά­θα­ρον· καὶ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, κα­κῶν καὶ ὀ­δύ­νης. Τεί­χι­σον ἡ­μᾶς ἁ­γί­οις σου ἀγ­γέ­λοις, ἵ­να, τῇ πα­ρεμ­βο­λῇ αὐ­τῶν φρου­ρού­με­νοι καὶ ὁ­δη­γού­με­νοι, κα­ταν­τή­σω­μεν εἰς τὴν ἑ­νό­τη­τα τῆς πί­στε­ως καὶ εἰς τὴν ἐ­πί­γνω­σιν τῆς ἀ­προ­σί­του σου δό­ξης· ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Ὁ ἱ­ε­ρεύς·

Ὁ Θε­ὸς οἰ­κτει­ρή­σαι ἡ­μᾶς καὶ εὐ­λο­γή­σαι ἡ­μᾶς, ἐ­πι­φά­ναι τὸ πρό­σω­πον αὐ­τοῦ ἐφ᾿ ἡ­μᾶς καὶ ἐ­λε­ή­σαι ἡ­μᾶς.

Καὶ ποι­οῦ­μεν με­τα­νοί­ας με­γά­λας τρεῖς λέ­γον­τες καθ᾿ ἑ­αυ­τοὺς ἀ­νὰ ἕ­να στί­χον τῆς εὐ­χῆς τοῦ ἁ­γί­ου Ἐ­φραίμ.

Κύ­ρι­ε καὶ Δέ­σπο­τα τῆς ζω­ῆς μου, πνεῦ­μα ἀρ­γί­ας, πε­ρι­ερ­γί­ας, φι­λαρ­χί­ας καὶ ἀρ­γο­λο­γί­ας μή μοι δῷς.

Πνεῦ­μα δὲ σω­φρο­σύ­νης, τα­πει­νο­φρο­σύ­νης, ὑ­πο­μο­νῆς καὶ ἀ­γά­πης χά­ρι­σαί μοι τῷ σῷ δού­λῳ.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Εἶ­τα ποι­οῦ­μεν με­τα­νοί­ας μι­κρὰς δώ­δε­κα καὶ πά­λιν με­τά­νοι­αν με­γά­λην μί­αν ἐ­πα­να­λαμ­βά­νον­τες τὸν τε­λευ­ταῖ­ον στί­χον τῆς εὐ­χῆς.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ ὁ προ­ε­στὼς τὴν ἑ­πο­μέ­νην εὐ­χήν·

(τοῦ ἁ­γί­ου Μαρ­δα­ρί­ου)

Δέ­σπο­τα Θε­έ, Πά­τερ παν­το­κρά­τορ, Κύ­ρι­ε Υἱ­ὲ μο­νο­γε­νές, Ἰ­η­σοῦ Χρι­στέ, καὶ ἅ­γι­ον Πνεῦ­μα, μί­α Θε­ό­της, μί­α Δύ­να­μις, ἐ­λέ­η­σόν με τὸν ἁ­μαρ­τω­λόν· καί, οἷς ἐ­πί­στα­σαι κρί­μα­σι, σῶ­σόν με τὸν ἀ­νά­ξι­ον δοῦ­λόν σου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ, εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

* * * * *

ΩΡΑ ΕΚΤΗ

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ Χρι­στῷ τῷ βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Καὶ τοὺς Ψαλ­μούς·

Ψαλ­μὸς νγ´ (53).

Ὁ Θε­ὸς ἐν τῷ ὀ­νό­μα­τί σου σῶ­σόν με, καὶ ἐν τῇ δυ­νά­μει σου κρι­νεῖς με.

Ὁ Θε­ός, εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι τὰ ῥή­μα­τα τοῦ στό­μα­τός μου.

Ὅ­τι ἀλ­λό­τρι­οι ἐ­πα­νέ­στη­σαν ἐπ᾿ ἐ­μέ, καὶ κρα­ται­οὶ ἐ­ζή­τη­σαν τὴν ψυ­χήν μου, καὶ οὐ προ­έ­θεν­το τὸν Θε­ὸν ἐ­νώ­πι­ον αὐ­τῶν.

Ἰ­δοὺ γὰρ ὁ Θε­ὸς βο­η­θεῖ μοι, καὶ ὁ Κύ­ρι­ος ἀν­τι­λή­πτωρ τῆς ψυ­χῆς μου.

Ἀ­πο­στρέ­ψει τὰ κα­κὰ τοῖς ἐ­χθροῖς μου, ἐν τῇ ἀ­λη­θεί­ᾳ σου ἐ­ξο­λό­θρευ­σον αὐ­τούς.

Ἑ­κου­σί­ως θύ­σω σοι, ἐ­ξο­μο­λο­γή­σο­μαι τῷ ὀ­νό­μα­τί σου, Κύ­ρι­ε, ὅ­τι ἀ­γα­θόν.

Ὅ­τι ἐκ πά­σης θλί­ψε­ως ἐῤ­ῥύ­σω με, καὶ ἐν τοῖς ἐ­χθροῖς μου ἐ­πεῖ­δεν ὁ ὀ­φθαλ­μός μου.

Ψαλ­μὸς νδ´ (54).

Ἐ­νώ­τι­σαι, ὁ Θε­ός, τὴν προ­σευ­χήν μου, καὶ μὴ ὑ­πε­ρί­δῃς τὴν δέ­η­σίν μου· πρό­σχες μοι καὶ εἰ­σά­κου­σόν μου.

Ἐ­λυ­πή­θην ἐν τῇ ἀ­δο­λε­σχί­ᾳ μου καὶ ἐ­τα­ρά­χθην ἀ­πὸ φω­νῆς ἐ­χθροῦ καὶ ἀ­πὸ θλί­ψε­ως ἁ­μαρ­τω­λοῦ.

Ὅ­τι ἐ­ξέ­κλι­ναν ἐπ᾿ ἐ­μὲ ἀ­νο­μί­αν, καὶ ἐν ὀρ­γῇ ἐ­νε­κό­τουν μοι.

Ἡ καρ­δί­α μου ἐ­τα­ρά­χθη ἐν ἐ­μοί, καὶ δει­λί­α θα­νά­του ἐ­πέ­πε­σεν ἐπ᾿ ἐ­μέ.

Φό­βος καὶ τρό­μος ἦλ­θεν ἐπ᾿ ἐ­μέ, καὶ ἐ­κά­λυ­ψέ με σκό­τος.

Καὶ εἶ­πα· Τίς δώ­σει μοι πτέ­ρυ­γας ὡ­σεὶ πε­ρι­στε­ρᾶς, καὶ πε­τα­σθή­σο­μαι καὶ κα­τα­παύ­σω;

Ἰ­δοὺ ἐ­μά­κρυ­να φυ­γα­δεύ­ων καὶ ηὐ­λί­σθην ἐν τῇ ἐ­ρή­μῳ.

Προ­σε­δε­χό­μην τὸν Θε­όν, τὸν σῴ­ζον­τά με ἀ­πὸ ὀ­λι­γο­ψυ­χί­ας καὶ ἀ­πὸ κα­ται­γί­δος.

Κα­τα­πόν­τι­σον, Κύ­ρι­ε, καὶ κα­τα­δί­ε­λε τὰς γλώσ­σας αὐ­τῶν, ὅ­τι εἶ­δον ἀ­νο­μί­αν καὶ ἀν­τι­λο­γί­αν ἐν τῇ πό­λει.

Ἡ­μέ­ρας καὶ νυ­κτὸς κυ­κλώ­σει αὐ­τὴν ἐ­πὶ τὰ τεί­χη αὐ­τῆς· ἀ­νο­μί­α καὶ κό­πος ἐν μέ­σῳ αὐ­τῆς καὶ ἀ­δι­κί­α. Καὶ οὐκ ἐ­ξέ­λι­πεν ἐκ τῶν πλα­τει­ῶν αὐ­τῆς τό­κος καὶ δό­λος.

Ὅ­τι εἰ ὁ ἐ­χθρὸς ὠ­νεί­δι­σέ με, ὑ­πή­νεγ­κα ἄν· καὶ εἰ ὁ μι­σῶν ἐπ᾿ ἐ­μὲ ἐ­με­γα­λοῤ­ῥη­μό­νη­σεν, ἐ­κρύ­βην ἂν ἀπ᾿ αὐ­τοῦ.

Σὺ δέ, ἄν­θρω­πε ἰ­σό­ψυ­χε, ἡ­γε­μών μου καὶ γνω­στέ μου.

Ὃς ἐ­πὶ τὸ αὐ­τὸ ἐ­γλύ­κα­νάς μοι ἐ­δέ­σμα­τα, ἐν τῷ οἴ­κῳ τοῦ Θε­οῦ ἐ­πο­ρεύ­θην ἐν ὁ­μο­νοί­ᾳ.

Ἐλ­θέ­τω δὴ θά­να­τος ἐπ᾿ αὐ­τούς, καὶ κα­τα­βή­τω­σαν εἰς ᾅ­δου ζῶν­τες.

Ὅ­τι πο­νη­ρί­α ἐν ταῖς πα­ροι­κί­αις αὐ­τῶν, ἐν μέ­σῳ αὐ­τῶν.

Ἐ­γὼ πρὸς τὸν Θε­ὸν ἐ­κέ­κρα­ξα, καὶ ὁ Κύ­ρι­ος εἰ­σή­κου­σέ μου.

Ἑ­σπέ­ρας καὶ πρω­ῒ καὶ με­σημ­βρί­ας δι­η­γή­σο­μαι καὶ ἀ­παγ­γε­λῶ, καὶ εἰ­σα­κού­σε­ται τῆς φω­νῆς μου.

Λυ­τρώ­σε­ται ἐν εἰ­ρή­νῃ τὴν ψυ­χήν μου ἀ­πὸ τῶν ἐγ­γι­ζόν­των μοι, ὅ­τι ἐν πολ­λοῖς ἦ­σαν σὺν ἐ­μοί.

Εἰ­σα­κού­σε­ται ὁ Θε­ός, καὶ τα­πει­νώ­σει αὐ­τοὺς ὁ ὑ­πάρ­χων πρὸ τῶν αἰ­ώ­νων.

Οὐ γάρ ἐ­στιν αὐ­τοῖς ἀν­τάλ­λαγ­μα, ὅ­τι οὐκ ἐ­φο­βή­θη­σαν τὸν Θε­όν.

Ἐ­ξέ­τει­νε τὴν χεῖ­ρα αὐ­τοῦ ἐν τῷ ἀ­πο­δι­δό­ναι· ἐ­βε­βή­λω­σαν τὴν δι­α­θή­κην αὐ­τοῦ.

Δι­ε­με­ρί­σθη­σαν ἀ­πὸ ὀρ­γῆς τοῦ προ­σώ­που αὐ­τοῦ, καὶ ἤγ­γι­σαν αἱ καρ­δί­αι αὐ­τῶν.

Ἡ­πα­λύν­θη­σαν οἱ λό­γοι αὐ­τῶν ὑ­πὲρ ἔ­λαι­ον, καὶ αὐ­τοί εἰ­σι βο­λί­δες.

Ἐ­πίῤ­ῥι­ψον ἐ­πὶ Κύ­ρι­ον τὴν μέ­ρι­μνάν σου, καὶ αὐ­τός σε δι­α­θρέ­ψει· οὐ δώ­σει εἰς τὸν αἰ­ῶ­να σά­λον τῷ δι­καί­ῳ.

Σὺ δέ, ὁ Θε­ός, κα­τά­ξεις αὐ­τοὺς εἰς φρέ­αρ δι­α­φθο­ρᾶς.

Ἄν­δρες αἱ­μά­των καὶ δο­λι­ό­τη­τος οὐ μὴ ἡ­μι­σεύ­σω­σι τὰς ἡ­μέ­ρας αὐ­τῶν· ἐ­γὼ δέ, Κύ­ρι­ε, ἐλ­πι­ῶ ἐ­πὶ σέ.

Ψαλ­μὸς Ϟ´ (90).

Ὁ κα­τοι­κῶν ἐν βο­η­θεί­ᾳ τοῦ Ὑ­ψί­στου, ἐν σκέ­πῃ τοῦ Θε­οῦ τοῦ οὐ­ρα­νοῦ αὐ­λι­σθή­σε­ται.

Ἐ­ρεῖ τῷ Κυ­ρί­ῳ· Ἀν­τι­λή­πτωρ μου εἶ καὶ κα­τα­φυ­γή μου, ὁ Θε­ός μου, καὶ ἐλ­πι­ῶ ἐπ᾿ αὐ­τόν.

Ὅ­τι αὐ­τὸς ῥύ­σε­ταί σε ἐκ πα­γί­δος θη­ρευ­τῶν, καὶ ἀ­πὸ λό­γου τα­ρα­χώ­δους.

Ἐν τοῖς με­τα­φρέ­νοις αὐ­τοῦ ἐ­πι­σκι­ά­σει σοι, καὶ ὑ­πὸ τὰς πτέ­ρυ­γας αὐ­τοῦ ἐλ­πι­εῖς· ὅ­πλῳ κυ­κλώ­σει σε ἡ ἀ­λή­θει­α αὐ­τοῦ.

Οὐ φο­βη­θή­σῃ ἀ­πὸ φό­βου νυ­κτε­ρι­νοῦ, ἀ­πὸ βέ­λους πε­το­μέ­νου ἡ­μέ­ρας, ἀ­πὸ πράγ­μα­τος ἐν σκό­τει δι­α­πο­ρευ­ο­μέ­νου, ἀ­πὸ συμ­πτώ­μα­τος καὶ δαι­μο­νί­ου με­σημ­βρι­νοῦ.

Πε­σεῖ­ται ἐκ τοῦ κλί­τους σου χι­λι­άς, καὶ μυ­ρι­ὰς ἐκ δε­ξι­ῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγ­γι­εῖ.

Πλὴν τοῖς ὀ­φθαλ­μοῖς σου κα­τα­νο­ή­σεις, καὶ ἀν­τα­πό­δο­σιν ἁ­μαρ­τω­λῶν ὄ­ψει.

Ὅ­τι σύ, Κύ­ρι­ε, ἡ ἐλ­πίς μου· τὸν Ὕ­ψι­στον ἔ­θου κα­τα­φυ­γήν σου.

Οὐ προ­σε­λεύ­σε­ται πρὸς σὲ κα­κά, καὶ μά­στιξ οὐκ ἐγ­γι­εῖ ἐν τῷ σκη­νώ­μα­τί σου.

Ὅ­τι τοῖς ἀγ­γέ­λοις αὐ­τοῦ ἐν­τε­λεῖ­ται πε­ρὶ σοῦ, τοῦ δι­α­φυ­λά­ξαι σε ἐν πά­σαις ταῖς ὁ­δοῖς σου.

Ἐ­πὶ χει­ρῶν ἀ­ροῦ­σί σε, μή­πο­τε προ­σκό­ψῃς πρὸς λί­θον τὸν πό­δα σου.

Ἐ­πὶ ἀ­σπί­δα καὶ βα­σι­λί­σκον ἐ­πι­βή­σῃ, καὶ κα­τα­πα­τή­σεις λέ­ον­τα καὶ δρά­κον­τα.

Ὅ­τι ἐπ᾿ ἐ­μὲ ἤλ­πι­σε καὶ ῥύ­σο­μαι αὐ­τόν, σκε­πά­σω αὐ­τόν, ὅ­τι ἔ­γνω τὸ ὄ­νο­μά μου.

Κε­κρά­ξε­ται πρός με, καὶ ἐ­πα­κού­σο­μαι αὐ­τοῦ· μετ᾿ αὐ­τοῦ εἰ­μι ἐν θλί­ψει, ἐ­ξε­λοῦ­μαι αὐ­τόν, καὶ δο­ξά­σω αὐ­τόν.

Μα­κρό­τη­τα ἡ­με­ρῶν ἐμ­πλή­σω αὐ­τόν, καὶ δεί­ξω αὐ­τῷ τὸ σω­τή­ρι­όν μου.

Καὶ τὰ ἑ­ξῆς ἄ­νευ με­τα­νοι­ῶν·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα.

Ἰ­δοὺ ὁ Νυμ­φί­ος ἔρ­χε­ται, ἐν τῷ μέ­σῳ τῆς νυ­κτός· καὶ μα­κά­ρι­ος ὁ δοῦ­λος, ὃν εὑ­ρή­σει γρη­γο­ροῦν­τα· ἀ­νά­ξι­ος δὲ πά­λιν, ὃν εὑ­ρή­σει ῥα­θυ­μοῦν­τα. Βλέ­πε οὖν ψυ­χή μου, μὴ τῷ ὕ­πνῳ κα­τε­νε­χθῇς, ἵ­να μὴ τῷ θα­νά­τῳ πα­ρα­δο­θῇς, καὶ τῆς βα­σι­λεί­ας ἔ­ξω κλει­σθῇς· ἀλ­λὰ ἀ­νά­νη­ψον κρά­ζου­σα· Ἅ­γι­ος, Ἅ­γι­ος, Ἅ­γι­ος εἶ ὁ Θε­ός· δι­ὰ τῆς Θε­ο­τό­κου ἐ­λέ­η­σον ἡ­μᾶς.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὅ­τι οὐκ ἔ­χο­μεν παῤ­ῥη­σί­αν, δι­ὰ τὰ πολ­λὰ ἡ­μῶν ἁ­μαρ­τή­μα­τα, σὺ τὸν ἐκ σοῦ γεν­νη­θέν­τα δυ­σώ­πη­σον, Θε­ο­τό­κε Παρ­θέ­νε· πολ­λὰ γὰρ ἰ­σχύ­ει δέ­η­σις Μη­τρός, πρὸς εὐ­μέ­νει­αν Δε­σπό­του. Μὴ πα­ρί­δῃς, ἁ­μαρ­τω­λῶν ἱ­κε­σί­ας, ἡ Πάν­σε­μνος, ὅ­τι ἐ­λε­ή­μων ἐ­στί, καὶ σῴ­ζειν δυ­νά­με­νος, ὁ καὶ πα­θεῖν ὑ­πὲρ ἡ­μῶν κα­τα­δε­ξά­με­νος.

* * *

Καὶ εὐ­θὺς τὸ τρο­πά­ρι­ον τῆς προ­φη­τεί­ας καὶ τὸ ἀ­νά­γνω­σμα τῆς ἡ­μέ­ρας.

Τρο­πά­ρι­ον τῆς προ­φη­τεί­ας. Ἦ­χος α´.

Τοῖς ἀ­μέ­τρως πταί­ου­σι, πλου­σί­ως συγ­χώ­ρη­σον Σω­τήρ· ἀ­ξί­ω­σον ἡ­μᾶς, ἀ­κα­τα­κρί­τως προ­σκυ­νῆ­σαί σου, τὴν ἁ­γί­αν Ἀ­νά­στα­σιν, πρε­σβεί­αις τῆς ἀ­χράν­του σου Μη­τρός, μό­νε Πο­λυ­έ­λε­ε.

Δό­ξα. Καὶ νῦν. Τὸ αὐ­τό.

Καὶ εὐ­θὺς ὁ ἀ­να­γνώ­στης·

Προ­κεί­με­νον.
Ἦ­χος πλ. β´. Ψαλ­μὸς ρκθ´ (129).

Ὅ­τι πα­ρὰ τῷ Κυ­ρί­ῳ τὸ ἔ­λε­ος, καὶ πολ­λὴ παρ᾿ αὐ­τῷ λύ­τρω­σις, καὶ αὐ­τὸς λυ­τρώ­σε­ται τὸν Ἰσ­ρα­ὴλ ἐκ πα­σῶν τῶν ἀ­νο­μι­ῶν αὐ­τοῦ.

Στίχ. Ἐκ βα­θέ­ων ἐ­κέ­κρα­ξά σοι Κύ­ρι­ε· Κύ­ρι­ε, εἰ­σά­κου­σον τῆς φω­νῆς μου· γε­νη­θή­τω τὰ ὦ­τά σου προ­σέ­χον­τα εἰς τὴν φω­νὴν τῆς δε­ή­σε­ώς μου.

Προ­φη­τεί­ας Ἰ­ε­ζε­κι­ὴλ τὸ Ἀ­νά­γνω­σμα
(α´ 21-28).

Ἐν τῷ πο­ρεύ­ε­σθαι τὰ ζῷ­α, ἐ­πο­ρεύ­ον­το καὶ οἱ τρο­χοί· καὶ ἐν τῷ ἑ­στά­ναι αὐ­τά, εἱ­στή­κει­σαν, καὶ ἐν τῷ ἐ­ξαί­ρειν αὐ­τὰ ἀ­πὸ τῆς γῆς, ἐ­ξῄ­ρον­το σὺν αὐ­τοῖς καὶ οἱ τρο­χοί, δι­ό­τι πνεῦ­μα ζω­ῆς ἦν ἐν τοῖς τρο­χοῖς. Καὶ ὁ­μοί­ω­μα ὑ­πὲρ κε­φα­λῆς αὐ­τῶν τῶν ζῴ­ων, ὡ­σεὶ στε­ρέ­ω­μα, ὡς ὅ­ρα­σις κρυ­στάλ­λου, ἐ­κτε­τα­μέ­νον ἐ­πί τῶν πτε­ρύ­γων αὐ­τῶν ἐ­πά­νω­θεν· καὶ ὑ­πο­κά­τω τοῦ στε­ρε­ώ­μα­τος, αἱ πτέ­ρυ­γες αὐ­τῶν ἐ­κτε­τα­μέ­ναι, πτε­ρυσ­σό­με­ναι ἑ­τέ­ρα τῇ ἑ­τέ­ρᾳ, ἑ­κά­στῳ δύ­ο συ­νε­ζευγ­μέ­ναι, καὶ ἐ­πι­κα­λύ­πτου­σαι τὰ σώ­μα­τα αὐ­τῶν. Καὶ ἤ­κου­ον τὴν φω­νὴν τῶν πτε­ρύ­γων αὐ­τῶν, ἐν τῷ πτε­ρύσ­σε­σθαι αὐ­τά, ὡς φω­νὴν ὕ­δα­τος πολ­λοῦ, καὶ ὡς φω­νὴν Θε­οῦ Σα­δα­ΐ ἱ­κα­νοῦ, ἐν τῷ πο­ρεύ­ε­σθαι αὐ­τά· φω­νὴ τοῦ λό­γου, ὡς φω­νὴ πα­ρεμ­βο­λῆς· καὶ ἐν τῷ ἑ­στά­ναι αὐ­τά, κα­τέ­παυ­ον αἱ πτέ­ρυ­γες αὐ­τῶν. Καὶ ἰ­δοὺ φω­νὴ ὑ­πε­ρά­νω­θεν τοῦ στε­ρε­ώ­μα­τος, τοῦ ὄν­τος ὑ­πὲρ κε­φα­λῆς αὐ­τῶν· ἐν τῷ ἑ­στά­ναι αὐ­τά, ἀ­νί­εν­το αἱ πτέ­ρυ­γες αὐ­τῶν· καὶ ὑ­πε­ρά­νω τοῦ στε­ρε­ώ­μα­τος τοῦ ὑ­πὲρ κε­φα­λῆς αὐ­τῶν, ὡς ὅ­ρα­σις λί­θου Σαπ­φεί­ρου, ὁ­μοί­ω­μα θρό­νου ἐπ᾿ αὐ­τοῦ· καὶ ἐ­πὶ τοῦ ὁ­μοι­ώ­μα­τος τοῦ θρό­νου, ὁ­μοί­ω­μα ὡς εἶ­δος ἀν­θρώ­που ἄ­νω­θεν. Καὶ εἶ­δον ὡς ὄ­ψιν ἠ­λέ­κτρου, ὡς ὅ­ρα­σιν πυ­ρὸς ἔ­σω­θεν αὐ­τοῦ κύ­κλῳ, ἀ­πὸ ὁ­ρά­σε­ως ὀ­σφύ­ος καὶ ἐ­πά­νω· καὶ ἀ­πὸ ὁ­ρά­σε­ως ὀ­σφύ­ος ἕ­ως κά­τω, εἶ­δον ὅ­ρα­σιν πυ­ρός, καὶ τὸ φέγ­γος αὐ­τοῦ κύ­κλῳ· ὡς ὅ­ρα­σις τό­ξου, ὅ­ταν ᾖ ἐν τῇ νε­φέ­λῃ, ἐν ἡ­μέ­ρᾳ ὑ­ε­τοῦ, οὕ­τως ἡ στά­σις τοῦ φέγ­γους κύ­κλω­θεν. Αὕ­τη ἡ ὅ­ρα­σις ὁ­μοι­ώ­μα­τος δό­ξης Κυ­ρί­ου.

Προ­κεί­με­νον. Ἦ­χος δ´. Ψαλ­μὸς ρλ´ (130).

Ἐλ­πι­σά­τω Ἰσ­ρα­ὴλ ἐ­πὶ τὸν Κύ­ρι­ον, ἀ­πὸ τοῦ νῦν καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος.

Στίχ. Κύ­ρι­ε, οὐχ ὑ­ψώ­θη ἡ καρ­δί­α μου, οὐ­δὲ ἐ­με­τε­ω­ρί­σθη­σαν οἱ ὀ­φθαλ­μοί μου, οὐ­δὲ ἐ­πο­ρεύ­θην ἐν με­γά­λοις, οὐ­δὲ ἐν θαυ­μα­σί­οις ὑ­πὲρ ἑ­μέ.

* * *

Με­τὰ δὲ τὴν προ­φη­τεί­αν·

Τα­χὺ προ­κα­τα­λα­βέ­τω­σαν ἡ­μᾶς οἱ οἰ­κτιρ­μοί σου, Κύ­ρι­ε, ὅ­τι ἐ­πτω­χεύ­σα­μεν σφό­δρα· βο­ή­θη­σον ἡ­μῖν, ὁ Θε­ός, ὁ Σω­τὴρ ἡ­μῶν, ἕ­νε­κεν τῆς δό­ξης τοῦ ὀ­νό­μα­τός σου· Κύ­ρι­ε, ῥῦ­σαι ἡ­μᾶς, καὶ ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν, ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

* * *

Τὸ τρισά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Τὸ κον­τά­κι­ον τῆς ἡ­μέ­ρας·

Τῇ Με­γά­λῃ Τρί­τῃ.

Ἦ­χος β´. Τὰ ἄ­νω ζη­τῶν.

Τὴν ὥ­ραν ψυ­χή, τοῦ τέ­λους ἐν­νο­ή­σα­σα, καὶ τὴν ἐκ­κο­πήν, τῆς συ­κῆς δει­λι­ά­σα­σα, τὸ δο­θέν σοι τά­λαν­τον, φι­λο­πό­νως ἔρ­γα­σαι τα­λαί­πω­ρε, γρη­γο­ροῦ­σα καὶ κρά­ζου­σα· Μὴ μεί­νω­μεν ἔ­ξω τοῦ Νυμ­φῶ­νος Χρι­στοῦ.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (40άκις).

Καὶ τὴν πα­ροῦ­σαν εὐ­χήν.

Ὁ ἐν παν­τὶ και­ρῷ καὶ πά­σῃ ὥ­ρᾳ ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ γῆς προ­σκυ­νού­με­νος καὶ δο­ξα­ζό­με­νος Χρι­στὸς ὁ Θε­ός, ὁ μα­κρό­θυ­μος, ὁ πο­λυ­έ­λε­ος, ὁ πο­λυ­εύ­σπλαγ­χνος, ὁ τοὺς δι­καί­ους ἀ­γα­πῶν καὶ τοὺς ἁ­μαρ­τω­λοὺς ἐ­λε­ῶν, ὁ πάν­τας κα­λῶν πρὸς σω­τη­ρί­αν δι­ὰ τῆς ἐ­παγ­γε­λί­ας τῶν μελ­λόν­των ἀ­γα­θῶν· αὐ­τός, Κύ­ρι­ε, πρόσ­δε­ξαι καὶ ἡ­μῶν ἐν τῇ ὥ­ρᾳ ταύ­τῃ τὰς ἐν­τεύ­ξεις καὶ ἴ­θυ­νον τὴν ζω­ὴν ἡ­μῶν πρὸς τὰς ἐν­το­λάς σου. Τὰς ψυ­χὰς ἡ­μῶν ἁ­γί­α­σον· τὰ σώ­μα­τα ἅ­γνι­σον· τοὺς λο­γι­σμοὺς δι­όρ­θω­σον· τὰς ἐν­νοί­ας κά­θα­ρον· καὶ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, κα­κῶν καὶ ὀ­δύ­νης. Τεί­χι­σον ἡ­μᾶς ἁ­γί­οις σου ἀγ­γέ­λοις, ἵ­να, τῇ πα­ρεμ­βο­λῇ αὐ­τῶν φρου­ρού­με­νοι καὶ ὁ­δη­γού­με­νοι, κα­ταν­τή­σω­μεν εἰς τὴν ἑ­νό­τη­τα τῆς πί­στε­ως καὶ εἰς τὴν ἐ­πί­γνω­σιν τῆς ἀ­προ­σί­του σου δό­ξης· ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Ὁ ἱ­ε­ρεύς·

Ὁ Θε­ὸς οἰ­κτει­ρή­σαι ἡ­μᾶς καὶ εὐ­λο­γή­σαι ἡ­μᾶς, ἐ­πι­φά­ναι τὸ πρό­σω­πον αὐ­τοῦ ἐφ᾿ ἡ­μᾶς καὶ ἐ­λε­ή­σαι ἡ­μᾶς.

Καὶ ποι­οῦ­μεν με­τα­νοί­ας με­γά­λας τρεῖς λέ­γον­τες καθ᾿ ἑ­αυ­τοὺς ἀ­νὰ ἕ­να στί­χον τῆς εὐ­χῆς τοῦ ἁ­γί­ου Ἐ­φραίμ.

Κύ­ρι­ε καὶ Δέ­σπο­τα τῆς ζω­ῆς μου, πνεῦ­μα ἀρ­γί­ας, πε­ρι­ερ­γί­ας, φι­λαρ­χί­ας καὶ ἀρ­γο­λο­γί­ας μή μοι δῷς.

Πνεῦ­μα δὲ σω­φρο­σύ­νης, τα­πει­νο­φρο­σύ­νης, ὑ­πο­μο­νῆς καὶ ἀ­γά­πης χά­ρι­σαί μοι τῷ σῷ δού­λῳ.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Εἶ­τα ποι­οῦ­μεν με­τα­νοί­ας μι­κρὰς δώ­δε­κα καὶ πά­λιν με­τά­νοι­αν με­γά­λην μί­αν ἐ­πα­να­λαμ­βά­νον­τες τὸν τε­λευ­ταῖ­ον στί­χον τῆς εὐ­χῆς.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ ὁ προ­ε­στὼς τὴν ἑ­πο­μέ­νην εὐ­χήν·

(τοῦ Με­γά­λου Βα­σι­λεί­ου)

Θε­ὲ καὶ Κύ­ρι­ε τῶν Δυ­νά­με­ων, καὶ πά­σης κτί­σε­ως Δη­μι­ουρ­γέ, ὁ δι­ὰ σπλάγ­χνα ἀ­νει­κά­στου ἐ­λέ­ους σου τὸν μο­νο­γε­νῆ σου Υἱ­όν, τὸν Κύ­ρι­ον ἡ­μῶν Ἰ­η­σοῦν Χρι­στόν, κα­τα­πέμ­ψας ἐ­πὶ σω­τη­ρί­ᾳ τοῦ γέ­νους ἡ­μῶν, καὶ δι­ὰ τοῦ τι­μί­ου αὐ­τοῦ Σταυ­ροῦ τὸ χει­ρό­γρα­φον τῶν ἁ­μαρ­τι­ῶν ἡ­μῶν δι­αῤ­ῥή­ξας, καὶ θρι­αμ­βεύ­σας ἐν αὐ­τῷ τὰς ἀρ­χὰς καὶ ἐ­ξου­σί­ας τοῦ σκό­τους, Αὐ­τός, Δέ­σπο­τα φι­λάν­θρω­πε, πρόσ­δε­ξαι καὶ ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν τὰς εὐ­χα­ρι­στη­ρί­ους ταύ­τας καὶ ἱ­κε­τη­ρί­ους ἐν­τεύ­ξεις· καὶ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ παν­τὸς ὀ­λε­θρί­ου καὶ σκο­τει­νοῦ πα­ρα­πτώ­μα­τος, καὶ πάν­των τῶν κα­κῶ­σαι ἡ­μᾶς ζη­τούν­των, ὁ­ρα­τῶν καὶ ἀ­ο­ρά­των ἐ­χθρῶν. Κα­θή­λω­σον ἐκ τοῦ φό­βου σου τὰς σάρ­κας ἡ­μῶν, καὶ μὴ ἐκ­κλί­νῃς τὰς καρ­δί­ας ἡ­μῶν εἰς λό­γους ἢ εἰς λο­γι­σμοὺς πο­νη­ρί­ας, ἀλ­λὰ τῷ πό­θῳ σου τρῶ­σον ἡ­μῶν τὰς ψυ­χάς, ἵ­να πρὸς σὲ δι­ὰ παν­τὸς ἀ­τε­νί­ζον­τες, καὶ τῷ πα­ρὰ σοῦ φω­τὶ ὁ­δη­γού­με­νοι, σὲ τὸ ἀ­πρό­σι­τον καὶ ἀ­ΐ­δι­ον κα­το­πτεύ­ον­τες φῶς, ἀ­κα­τά­παυ­στόν σοι τὴν ἐ­ξο­μο­λό­γη­σιν καὶ εὐ­χα­ρι­στί­αν ἀ­να­πέμ­πω­μεν, τῷ ἀ­νάρ­χῳ Πα­τρί, σὺν τῷ μο­νο­γε­νεῖ σου Υἱ­ῷ καὶ τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

* * * * *

ΩΡΑ ΕΝΑΤΗ

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ Χρι­στῷ τῷ βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Καὶ τοὺς ψαλ­μούς·

Ψαλ­μὸς πγ´ (83).

Ὡς ἀ­γα­πη­τὰ τὰ σκη­νώ­μα­τά σου, Κύ­ρι­ε, τῶν δυ­νά­με­ων!

Ἐ­πι­πο­θεῖ καὶ ἐ­κλεί­πει ἡ ψυ­χή μου εἰς τὰς αὐ­λὰς τοῦ Κυ­ρί­ου· ἡ καρ­δί­α μου καὶ ἡ σάρξ μου ἠ­γαλ­λι­ά­σαν­το ἐ­πὶ Θε­ὸν ζῶν­τα.

Καὶ γὰρ στρου­θί­ον εὗ­ρεν ἑ­αυ­τῷ οἰ­κί­αν, καὶ τρυ­γὼν νοσ­σι­ὰν ἑ­αυ­τῇ, οὗ θή­σει τὰ νοσ­σί­α ἑ­αυ­τῆς· τὰ θυ­σι­α­στή­ρι­ά σου, Κύ­ρι­ε τῶν δυ­νά­με­ων, ὁ Βα­σι­λεύς μου καὶ ὁ Θε­ός μου.

Μα­κά­ρι­οι οἱ κα­τοι­κοῦν­τες ἐν τῷ οἴ­κῳ σου, εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων αἰ­νέ­σου­σί σε.

Μα­κά­ρι­ος ἀ­νήρ, ᾧ ἐ­στιν ἀν­τί­λη­ψις αὐ­τῷ πα­ρὰ σοῦ· ἀ­να­βά­σεις ἐν τῇ καρ­δί­ᾳ αὐ­τοῦ δι­έ­θε­το, εἰς τὴν κοι­λά­δα τοῦ κλαυθ­μῶ­νος, εἰς τὸν τό­πον, ὃν ἔ­θε­το.

Καὶ γὰρ εὐ­λο­γί­ας δώ­σει ὁ νο­μο­θε­τῶν· πο­ρεύ­σον­ται ἐκ δυ­νά­με­ως εἰς δύ­να­μιν· ὀ­φθή­σε­ται ὁ Θε­ὸς τῶν θε­ῶν ἐν Σι­ών.

Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν δυ­νά­με­ων, εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι ὁ Θε­ὸς Ἰ­α­κώβ.

Ὑ­πε­ρα­σπι­στὰ ἡ­μῶν ἴ­δε, ὁ Θε­ός, καὶ ἐ­πί­βλε­ψον εἰς τὸ πρό­σω­πον τοῦ χρι­στοῦ σου.

Ὅ­τι κρείσ­σων ἡ­μέ­ρα μί­α ἐν ταῖς αὐ­λαῖς σου ὑ­πὲρ χι­λι­ά­δας.

Ἐ­ξε­λε­ξά­μην πα­ραῤ­ῥι­πτεῖ­σθαι ἐν τῷ οἴ­κῳ τοῦ Θε­οῦ μου μᾶλ­λον, ἢ οἰ­κεῖν με ἐν σκη­νώ­μα­σιν ἁ­μαρ­τω­λῶν.

Ὅ­τι ἔ­λε­ος καὶ ἀ­λή­θει­αν ἀ­γα­πᾷ Κύ­ρι­ος ὁ Θε­ός, χά­ριν καὶ δό­ξαν δώ­σει· Κύ­ρι­ος οὐ στε­ρή­σει τὰ ἀ­γα­θὰ τοῖς πο­ρευ­ο­μέ­νοις ἐν ἀ­κα­κί­ᾳ.

Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν δυ­νά­με­ων, μα­κά­ρι­ος ἄν­θρω­πος ὁ ἐλ­πί­ζων ἐ­πὶ σέ.

Ψαλ­μὸς πδ´ (84).

Εὐ­δό­κη­σας, Κύ­ρι­ε, τὴν γῆν σου, ἀ­πέ­στρε­ψας τὴν αἰχ­μα­λω­σί­αν Ἰ­α­κώβ.

Ἀ­φῆ­κας τὰς ἀ­νο­μί­ας τῷ λα­ῷ σου, ἐ­κά­λυ­ψας πά­σας τὰς ἁ­μαρ­τί­ας αὐ­τῶν.

Κα­τέ­παυ­σας πᾶ­σαν τὴν ὀρ­γήν σου, ἀ­πέ­στρε­ψας ἀ­πὸ ὀρ­γῆς θυ­μοῦ σου.

Ἐ­πί­στρε­ψον ἡ­μᾶς, ὁ Θε­ὸς τῶν σω­τη­ρί­ων ἡ­μῶν, καὶ ἀ­πό­στρε­ψον τὸν θυ­μόν σου ἀφ᾿ ἡ­μῶν.

Μὴ εἰς τοὺς αἰ­ῶ­νας ὀρ­γι­σθῇς ἡ­μῖν; ἢ δι­α­τε­νεῖς τὴν ὀρ­γήν σου ἀ­πὸ γε­νε­ᾶς εἰς γε­νε­άν;

Ὁ Θε­ός, σὺ ἐ­πι­στρέ­ψας ζω­ώ­σεις ἡ­μᾶς, καὶ ὁ λα­ός σου εὐ­φραν­θή­σε­ται ἐ­πὶ σοί.

Δεῖ­ξον ἡ­μῖν, Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου, καὶ τὸ σω­τή­ρι­όν σου δῴ­ης ἡ­μῖν.

Ἀ­κού­σο­μαι τί λα­λή­σει ἐν ἐ­μοὶ Κύ­ρι­ος ὁ Θε­ός· ὅ­τι λα­λή­σει εἰ­ρή­νην ἐ­πὶ τὸν λα­ὸν αὐ­τοῦ, καὶ ἐ­πὶ τοὺς ὁ­σί­ους αὐ­τοῦ, καὶ ἐ­πὶ τοὺς ἐ­πι­στρέ­φον­τας καρ­δί­αν ἐπ᾿ αὐ­τόν.

Πλὴν ἐγ­γὺς τῶν φο­βου­μέ­νων αὐ­τὸν τὸ σω­τή­ρι­ον αὐ­τοῦ, τοῦ κα­τα­σκη­νῶ­σαι δό­ξαν ἐν τῇ γῇ ἡ­μῶν.

Ἔ­λε­ος καὶ ἀ­λή­θει­α συ­νήν­τη­σαν, δι­και­ο­σύ­νη καὶ εἰ­ρή­νη κα­τε­φί­λη­σαν.

Ἀ­λή­θει­α ἐκ τῆς γῆς ἀ­νέ­τει­λε, καὶ δι­και­ο­σύ­νη ἐκ τοῦ οὐ­ρα­νοῦ δι­έ­κυ­ψε.

Καὶ γὰρ ὁ Κύ­ρι­ος δώ­σει χρη­στό­τη­τα, καὶ ἡ γῆ ἡ­μῶν δώ­σει τὸν καρ­πὸν αὐ­τῆς.

Δι­και­ο­σύ­νη ἐ­νώ­πι­ον αὐ­τοῦ προ­πο­ρεύ­σε­ται, καὶ θή­σει εἰς ὁ­δὸν τὰ δι­α­βή­μα­τα αὐ­τοῦ.

Ψαλ­μὸς πε´ (85).

Κλῖ­νον, Κύ­ρι­ε, τὸ οὖς σου καὶ ἐ­πά­κου­σόν μου, ὅ­τι πτω­χὸς καὶ πέ­νης εἰ­μὶ ἐ­γώ.

Φύ­λα­ξον τὴν ψυ­χήν μου, ὅ­τι ὅ­σι­ός εἰ­μι· σῶ­σον τὸν δοῦ­λόν σου, ὁ Θε­ός μου, τὸν ἐλ­πί­ζον­τα ἐ­πὶ σέ.

Ἐ­λέ­η­σόν με, Κύ­ρι­ε, ὅ­τι πρὸς σὲ κε­κρά­ξο­μαι ὅ­λην τὴν ἡ­μέ­ραν. Εὔ­φρα­νον τὴν ψυ­χὴν τοῦ δού­λου σου, ὅ­τι πρὸς σὲ ἦ­ρα τὴν ψυ­χήν μου.

Ὅ­τι σύ, Κύ­ρι­ε, χρη­στὸς καὶ ἐ­πι­ει­κὴς καὶ πο­λυ­έ­λε­ος, πᾶ­σι τοῖς ἐ­πι­κα­λου­μέ­νοις σε.

Ἐ­νώ­τι­σαι, Κύ­ρι­ε, τὴν προ­σευ­χήν μου, καὶ πρό­σχες τῇ φω­νῇ τῆς δε­ή­σε­ώς μου.

Ἐν ἡ­μέ­ρᾳ θλί­ψε­ώς μου ἐ­κέ­κρα­ξα πρὸς σέ, ὅ­τι ἐ­πή­κου­σάς μου.

Οὐκ ἔ­στιν ὅ­μοι­ός σοι ἐν θε­οῖς, Κύ­ρι­ε, καὶ οὐκ ἔ­στι κα­τὰ τὰ ἔρ­γα σου.

Πάν­τα τὰ ἔ­θνη, ὅ­σα ἐ­ποί­η­σας, ἥ­ξου­σι καὶ προ­σκυ­νή­σου­σιν ἐ­νώ­πι­όν σου, Κύ­ρι­ε, καὶ δο­ξά­σου­σι τὸ ὄ­νο­μά σου.

Ὅ­τι μέ­γας εἶ σὺ καὶ ποι­ῶν θαυ­μά­σι­α· σὺ εἶ Θε­ὸς μό­νος.

Ὁ­δή­γη­σόν με, Κύ­ρι­ε, ἐν τῇ ὁ­δῷ σου, καὶ πο­ρεύ­σο­μαι ἐν τῇ ἀ­λη­θεί­ᾳ σου· εὐ­φραν­θή­τω ἡ καρ­δί­α μου, τοῦ φο­βεῖ­σθαι τὸ ὄ­νο­μά σου.

Ἐ­ξο­μο­λο­γή­σο­μαί σοι, Κύ­ρι­ε ὁ Θε­ός μου, ἐν ὅ­λῃ καρ­δί­ᾳ μου, καὶ δο­ξά­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να.

Ὅ­τι τὸ ἔ­λε­ός σου μέ­γα ἐπ᾿ ἐ­μέ, καὶ ἐῤ­ῥύ­σω τὴν ψυ­χήν μου ἐξ ᾅ­δου κα­τω­τά­του.

Ὁ Θε­ός, πα­ρά­νο­μοι ἐ­πα­νέ­στη­σαν ἐπ᾿ ἐ­μὲ καὶ συ­να­γω­γὴ κρα­ται­ῶν ἐ­ζή­τη­σαν τὴν ψυ­χήν μου, καὶ οὐ προ­έ­θεν­τό σε ἐ­νώ­πι­ον αὐ­τῶν.

Καὶ σύ, Κύ­ρι­ε ὁ Θε­ός μου, οἰ­κτίρ­μων καὶ ἐ­λε­ή­μων, μα­κρό­θυ­μος καὶ πο­λυ­έ­λε­ος καὶ ἀ­λη­θι­νός.

Ἐ­πί­βλε­ψον ἐπ᾿ ἐ­μὲ καὶ ἐ­λέ­η­σόν με· δὸς τὸ κρά­τος σου τῷ παι­δί σου καὶ σῶ­σον τὸν υἱ­ὸν τῆς παι­δί­σκης σου.

Ποί­η­σον μετ᾿ ἐ­μοῦ ση­μεῖ­ον εἰς ἀ­γα­θόν· καὶ ἰ­δέ­τω­σαν οἱ μι­σοῦν­τές με, καὶ αἰ­σχυν­θή­τω­σαν· ὅ­τι σύ, Κύ­ρι­ε, ἐ­βο­ή­θη­σάς μοι, καὶ πα­ρε­κά­λε­σάς με.

Καὶ πά­λιν·

Ποί­η­σον μετ᾿ ἐ­μοῦ ση­μεῖ­ον εἰς ἀ­γα­θόν· καὶ ἰ­δέ­τω­σαν οἱ μι­σοῦν­τές με, καὶ αἰ­σχυν­θή­τω­σαν· ὅ­τι σύ, Κύ­ρι­ε, ἐ­βο­ή­θη­σάς μοι, καὶ πα­ρε­κά­λε­σάς με.

Καὶ τὰ ἑ­ξῆς ἄ­νευ με­τα­νοι­ῶν·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα.

Ἰ­δοὺ ὁ Νυμ­φί­ος ἔρ­χε­ται, ἐν τῷ μέ­σῳ τῆς νυ­κτός· καὶ μα­κά­ρι­ος ὁ δοῦ­λος, ὃν εὑ­ρή­σει γρη­γο­ροῦν­τα· ἀ­νά­ξι­ος δὲ πά­λιν, ὃν εὑ­ρή­σει ῥα­θυ­μοῦν­τα. Βλέ­πε οὖν ψυ­χή μου, μὴ τῷ ὕ­πνῳ κα­τε­νε­χθῇς, ἵ­να μὴ τῷ θα­νά­τῳ πα­ρα­δο­θῇς, καὶ τῆς βα­σι­λεί­ας ἔ­ξω κλει­σθῇς· ἀλ­λὰ ἀ­νά­νη­ψον κρά­ζου­σα· Ἅ­γι­ος, Ἅ­γι­ος, Ἅ­γι­ος εἶ ὁ Θε­ός· δι­ὰ τῆς Θε­ο­τό­κου ἐ­λέ­η­σον ἡ­μᾶς.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὁ δι᾿ ἡ­μᾶς γεν­νη­θεὶς ἐκ Παρ­θέ­νου, καὶ σταύ­ρω­σιν ὑ­πο­μεί­νας, ἀ­γα­θέ· ὁ θα­νά­τῳ τὸν θά­να­τον σκυ­λεύ­σας, καὶ ἔ­γερ­σιν δεί­ξας ὡς Θε­ός, μὴ πα­ρί­δῃς οὓς ἔ­πλα­σας τῇ χει­ρί σου· δεῖ­ξον τὴν φι­λαν­θρω­πί­αν σου, ἐ­λε­ῆ­μον· δέ­ξαι τὴν τε­κοῦ­σάν σε, Θε­ο­τό­κον, πρε­σβεύ­ου­σαν ὑ­πὲρ ἡ­μῶν, καὶ σῶ­σον, Σω­τὴρ ἡ­μῶν, λα­ὸν ἀ­πε­γνω­σμέ­νον.

Καὶ εὐ­θύς·

Μὴ δὴ πα­ρα­δώ­ῃς ἡ­μᾶς εἰς τέ­λος δι­ὰ τὸ ὄ­νο­μά σου τὸ ἅ­γι­ον, καὶ μὴ δι­α­σκε­δά­σῃς τὴν δι­α­θή­κην σου, καὶ μὴ ἀ­πο­στή­σῃς τὸ ἔ­λε­ός σου ἀφ᾿ ἡ­μῶν, δι­ὰ Ἀ­βρα­ὰμ τὸν ἠ­γα­πη­μέ­νον ὑ­πὸ σοῦ, καὶ δι­ὰ Ἰ­σα­ὰκ τὸν δοῦ­λόν σου, καὶ Ἰσ­ρα­ὴλ τὸν ἅ­γι­όν σου.

Τὸ τρισά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Τὸ κον­τά­κι­ον τῆς ἡ­μέ­ρας·

Τῇ Με­γά­λῃ Τρί­τῃ.

Ἦ­χος β´. Τὰ ἄ­νω ζη­τῶν.

Τὴν ὥ­ραν ψυ­χή, τοῦ τέ­λους ἐν­νο­ή­σα­σα, καὶ τὴν ἐκ­κο­πήν, τῆς συ­κῆς δει­λι­ά­σα­σα, τὸ δο­θέν σοι τά­λαν­τον, φι­λο­πό­νως ἔρ­γα­σαι τα­λαί­πω­ρε, γρη­γο­ροῦ­σα καὶ κρά­ζου­σα· Μὴ μεί­νω­μεν ἔ­ξω τοῦ Νυμ­φῶ­νος Χρι­στοῦ.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (40άκις).

Καὶ τὴν πα­ροῦ­σαν εὐ­χήν.

Ὁ ἐν παν­τὶ και­ρῷ καὶ πά­σῃ ὥ­ρᾳ ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ γῆς προ­σκυ­νού­με­νος καὶ δο­ξα­ζό­με­νος Χρι­στὸς ὁ Θε­ός, ὁ μα­κρό­θυ­μος, ὁ πο­λυ­έ­λε­ος, ὁ πο­λυ­εύ­σπλαγ­χνος, ὁ τοὺς δι­καί­ους ἀ­γα­πῶν καὶ τοὺς ἁ­μαρ­τω­λοὺς ἐ­λε­ῶν, ὁ πάν­τας κα­λῶν πρὸς σω­τη­ρί­αν δι­ὰ τῆς ἐ­παγ­γε­λί­ας τῶν μελ­λόν­των ἀ­γα­θῶν· αὐ­τός, Κύ­ρι­ε, πρόσ­δε­ξαι καὶ ἡ­μῶν ἐν τῇ ὥ­ρᾳ ταύ­τῃ τὰς ἐν­τεύ­ξεις καὶ ἴ­θυ­νον τὴν ζω­ὴν ἡ­μῶν πρὸς τὰς ἐν­το­λάς σου. Τὰς ψυ­χὰς ἡ­μῶν ἁ­γί­α­σον· τὰ σώ­μα­τα ἅ­γνι­σον· τοὺς λο­γι­σμοὺς δι­όρ­θω­σον· τὰς ἐν­νοί­ας κά­θα­ρον· καὶ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, κα­κῶν καὶ ὀ­δύ­νης. Τεί­χι­σον ἡ­μᾶς ἁ­γί­οις σου ἀγ­γέ­λοις, ἵ­να, τῇ πα­ρεμ­βο­λῇ αὐ­τῶν φρου­ρού­με­νοι καὶ ὁ­δη­γού­με­νοι, κα­ταν­τή­σω­μεν εἰς τὴν ἑ­νό­τη­τα τῆς πί­στε­ως καὶ εἰς τὴν ἐ­πί­γνω­σιν τῆς ἀ­προ­σί­του σου δό­ξης· ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Ὁ ἱ­ε­ρεύς·

Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στὲ ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς. Ἀ­μήν.

Καὶ ποι­οῦ­μεν με­τα­νοί­ας με­γά­λας τρεῖς λέ­γον­τες καθ᾿ ἑ­αυ­τοὺς ἀ­νὰ ἕ­να στί­χον τῆς εὐ­χῆς τοῦ ἁ­γί­ου Ἐ­φραίμ.

Κύ­ρι­ε καὶ Δέ­σπο­τα τῆς ζω­ῆς μου, πνεῦ­μα ἀρ­γί­ας, πε­ρι­ερ­γί­ας, φι­λαρ­χί­ας καὶ ἀρ­γο­λο­γί­ας μή μοι δῷς.

Πνεῦ­μα δὲ σω­φρο­σύ­νης, τα­πει­νο­φρο­σύ­νης, ὑ­πο­μο­νῆς καὶ ἀ­γά­πης χά­ρι­σαί μοι τῷ σῷ δού­λῳ.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Εἶ­τα ποι­οῦ­μεν με­τα­νοί­ας μι­κρὰς δώ­δε­κα καὶ πά­λιν με­τά­νοι­αν με­γά­λην μί­αν ἐ­πα­να­λαμ­βά­νον­τες τὸν τε­λευ­ταῖ­ον στί­χον τῆς εὐ­χῆς.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

(τοῦ Με­γά­λου Βα­σι­λεί­ου)

Δέ­σπο­τα, Κύ­ρι­ε, Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ὸς ἡ­μῶν, ὁ μα­κρο­θυ­μή­σας ἐ­πὶ τοῖς ἡ­μῶν πλημ­με­λή­μα­σι, καὶ ἄ­χρι τῆς πα­ρού­σης ὥ­ρας ἀ­γα­γὼν ἡ­μᾶς, ἐν ᾗ ἐ­πὶ τοῦ ζω­ο­ποι­οῦ ξύ­λου κρε­μά­με­νος, τῷ εὐ­γνώ­μο­νι λῃ­στῇ τὴν εἰς τὸν Πα­ρά­δει­σον ὡ­δο­ποί­η­σας εἴ­σο­δον, καὶ θα­νά­τῳ τὸν θά­να­τον ὤ­λε­σας, ἱ­λά­σθη­τι ἡ­μῖν τοῖς ἁ­μαρ­τω­λοῖς καὶ ἀ­να­ξί­οις δού­λοις σου· ἡ­μάρ­το­μεν γὰρ καὶ ἠ­νο­μή­σα­μεν, καὶ οὐκ ἐ­σμὲν ἄ­ξι­οι ἆ­ραι τὰ ὄμ­μα­τα ἡ­μῶν καὶ βλέ­ψαι εἰς τὸ ὕ­ψος τοῦ οὐ­ρα­νοῦ· δι­ό­τι κα­τε­λί­πο­μεν τὴν ὁ­δὸν τῆς δι­και­ο­σύ­νης σου, καὶ ἐ­πο­ρεύ­θη­μεν ἐν τοῖς θε­λή­μα­σι τῶν καρ­δι­ῶν ἡ­μῶν. Ἀλλ᾿ ἱ­κε­τεύ­ο­μεν τὴν σὴν ἀ­νεί­κα­στον ἀ­γα­θό­τη­τα. Φεῖ­σαι ἡ­μῶν, Κύ­ρι­ε, κα­τὰ τὸ πλῆ­θος τοῦ ἐ­λέ­ους σου, καὶ σῶ­σον ἡ­μᾶς δι­ὰ τὸ ὄ­νο­μά σου τὸ ἅ­γι­ον, ὅ­τι ἐ­ξέ­λι­πον ἐν μα­ται­ό­τη­τι αἱ ἡ­μέ­ραι ἡ­μῶν. Ἐ­ξε­λοῦ ἡ­μᾶς τῆς τοῦ ἀν­τι­κει­μέ­νου χει­ρός, καὶ ἄ­φες ἡ­μῖν τὰ ἁ­μαρ­τή­μα­τα, καὶ νέ­κρω­σον τὸ σαρ­κι­κὸν ἡ­μῶν φρό­νη­μα· ἵ­να, τὸν πα­λαι­ὸν ἀ­πο­θέ­με­νοι ἄν­θρω­πον, τὸν νέ­ον ἐν­δυ­σώ­με­θα καὶ σοὶ ζή­σω­μεν, τῷ ἡ­με­τέ­ρῳ Δε­σπό­τῃ καὶ κη­δε­μό­νι· καὶ οὕ­τω τοῖς σοῖς ἀ­κο­λου­θοῦν­τες προ­στάγ­μα­σιν, εἰς τὴν αἰ­ώ­νι­ον ἀ­νά­παυ­σιν κα­ταν­τή­σω­μεν, ἔν­θα πάν­των ἐ­στὶν εὐ­φραι­νο­μέ­νων ἡ κα­τοι­κί­α. Σὺ γὰρ εἶ ἡ ὄν­τως ἀ­λη­θι­νὴ εὐ­φρο­σύ­νη καὶ ἀ­γαλ­λί­α­σις τῶν ἀ­γα­πών­των σε, Χρι­στέ, ὁ Θε­ὸς ἡ­μῶν, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, σὺν τῷ ἀ­νάρ­χῳ σου Πα­τρὶ καὶ τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

* * *

ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ

Καὶ εὐ­θὺς ψάλ­λο­μεν τοὺς Μα­κα­ρι­σμοὺς λέ­γον­τες ἐν ἑ­κά­στῳ τό· Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου, καὶ ποι­οῦν­τες με­τά­νοι­αν μι­κρὰν μί­αν.

Ἦ­χος πλ. δ´.

Ἐν τῇ βα­σι­λεί­ᾳ σου μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μα­κά­ρι­οι οἱ πτω­χοὶ τῷ πνεύ­μα­τι, ὅ­τι αὐ­τῶν ἐ­στιν ἡ βα­σι­λεί­α τῶν οὐ­ρα­νῶν. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μα­κά­ρι­οι οἱ πεν­θοῦν­τες, ὅ­τι αὐ­τοὶ πα­ρα­κλη­θή­σον­ται. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μα­κά­ρι­οι οἱ πρα­εῖς, ὅ­τι αὐ­τοὶ κλη­ρο­νο­μή­σου­σι τὴν γῆν. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μα­κά­ρι­οι οἱ πει­νῶν­τες καὶ δι­ψῶν­τες τὴν δι­και­ο­σύ­νην, ὅ­τι αὐ­τοὶ χορ­τα­σθή­σον­ται. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μα­κά­ρι­οι οἱ ἐ­λε­ή­μο­νες, ὅ­τι αὐ­τοὶ ἐ­λε­η­θή­σον­ται. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μα­κά­ρι­οι οἱ κα­θα­ροὶ τῇ καρ­δί­ᾳ, ὅ­τι αὐ­τοὶ τὸν Θε­ὸν ὄ­ψον­ται. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μα­κά­ρι­οι οἱ εἰ­ρη­νο­ποι­οί, ὅ­τι αὐ­τοὶ υἱ­οὶ Θε­οῦ κλη­θή­σον­ται. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μα­κά­ρι­οι οἱ δε­δι­ωγ­μέ­νοι ἕ­νε­κεν δι­και­ο­σύ­νης, ὅ­τι αὐ­τῶν ἐ­στιν ἡ βα­σι­λεί­α τῶν οὐ­ρα­νῶν. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μα­κά­ρι­οί ἐ­στε, ὅ­ταν ὀ­νει­δί­σω­σιν ὑ­μᾶς, καὶ δι­ώ­ξω­σι, καὶ εἴ­πω­σι πᾶν πο­νη­ρὸν ῥῆ­μα καθ᾿ ἡ­μῶν, ψευ­δό­με­νοι ἕ­νε­κεν ἐ­μοῦ. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Χαί­ρε­τε καὶ ἀ­γαλ­λι­ᾶ­σθε, ὅ­τι ὁ μι­σθὸς ὑ­μῶν πο­λὺς ἐν τοῖς οὐ­ρα­νοῖς. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Εἶ­τα ποι­οῦ­μεν τρεῖς με­γά­λας με­τα­νοί­ας λέ­γον­τες·

Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μνή­σθη­τι ἡ­μῶν, Δέ­σπο­τα, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μνή­σθη­τι ἡ­μῶν, Ἅ­γι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Ὁ ἀ­να­γνώ­στης·

Χο­ρὸς ὁ ἐ­που­ρά­νι­ος ὑ­μνεῖ σε καὶ λέ­γει· Ἅ­γι­ος, ἅ­γι­ος, ἅ­γι­ος Κύ­ρι­ος Σα­βα­ώθ, πλή­ρης ὁ οὐ­ρα­νὸς καὶ ἡ γῆ τῆς δό­ξης σου.

Στίχ. Προ­σέλ­θε­τε πρὸς αὐ­τὸν καὶ φω­τί­σθη­τε, καὶ τὰ πρό­σω­πα ὑ­μῶν οὐ μὴ κα­ται­σχυν­θῇ.

Χο­ρὸς ὁ ἐ­που­ρά­νι­ος ὑ­μνεῖ σε καὶ λέ­γει· Ἅ­γι­ος, ἅ­γι­ος, ἅ­γι­ος Κύ­ρι­ος Σα­βα­ώθ, πλή­ρης ὁ οὐ­ρα­νὸς καὶ ἡ γῆ τῆς δό­ξης σου.

Δό­ξα.

Χο­ρὸς ἁ­γί­ων ἀγ­γέ­λων καὶ ἀρ­χαγ­γέ­λων, με­τὰ πα­σῶν τῶν ἐ­που­ρα­νί­ων δυ­νά­με­ων, ὑ­μνεῖ σε καὶ λέ­γει· Ἅ­γι­ος, ἅ­γι­ος, ἅ­γι­ος Κύ­ρι­ος Σα­βα­ώθ, πλή­ρης ὁ οὐ­ρα­νὸς καὶ ἡ γῆ τῆς δό­ξης σου.

Καὶ νῦν.

Πι­στεύ­ω εἰς ἕ­να Θε­όν, Πα­τέ­ρα, παν­το­κρά­το­ρα, ποι­η­τὴν οὐ­ρα­νοῦ καὶ γῆς, ὁ­ρα­τῶν τε πάν­των καὶ ἀ­ο­ρά­των. Καὶ εἰς ἕ­να Κύ­ρι­ον Ἰ­η­σοῦν Χρι­στόν, τὸν Υἱ­ὸν τοῦ Θε­οῦ τόν μο­νο­γε­νῆ, τὸν ἐκ τοῦ Πα­τρὸς γεν­νη­θέν­τα πρὸ πάν­των τῶν αἰ­ώ­νων· φῶς ἐκ φω­τός, Θε­ὸν ἀ­λη­θι­νὸν ἐκ Θε­οῦ ἀ­λη­θι­νοῦ, γεν­νη­θέν­τα, οὐ ποι­η­θέν­τα, ὁ­μο­ού­σι­ον τῷ Πα­τρί, δι᾿ οὗ τὰ πάν­τα ἐ­γέ­νε­το. Τὸν δι᾿ ἡ­μᾶς τοὺς ἀν­θρώ­πους καὶ δι­ὰ τὴν ἡ­με­τέ­ραν σω­τη­ρί­αν κα­τελ­θόν­τα ἐκ τῶν οὐ­ρα­νῶν καὶ σαρ­κω­θέν­τα ἐκ Πνεύ­μα­τος ἁ­γί­ου καὶ Μα­ρί­ας τῆς Παρ­θέ­νου καὶ ἐ­ναν­θρω­πή­σαν­τα. Σταυ­ρω­θέν­τα τε ὑ­πὲρ ἡ­μῶν ἐ­πὶ Πον­τί­ου Πι­λά­του καὶ πα­θόν­τα καὶ τα­φέν­τα. Καὶ ἀ­να­στάν­τα τῇ τρί­τῃ ἡ­μέ­ρᾳ κα­τὰ τὰς Γρα­φάς. Καὶ ἀ­νελ­θόν­τα εἰς τοὺς οὐ­ρα­νοὺς καὶ κα­θε­ζό­με­νον ἐκ δε­ξι­ῶν τοῦ Πα­τρός. Καὶ πά­λιν ἐρ­χό­με­νον με­τὰ δό­ξης κρῖ­ναι ζῶν­τας καὶ νε­κρούς, οὗ τῆς βα­σι­λεί­ας οὐκ ἔ­σται τέ­λος. Καὶ εἰς τὸ Πνεῦ­μα τὸ ἅ­γι­ον, τὸ Κύ­ρι­ον, τὸ ζω­ο­ποι­όν, τὸ ἐκ τοῦ Πα­τρὸς ἐκ­πο­ρευ­ό­με­νον, τὸ σὺν Πα­τρὶ καὶ Υἱ­ῷ συμ­προ­σκυ­νού­με­νον καὶ συν­δο­ξα­ζό­με­νον, τὸ λα­λῆ­σαν δι­ὰ τῶν προ­φη­τῶν. Εἰς μί­αν, ἁ­γί­αν, κα­θο­λι­κὴν καὶ ἀ­πο­στο­λι­κὴν Ἐκ­κλη­σί­αν. Ὁ­μο­λο­γῶ ἓν βά­πτι­σμα εἰς ἄ­φε­σιν ἁ­μαρ­τι­ῶν. Προσ­δο­κῶ ἀ­νά­στα­σιν νε­κρῶν καὶ ζω­ὴν τοῦ μέλ­λον­τος αἰ­ῶ­νος. Ἀ­μήν.

Εἶ­τα·

Ἄ­νες, ἄ­φες, συγ­χώ­ρη­σον, ὁ Θε­ός, τὰ πα­ρα­πτώ­μα­τα ἡ­μῶν, τὰ ἑ­κού­σι­α καὶ τὰ ἀ­κού­σι­α, τὰ ἐν ἔρ­γῳ καὶ λό­γῳ, τὰ ἐν γνώ­σει καὶ ἀ­γνοί­ᾳ, τὰ ἐν νυ­κτὶ καὶ ἡ­μέ­ρᾳ, τὰ κα­τὰ νοῦν καὶ δι­ά­νοι­αν· τὰ πάν­τα ἡ­μῖν συγ­χώ­ρη­σον ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Καί·

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Τὸ κον­τά­κι­ον τῆς ἡ­μέ­ρας·

Τῇ Με­γά­λῃ Τρί­τῃ.

Ἦ­χος β´. Τὰ ἄ­νω ζη­τῶν.

Τὴν ὥ­ραν ψυ­χή, τοῦ τέ­λους ἐν­νο­ή­σα­σα, καὶ τὴν ἐκ­κο­πήν, τῆς συ­κῆς δει­λι­ά­σα­σα, τὸ δο­θέν σοι τά­λαν­τον, φι­λο­πό­νως ἔρ­γα­σαι τα­λαί­πω­ρε, γρη­γο­ροῦ­σα καὶ κρά­ζου­σα· Μὴ μεί­νω­μεν ἔ­ξω τοῦ Νυμ­φῶ­νος Χρι­στοῦ.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (40άκις).

Καὶ τὴν πα­ροῦ­σαν εὐ­χήν.

Ὁ ἐν παν­τὶ και­ρῷ καὶ πά­σῃ ὥ­ρᾳ ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ γῆς προ­σκυ­νού­με­νος καὶ δο­ξα­ζό­με­νος Χρι­στὸς ὁ Θε­ός, ὁ μα­κρό­θυ­μος, ὁ πο­λυ­έ­λε­ος, ὁ πο­λυ­εύ­σπλαγ­χνος, ὁ τοὺς δι­καί­ους ἀ­γα­πῶν καὶ τοὺς ἁ­μαρ­τω­λοὺς ἐ­λε­ῶν, ὁ πάν­τας κα­λῶν πρὸς σω­τη­ρί­αν δι­ὰ τῆς ἐ­παγ­γε­λί­ας τῶν μελ­λόν­των ἀ­γα­θῶν· αὐ­τός, Κύ­ρι­ε, πρόσ­δε­ξαι καὶ ἡ­μῶν ἐν τῇ ὥ­ρᾳ ταύ­τῃ τὰς ἐν­τεύ­ξεις καὶ ἴ­θυ­νον τὴν ζω­ὴν ἡ­μῶν πρὸς τὰς ἐν­το­λάς σου. Τὰς ψυ­χὰς ἡ­μῶν ἁ­γί­α­σον· τὰ σώ­μα­τα ἅ­γνι­σον· τοὺς λο­γι­σμοὺς δι­όρ­θω­σον· τὰς ἐν­νοί­ας κά­θα­ρον· καὶ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, κα­κῶν καὶ ὀ­δύ­νης. Τεί­χι­σον ἡ­μᾶς ἁ­γί­οις σου ἀγ­γέ­λοις, ἵ­να, τῇ πα­ρεμ­βο­λῇ αὐ­τῶν φρου­ρού­με­νοι καὶ ὁ­δη­γού­με­νοι, κα­ταν­τή­σω­μεν εἰς τὴν ἑ­νό­τη­τα τῆς πί­στε­ως καὶ εἰς τὴν ἐ­πί­γνω­σιν τῆς ἀ­προ­σί­του σου δό­ξης· ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Ὁ ἱ­ε­ρεύς·

Ὁ Θε­ὸς οἰ­κτει­ρή­σαι ἡ­μᾶς καὶ εὐ­λο­γή­σαι ἡ­μᾶς, ἐ­πι­φά­ναι τὸ πρό­σω­πον αὐ­τοῦ ἐφ᾿ ἡ­μᾶς καὶ ἐ­λε­ή­σαι ἡ­μᾶς.

Καὶ ποι­οῦ­μεν με­τα­νοί­ας με­γά­λας τρεῖς λέ­γον­τες καθ᾿ ἑ­αυ­τοὺς ἀ­νὰ ἕ­να στί­χον τῆς εὐ­χῆς τοῦ ἁ­γί­ου Ἐ­φραίμ.

Κύ­ρι­ε καὶ Δέ­σπο­τα τῆς ζω­ῆς μου, πνεῦ­μα ἀρ­γί­ας, πε­ρι­ερ­γί­ας, φι­λαρ­χί­ας καὶ ἀρ­γο­λο­γί­ας μή μοι δῷς.

Πνεῦ­μα δὲ σω­φρο­σύ­νης, τα­πει­νο­φρο­σύ­νης, ὑ­πο­μο­νῆς καὶ ἀ­γά­πης χά­ρι­σαί μοι τῷ σῷ δού­λῳ.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Εἶ­τα ποι­οῦ­μεν με­τα­νοί­ας μι­κρὰς δώ­δε­κα καὶ πά­λιν με­τά­νοι­αν με­γά­λην μί­αν ἐ­πα­να­λαμ­βά­νον­τες τὸν τε­λευ­ταῖ­ον στί­χον τῆς εὐ­χῆς.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

[Καὶ πά­λιν τρισά­γι­ον κ.λπ. Κύ­ρι­ε, ἐ­λέ­η­σον (12άκις).]

* Τὸ δεύ­τε­ρον τοῦ­το τρισά­γι­ον τῆς Θ´ Ὥ­ρας πα­ρα­λεί­πε­ται συ­νή­θως χά­ριν συν­το­μί­ας.

Καὶ ὁ προ­ε­στὼς τὴν ἑ­πο­μέ­νην εὐ­χήν·

Πα­να­γί­α Τρι­άς, τὸ ὁ­μο­ού­σι­ον κρά­τος, ἡ ἀ­δι­αί­ρε­τος βα­σι­λεί­α, ἡ πάν­των τῶν ἀ­γα­θῶν αἰ­τί­α, εὐ­δό­κη­σον δὴ καὶ ἐπ᾿ ἐ­μοὶ τῷ ἁ­μαρ­τω­λῷ· στή­ρι­ξον, συ­νέ­τι­σον τὴν καρ­δί­αν μου καὶ πᾶ­σαν πε­ρί­ε­λέ μου τὴν βε­βη­λό­τη­τα· φώ­τι­σόν μου τὴν δι­ά­νοι­αν, ἵ­να δι­ὰ παν­τὸς δο­ξά­ζω, ὑ­μνῶ, προ­σκυ­νῶ καὶ λέ­γω· Εἷς ἅ­γι­ος, εἷς Κύ­ρι­ος, Ἰ­η­σοῦς Χρι­στός, εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.

Καὶ ποι­εῖ ὁ ἱ­ε­ρεὺς μι­κρὰν ἀ­πό­λυ­σιν·

Δό­ξα σοι, Χρι­στὲ ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.

Ἐρ­χό­με­νος ὁ Κύ­ρι­ος ἐ­πὶ τὸ ἑ­κού­σι­ον πά­θος δι­ὰ τὴν ἡ­μῶν σω­τη­ρί­αν, Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν, ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του αὐ­τοῦ μη­τρός, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων ἀ­πο­στό­λων καὶ πάν­των τῶν ἁ­γί­ων, ἐ­λε­ή­σαι καὶ σώ­σαι ἡ­μᾶς ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὁ λα­ός· Ἀ­μήν.

* * * * *

Με­τὰ δὲ τὴν ἀ­πό­λυ­σιν ἄρ­χε­ται

Ο ΕΣΠΕΡΙΝΟΣ

με­τὰ τῆς Λει­τουρ­γί­ας τῶν Προ­η­γι­α­σμέ­νων.

ΕΝΑΡΞΙΣ - ΠΡΟΟΙΜΙΑΚΟΣ ΨΑΛΜΟΣ

Ὁ δι­ά­κο­νος· Εὐ­λό­γη­σον, δέ­σπο­τα.

Ὁ ἱ­ε­ρεύς·

Εὐ­λο­γη­μέ­νη ἡ βα­σι­λεί­α τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ Βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ Βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ, Χρι­στῷ τῷ Βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Καὶ τὸν προ­οι­μι­α­κὸν ψαλ­μόν·

Ψαλ­μὸς ργ´ (103).

Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον· Κύ­ρι­ε ὁ Θε­ός μου, ἐ­με­γα­λύν­θης σφό­δρα.

Ἐ­ξο­μο­λό­γη­σιν καὶ με­γα­λο­πρέ­πει­αν ἐ­νε­δύ­σω, ἀ­να­βαλ­λό­με­νος φῶς ὡς ἱ­μά­τι­ον.

Ἐ­κτεί­νων τὸν οὐ­ρα­νὸν ὡ­σεὶ δέῤ­ῥιν, ὁ στε­γά­ζων ἐν ὕ­δα­σι τὰ ὑ­πε­ρῷ­α αὐ­τοῦ.

Ὁ τι­θεὶς νέ­φη τὴν ἐ­πί­βα­σιν αὐ­τοῦ, ὁ πε­ρι­πα­τῶν ἐ­πὶ πτε­ρύ­γων ἀ­νέ­μων.

Ὁ ποι­ῶν τοὺς Ἀγ­γέ­λους αὐ­τοῦ πνεύ­μα­τα, καὶ τοὺς λει­τουρ­γοὺς αὐ­τοῦ πυ­ρὸς φλό­γα.

Ὁ θε­με­λι­ῶν τὴν γῆν ἐ­πὶ τὴν ἀ­σφά­λει­αν αὐ­τῆς, οὐ κλι­θή­σε­ται εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Ἄ­βυσ­σος ὡς ἱ­μά­τι­ον τὸ πε­ρι­βό­λαι­ον αὐ­τοῦ, ἐ­πὶ τῶν ὀ­ρέ­ων στή­σον­ται ὕ­δα­τα.

Ἀ­πὸ ἐ­πι­τι­μή­σε­ώς σου φεύ­ξον­ται, ἀ­πὸ φω­νῆς βρον­τῆς σου δει­λι­ά­σου­σιν.

Ἀ­να­βαί­νου­σιν ὄ­ρη καὶ κα­τα­βαί­νου­σι πε­δί­α εἰς τὸν τό­πον, ὃν ἐ­θε­με­λί­ω­σας αὐ­τά.

Ὅ­ρι­ον ἔ­θου, ὃ οὐ πα­ρε­λεύ­σον­ται, οὐ­δὲ ἐ­πι­στρέ­ψου­σι κα­λῦ­ψαι τὴν γῆν.

Ὁ ἐ­ξα­πο­στέλ­λων πη­γὰς ἐν φά­ραγ­ξιν, ἀ­να­μέ­σον τῶν ὀ­ρέ­ων δι­ε­λεύ­σον­ται ὕ­δα­τα.

Πο­τι­οῦ­σι πάν­τα τὰ θη­ρί­α τοῦ ἀ­γροῦ, προσ­δέ­ξον­ται ὄ­να­γροι εἰς δί­ψαν αὐ­τῶν.

Ἐπ᾿ αὐ­τὰ τὰ πε­τει­νὰ τοῦ οὐ­ρα­νοῦ κα­τα­σκη­νώ­σει· ἐκ μέ­σου τῶν πε­τρῶν δώ­σου­σι φω­νήν.

Πο­τί­ζων ὄ­ρη ἐκ τῶν ὑ­πε­ρῴ­ων αὐ­τοῦ· ἀ­πὸ καρ­ποῦ τῶν ἔρ­γων σου χορ­τα­σθή­σε­ται ἡ γῆ.

Ὁ ἐ­ξα­να­τέλ­λων χόρ­τον τοῖς κτή­νε­σι, καὶ χλό­ην τῇ δου­λεί­ᾳ τῶν ἀν­θρώ­πων, τοῦ ἐ­ξα­γα­γεῖν ἄρ­τον ἐκ τῆς γῆς.

Καὶ οἶ­νος εὐ­φραί­νει καρ­δί­αν ἀν­θρώ­που, τοῦ ἱ­λα­ρῦ­ναι πρό­σω­πον ἐν ἐ­λαί­ῳ· καὶ ἄρ­τος καρ­δί­αν ἀν­θρώ­που στη­ρί­ζει.

Χορ­τα­σθή­σον­ται τὰ ξύ­λα τοῦ πε­δί­ου, αἱ κέ­δροι τοῦ Λι­βά­νου ἃς ἐ­φύ­τευ­σας.

Ἐ­κεῖ στρου­θί­α ἐν­νοσ­σεύ­σου­σι, τοῦ ἐ­ρω­δι­οῦ ἡ κα­τοι­κί­α ἡ­γεῖ­ται αὐ­τῶν.

Ὄ­ρη τὰ ὑ­ψη­λὰ ταῖς ἐ­λά­φοις, πέ­τρα κα­τα­φυ­γὴ τοῖς λα­γω­οῖς.

Ἐ­ποί­η­σε σε­λή­νην εἰς και­ρούς· ὁ ἥ­λι­ος ἔ­γνω τὴν δύ­σιν αὐ­τοῦ.

Ἔ­θου σκό­τος, καὶ ἐ­γέ­νε­το νύξ· ἐν αὐ­τῇ δι­ε­λεύ­σον­ται πάν­τα τὰ θη­ρί­α τοῦ δρυ­μοῦ.

Σκύ­μνοι ὠ­ρυ­ό­με­νοι τοῦ ἁρ­πά­σαι, καὶ ζη­τῆ­σαι πα­ρὰ τῷ Θε­ῷ βρῶ­σιν αὐ­τοῖς.

Ἀ­νέ­τει­λεν ὁ ἥ­λι­ος, καὶ συ­νή­χθη­σαν, καὶ εἰς τὰς μάν­δρας αὐ­τῶν κοι­τα­σθή­σον­ται.

Ἐ­ξε­λεύ­σε­ται ἄν­θρω­πος ἐ­πὶ τὸ ἔρ­γον αὐ­τοῦ, καὶ ἐ­πὶ τὴν ἐρ­γα­σί­αν αὐ­τοῦ ἕ­ως ἑ­σπέ­ρας.

Ὡς ἐ­με­γα­λύν­θη τὰ ἔρ­γα σου, Κύ­ρι­ε· πάν­τα ἐν σο­φί­ᾳ ἐ­ποί­η­σας· ἐ­πλη­ρώ­θη ἡ γῆ τῆς κτί­σε­ώς σου.

Αὕ­τη ἡ θά­λασ­σα ἡ με­γά­λη καὶ εὐ­ρύ­χω­ρος· ἐ­κεῖ ἑρ­πε­τά, ὧν οὐκ ἔ­στιν ἀ­ριθ­μός, ζῷ­α μι­κρὰ με­τὰ με­γά­λων.

Ἐ­κεῖ πλοῖ­α δι­α­πο­ρεύ­ον­ται· δρά­κων οὗ­τος, ὃν ἔ­πλα­σας ἐμ­παί­ζειν αὐ­τῇ.

Πάν­τα πρὸς σὲ προσ­δο­κῶ­σι, δοῦ­ναι τὴν τρο­φὴν αὐ­τῶν εἰς εὔ­και­ρον. Δόν­τος σου αὐ­τοῖς, συλ­λέ­ξου­σιν.

Ἀ­νοί­ξαν­τός σου τὴν χεῖ­ρα, τὰ σύμ­παν­τα πλη­σθή­σον­ται χρη­στό­τη­τος· ἀ­πο­στρέ­ψαν­τος δέ σου τὸ πρό­σω­πον τα­ρα­χθή­σον­ται.

Ἀν­τα­νε­λεῖς τὸ πνεῦ­μα αὐ­τῶν, καὶ ἐ­κλεί­ψου­σι, καὶ εἰς τὸν χοῦν αὐ­τῶν ἐ­πι­στρέ­ψου­σιν.

Ἐ­ξα­πο­στε­λεῖς τὸ πνεῦ­μά σου, καὶ κτι­σθή­σον­ται, καὶ ἀ­να­και­νι­εῖς τὸ πρό­σω­πον τῆς γῆς.

Ἤ­τω ἡ δό­ξα Κυ­ρί­ου εἰς τοὺς αἰ­ῶ­νας· εὐ­φραν­θή­σε­ται Κύ­ρι­ος ἐ­πὶ τοῖς ἔρ­γοις αὐ­τοῦ.

Ὁ ἐ­πι­βλέ­πων ἐ­πὶ τὴν γῆν, καὶ ποι­ῶν αὐ­τὴν τρέ­μειν· ὁ ἁ­πτό­με­νος τῶν ὀ­ρέ­ων καὶ κα­πνί­ζον­ται.

ᾌ­σω τῷ Κυ­ρί­ῳ ἐν τῇ ζω­ῇ μου, ψα­λῶ τῷ Θε­ῷ μου ἕ­ως ὑ­πάρ­χω.

Ἡ­δυν­θεί­η αὐ­τῷ ἡ δι­α­λο­γή μου, ἐ­γὼ δὲ εὐ­φραν­θή­σο­μαι ἐ­πὶ τῷ Κυ­ρί­ῳ.

Ἐ­κλεί­ποι­εν ἁ­μαρ­τω­λοὶ ἀ­πὸ τῆς γῆς, καὶ ἄ­νο­μοι, ὥ­στε μὴ ὑ­πάρ­χειν αὐ­τούς. Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον.

Καὶ πά­λιν.

Ὁ ἥ­λι­ος ἔ­γνω τὴν δύ­σιν αὐ­τοῦ· ἔ­θου σκό­τος, καὶ ἐ­γέ­νε­το νύξ. Ὡς ἐ­με­γα­λύν­θη τὰ ἔρ­γα σου, Κύ­ρι­ε· πάν­τα ἐν σο­φί­ᾳ ἐ­ποί­η­σας.

Δό­ξα. Καὶ νῦν. Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α. Δό­ξα σοι ὁ Θε­ός (τρίς). Ἡ ἐλ­πὶς ἡ­μῶν, Κύ­ρι­ε, δό­ξα σοι.

* * *

ΤΑ ΕΙΡΗΝΙΚΑ

Πλη­ρω­θέν­τος τοῦ προ­οι­μι­α­κοῦ ψαλ­μοῦ, ὁ ἱ­ε­ρεὺς λέ­γει ἐ­νώ­πι­ον τῆς ἁ­γί­ας Τρα­πέ­ζης τὰ εἰ­ρη­νι­κά, τοῦ χο­ροῦ ψάλ­λον­τος μεθ᾿ ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς ἄ­νω­θεν εἰ­ρή­νης καὶ τῆς σω­τη­ρί­ας τῶν ψυ­χῶν ἡ­μῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς εἰ­ρή­νης τοῦ σύμ­παν­τος κό­σμου, εὐ­στα­θεί­ας τῶν ἁ­γί­ων τοῦ Θε­οῦ Ἐκ­κλη­σι­ῶν καὶ τῆς τῶν πάν­των ἑ­νώ­σε­ως τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ἁ­γί­ου οἴ­κου τού­του καὶ τῶν με­τὰ πί­στε­ως, εὐ­λα­βεί­ας καὶ φό­βου Θε­οῦ εἰ­σι­όν­των ἐν αὐ­τῷ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος), τοῦ τι­μί­ου πρε­σβυ­τε­ρί­ου, τῆς ἐν Χρι­στῷ δι­α­κο­νί­ας, παν­τὸς τοῦ κλή­ρου καὶ τοῦ λα­οῦ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

[Ἐν ταῖς ἱ­ε­ραῖς μο­ναῖς προ­στί­θε­ται·

Ὑ­πὲρ τοῦ πα­τρὸς ἡ­μῶν (δεῖ­νος) ἱ­ε­ρο­μο­νά­χου καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.]

Ὑ­πὲρ τοῦ εὐ­σε­βοῦς ἡ­μῶν ἔ­θνους, πά­σης ἀρ­χῆς καὶ ἐ­ξου­σί­ας ἐν αὐ­τῷ καὶ τοῦ κα­τὰ ξη­ράν, θά­λασ­σαν καὶ ἀ­έ­ρα φι­λο­χρί­στου ἡ­μῶν στρα­τοῦ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς πό­λε­ως (ἢ τῆς ἁ­γί­ας μο­νῆς ἢ τῆς χώ­ρας ἢ τῆς νή­σου) ταύ­της, πά­σης (μο­νῆς) πό­λε­ως καὶ χώ­ρας καὶ τῶν πί­στει οἰ­κούν­των ἐν αὐ­ταῖς τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ εὐ­κρα­σί­ας ἀ­έ­ρων, εὐ­φο­ρί­ας τῶν καρ­πῶν τῆς γῆς καὶ και­ρῶν εἰ­ρη­νι­κῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ πλε­όν­των, ὁ­δοι­πο­ρούν­των, νο­σούν­των, κα­μνόν­των, αἰχ­μα­λώ­των καὶ τῆς σω­τη­ρί­ας αὐ­τῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ῥυ­σθῆ­ναι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, ὀρ­γῆς, κιν­δύ­νου καὶ ἀ­νάγ­κης τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα, τι­μὴ καὶ προ­σκύ­νη­σις, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

Η ΣΤΙΧΟΛΟΓΙΑ ΤΟΥ ΨΑΛΤΗΡΙΟΥ

Κα­τὰ τὰς Προ­η­γι­α­σμέ­νας με­τὰ τὴν με­γά­λην συ­να­πτὴν ἀ­να­γι­νώ­σκε­ται τὸ ΙΗ´ κά­θι­σμα τοῦ Ψαλ­τη­ρί­ου εἰς τρεῖς στά­σεις· εἰς τοὺς λοι­ποὺς Ἑ­σπε­ρι­νοὺς ψάλ­λε­ται εὐ­θὺς τὸ Κύ­ρι­ε ἐ­κέ­κρα­ξα.

ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΟΓΔΟΟΝ

Στά­σις Α´

Ψαλ­μὸς ριθ´ (119).

Πρὸς Κύ­ρι­ον ἐν τῷ θλί­βε­σθαί με ἐ­κέ­κρα­ξα, καὶ εἰ­σή­κου­σέ μου.

Κύ­ρι­ε, ῥῦ­σαι τὴν ψυ­χήν μου ἀ­πὸ χει­λέ­ων ἀ­δί­κων καὶ ἀ­πὸ γλώσ­σης δο­λί­ας.

Τί δο­θεί­η σοι καὶ τί προ­στε­θεί­η σοι πρὸς γλῶσ­σαν δο­λί­αν;

Τὰ βέ­λη τοῦ δυ­να­τοῦ ἠ­κο­νη­μέ­να, σὺν τοῖς ἄν­θρα­ξι τοῖς ἐ­ρη­μι­κοῖς.

Οἴ­μοι! ὅ­τι ἡ πα­ροι­κί­α μου ἐ­μα­κρύν­θη, κα­τε­σκή­νω­σα με­τὰ τῶν σκη­νω­μά­των Κη­δάρ· πολ­λὰ πα­ρῴ­κη­σεν ἡ ψυ­χή μου.

Με­τὰ τῶν μι­σούν­των τὴν εἰ­ρή­νην ἤ­μην εἰ­ρη­νι­κός· ὅ­ταν ἐ­λά­λουν αὐ­τοῖς, ἐ­πο­λέ­μουν με δω­ρε­άν.

Ψαλ­μὸς ρκ´ (120).

Ἦ­ρα τοὺς ὀ­φθαλ­μούς μου εἰς τὰ ὄ­ρη, ὅ­θεν ἥ­ξει ἡ βο­ή­θει­ά μου;

Ἡ βο­ή­θει­ά μου πα­ρὰ Κυ­ρί­ου τοῦ ποι­ή­σαν­τος τὸν οὐ­ρα­νὸν καὶ τὴν γῆν.

Μὴ δῴ­ης εἰς σά­λον τὸν πό­δα σου, μη­δὲ νυ­στά­ξῃ ὁ φυ­λάσ­σων σε.

Ἰ­δοὺ οὐ νυ­στά­ξει, οὐ­δὲ ὑ­πνώ­σει ὁ φυ­λάσ­σων τὸν Ἰσ­ρα­ήλ.

Κύ­ρι­ος φυ­λά­ξει σε, Κύ­ρι­ος σκέ­πη σοι ἐ­πὶ χεῖ­ρα δε­ξι­άν σου·

Ἡ­μέ­ρας ὁ ἥ­λι­ος οὐ συγ­καύ­σει σε, οὐ­δὲ ἡ σε­λή­νη τὴν νύ­κτα.

Κύ­ρι­ος φυ­λά­ξει σε ἀ­πὸ παν­τὸς κα­κοῦ, φυ­λά­ξει τὴν ψυ­χήν σου ὁ Κύ­ρι­ος.

Κύ­ρι­ος φυ­λά­ξει τὴν εἴ­σο­δόν σου καὶ τὴν ἔ­ξο­δόν σου, ἀ­πὸ τοῦ νῦν καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος.

Ψαλ­μὸς ρκα´ (121).

Εὐ­φράν­θην ἐ­πὶ τοῖς εἰ­ρη­κό­σι μοι· εἰς οἶ­κον Κυ­ρί­ου πο­ρευ­σό­με­θα.

Ἑ­στῶ­τες ἦ­σαν οἱ πό­δες ἡ­μῶν ἐν ταῖς αὐ­λαῖς σου, Ἱ­ε­ρου­σα­λήμ.

Ἱ­ε­ρου­σα­λὴμ οἰ­κο­δο­μου­μέ­νη ὡς πό­λις, ἧς ἡ με­το­χὴ αὐ­τῆς ἐ­πὶ τὸ αὐ­τό.

Ἐ­κεῖ γὰρ ἀ­νέ­βη­σαν αἱ φυ­λαί, φυ­λαὶ Κυ­ρί­ου, μαρ­τύ­ρι­ον τῷ Ἰσ­ρα­ήλ, τοῦ ἐ­ξο­μο­λο­γή­σα­σθαι τῷ ὀ­νό­μα­τι Κυ­ρί­ου.

Ὅ­τι ἐ­κεῖ ἐ­κά­θι­σαν θρό­νοι εἰς κρί­σιν, θρό­νοι ἐ­πὶ οἶ­κον Δαυ­ΐδ.

Ἐ­ρω­τή­σα­τε δὴ τὰ εἰς εἰ­ρή­νην τὴν Ἱ­ε­ρου­σα­λήμ, καὶ εὐ­θη­νί­α τοῖς ἀ­γα­πῶ­σί σε.

Γε­νέ­σθω δὴ εἰ­ρή­νη ἐν τῇ δυ­νά­μει σου καὶ εὐ­θη­νί­α ἐν ταῖς πυρ­γο­βά­ρε­σί σου.

Ἕ­νε­κα τῶν ἀ­δελ­φῶν μου καὶ τῶν πλη­σί­ον μου, ἐ­λά­λουν δὴ εἰ­ρή­νην πε­ρὶ σοῦ·

Ἕ­νε­κα τοῦ οἴ­κου Κυ­ρί­ου τοῦ Θε­οῦ ἡ­μῶν, ἐ­ξε­ζή­τη­σα ἀ­γα­θά σοι.

Ψαλ­μὸς ρκβ´ (122).

Πρὸς σὲ ἦ­ρα τοὺς ὀ­φθαλ­μούς μου, τὸν κα­τοι­κοῦν­τα ἐν τῷ οὐ­ρα­νῷ.

Ἰ­δοὺ ὡς ὀ­φθαλ­μοὶ δού­λων εἰς χεῖ­ρας τῶν κυ­ρί­ων αὐ­τῶν· ὡς ὀ­φθαλ­μοὶ παι­δί­σκης εἰς χεῖ­ρας τῆς κυ­ρί­ας αὐ­τῆς, οὕ­τως οἱ ὀ­φθαλ­μοὶ ἡ­μῶν πρὸς Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν, ἕ­ως οὗ οἰ­κτει­ρῆ­σαι ἡ­μᾶς.

Ἐ­λέ­η­σον ἡ­μᾶς, Κύ­ρι­ε, ἐ­λέ­η­σον ἡ­μᾶς, ὅ­τι ἐ­πὶ πο­λὺ ἐ­πλή­σθη­μεν ἐ­ξου­δε­νώ­σε­ως, ἐ­πὶ πλεῖ­ον ἐ­πλή­σθη ἡ ψυ­χὴ ἡ­μῶν.

Τὸ ὄ­νει­δος τοῖς εὐ­θη­νοῦ­σι, καὶ ἡ ἐ­ξου­δέ­νω­σις τοῖς ὑ­πε­ρη­φά­νοις.

Ψαλ­μὸς ρκγ´ (123).

Εἰ μὴ ὅ­τι Κύ­ρι­ος ἦν ἐν ἡ­μῖν, εἰ­πά­τω δὴ Ἰσ­ρα­ήλ·

Εἰ μὴ ὅ­τι Κύ­ρι­ος ἦν ἐν ἡ­μῖν ἐν τῷ ἐ­πα­να­στῆ­ναι ἀν­θρώ­πους ἐφ᾿ ἡ­μᾶς, ἄ­ρα ζῶν­τας ἂν κα­τέ­πι­ον ἡ­μᾶς, ἐν τῷ ὀρ­γι­σθῆ­ναι τὸν θυ­μὸν αὐ­τῶν ἐφ᾿ ἡ­μᾶς·

Ἄ­ρα τὸ ὕ­δωρ ἂν κα­τε­πόν­τι­σεν ἡ­μᾶς, χεί­μαῤ­ῥον δι­ῆλ­θεν ἡ ψυ­χὴ ἡ­μῶν· ἄ­ρα δι­ῆλ­θεν ἡ ψυ­χὴ ἡ­μῶν τὸ ὕ­δωρ τὸ ἀ­νυ­πό­στα­τον.

Εὐ­λο­γη­τὸς Κύ­ρι­ος, ὃς οὐκ ἔ­δω­κεν ἡ­μᾶς εἰς θή­ραν τοῖς ὀ­δοῦ­σιν αὐ­τῶν.

Ἡ ψυ­χὴ ἡ­μῶν ὡς στρου­θί­ον ἐῤ­ῥύ­σθη ἐκ τῆς πα­γί­δος τῶν θη­ρευ­όν­των· ἡ πα­γὶς συ­νε­τρί­βη, καὶ ἡ­μεῖς ἐῤ­ῥύ­σθη­μεν.

Ἡ βο­ή­θει­α ἡ­μῶν ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου, τοῦ ποι­ή­σαν­τος τὸν οὐ­ρα­νὸν καὶ τὴν γῆν.

Καί·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ Ἁ­γί­ῳ Πνεύ­μα­τι. Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α. Δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ Ἁ­γί­ῳ Πνεύ­μα­τι.

Εἶ­τα, συ­να­πτὴ μι­κρὰ ὑπὸ τοῦ διακόνου, τοῦ χο­ροῦ ψάλ­λον­τος μεθ᾿ ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι σὸν τὸ κρά­τος καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

* * *

Στά­σις Β´

Ψαλ­μὸς ρκδ´ (124).

Οἱ πε­ποι­θό­τες ἐ­πὶ Κύ­ρι­ον, ὡς ὄ­ρος Σι­ών· οὐ σα­λευ­θή­σε­ται εἰς τὸν αἰ­ῶ­να ὁ κα­τοι­κῶν Ἱ­ε­ρου­σα­λήμ.

Ὄ­ρη κύ­κλῳ αὐ­τῆς, καὶ ὁ Κύ­ρι­ος κύ­κλῳ τοῦ λα­οῦ αὐ­τοῦ ἀ­πὸ τοῦ νῦν καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος.

Ὅ­τι οὐκ ἀ­φή­σει Κύ­ρι­ος τὴν ῥά­βδον τῶν ἁ­μαρ­τω­λῶν ἐ­πὶ τὸν κλῆ­ρον τῶν δι­καί­ων, ὅ­πως ἂν μὴ ἐ­κτεί­νω­σιν οἱ δί­και­οι ἐν ἀ­νο­μί­αις χεῖ­ρας αὐ­τῶν.

Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, τοῖς ἀ­γα­θοῖς καὶ τοῖς εὐ­θέ­σι τῇ καρ­δί­ᾳ· τοὺς δὲ ἐκ­κλί­νον­τας εἰς τὰς στραγ­γα­λι­ὰς ἀ­πά­ξει Κύ­ρι­ος με­τὰ τῶν ἐρ­γα­ζο­μέ­νων τὴν ἀ­νο­μί­αν· εἰ­ρή­νη ἐ­πὶ τὸν Ἰσ­ρα­ήλ.

Ψαλ­μὸς ρκε´ (125).

Ἐν τῷ ἐ­πι­στρέ­ψαι Κύ­ρι­ον τὴν αἰχ­μα­λω­σί­αν Σι­ὼν ἐ­γε­νή­θη­μεν ὡ­σεὶ πα­ρα­κε­κλη­μέ­νοι.

Τό­τε ἐ­πλή­σθη χα­ρᾶς τὸ στό­μα ἡ­μῶν καὶ ἡ γλῶσ­σα ἡ­μῶν ἀ­γαλ­λι­ά­σε­ως.

Τό­τε ἐ­ροῦ­σιν ἐν τοῖς ἔ­θνε­σιν· Ἐ­με­γά­λυ­νε Κύ­ρι­ος τοῦ ποι­ῆ­σαι μετ᾿ αὐ­τῶν.

Ἐ­με­γά­λυ­νε Κύ­ρι­ος τοῦ ποι­ῆ­σαι μεθ᾿ ἡ­μῶν, ἐ­γε­νή­θη­μεν εὐ­φραι­νό­με­νοι.

Ἐ­πί­στρε­ψον, Κύ­ρι­ε, τὴν αἰχ­μα­λω­σί­αν ἡ­μῶν ὡς χει­μάῤ­ῥους ἐν τῷ νό­τῳ.

Οἱ σπεί­ρον­τες ἐν δά­κρυ­σιν, ἐν ἀ­γαλ­λι­ά­σει θε­ρι­οῦ­σι.

Πο­ρευ­ό­με­νοι ἐ­πο­ρεύ­ον­το καὶ ἔ­κλαι­ον, βάλ­λον­τες τὰ σπέρ­μα­τα αὐ­τῶν.

Ἐρ­χό­με­νοι δὲ ἥ­ξου­σιν ἐν ἀ­γαλ­λι­ά­σει, αἴ­ρον­τες τὰ δράγ­μα­τα αὐ­τῶν.

Ψαλ­μὸς ρκϚ´ (126).

Ἐ­ὰν μὴ Κύ­ρι­ος οἰ­κο­δο­μή­σῃ οἶ­κον, εἰς μά­την ἐ­κο­πί­α­σαν οἱ οἰ­κο­δο­μοῦν­τες.

Ἐ­ὰν μὴ Κύ­ρι­ος φυ­λά­ξῃ πό­λιν, εἰς μά­την ἠ­γρύ­πνη­σεν ὁ φυ­λάσ­σων.

Εἰς μά­την ὑ­μῖν ἐ­στι τὸ ὀρ­θρί­ζειν, ἐ­γεί­ρε­σθαι με­τὰ τὸ κα­θῆ­σθαι, οἱ ἐ­σθί­ον­τες ἄρ­τον ὀ­δύ­νης, ὅ­ταν δῷ τοῖς ἀ­γα­πη­τοῖς αὐ­τοῦ ὕ­πνον.

Ἰ­δοὺ ἡ κλη­ρο­νο­μί­α Κυ­ρί­ου, υἱ­οί, ὁ μι­σθὸς τοῦ καρ­ποῦ τῆς γα­στρός.

Ὡ­σεὶ βέ­λη ἐν χει­ρὶ δυ­να­τοῦ, οὕ­τως οἱ υἱ­οὶ τῶν ἐ­κτε­τι­ναγ­μέ­νων.

Μα­κά­ρι­ος ὃς πλη­ρώ­σει τὴν ἐ­πι­θυ­μί­αν αὐ­τοῦ ἐξ αὐ­τῶν· οὐ κα­ται­σχυν­θή­σον­ται, ὅ­ταν λα­λῶ­σι τοῖς ἐ­χθροῖς αὐ­τῶν ἐν πύ­λαις.

Ψαλ­μὸς ρκζ´ (127).

Μα­κά­ρι­οι πάν­τες οἱ φο­βού­με­νοι τὸν Κύ­ρι­ον, οἱ πο­ρευ­ό­με­νοι ἐν ταῖς ὁ­δοῖς αὐ­τοῦ.

Τοὺς πό­νους τῶν καρ­πῶν σου φά­γε­σαι· μα­κά­ρι­ος εἶ, καὶ κα­λῶς σοι ἔ­σται.

Ἡ γυ­νή σου ὡς ἄμ­πε­λος εὐ­θη­νοῦ­σα ἐν τοῖς κλί­τε­σι τῆς οἰ­κί­ας σου. Οἱ υἱ­οί σου ὡς νε­ό­φυ­τα ἐ­λαι­ῶν κύ­κλῳ τῆς τρα­πέ­ζης σου.

Ἰ­δοὺ οὕ­τως εὐ­λο­γη­θή­σε­ται ἄν­θρω­πος, ὁ φο­βού­με­νος τὸν Κύ­ρι­ον.

Εὐ­λο­γή­σαι σε Κύ­ρι­ος ἐκ Σι­ών, καὶ ἴ­δοις τὰ ἀ­γα­θὰ Ἱ­ε­ρου­σα­λὴμ πά­σας τὰς ἡ­μέ­ρας τῆς ζω­ῆς σου.

Καὶ ἴ­δοις υἱ­οὺς τῶν υἱ­ῶν σου. Εἰ­ρή­νη ἐ­πὶ τὸν Ἰσ­ρα­ήλ.

Ψαλ­μὸς ρκη´ (128).

Πλε­ο­νά­κις ἐ­πο­λέ­μη­σάν με ἐκ νε­ό­τη­τός μου, εἰ­πά­τω δὴ Ἰσ­ρα­ήλ·

Πλε­ο­νά­κις ἐ­πο­λέ­μη­σάν με ἐκ νε­ό­τη­τός μου, καὶ γὰρ οὐκ ἠ­δυ­νή­θη­σάν μοι.

Ἐ­πὶ τὸν νῶ­τόν μου ἐ­τέ­κται­νον οἱ ἁ­μαρ­τω­λοί, ἐ­μά­κρυ­ναν τὴν ἀ­νο­μί­αν αὐ­τῶν.

Κύ­ρι­ος δί­και­ος συ­νέ­κο­ψεν αὐ­χέ­νας ἁ­μαρ­τω­λῶν.

Αἰ­σχυν­θή­τω­σαν καὶ ἀ­πο­στρα­φή­τω­σαν εἰς τὰ ὀ­πί­σω πάν­τες οἱ μι­σοῦν­τες Σι­ών.

Γε­νη­θή­τω­σαν ὡ­σεὶ χόρ­τος δω­μά­των, ὃς πρὸ τοῦ ἐκ­σπα­σθῆ­ναι ἐ­ξη­ράν­θη·

Οὗ οὐκ ἐ­πλή­ρω­σε τὴν χεῖ­ρα αὑ­τοῦ ὁ θε­ρί­ζων, καὶ τὸν κόλ­πον αὐ­τοῦ ὁ τὰ δράγ­μα­τα συλ­λέ­γων.

Καὶ οὐκ εἶ­πον οἱ πα­ρά­γον­τες· Εὐ­λο­γί­α Κυ­ρί­ου ἐφ᾿ ὑ­μᾶς, εὐ­λο­γή­κα­μεν ὑ­μᾶς ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.

Καί·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ Ἁ­γί­ῳ Πνεύ­μα­τι. Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α. Δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ Ἁ­γί­ῳ Πνεύ­μα­τι.

Εἶ­τα, συ­να­πτὴ μι­κρὰ ὑπὸ τοῦ διακόνου, τοῦ χο­ροῦ ψάλ­λον­τος μεθ᾿ ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

* * *

Στά­σις Γ´

Ψαλ­μὸς ρκθ´ (129).

Ἐκ βα­θέ­ων ἐ­κέ­κρα­ξά σοι, Κύ­ρι­ε· Κύ­ρι­ε, εἰ­σά­κου­σον τῆς φω­νῆς μου·

Γε­νη­θή­τω τὰ ὦ­τά σου προ­σέ­χον­τα εἰς τὴν φω­νὴν τῆς δε­ή­σε­ώς μου.

Ἐ­ὰν ἀ­νο­μί­ας πα­ρα­τη­ρή­σῃς, Κύ­ρι­ε Κύ­ρι­ε, τίς ὑ­πο­στή­σε­ται; ὅ­τι πα­ρὰ σοὶ ὁ ἱ­λα­σμός ἐ­στιν.

Ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου ὑ­πέ­μει­νά σε, Κύ­ρι­ε· ὑ­πέ­μει­νεν ἡ ψυ­χή μου εἰς τὸν λό­γον σου.

Ἤλ­πι­σεν ἡ ψυ­χή μου ἐ­πὶ τὸν Κύ­ρι­ον, ἀ­πὸ φυ­λα­κῆς πρω­ΐ­ας μέ­χρι νυ­κτός· ἀ­πὸ φυ­λα­κῆς πρω­ΐ­ας ἐλ­πι­σά­τω Ἰσ­ρα­ὴλ ἐ­πὶ τὸν Κύ­ρι­ον.

Ὅ­τι πα­ρὰ τῷ Κυ­ρί­ῳ τὸ ἔ­λε­ος καὶ πολ­λὴ παρ᾿ αὐ­τῷ λύ­τρω­σις· καὶ αὐ­τὸς λυ­τρώ­σε­ται τὸν Ἰσ­ρα­ὴλ ἐκ πα­σῶν τῶν ἀ­νο­μι­ῶν αὐ­τοῦ.

Ψαλ­μὸς ρλ´ (130).

Κύ­ρι­ε, οὐχ ὑ­ψώ­θη ἡ καρ­δί­α μου, οὐ­δὲ ἐ­με­τε­ω­ρί­σθη­σαν οἱ ὀ­φθαλ­μοί μου,

Οὐ­δὲ ἐ­πο­ρεύ­θην ἐν με­γά­λοις, οὐ­δὲ ἐν θαυ­μα­σί­οις ὑ­πὲρ ἐ­μέ.

Εἰ μὴ ἐ­τα­πει­νο­φρό­νουν, ἀλ­λὰ ὕ­ψω­σα τὴν ψυ­χήν μου, ὡς τὸ ἀ­πο­γε­γα­λα­κτι­σμέ­νον ἐ­πὶ τὴν μη­τέ­ρα αὐ­τοῦ, ὡς ἀν­τα­πο­δώ­σεις ἐ­πὶ τὴν ψυ­χήν μου.

Ἐλ­πι­σά­τω Ἰσ­ρα­ὴλ ἐ­πὶ τὸν Κύ­ρι­ον, ἀ­πὸ τοῦ νῦν καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος.

Ψαλ­μὸς ρλα´ (131).

Μνή­σθη­τι, Κύ­ρι­ε, τοῦ Δαυ­ῒδ καὶ πά­σης τῆς πρᾳ­ό­τη­τος αὐ­τοῦ, ὡς ὤ­μο­σε τῷ Κυ­ρί­ῳ, ηὔ­ξα­το τῷ Θε­ῷ Ἰ­α­κώβ·

Εἰ εἰ­σε­λεύ­σο­μαι εἰς σκή­νω­μα οἴ­κου μου, εἰ ἀ­να­βή­σο­μαι ἐ­πὶ κλί­νης στρω­μνῆς μου,

Εἰ δώ­σω ὕ­πνον τοῖς ὀ­φθαλ­μοῖς μου, καὶ τοῖς βλε­φά­ροις μου νυ­σταγ­μόν, καὶ ἀ­νά­παυ­σιν τοῖς κρο­τά­φοις μου,

Ἕ­ως οὗ εὕ­ρω τό­πον τῷ Κυ­ρί­ῳ, σκή­νω­μα τῷ Θε­ῷ Ἰ­α­κώβ.

Ἰ­δοὺ ἠ­κού­σα­μεν αὐ­τὴν ἐν Εὐ­φρα­θᾷ, εὕ­ρο­μεν αὐ­τὴν ἐν τοῖς πε­δί­οις τοῦ δρυ­μοῦ.

Εἰ­σε­λευ­σό­με­θα εἰς τὰ σκη­νώ­μα­τα αὐ­τοῦ, προ­σκυ­νή­σο­μεν εἰς τὸν τό­πον, οὗ ἔ­στη­σαν οἱ πό­δες αὐ­τοῦ.

Ἀ­νά­στη­θι, Κύ­ρι­ε, εἰς τὴν ἀ­νά­παυ­σίν σου, σὺ καὶ ἡ κι­βω­τὸς τοῦ ἁ­γι­ά­σμα­τός σου.

Οἱ ἱ­ε­ρεῖς σου ἐν­δύ­σον­ται δι­και­ο­σύ­νην, καὶ οἱ ὅ­σι­οί σου ἀ­γαλ­λι­ά­σον­ται.

Ἕ­νε­κεν Δαυ­ῒδ τοῦ δού­λου σου, μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πον τοῦ χρι­στοῦ σου.

Ὤ­μο­σε Κύ­ρι­ος τῷ Δαυ­ῒδ ἀ­λή­θει­αν, καὶ οὐ μὴ ἀ­θε­τή­σει αὐ­τήν·

Ἐκ καρ­ποῦ τῆς κοι­λί­ας σου θή­σο­μαι ἐ­πὶ τοῦ θρό­νου σου·

Ἐ­ὰν φυ­λά­ξων­ται οἱ υἱ­οί σου τὴν δι­α­θή­κην μου καὶ τὰ μαρ­τύ­ρι­ά μου ταῦ­τα, ἃ δι­δά­ξω αὐ­τούς,

Καὶ οἱ υἱ­οὶ αὐ­τῶν ἕ­ως τοῦ αἰ­ῶ­νος κα­θι­οῦν­ται ἐ­πὶ τοῦ θρό­νου σου.

Ὅ­τι ἐ­ξε­λέ­ξα­το Κύ­ρι­ος τὴν Σι­ών, ᾑ­ρε­τί­σα­το αὐ­τὴν εἰς κα­τοι­κί­αν ἑ­αυ­τῷ·

Αὕ­τη ἡ κα­τά­παυ­σίς μου εἰς αἰ­ῶ­να αἰ­ῶ­νος, ᾧ­δε κα­τοι­κή­σω, ὅ­τι ᾑ­ρε­τι­σά­μην αὐ­τήν.

Τὴν θύ­ραν αὐ­τῆς εὐ­λο­γῶν εὐ­λο­γή­σω, τοὺς πτω­χοὺς αὐ­τῆς χορ­τά­σω ἄρ­των,

Τοὺς ἱ­ε­ρεῖς αὐ­τῆς ἐν­δύ­σω σω­τη­ρί­αν, καὶ οἱ ὅ­σι­οι αὐ­τῆς ἀ­γαλ­λι­ά­σει ἀ­γαλ­λι­ά­σον­ται.

Ἐ­κεῖ ἐ­ξα­να­τε­λῶ κέ­ρας τῷ Δαυ­ΐδ· ἡ­τοί­μα­σα λύ­χνον τῷ χρι­στῷ μου.

Τοὺς ἐ­χθροὺς αὐ­τοῦ ἐν­δύ­σω αἰ­σχύ­νην, ἐ­πὶ δὲ αὐ­τὸν ἐ­ξαν­θή­σει τὸ ἁ­γί­α­σμά μου.

Ψαλ­μὸς ρλβ´ (132).

Ἰ­δοὺ δὴ τί κα­λὸν ἢ τί τερ­πνόν, ἀλλ᾿ ἢ τὸ κα­τοι­κεῖν ἀ­δελ­φοὺς ἐ­πὶ τὸ αὐ­τό.

Ὡς μύ­ρον ἐ­πὶ κε­φα­λῆς, τὸ κα­τα­βαῖ­νον ἐ­πὶ πώ­γω­να, τὸν πώ­γω­να τοῦ Ἀ­α­ρών, τὸ κα­τα­βαῖ­νον ἐ­πὶ τὴν ᾤ­αν τοῦ ἐν­δύ­μα­τος αὐ­τοῦ·

Ὡς δρό­σος Ἀ­ερ­μών, ἡ κα­τα­βαί­νου­σα ἐ­πὶ τὰ ὄ­ρη Σι­ών.

Ὅ­τι ἐ­κεῖ ἐ­νε­τεί­λα­το Κύ­ρι­ος τὴν εὐ­λο­γί­αν, ζω­ὴν ἕ­ως τοῦ αἰ­ῶ­νος.

Ψαλ­μὸς ρλγ´ (133).

Ἰ­δοὺ δὴ εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τες οἱ δοῦ­λοι Κυ­ρί­ου, οἱ ἑ­στῶ­τες ἐν οἴ­κῳ Κυ­ρί­ου, ἐν αὐ­λαῖς οἴ­κου Θε­οῦ ἡ­μῶν.

Ἐν ταῖς νυ­ξὶν ἐ­πά­ρα­τε τὰς χεῖ­ρας ὑ­μῶν εἰς τὰ ἅ­γι­α, καὶ εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον.

Εὐ­λο­γή­σαι σε Κύ­ρι­ος ἐκ Σι­ών, ὁ ποι­ή­σας τὸν οὐ­ρα­νὸν καὶ τὴν γῆν.

Καί·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ Ἁ­γί­ῳ Πνεύ­μα­τι. Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α. Δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ Ἁ­γί­ῳ Πνεύ­μα­τι.

Εἶ­τα, συ­να­πτὴ μι­κρὰ ὑπὸ τοῦ διακόνου, τοῦ χο­ροῦ ψάλ­λον­τος μεθ᾿ ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι σὺ εἶ ὁ Θε­ὸς ἡ­μῶν, Θε­ὸς τοῦ ἐ­λε­εῖν καὶ σώ­ζειν καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

* * *

ΟΙ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ

Εἰς τὸ Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα ψάλ­λο­μεν τὰ στι­χη­ρὰ ἰ­δι­ό­με­λα τῶν αἴ­νων καὶ τῶν ἀ­πο­στί­χων.

Ψαλ­μὸς ρμ´ (140).

Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα πρὸς σέ· εἰ­σά­κου­σόν μου. Εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε. Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα πρὸς σέ, εἰ­σά­κου­σόν μου· πρό­σχες τῇ φω­νῇ τῆς δε­ή­σε­ώς μου, ἐν τῷ κε­κρα­γέ­ναι με πρὸς σέ. Εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε.

Κα­τευ­θυν­θή­τω ἡ προ­σευ­χή μου, ὡς θυ­μί­α­μα ἐ­νώ­πι­όν σου· ἔ­παρ­σις τῶν χει­ρῶν μου θυ­σί­α ἑ­σπε­ρι­νή. Εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε.

Θοῦ, Κύ­ρι­ε, φυ­λα­κὴν τῷ στό­μα­τί μου, καὶ θύ­ραν πε­ρι­ο­χῆς πε­ρὶ τὰ χεί­λη μου.

Μὴ ἐκ­κλί­νῃς τὴν καρ­δί­αν μου εἰς λό­γους πο­νη­ρί­ας, τοῦ προ­φα­σί­ζε­σθαι προ­φά­σεις ἐν ἁ­μαρ­τί­αις.

Σὺν ἀν­θρώ­ποις ἐρ­γα­ζο­μέ­νοις τὴν ἀ­νο­μί­αν, καὶ οὐ μὴ συν­δυ­ά­σω με­τὰ τῶν ἐ­κλε­κτῶν αὐ­τῶν.

Παι­δεύ­σει με δί­και­ος ἐν ἐ­λέ­ει, καὶ ἐ­λέγ­ξει με· ἔ­λαι­ον δὲ ἁ­μαρ­τω­λοῦ μὴ λι­πα­νά­τω τὴν κε­φα­λήν μου.

Ὅ­τι ἔ­τι καὶ ἡ προ­σευ­χή μου ἐν ταῖς εὐ­δο­κί­αις αὐ­τῶν· κα­τε­πό­θη­σαν ἐ­χό­με­να πέ­τρας οἱ κρι­ταὶ αὐ­τῶν.

Ἀ­κού­σον­ται τὰ ῥή­μα­τά μου, ὅ­τι ἡ­δύν­θη­σαν· ὡ­σεὶ πά­χος γῆς ἐῤ­ῥά­γη ἐ­πὶ τῆς γῆς, δι­ε­σκορ­πί­σθη τὰ ὀ­στᾶ αὐ­τῶν πα­ρὰ τὸν ᾅ­δην.

Ὅ­τι πρὸς σέ, Κύ­ρι­ε, Κύ­ρι­ε, οἱ ὀ­φθαλ­μοί μου· ἐ­πὶ σοὶ ἤλ­πι­σα, μὴ ἀν­τα­νέ­λῃς τὴν ψυ­χήν μου.

Φύ­λα­ξόν με ἀ­πὸ πα­γί­δος, ἧς συ­νε­στή­σαν­τό μοι, καὶ ἀ­πὸ σκαν­δά­λων τῶν ἐρ­γα­ζο­μέ­νων τὴν ἀ­νο­μί­αν.

Πε­σοῦν­ται ἐν ἀμ­φι­βλή­στρῳ αὐ­τῶν οἱ ἁ­μαρ­τω­λοί· κα­τὰ μό­νας εἰ­μὶ ἐ­γώ, ἕ­ως ἂν πα­ρέλ­θω.

Ψαλ­μὸς ρμα´ (141).

Φω­νῇ μου πρὸς Κύ­ρι­ον ἐ­κέ­κρα­ξα, φω­νῇ μου πρὸς Κύ­ρι­ον ἐ­δε­ή­θην.

Ἐκ­χε­ῶ ἐ­νώ­πι­ον αὐ­τοῦ τὴν δέ­η­σίν μου· τὴν θλῖ­ψίν μου ἐ­νώ­πι­ον αὐ­τοῦ ἀ­παγ­γε­λῶ.

Ἐν τῷ ἐ­κλεί­πειν ἐξ ἐ­μοῦ τὸ πνεῦ­μά μου, καὶ σὺ ἔ­γνως τὰς τρί­βους μου.

Ἐν ὁ­δῷ ταύ­τῃ, ᾗ ἐ­πο­ρευ­ό­μην, ἔ­κρυ­ψαν πα­γί­δα μοι.

Κα­τε­νό­ουν εἰς τά δε­ξι­ά, καὶ ἐ­πέ­βλε­πον, καὶ οὐκ ἦν ὁ ἐ­πι­γι­νώ­σκων με.

Ἀ­πώ­λε­το φυ­γὴ ἀπ᾿ ἐ­μοῦ, καὶ οὐκ ἔ­στιν ὁ ἐκ­ζη­τῶν τὴν ψυ­χήν μου.

Ἐ­κέ­κρα­ξα πρὸς σέ, Κύ­ρι­ε· εἶ­πα· Σὺ εἶ ἡ ἐλ­πίς μου, με­ρίς μου εἶ, ἐν γῇ ζών­των.

Πρό­σχες πρὸς τὴν δέ­η­σίν μου, ὅ­τι ἐ­τα­πει­νώ­θην σφό­δρα.

Ῥῦ­σαί με ἐκ τῶν κα­τα­δι­ω­κόν­των με, ὅ­τι ἐ­κρα­ται­ώ­θη­σαν ὑ­πὲρ ἐ­μέ.

Ἐ­ξά­γα­γε ἐκ φυ­λα­κῆς τὴν ψυ­χήν μου, τοῦ ἐ­ξο­μο­λο­γή­σα­σθαι τῷ ὀ­νό­μα­τί σου.

Ἐ­μὲ ὑ­πο­με­νοῦ­σι δί­και­οι, ἕ­ως οὗ ἀν­τα­πο­δῷς μοι.

Ψαλ­μὸς ρκθ´ (129).

Ἐκ βα­θέ­ων ἐ­κέ­κρα­ξά σοι, Κύ­ρι­ε· Κύ­ρι­ε, εἰ­σά­κου­σον τῆς φω­νῆς μου.

Γε­νη­θή­τω τά ὦ­τά σου προ­σέ­χον­τα εἰς τὴν φω­νὴν τῆς δε­ή­σε­ώς μου.

Ἐκ βα­θέ­ων ἐ­κέ­κρα­ξά σοι, Κύ­ρι­ε· Κύ­ρι­ε, εἰ­σά­κου­σον τῆς φω­νῆς μου.

Γε­νη­θή­τω τὰ ὦ­τά σου προ­σέ­χον­τα εἰς τὴν φω­νὴν τῆς δε­ή­σε­ώς μου.

Εἶ­τα ψάλ­λον­ται τὰ στι­χη­ρὰ ἰ­δι­ό­με­λα
ἐκ τῶν αἴ­νων καὶ τῶν ἀ­πο­στί­χων τοῦ ὄρ­θρου με­τὰ τῶν ἀ­κο­λού­θων στί­χων.

Ἦ­χος α´. Κο­σμᾶ μο­να­χοῦ.

Στίχ. Ἐ­ὰν ἀ­νο­μί­ας πα­ρα­τη­ρή­σῃς, Κύ­ρι­ε Κύ­ρι­ε, τὶς ὑ­πο­στή­σε­ται; ὅ­τι πα­ρὰ σοὶ ὁ ἱ­λα­σμός ἐ­στιν.

Ἐν ταῖς λαμ­πρό­τη­σι τῶν Ἁ­γί­ων σου, πῶς εἰ­σε­λεύ­σο­μαι ὁ ἀ­νά­ξι­ος; ἐ­ὰν γὰρ τολ­μή­σω, συ­νει­σελ­θεῖν εἰς τὸν Νυμ­φῶ­να, ὁ χι­τών με ἐ­λέγ­χει, ὅ­τι οὐκ ἔ­στι τοῦ γά­μου, καὶ δέ­σμι­ος ἐκ­βα­λοῦ­μαι ὑ­πὸ τῶν Ἀγ­γέ­λων· κα­θά­ρι­σον Κύ­ρι­ε, τὸν ῥύ­πον τῆς ψυ­χῆς μου, καὶ σῶ­σόν με ὡς φι­λάν­θρω­πος.

Ἦ­χος β´. Ἰ­ω­άν­νου μο­να­χοῦ.

Στίχ. Ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου ὑ­πέ­μει­νά σε, Κύ­ρι­ε· ὑ­πέ­μει­νεν ἡ ψυ­χή μου εἰς τὸν λό­γον σου, ἤλ­πι­σεν ἡ ψυ­χή μου ἐ­πὶ τὸν Κύ­ρι­ον.

Ὁ τῇ ψυ­χῆς ῥα­θυ­μί­ᾳ νυ­στά­ξας, οὐ κέ­κτη­μαι Νυμ­φί­ε Χρι­στέ, και­ο­μέ­νην λαμ­πά­δα τὴν ἐξ ἀ­ρε­τῶν, καὶ νε­ά­νι­σιν ὡ­μοι­ώ­θην μω­ραῖς, ἐν και­ρῷ τῆς ἐρ­γα­σί­ας ῥεμ­βό­με­νος· τὰ σπλάγ­χνα τῶν οἰ­κτιρ­μῶν σου, μὴ κλεί­σῃς μοι Δέ­σπο­τα· ἀλλ᾿ ἐ­κτι­νά­ξας μου τὸν ζο­φε­ρὸν ὕ­πνον, ἐ­ξα­νά­στη­σον, καὶ ταῖς φρο­νί­μοις συ­νει­σά­γα­γε Παρ­θέ­νοις, εἰς νυμ­φῶ­να τὸν σόν, ὅ­που ἦ­χος κα­θα­ρός, ἑ­ορ­τα­ζόν­των, καὶ βο­ών­των ἀ­παύ­στως· Κύ­ρι­ε δό­ξα σοι.

Ἰ­ω­άν­νου μο­να­χοῦ. Ἦ­χος δ´.

Στίχ. Ἀ­πὸ φυ­λα­κῆς πρω­ΐ­ας μέ­χρι νυ­κτός, ἀ­πὸ φυ­λα­κῆς πρω­ΐ­ας ἐλ­πι­σά­τω Ἰσ­ρα­ὴλ ἐ­πὶ τὸν Κύ­ρι­ον.

Τοῦ κρύ­ψαν­τος τὸ τά­λαν­τον, τὴν κα­τά­κρι­σιν ἀ­κού­σα­σα ψυ­χή, μὴ κρύ­πτε λό­γον Θε­οῦ· κα­τάγ­γελ­λε τὰ θαυ­μά­σι­α αὐ­τοῦ, ἵ­να πλε­ο­νά­ζου­σα τὸ χά­ρι­σμα, εἰ­σέλ­θῃς εἰς τὴν χα­ρὰν τοῦ Κυ­ρί­ου σου.

Ἰ­ω­άν­νου μο­να­χοῦ. Ἦ­χος πλ. β´.

Στίχ. Ὅ­τι πα­ρὰ τῷ Κυ­ρί­ῳ τὸ ἔ­λε­ος, καὶ πολ­λὴ παρ᾿ αὐ­τῷ λύ­τρω­σις, καὶ αὐ­τὸς λυ­τρώ­σε­ται τὸν Ἰσ­ρα­ὴλ ἐκ πα­σῶν τῶν ἀ­νο­μι­ῶν αὐ­τοῦ.

Δεῦ­τε πι­στοὶ ἐ­περ­γα­σώ­με­θα, προ­θύ­μως τῷ Δε­σπό­τῃ· νέ­μει γὰρ τοῖς δού­λοις τὸν πλοῦ­τον, καὶ ἀ­να­λό­γως ἕ­κα­στος, πο­λυ­πλα­σι­ά­σω­μεν, τὸ τῆς χά­ρι­τος τά­λαν­τον· ὁ μὲν σο­φί­αν κο­μι­εί­τω, δι᾿ ἔρ­γων ἀ­γα­θῶν· ὁ δὲ λει­τουρ­γί­αν, λαμ­πρό­τη­τος ἐ­πι­τε­λεί­τω· κοι­νω­νεί­τω δὲ τοῦ λό­γου, πι­στὸς τῷ ἀ­μυ­ή­τῳ· καὶ σκορ­πι­ζέ­τω τὸν πλοῦ­τον, πέ­νη­σιν ἄλ­λος· οὕ­τω γὰρ τὸ δά­νει­ον, πο­λυ­πλα­σι­ά­σω­μεν, καὶ ὡς οἰ­κο­νό­μοι πι­στοὶ τῆς χά­ρι­τος, δε­σπο­τι­κῆς χα­ρᾶς ἀ­ξι­ω­θῶ­μεν· αὐ­τῆς ἡ­μᾶς κα­τα­ξί­ω­σον, Χρι­στὲ ὁ Θε­ός, ὡς φι­λάν­θρω­πος.

Ψαλ­μὸς ριϚ´ (116).

Λέ­ον­τος τοῦ δε­σπό­του. Ἦ­χος ὁ αὐ­τός.

Στίχ. Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τα τὰ ἔ­θνη· ἐ­παι­νέ­σα­τε αὐ­τόν, πάν­τες οἱ λα­οί.

Ὅ­ταν ἔλ­θῃς ἐν δό­ξῃ, μετ᾿ Ἀγ­γε­λι­κῶν Δυ­νά­με­ων, καὶ κα­θί­σῃς ἐν θρό­νῳ, Ἰ­η­σοῦ δι­α­κρί­σε­ως, μή με Ποι­μὴν ἀ­γα­θὲ δι­α­χω­ρί­σῃς· ὁ­δοὺς δε­ξι­ὰς γὰρ οἶ­δας, δι­ε­στραμ­μέ­ναι δέ εἰ­σιν αἱ εὐ­ώ­νυ­μοι· μὴ οὖν ἐ­ρί­φοις με, τὸν τρα­χὺν τῇ ἁ­μαρ­τί­ᾳ συ­να­πο­λέ­σῃς, ἀλ­λὰ τοῖς ἐκ δε­ξι­ῶν συ­να­ριθ­μή­σας προ­βά­τοις, σῶ­σόν με ὡς φι­λάν­θρω­πος.

Ἰ­ω­άν­νου μο­να­χοῦ. Ἦ­χος ὁ αὐ­τός.

Στίχ. Ὅ­τι ἐ­κρα­ται­ώ­θη τὸ ἔ­λε­ος αὐ­τοῦ ἐφ᾿ ἡ­μᾶς καὶ ἡ ἀ­λή­θει­α τοῦ Κυ­ρί­ου μέ­νει εἰς τὸν αἰ­ῶ­να.

Ὁ Νυμ­φί­ος ὁ κάλ­λει ὡ­ραῖ­ος, πα­ρὰ πάν­τας ἀν­θρώ­πους, ὁ συγ­κα­λέ­σας ἡ­μᾶς, πρὸς ἑ­στί­α­σιν πνευ­μα­τι­κὴν τοῦ Νυμ­φῶ­νός σου, τὴν δυ­σεί­μο­νά μου μορ­φήν, τῶν πται­σμά­των ἀ­παμ­φί­α­σον, τῇ με­θέ­ξει τῶν πα­θη­μά­των σου, καὶ στο­λὴν δό­ξης κο­σμή­σας, τῆς σῆς ὡ­ραι­ό­τη­τος, δαι­τυ­μό­να φαι­δρὸν ἀ­νά­δει­ξον, τῆς Βα­σι­λεί­ας σου ὡς εὔ­σπλαγ­χνος.

Δό­ξα. Καὶ νῦν.
Κο­σμᾶ μο­να­χοῦ. Ἦ­χος βα­ρύς.

Ἰ­δού σοι τὸ τά­λαν­τον, ὁ Δε­σπό­της ἐμ­πι­στεύ­ει ψυ­χή μου· φό­βῳ δέ­ξαι τὸ χά­ρι­σμα, δά­νει­σαι τῷ δε­δω­κό­τι, δι­ά­δος πτω­χοῖς, καὶ κτῆ­σαι φί­λον τὸν Κύ­ρι­ον· ἵ­να στῇς ἐκ δε­ξι­ῶν αὐ­τοῦ, ὅ­ταν ἔλ­θῃ ἐν δό­ξῃ, καὶ ἀ­κού­σῃς μα­κα­ρί­ας φω­νῆς· Εἴ­σελ­θε δοῦ­λε, εἰς τὴν χα­ρὰν τοῦ Κυ­ρί­ου σου. Αὐ­τῆς ἀ­ξί­ω­σόν με, Σω­τὴρ τὸν πλα­νη­θέν­τα, δι­ὰ τὸ μέ­γα σου ἔ­λε­ος.

* * *

ΕΙΣΟΔΟΣ - ΕΠΙΛΥΧΝΙΟΣ ΕΥΧΑΡΙΣΤΙΑ

Ψαλ­λο­μέ­νου τοῦ Καὶ νῦν γί­νε­ται ἡ εἴ­σο­δος ὑ­πὸ τοῦ ἱ­ε­ρέ­ως καὶ τοῦ δι­α­κό­νου με­τὰ τοῦ Εὐ­αγ­γε­λί­ου.

Ὁ δι­ά­κο­νος· Σο­φί­α· ὀρ­θοί.

Ὁ προ­ε­στὼς ἢ ὁ ἀ­να­γνώ­στης τὴν ἐ­πι­λύ­χνι­ον εὐ­χα­ρι­στί­αν χῦ­μα·

Φῶς ἱ­λα­ρὸν ἁ­γί­ας δό­ξης, * ἀ­θα­νά­του Πα­τρός, * οὐ­ρα­νί­ου, ἁ­γί­ου, μά­κα­ρος, * Ἰ­η­σοῦ Χρι­στέ, * ἐλ­θόν­τες ἐ­πὶ τὴν ἡ­λί­ου δύ­σιν, * ἰ­δόν­τες φῶς ἑ­σπε­ρι­νόν, * ὑ­μνοῦ­μεν Πα­τέ­ρα, Υἱ­όν, * καὶ ἅ­γι­ον Πνεῦ­μα, Θε­όν. * Ἄ­ξι­όν σε ἐν πᾶ­σι και­ροῖς * ὑ­μνεῖ­σθαι φω­ναῖς αἰ­σί­αις, * Υἱ­ὲ Θε­οῦ, ζω­ὴν ὁ δι­δούς· * δι­ὸ ὁ κό­σμος σὲ δο­ξά­ζει.

ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ

Ὁ δι­ά­κο­νος· Ἑ­σπέ­ρας.

Ὁ ἀ­να­γνώ­στης·

Προ­κεί­με­νον.
Ἦ­χος πλ. β´. Ψαλ­μὸς ρλα´ (131).

Ἀ­νά­στη­θι, Κύ­ρι­ε, εἰς τὴν ἀ­νά­παυ­σίν σου, σὺ καὶ ἡ κι­βω­τὸς τοῦ ἁ­γι­ά­σμα­τός σου.

Στίχ. Μνή­σθη­τι, Κύ­ρι­ε, τοῦ Δαυ­ΐδ, καὶ πά­σης τῆς πρα­ό­τη­τος αὐ­τοῦ.

Τῆς Ἐ­ξό­δου τὸ Ἀ­νά­γνω­σμα (β´ 5-10).

Κα­τέ­βη ἡ θυ­γά­τηρ Φα­ρα­ὼ λού­σα­σθαι ἐ­πὶ τὸν πο­τα­μόν, καὶ αἱ ἅ­βραι αὐ­τῆς πα­ρε­πο­ρεύ­ον­το πα­ρὰ τὸν πο­τα­μόν. Καὶ ἰ­δοῦ­σα θί­βην ἐν τῷ ἕ­λει, ἀ­πο­στεί­λα­σα τὴν ἅ­βραν, ἀ­νεί­λε­το αὐ­τήν. Ἀ­νοί­ξα­σα δέ, ὁ­ρᾷ παι­δί­ον κλαῖ­ον ἐν τῇ θί­βῃ· καὶ ἐ­φεί­σα­το αὐ­τοῦ ἡ θυ­γά­τηρ Φα­ρα­ώ, καὶ ἔ­φη· Ἀ­πὸ τῶν παι­δί­ων τῶν Ἑ­βραί­ων τοῦ­το. Καὶ εἶ­πεν ἡ ἀ­δελ­φὴ αὐ­τοῦ τῇ θυ­γα­τρὶ Φα­ρα­ώ· Θέ­λεις κα­λέ­σω σοι γυ­ναῖ­κα τρο­φεύ­ου­σαν ἐκ τῶν Ἑ­βραί­ων, καὶ θη­λά­σει σοι τὸ παι­δί­ον; Καὶ εἶ­πεν αὐ­τῇ ἡ θυ­γά­τηρ Φα­ρα­ώ· πο­ρεύ­ου. Ἐλ­θοῦ­σα δὲ ἡ νε­ᾶ­νις, ἐ­κά­λε­σε τὴν μη­τέ­ρα τοῦ παι­δί­ου. Εἶ­πε δὲ πρὸς αὐ­τὴν ἡ θυ­γά­τηρ Φα­ρα­ώ· Δι­α­τή­ρη­σόν μοι τὸ παι­δί­ον τοῦ­το, καὶ θή­λα­σόν μοι αὐ­τό· ἐ­γὼ δὲ δώ­σω σοι τὸν μι­σθόν. Ἔ­λα­βε δὲ ἡ γυ­νὴ τὸ παι­δί­ον, καὶ ἐ­θή­λα­ζεν αὐ­τό. Ἀν­δρυν­θέν­τος δὲ τοῦ παι­δί­ου, εἰ­σή­γα­γεν αὐ­τὸ πρὸς τὴν θυ­γα­τέ­ρα Φα­ρα­ώ. Καὶ ἐ­γε­νή­θη αὐ­τῇ εἰς υἱ­όν· ἐ­πω­νό­μα­σε δὲ τὸ ὄ­νο­μα αὐ­τοῦ, Μω­ϋ­σῆν, λέ­γου­σα· Ἐκ τοῦ ὕ­δα­τος αὐ­τὸν ἀ­νει­λό­μην.

Προ­κεί­με­νον. Ἦ­χος δ´. Ψαλ­μὸς ρλβ´ (132).

Ἰ­δοὺ δὴ τί κα­λόν, ἢ τί τερ­πνόν, ἀλλ᾿ ἢ τὸ κα­τοι­κεῖν ἀ­δελ­φοὺς ἐ­πὶ τὸ αὐ­τό;

Στίχ. Ὡς μύ­ρον ἐ­πὶ κε­φα­λῆς τὸ κα­τα­βαῖ­νον ἐ­πὶ πώ­γω­να, τὸν πώ­γω­να τοῦ Ἀ­α­ρών.

Ὁ ἀ­να­γνώ­στης· Κέ­λευ­σον.

Ὁ ἱ­ε­ρεύς· Σο­φί­α· ὀρ­θοί. Φῶς Χρι­στοῦ φαί­νει πᾶ­σι.

Ὁ ἀ­να­γνώ­στης·

Ἰ­ὼβ τὸ Ἀ­νά­γνω­σμα (α´ 13-22).

Ἐ­γέ­νε­το ὡς ἡ ἡ­μέ­ρα αὕ­τη, οἱ υἱ­οὶ Ἰ­ώβ, καὶ αἱ θυ­γα­τέ­ρες αὐ­τοῦ, ἤ­σθι­ον καὶ ἔ­πι­νον ἐν τῇ οἰ­κί­ᾳ τοῦ ἀ­δελ­φοῦ αὑ­τῶν τοῦ πρε­σβυ­τέ­ρου. Καὶ ἰ­δοὺ ἄγ­γε­λος ἦλ­θε πρὸς Ἰ­ώβ, καὶ εἶ­πεν αὐ­τῷ· Τὰ ζεύ­γη τῶν βο­ῶν ἠ­ρο­τρί­α, καὶ αἱ θή­λει­αι ὄ­νοι ἐ­βό­σκον­το ἐ­χό­με­ναι αὐ­τῶν· καὶ ἐλ­θόν­τες οἱ αἰχ­μα­λω­τεύ­ον­τες, ᾐχ­μα­λώ­τευ­σαν αὐ­τάς, καὶ τοὺς παῖ­δας ἀ­πέ­κτει­ναν ἐν στό­μα­τι μα­χαί­ρας· σω­θεὶς δὲ ἐ­γὼ μό­νος, ἦλ­θον τοῦ ἀ­παγ­γεῖ­λαί σοι. Ἔ­τι τού­του λα­λοῦν­τος, ἦλ­θεν ἕ­τε­ρος ἄγ­γε­λος πρὸς Ἰ­ώβ, καὶ εἶ­πε· Πῦρ ἔ­πε­σεν ἐκ τοῦ οὐ­ρα­νοῦ ἐ­πὶ τὴν γῆν, καὶ κα­τέ­καυ­σε τὰ πρό­βα­τα, καὶ τοὺς ποι­μέ­νας κα­τέ­καυ­σεν ὁ­μοί­ως· καὶ σω­θεὶς ἐ­γὼ μό­νος, ἦλ­θον τοῦ ἀ­παγ­γεῖ­λαί σοι. Ἔ­τι τού­του λα­λοῦν­τος, ἦλ­θεν ἕ­τε­ρος ἄγ­γε­λος πρὸς Ἰ­ώβ, καὶ λέ­γει αὐ­τῷ· Οἱ ἱπ­πεῖς ἐ­ποί­η­σαν ἡ­μῖν ἀρ­χὰς τρεῖς, καὶ ἐ­κύ­κλω­σαν τὰς κα­μή­λους, καὶ ᾐχ­μα­λώ­τευ­σαν αὐ­τάς, καὶ τοὺς παῖ­δας ἀ­πέ­κτει­ναν ἐν μα­χαί­ραις· ἐ­σώ­θην δὲ ἐ­γὼ μό­νος, καὶ ἦλ­θον τοῦ ἀ­παγ­γεῖ­λαί σοι. Ἔ­τι τού­του λα­λοῦν­τος, ἄλ­λος ἄγ­γε­λος ἔρ­χε­ται πρὸς Ἰ­ώβ, λέ­γων· Τῶν υἱ­ῶν σου καὶ τῶν θυ­γα­τέ­ρων σου ἐ­σθι­όν­των καὶ πι­νόν­των πα­ρὰ τῷ υἱ­ῷ σου, τῷ ἀ­δελ­φῷ αὑ­τῶν τῷ πρε­σβυ­τέ­ρῳ, ἐ­ξαίφ­νης πνεῦ­μα μέ­γα ἦλ­θεν ἀ­πὸ τῆς ἐ­ρή­μου, καὶ ἥ­ψα­το τῶν τεσ­σά­ρων γω­νι­ῶν τῆς οἰ­κί­ας, καὶ ἔ­πε­σεν ἡ οἰ­κί­α ἐ­πὶ τὰ παι­δί­α σου, καὶ ἐ­τε­λεύ­τη­σαν· καὶ ἐ­σώ­θην ἐ­γὼ μό­νος, καὶ ἦλ­θον τοῦ ἀ­παγ­γεῖ­λαί σοι.

Οὕ­τως ἀ­κού­σας Ἰ­ώβ, ἀ­να­στὰς δι­έῤ­ῥη­ξε τὰ ἱ­μά­τι­α αὑ­τοῦ, καὶ ἐ­κεί­ρα­το τὴν κό­μην τῆς κε­φα­λῆς αὑ­τοῦ, καὶ πε­σὼν χα­μαὶ προ­σε­κύ­νη­σε τῷ Κυ­ρί­ῳ, καὶ εἶ­πεν· Αὐ­τὸς γυ­μνὸς ἐ­ξῆλ­θον ἐκ κοι­λί­ας μη­τρός μου, γυ­μνὸς καὶ ἀ­πε­λεύ­σο­μαι ἐ­κεῖ· ὁ Κύ­ρι­ος ἔ­δω­κεν, ὁ Κύ­ρι­ος ἀ­φεί­λε­το· ὡς τῷ Κυ­ρί­ῳ ἔ­δο­ξεν, οὕ­τω καὶ ἐ­γέ­νε­το· εἴ­η τὸ ὄ­νο­μα Κυ­ρί­ου εὐ­λο­γη­μέ­νον εἰς τοὺς αἰ­ῶ­νας. Ἐν τού­τοις πᾶ­σι τοῖς συμ­βε­βη­κό­σιν αὐ­τῷ, οὐ­δὲν ἥ­μαρ­τεν Ἰ­ὼβ ἔ­ναν­τι Κυ­ρί­ου, οὐ­δὲ ἐν τοῖς χεί­λε­σιν αὑ­τοῦ· καὶ οὐκ ἔ­δω­κεν ἀ­φρο­σύ­νην τῷ Θε­ῷ.

* * *

ΤΟ «ΚΑΤΕΥΘΥΝΘΗΤΩ»

Καὶ εὐ­θὺς ψάλ­λει ὁ ἱ­ε­ρεὺς ἐ­νώ­πι­ον τῆς ἁ­γί­ας Τρα­πέ­ζης·

Κα­τευ­θυν­θή­τω ἡ προ­σευ­χή μου ὡς θυ­μί­α­μα ἐ­νώ­πι­όν σου· ἔ­παρ­σις τῶν χει­ρῶν μου θυ­σί­α ἑ­σπε­ρι­νή.

Τὸ αὐ­τὸ ψάλ­λε­ται τε­τρά­κις ὑ­πὸ τοῦ λα­οῦ μεθ᾿ ἕ­κα­στον τῶν ἑ­πο­μέ­νων στί­χων, λε­γο­μέ­νων ὑ­πὸ τοῦ ἱ­ε­ρέ­ως θυ­μι­ῶν­τος ἑ­κά­στην πλευ­ρὰν τῆς ἁ­γί­ας Τρα­πέ­ζης·

Στίχ. α´. Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα πρὸς σέ, εἰ­σά­κου­σόν μου· πρό­σχες τῇ φω­νῇ τῆς δε­ή­σε­ώς μου ἐν τῷ κε­κρα­γέ­ναι με πρὸς σέ.

Στίχ. β´. Θοῦ, Κύ­ρι­ε, φυ­λα­κὴν τῷ στό­μα­τί μου, καὶ θύ­ραν πε­ρι­ο­χῆς πε­ρὶ τὰ χεί­λη μου.

Στίχ. γ´. Μὴ ἐκ­κλί­νῃς τὴν καρ­δί­αν μου εἰς λό­γους πο­νη­ρί­ας, τοῦ προ­φα­σί­ζε­σθαι προ­φά­σεις ἐν ἁ­μαρ­τί­αις.

Στίχ. γ´. Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ Ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Καὶ ἐλ­θὼν ὁ ἱ­ε­ρεὺς πά­λιν ἐ­νώ­πι­ον τῆς ἁ­γί­ας Τρα­πέ­ζης ἐ­πα­να­λαμ­βά­νει τὸ Κα­τευ­θυν­θή­τω μέ­χρι τοῦ ἐ­νώ­πι­όν σου, καὶ ἐ­ξελ­θὼν εἰς τὴν Ὡ­ραί­αν Πύ­λην θυ­μι­ᾷ ἐ­κεῖ­θεν τὰς εἰ­κό­νας καὶ τὸν λα­όν, τοῦ χο­ροῦ ψάλ­λον­τος τὸ ἐ­πί­λοι­πον τοῦ στί­χου καὶ πάν­των ποι­ούν­των με­τα­νοί­ας με­γά­λας τρεῖς.

Ἐ­ὰν δὲ τύ­χῃ μνή­μη ἁ­γί­ου, με­τὰ τὸ Κα­τευ­θυν­θή­τω ἀ­να­γι­νώ­σκε­ται ὁ Ἀ­πό­στο­λος καὶ τὸ Εὐ­αγ­γέ­λι­ον κα­τὰ τὴν ἐν τῇ συ­νή­θει Λει­τουρ­γί­ᾳ τά­ξιν. Κα­τὰ δὲ τὴν Με­γά­λην Ἑ­βδο­μά­δα ἀ­να­γι­νώ­σκε­ται μό­νον Εὐ­αγ­γέ­λι­ον.

* * *

ΕΥΑΓΓΕΛΙΟΝ

Ὁ ἱ­ε­ρεύς· Σο­φί­α· ὀρ­θοί· ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου. Εἰ­ρή­νη πᾶ­σι.

Ὁ λα­ός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ δι­ά­κο­νος· Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου τὸ ἀ­νά­γνω­σμα.

Ὁ λα­ός· Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Ὁ ἱ­ε­ρεύς· Πρό­σχω­μεν.

Καὶ ὁ δι­ά­κο­νος ἀ­να­γι­νώ­σκει τὸ Εὐ­αγ­γέ­λι­ον.

(Ματθ. κδ´ 36-51, κε´ 1-46, κϚ´ 1-2).

Εἶ­πεν ὁ Κύ­ρι­ος τοῖς ἑ­αυ­τοῦ μα­θη­ταῖς· Πε­ρὶ δὲ τῆς ἡ­μέ­ρας ἐ­κεί­νης καὶ τῆς ὥ­ρας οὐ­δεὶς οἶ­δεν, οὐ­δὲ οἱ ἄγ­γε­λοι τῶν οὐ­ρα­νῶν, εἰ μὴ ὁ πα­τήρ μου μό­νος. Ὥ­σπερ δὲ αἱ ἡ­μέ­ραι τοῦ Νῶ­ε, οὕ­τως ἔ­σται καὶ ἡ πα­ρου­σί­α τοῦ υἱ­οῦ τοῦ ἀν­θρώ­που. Ὥ­σπερ γὰρ ἦ­σαν ἐν ταῖς ἡ­μέ­ραις ταῖς πρὸ τοῦ κα­τα­κλυ­σμοῦ τρώ­γον­τες καὶ πί­νον­τες, γα­μοῦν­τες καὶ ἐκ­γα­μί­ζον­τες, ἄ­χρι ἧς ἡ­μέ­ρας εἰ­σῆλ­θε Νῶ­ε εἰς τὴν κι­βω­τόν, καὶ οὐκ ἔ­γνω­σαν ἕ­ως ἦλ­θεν ὁ κα­τα­κλυ­σμὸς καὶ ἦ­ρεν ἅ­παν­τας, οὕ­τως ἔ­σται καὶ ἡ πα­ρου­σί­α τοῦ υἱ­οῦ τοῦ ἀν­θρώ­που. Τό­τε δύ­ο ἔ­σον­ται ἐν τῷ ἀ­γρῷ, ὁ εἷς πα­ρα­λαμ­βά­νε­ται καὶ ὁ εἷς ἀ­φί­ε­ται· δύ­ο ἀ­λή­θου­σαι ἐν τῷ μυ­λῶ­νι, μί­α πα­ρα­λαμ­βά­νε­ται καὶ μί­α ἀ­φί­ε­ται.

Γρη­γο­ρεῖ­τε οὖν, ὅ­τι οὐκ οἴ­δα­τε ποί­ᾳ ὥ­ρᾳ ὁ Κύ­ρι­ος ὑ­μῶν ἔρ­χε­ται. Ἐ­κεῖ­νο δὲ γι­νώ­σκε­τε ὅ­τι εἰ ᾔ­δει ὁ οἰ­κο­δε­σπό­της ποί­ᾳ φυ­λα­κῇ ὁ κλέ­πτης ἔρ­χε­ται, ἐ­γρη­γό­ρη­σεν ἂν καὶ οὐκ ἂν εἴ­α­σε δι­ο­ρυ­γῆ­ναι τὴν οἰ­κί­αν αὐ­τοῦ. Δι­ὰ τοῦ­το καὶ ὑ­μεῖς γί­νε­σθε ἕ­τοι­μοι, ὅ­τι ᾗ ὥ­ρᾳ οὐ δο­κεῖ­τε ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που ἔρ­χε­ται.

Τίς ἄ­ρα ἐ­στὶν ὁ πι­στὸς δοῦ­λος καὶ φρό­νι­μος, ὃν κα­τέ­στη­σεν ὁ κύ­ρι­ος αὐ­τοῦ ἐ­πὶ τῆς θε­ρα­πεί­ας αὐ­τοῦ τοῦ δι­δό­ναι αὐ­τοῖς τὴν τρο­φὴν ἐν και­ρῷ; Μα­κά­ρι­ος ὁ δοῦ­λος ἐ­κεῖ­νος ὃν ἐλ­θὼν ὁ κύ­ρι­ος αὐ­τοῦ εὑ­ρή­σει ποι­οῦν­τα οὕ­τως. Ἀ­μὴν λέ­γω ὑ­μῖν ὅ­τι ἐ­πὶ πᾶ­σι τοῖς ὑ­πάρ­χου­σιν αὐ­τοῦ κα­τα­στή­σει αὐ­τόν. Ἐ­ὰν δὲ εἴ­πῃ ὁ κα­κὸς δοῦ­λος ἐ­κεῖ­νος ἐν τῇ καρ­δί­ᾳ αὐ­τοῦ, χρο­νί­ζει ὁ κύ­ρι­ός μου ἐλ­θεῖν, καὶ ἄρ­ξη­ται τύ­πτειν τοὺς συν­δού­λους αὐ­τοῦ, ἐ­σθί­ῃ δὲ καὶ πί­νῃ με­τὰ τῶν με­θυ­όν­των, ἥ­ξει ὁ κύ­ρι­ος τοῦ δού­λου ἐ­κεί­νου ἐν ἡ­μέ­ρᾳ ᾗ οὐ προσ­δο­κᾷ καὶ ἐν ὥ­ρᾳ ᾗ οὐ γι­νώ­σκει, καὶ δι­χο­το­μή­σει αὐ­τόν, καὶ τὸ μέ­ρος αὐ­τοῦ με­τὰ τῶν ὑ­πο­κρι­τῶν θή­σει· ἐ­κεῖ ἔ­σται ὁ κλαυθ­μὸς καὶ ὁ βρυγ­μὸς τῶν ὀ­δόν­των.

Τό­τε ὁ­μοι­ω­θή­σε­ται ἡ βα­σι­λεί­α τῶν οὐ­ρα­νῶν δέ­κα παρ­θέ­νοις, αἵ­τι­νες λα­βοῦ­σαι τὰς λαμ­πά­δας αὐ­τῶν ἐ­ξῆλ­θον εἰς ἀ­πάν­τη­σιν τοῦ νυμ­φί­ου. Πέν­τε δὲ ἦ­σαν ἐξ αὐ­τῶν φρό­νι­μοι καὶ αἱ πέν­τε μω­ραί. Αἵ­τι­νες μω­ραὶ λα­βοῦ­σαι τὰς λαμ­πά­δας ἑ­αυ­τῶν οὐκ ἔ­λα­βον μεθ᾿ ἑ­αυ­τῶν ἔ­λαι­ον· αἱ δὲ φρό­νι­μοι ἔ­λα­βον ἔ­λαι­ον ἐν τοῖς ἀγ­γεί­οις αὐ­τῶν με­τὰ τῶν λαμ­πά­δων αὐ­τῶν. Χρο­νί­ζον­τος δὲ τοῦ νυμ­φί­ου ἐ­νύ­στα­ξαν πᾶ­σαι καὶ ἐ­κά­θευ­δον. Μέ­σης δὲ νυ­κτὸς κραυ­γὴ γέ­γο­νεν· ἰ­δοὺ ὁ νυμ­φί­ος ἔρ­χε­ται, ἐ­ξέρ­χε­σθε εἰς ἀ­πάν­τη­σιν αὐ­τοῦ. Τό­τε ἠ­γέρ­θη­σαν πᾶ­σαι αἱ παρ­θέ­νοι ἐ­κεῖ­ναι καὶ ἐ­κό­σμη­σαν τὰς λαμ­πά­δας αὐ­τῶν. Αἱ δὲ μω­ραὶ ταῖς φρο­νί­μοις εἶ­πον· δό­τε ἡ­μῖν ἐκ τοῦ ἐ­λαί­ου ὑ­μῶν, ὅ­τι αἱ λαμ­πά­δες ἡ­μῶν σβέν­νυν­ται. Ἀ­πε­κρί­θη­σαν δὲ αἱ φρό­νι­μοι λέ­γου­σαι· μή­πο­τε οὐκ ἀρ­κέ­σει ἡ­μῖν καὶ ὑ­μῖν· πο­ρεύ­ε­σθε δὲ μᾶλ­λον πρὸς τοὺς πω­λοῦν­τας καὶ ἀ­γο­ρά­σα­τε ἑ­αυ­ταῖς. Ἀ­περ­χο­μέ­νων δὲ αὐ­τῶν ἀ­γο­ρά­σαι ἦλ­θεν ὁ νυμ­φί­ος καὶ αἱ ἕ­τοι­μοι εἰ­σῆλ­θον μετ᾿ αὐ­τοῦ εἰς τοὺς γά­μους, καὶ ἐ­κλεί­σθη ἡ θύ­ρα. Ὕ­στε­ρον δὲ ἔρ­χον­ται καὶ αἱ λοι­παὶ παρ­θέ­νοι λέ­γου­σαι· Κύ­ρι­ε κύ­ρι­ε, ἄ­νοι­ξον ἡ­μῖν. Ὁ δὲ ἀ­πο­κρι­θεὶς εἶ­πεν· ἀ­μὴν λέ­γω ὑ­μῖν, οὐκ οἶ­δα ὑ­μᾶς. Γρη­γο­ρεῖ­τε οὖν, ὅ­τι οὐκ οἴ­δα­τε τὴν ἡ­μέ­ραν οὐ­δὲ τὴν ὥ­ραν ἐν ᾗ ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που ἔρ­χε­ται.

Ὥ­σπερ γὰρ ἄν­θρω­πος ἀ­πο­δη­μῶν ἐ­κά­λε­σε τοὺς ἰ­δί­ους δού­λους καὶ πα­ρέ­δω­κεν αὐ­τοῖς τὰ ὑ­πάρ­χον­τα αὐ­τοῦ, καὶ ᾧ μὲν ἔ­δω­κε πέν­τε τά­λαν­τα, ᾧ δὲ δύ­ο, ᾧ δὲ ἕν, ἑ­κά­στῳ κα­τὰ τὴν ἰ­δί­αν δύ­να­μιν, καὶ ἀ­πε­δή­μη­σεν εὐ­θέ­ως. Πο­ρευ­θεὶς δὲ ὁ τὰ πέν­τε τά­λαν­τα λα­βὼν εἰρ­γά­σα­το ἐν αὐ­τοῖς καὶ ἐ­ποί­η­σεν ἄλ­λα πέν­τε τά­λαν­τα. Ὡ­σαύ­τως καὶ ὁ τὰ δύ­ο ἐ­κέρ­δη­σε καὶ αὐ­τὸς ἄλ­λα δύ­ο. Ὁ δὲ τὸ ἓν λα­βὼν ἀ­πελ­θὼν ὤ­ρυ­ξεν ἐν τῇ γῇ καὶ ἀ­πέ­κρυ­ψε τὸ ἀρ­γύ­ρι­ον τοῦ κυ­ρί­ου αὐ­τοῦ. Με­τὰ δὲ χρό­νον πο­λὺν ἔρ­χε­ται ὁ κύ­ρι­ος τῶν δού­λων ἐ­κεί­νων καὶ συ­ναί­ρει μετ᾿ αὐ­τῶν λό­γον. Καὶ προ­σελ­θὼν ὁ τὰ πέν­τε τά­λαν­τα λα­βὼν προ­σή­νεγ­κεν ἄλ­λα πέν­τε τά­λαν­τα λέ­γων· Κύ­ρι­ε, πέν­τε τά­λαν­τά μοι πα­ρέ­δω­κας· ἴ­δε ἄλ­λα πέν­τε τά­λαν­τα ἐ­κέρ­δη­σα ἐπ᾿ αὐ­τοῖς. Ἔ­φη αὐ­τῷ ὁ κύ­ρι­ος αὐ­τοῦ· εὖ, δοῦ­λε ἀ­γα­θὲ καὶ πι­στέ! ἐ­πὶ ὀ­λί­γα ἦς πι­στός, ἐ­πὶ πολ­λῶν σε κα­τα­στή­σω· εἴ­σελ­θε εἰς τὴν χα­ρὰν τοῦ κυ­ρί­ου σου. Προ­σελ­θὼν δὲ καὶ ὁ τὰ δύ­ο τά­λαν­τα λα­βὼν εἶ­πε· Κύ­ρι­ε, δύ­ο τά­λαν­τά μοι πα­ρέ­δω­κας· ἴ­δε ἄλ­λα δύ­ο τά­λαν­τα ἐ­κέρ­δη­σα ἐπ᾿ αὐ­τοῖς. Ἔ­φη αὐ­τῷ ὁ κύ­ρι­ος αὐ­τοῦ· Εὖ, δοῦ­λε ἀ­γα­θὲ καὶ πι­στέ! ἐ­πὶ ὀ­λί­γα ἦς πι­στός, ἐ­πὶ πολ­λῶν σε κα­τα­στή­σω· εἴ­σελ­θε εἰς τὴν χα­ρὰν τοῦ κυ­ρί­ου σου. Προ­σελ­θὼν δὲ καὶ ὁ τὸ ἓν τά­λαν­τον εἰ­λη­φὼς εἶ­πε· κύ­ρι­ε· ἔ­γνων σε ὅ­τι σκλη­ρὸς εἶ ἄν­θρω­πος, θε­ρί­ζων ὅ­που οὐκ ἔ­σπει­ρας καὶ συ­νά­γων ὅ­θεν οὐ δι­ε­σκόρ­πι­σας· καὶ φο­βη­θεὶς ἀ­πελ­θὼν ἔ­κρυ­ψα τὸ τά­λαν­τόν σου ἐν τῇ γῇ· ἴ­δε ἔ­χεις τὸ σόν. Ἀ­πο­κρι­θεὶς δὲ ὁ κύ­ρι­ος αὐ­τοῦ εἶ­πεν αὐ­τῷ· Πο­νη­ρὲ δοῦ­λε καὶ ὀ­κνη­ρέ! ᾜ­δεις ὅ­τι θε­ρί­ζω ὅ­που οὐκ ἔ­σπει­ρα καὶ συ­νά­γω ὅ­θεν οὐ δι­ε­σκόρ­πι­σα! Ἔ­δει οὖν σε βα­λεῖν τὸ ἀρ­γύ­ρι­όν μου τοῖς τρα­πε­ζί­ταις, καὶ ἐλ­θὼν ἐ­γὼ ἐ­κο­μι­σά­μην ἂν τὸ ἐ­μὸν σὺν τό­κῳ. Ἄ­ρα­τε οὖν ἀπ᾿ αὐ­τοῦ τὸ τά­λαν­τον καὶ δό­τε τῷ ἔ­χον­τι τὰ δέ­κα τά­λαν­τα. Τῷ γὰρ ἔ­χον­τι παν­τὶ δο­θή­σε­ται καὶ πε­ρισ­σευ­θή­σε­ται, ἀ­πὸ δὲ τοῦ μὴ ἔ­χον­τος καὶ ὃ ἔ­χει ἀρ­θή­σε­ται ἀπ᾿ αὐ­τοῦ· καὶ τὸν ἀ­χρεῖ­ον δοῦ­λον ἐκ­βά­λε­τε εἰς τὸ σκό­τος τὸ ἐ­ξώ­τε­ρον· ἐ­κεῖ ἔ­σται ὁ κλαυθ­μὸς καὶ ὁ βρυγ­μὸς τῶν ὀ­δόν­των.

Ὅ­ταν δὲ ἔλ­θῃ ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που ἐν τῇ δό­ξῃ αὐ­τοῦ καὶ πάν­τες οἱ ἅ­γι­οι ἄγ­γε­λοι μετ᾿ αὐ­τοῦ, τό­τε κα­θί­σει ἐ­πὶ θρό­νου δό­ξης αὐ­τοῦ, καὶ συ­να­χθή­σε­ται ἔμ­προ­σθεν αὐ­τοῦ πάν­τα τὰ ἔ­θνη, καὶ ἀ­φο­ρι­εῖ αὐ­τοὺς ἀπ᾿ ἀλ­λή­λων ὥ­σπερ ὁ ποι­μὴν ἀ­φο­ρί­ζει τὰ πρό­βα­τα ἀ­πὸ τῶν ἐ­ρί­φων, καὶ στή­σει τὰ μὲν πρό­βα­τα ἐκ δε­ξι­ῶν αὐ­τοῦ, τὰ δὲ ἐ­ρί­φι­α ἐξ εὐ­ω­νύ­μων. Τό­τε ἐ­ρεῖ ὁ βα­σι­λεὺς τοῖς ἐκ δε­ξι­ῶν αὐ­τοῦ· Δεῦ­τε οἱ εὐ­λο­γη­μέ­νοι τοῦ πα­τρός μου, κλη­ρο­νο­μή­σα­τε τὴν ἡ­τοι­μα­σμέ­νην ὑ­μῖν βα­σι­λεί­αν ἀ­πὸ κα­τα­βο­λῆς κό­σμου. Ἐ­πεί­να­σα γάρ, καὶ ἐ­δώ­κα­τέ μοι φα­γεῖν, ἐ­δί­ψη­σα, καὶ ἐ­πο­τί­σα­τέ με, ξέ­νος ἤ­μην, καὶ συ­νη­γά­γε­τέ με, γυ­μνός, καὶ πε­ρι­ε­βά­λε­τέ με, ἠ­σθέ­νη­σα, καὶ ἐ­πε­σκέ­ψα­σθέ με, ἐν φυ­λα­κῇ ἤ­μην, καὶ ἤλ­θε­τε πρός με. Τό­τε ἀ­πο­κρι­θή­σον­ται αὐ­τῷ οἱ δί­και­οι λέ­γον­τες· κύ­ρι­ε, πό­τε σε εἴ­δο­μεν πει­νῶν­τα καὶ ἐ­θρέ­ψα­μεν, ἢ δι­ψῶν­τα καὶ ἐ­πο­τί­σα­μεν; πό­τε δέ σε εἴ­δο­μεν ξέ­νον καὶ συ­νη­γά­γο­μεν, ἢ γυ­μνὸν καὶ πε­ρι­ε­βά­λο­μεν; πό­τε δέ σε εἴ­δο­μεν ἀ­σθε­νῆ ἢ ἐν φυ­λα­κῇ, καὶ ἤλ­θο­μεν πρός σε; Καὶ ἀ­πο­κρι­θεὶς ὁ βα­σι­λεὺς ἐ­ρεῖ αὐ­τοῖς· Ἀ­μὴν λέ­γω ὑ­μῖν, ἐφ᾿ ὅ­σον ἐ­ποι­ή­σα­τε ἑ­νὶ τού­των τῶν ἀ­δελ­φῶν μου τῶν ἐ­λα­χί­στων, ἐ­μοὶ ἐ­ποι­ή­σα­τε. Τό­τε ἐ­ρεῖ καὶ τοῖς ἐξ εὐ­ω­νύ­μων· Πο­ρεύ­ε­σθε ἀπ᾿ ἐ­μοῦ οἱ κα­τη­ρα­μέ­νοι εἰς τὸ πῦρ τὸ αἰ­ώ­νι­ον τὸ ἡ­τοι­μα­σμέ­νον τῷ δι­α­βό­λῳ καὶ τοῖς ἀγ­γέ­λοις αὐ­τοῦ. Ἐ­πεί­να­σα γάρ, καὶ οὐκ ἐ­δώ­κα­τέ μοι φα­γεῖν, ἐ­δί­ψη­σα, καὶ οὐκ ἐ­πο­τί­σα­τέ με, ξέ­νος ἤ­μην, καὶ οὐ συ­νη­γά­γε­τέ με, γυ­μνός, καὶ οὐ πε­ρι­ε­βά­λε­τέ με, ἀ­σθε­νὴς καὶ ἐν φυ­λα­κῇ, καὶ οὐκ ἐ­πε­σκέ­ψα­σθέ με. Τό­τε ἀ­πο­κρι­θή­σον­ται αὐ­τῷ καὶ αὐ­τοὶ λέ­γον­τες· Κύ­ρι­ε, πό­τε σε εἴ­δο­μεν πει­νῶν­τα ἢ δι­ψῶν­τα ἢ ξέ­νον ἢ γυ­μνὸν ἢ ἀ­σθε­νῆ ἢ ἐν φυ­λα­κῇ, καὶ οὐ δι­η­κο­νή­σα­μέν σοι; Τό­τε ἀ­πο­κρι­θή­σε­ται αὐ­τοῖς λέ­γων· ἀ­μὴν λέ­γω ὑ­μῖν, ἐφ᾿ ὅ­σον οὐκ ἐ­ποι­ή­σα­τε ἑ­νὶ τού­των τῶν ἐ­λα­χί­στων, οὐ­δὲ ἐ­μοὶ ἐ­ποι­ή­σα­τε. Καὶ ἀ­πε­λεύ­σον­ται οὗ­τοι εἰς κό­λα­σιν αἰ­ώ­νι­ον, οἱ δὲ δί­και­οι εἰς ζω­ὴν αἰ­ώ­νι­ον.

Καὶ ἐ­γέ­νε­το ὅ­τε ἐ­τέ­λε­σεν ὁ Ἰ­η­σοῦς πάν­τας τοὺς λό­γους τού­τους εἶ­πεν τοῖς μα­θη­ταῖς αὐ­τοῦ· Οἴ­δα­τε ὅ­τι με­τὰ δύ­ο ἡ­μέ­ρας τὸ πά­σχα γί­νε­ται, καὶ ὁ Υἱ­ὸς τοῦ ἀν­θρώ­που πα­ρα­δί­δο­ται εἰς τὸ σταυ­ρω­θῆ­ναι.

Ὁ λα­ός· Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Εἶ­τα ἡ ἐ­κτε­νὴς καὶ κα­θε­ξῆς ἡ Λει­τουρ­γί­α τῶν Προ­η­γι­α­σμέ­νων.

* * *

Η ΕΚΤΕΝΗΣ ΔΕΗΣΙΣ

Εἶ­τα ὁ δι­ά­κο­νος (ἢ ὁ ἱ­ε­ρεὺς) τὴν ἐ­κτε­νῆ δέ­η­σιν, ὁ δὲ λα­ὸς εἰς ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (τρίς), εἰς δὲ τὴν τε­λευ­ταί­αν ἅ­παξ.

Εἴ­πω­μεν πάν­τες ἐξ ὅ­λης τῆς ψυ­χῆς καὶ ἐξ ὅ­λης τῆς δι­α­νοί­ας ἡ­μῶν εἴ­πω­μεν.

Κύ­ρι­ε παν­το­κρά­τορ, ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.

Ἐ­λέ­η­σον ἡ­μᾶς, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου· δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος).

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν ἀ­δελ­φῶν ἡ­μῶν, τῶν ἱ­ε­ρέ­ων, ἱ­ε­ρο­μο­νά­χων, ἱ­ε­ρο­δι­α­κό­νων καὶ μο­να­χῶν καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ πό­λει ταύ­τῃ, τῶν ἐ­νο­ρι­τῶν, ἐ­πι­τρό­πων, συν­δρο­μη­τῶν καὶ ἀ­φι­ε­ρω­τῶν τῆς ἁ­γί­ας ἐκ­κλη­σί­ας ταύ­της.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν μα­κα­ρί­ων καὶ ἀ­οι­δί­μων κτι­τό­ρων τοῦ ἁ­γί­ου να­οῦ τού­του (τῆς ἁγίας μονῆς ταύτης) καὶ ὑ­πὲρ πάν­των τῶν προ­α­να­παυ­σα­μέ­νων πα­τέ­ρων καὶ ἀ­δελ­φῶν ἡ­μῶν, τῶν ἐν­θά­δε κει­μέ­νων καὶ ἁ­παν­τα­χοῦ ὀρ­θο­δό­ξων.

Ἔ­τι δε­ό­με­θα καὶ ὑ­πὲρ τῶν καρ­πο­φο­ρούν­των καὶ καλ­λι­ερ­γούν­των ἐν τῷ ἁ­γί­ῳ καὶ παν­σέ­πτῳ να­ῷ τού­τῳ, κο­πι­ών­των, ψαλ­λόν­των, καὶ ὑ­πὲρ τοῦ πε­ρι­ε­στῶ­τος λα­οῦ, τοῦ ἀ­πεκ­δε­χο­μέ­νου τὸ πα­ρὰ σοῦ μέ­γα καὶ πλού­σι­ον ἔ­λε­ος.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΔΕΗΣΕΙΣ ΥΠΕΡ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ

Ὁ δι­ά­κο­νος λέ­γει τὰς ὑ­πὲρ τῶν κα­τη­χου­μέ­νων δε­ή­σεις, τοῦ χο­ροῦ λέ­γον­τος εἰς ἑ­κά­στην τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Εὔ­ξα­σθε, οἱ κα­τη­χού­με­νοι, τῷ Κυ­ρί­ῳ.

Οἱ πι­στοὶ ὑ­πὲρ τῶν κα­τη­χου­μέ­νων δε­η­θῶ­μεν·

Ἵ­να ὁ Κύ­ρι­ος αὐ­τοὺς ἐ­λε­ή­σῃ·

Κα­τη­χή­σῃ αὐ­τοὺς τὸν λό­γον τῆς ἀ­λη­θεί­ας·

Ἀ­πο­κα­λύ­ψῃ αὐ­τοῖς τὸ εὐ­αγ­γέ­λι­ον τῆς δι­και­ο­σύ­νης·

Ἑ­νώ­σῃ αὐ­τοὺς τῇ ἁ­γί­ᾳ αὐ­τοῦ κα­θο­λι­κῇ καὶ ἀ­πο­στο­λι­κῇ Ἐκ­κλη­σί­ᾳ.

Σῶ­σον, ἐ­λέ­η­σον, ἀν­τι­λα­βοῦ καὶ δι­α­φύ­λα­ξον αὐ­τούς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Οἱ κα­τη­χού­με­νοι τὰς κε­φα­λὰς ὑ­μῶν τῷ Κυ­ρί­ῳ κλί­να­τε.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ἵ­να καὶ αὐ­τοὶ σὺν ἡ­μῖν δο­ξά­ζω­σι τὸ πάν­τι­μον καὶ με­γα­λο­πρε­πὲς ὄ­νο­μά σου, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Καὶ ὁ ἱ­ε­ρεὺς ποι­ή­σας δι­ὰ τοῦ ἱ. Εὐ­αγ­γε­λί­ου σταυ­ρὸν ἐ­πὶ τοῦ εἰ­λη­τοῦ ἀ­πο­θέ­τει αὐ­τὸ εἰς τὸ ἄ­νω μέ­ρος τῆς ἁ­γί­ας Τρα­πέ­ζης καὶ ἐ­ξα­πλοῖ τὸ εἰ­λη­τόν.

Ὁ δὲ δι­ά­κο­νος λέ­γει·

Ὅ­σοι κα­τη­χού­με­νοι προ­έλ­θε­τε· οἱ κα­τη­χού­με­νοι προ­έλ­θε­τε· ὅ­σοι κα­τη­χού­με­νοι προ­έλ­θε­τε· μή τις τῶν κα­τη­χου­μέ­νων.

* * *

Ἀ­πὸ δὲ τῆς με­σο­νη­στί­μου Τε­τάρ­της πα­ρεμ­βάλ­λον­ται ἐν­ταῦ­θα αἱ

ΔΕΗΣΕΙΣ ΥΠΕΡ ΤΩΝ ΦΩΤΙΖΟΜΕΝΩΝ

Ὁ δι­ά­κο­νος·

Ὅ­σοι πρὸς τὸ φώ­τι­σμα, προ­σέλ­θε­τε· εὔ­ξα­σθε, οἱ πρὸς τὸ φώ­τι­σμα, τῷ Κυ­ρί­ῳ.

Ὁ χο­ρὸς εἰς ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Οἱ πι­στοὶ ὑ­πὲρ τῶν πρὸς τὸ ἅ­γι­ον φώ­τι­σμα εὐ­τρε­πι­ζο­μέ­νων ἀ­δελ­φῶν καὶ τῆς σω­τη­ρί­ας αὐ­τῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν·

Ὅ­πως Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν στη­ρί­ξῃ αὐ­τοὺς καὶ ἐν­δυ­να­μώ­σῃ·

Φω­τί­σῃ αὐ­τοὺς φω­τι­σμῷ γνώ­σε­ως καὶ εὐ­σε­βεί­ας·

Κα­τα­ξι­ώ­σῃ αὐ­τοὺς ἐν και­ρῷ εὐ­θέ­τῳ τοῦ λου­τροῦ τῆς πα­λιγ­γε­νε­σί­ας, τῆς ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν καὶ τοῦ ἐν­δύ­μα­τος τῆς ἀ­φθαρ­σί­ας·

Ἀ­να­γεν­νή­σῃ αὐ­τοὺς δι᾿ ὕ­δα­τος καὶ Πνεύ­μα­τος·

Χα­ρί­ση­ται αὐ­τοῖς τὴν τε­λει­ό­τη­τα τῆς πί­στε­ως·

Συγ­κα­τα­ριθ­μή­σῃ αὐ­τοὺς τῇ ἁ­γί­ᾳ αὐ­τοῦ καὶ ἐ­κλε­κτῇ ποί­μνῃ.

Σῶ­σον, ἐ­λέ­η­σον, ἀν­τι­λα­βοῦ καὶ δι­α­φύ­λα­ξον αὐ­τούς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Οἱ πρὸς τὸ φώ­τι­σμα, τὰς κε­φα­λὰς ὑ­μῶν τῷ Κυ­ρί­ῳ κλί­να­τε.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ὅ­τι σὺ εἶ ὁ φω­τι­σμὸς ἡ­μῶν καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Ὁ δὲ δι­ά­κο­νος λέ­γει·

Ὅ­σοι πρὸς τὸ φώ­τι­σμα, προ­έλ­θε­τε· οἱ πρὸς τὸ φώ­τι­σμα προ­έλ­θε­τε.

Καί·

Ὅ­σοι κα­τη­χού­με­νοι, προ­έλ­θε­τε· μή τις τῶν κα­τη­χου­μέ­νων.

* * *

ΔΕΗΣΕΙΣ ΤΩΝ ΠΙΣΤΩΝ

Ὁ δι­ά­κο­νος·

Ὅ­σοι πι­στοί, ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ δι­ά­κο­νος·

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ δι­ά­κο­νος· Σο­φί­α.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα, τι­μὴ καὶ προ­σκύ­νη­σις τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Καὶ πά­λιν ὁ δι­ά­κο­νος·

Ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ δι­ά­κο­νος·

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ δι­ά­κο­νος· Σο­φί­α.

Καὶ εἰ­σέρ­χε­ται εἰς τὸ Ἱ­ε­ρόν.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Κα­τὰ τὴν δω­ρε­ὰν τοῦ Χρι­στοῦ σου, μεθ᾿ οὗ εὐ­λο­γη­τὸς εἶ, σὺν τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

Η ΕΙΣΟΔΟΣ ΤΩΝ
ΠΡΟΗΓΙΑΣΜΕΝΩΝ ΔΩΡΩΝ

Ἀν­τὶ Χε­ρου­βι­κοῦ ψάλ­λε­ται τὸ ἑ­ξῆς·

Νῦν αἱ δυ­νά­μεις τῶν οὐ­ρα­νῶν, σὺν ἡ­μῖν ἀ­ο­ρά­τως λα­τρεύ­ου­σιν· ἰ­δοὺ γὰρ εἰ­σπο­ρεύ­ε­ται ὁ βα­σι­λεὺς τῆς δό­ξης. Ἰ­δοὺ θυ­σί­α μυ­στι­κή, τε­τε­λει­ω­μέ­νη δο­ρυ­φο­ρεῖ­ται. Πί­στει καὶ πό­θῳ προ­σέλ­θω­μεν, ἵ­να μέ­το­χοι ζω­ῆς αἰ­ω­νί­ου γε­νώ­με­θα. Ἀλ­λη­λού­ϊ­α.

Εὐ­χὴ Χε­ρου­βι­κοῦ οὐ λέ­γε­ται­, ἀλλ᾿ εὐ­θὺς ὁ ἱ­ε­ρεὺς καὶ ὁ δι­ά­κο­νος λέ­γου­σιν ἐκ γ´ χῦ­μα τὸν ὕ­μνον.

Εἶ­τα ὁ ἱ­ε­ρεὺς θυ­μι­ᾷ τὴν ἁ­γί­αν Τρά­πε­ζαν καὶ τὴν Πρό­θε­σιν, τοῦ δι­α­κό­νου ἱ­στα­μέ­νου ἑ­κά­στο­τε κα­τέ­ναν­τι αὐ­τοῦ, καὶ προ­ελ­θὼν ὀ­λί­γον τῶν βη­μο­θύ­ρων θυ­μι­ᾷ τὰς εἰ­κό­νας καὶ τὸν λα­όν, λέ­γων καθ᾿ ἑ­αυ­τὸν τὸ Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ τὸν ν´ ψαλ­μὸν μέ­χρι τοῦ ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει.

Εἶ­τα προ­σκυ­νοῦ­σι τρὶς ἐ­νώ­πι­ον τῆς ἁ­γί­ας Τρα­πέ­ζης καὶ ἀ­σπά­ζον­ται τὸ εἰ­λη­τὸν καὶ τὴν ἁ­γί­αν Τρά­πε­ζαν· προ­σκυ­νή­σαν­τες δὲ καὶ αὖ­θις ἅ­παξ καὶ αἰ­τη­σά­με­νοι συγ­γνώ­μην παρ᾿ ἀλ­λή­λων καὶ πα­ρὰ τοῦ λα­οῦ ἀ­πέρ­χον­ται εἰς τὴν Πρό­θε­σιν καὶ προ­σκυ­νή­σαν­τες ἀ­σπά­ζον­ται τὰ ἅ­γι­α Δῶ­ρα κε­κα­λυμ­μέ­να λέ­γον­τες καθ᾿ ἑ­αυ­τοὺς τὸ Ὁ Θε­ός, ἱ­λά­σθη­τί μοι τῷ ἁ­μαρ­τω­λῷ καὶ ἐ­λέ­η­σόν με.

Ὁ δὲ ἱ­ε­ρεὺς λα­βὼν τὸν ἀ­έ­ρα ἐ­πι­θέ­τει ἐ­πὶ τῆς κε­φα­λῆς αὐ­τοῦ καὶ λαμ­βά­νει ἐν ταῖς χερ­σὶν αὐ­τοῦ τὰ ἅ­γι­α Δῶ­ρα. Καὶ τοῦ χο­ροῦ δι­α­κό­πτον­τος τὸν ὕ­μνον με­τὰ τὰς λέ­ξεις ὁ βα­σι­λεὺς τῆς δό­ξης καὶ σι­γῆς βα­θεί­ας γε­νο­μέ­νης καὶ πάν­των κα­τα­πε­σόν­των ἕ­ως ἐ­δά­φους, ὁ ἱ­ε­ρεὺς με­τα­φέ­ρει τὰ ἅ­γι­α Δῶ­ρα, δι­ο­δεύ­ων ἔμ­προ­σθεν τοῦ Τέμ­πλου, τοῦ δι­α­κό­νου προ­πο­ρευ­ο­μέ­νου με­τὰ λαμ­πά­δος καὶ θυ­μι­ῶν­τος, καὶ εἰ­σά­γει αὐ­τὰ δι­ὰ τῆς Ὡ­ραί­ας Πύ­λης εἰς τὸ Ἱ­ε­ρὸν καὶ ἀ­πο­θέ­τει ἐ­πὶ τῆς ἁ­γί­ας Τρα­πέ­ζης, αἴ­ρει δὲ τὰ κα­λύμ­μα­τα ἀπ᾿ αὐ­τῶν καὶ κα­λύ­πτει αὐ­τὰ μό­νον δι­ὰ τοῦ ἀ­έ­ρος. Καὶ θυ­μι­ᾷ αὐ­τὰ λέ­γων τὰ λοι­πα τοῦ ν´ ψαλ­μοῦ.

* * *

ΔΕΗΣΕΙΣ - ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ

Ὁ δι­ά­κο­νος λα­βὼν εὐ­λο­γί­αν πα­ρὰ τοῦ ἱ­ε­ρέ­ως ἐ­ξέρ­χε­ται καὶ λέ­γει·

Πλη­ρώ­σω­μεν τὴν ἑ­σπε­ρι­νὴν δέ­η­σιν ἡ­μῶν τῷ Κυ­ρί­ῳ.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον. Ὁ­μοί­ως καὶ εἰς τὰς ἐ­φε­ξῆς δε­ή­σεις.

Ὑ­πὲρ τῶν προ­τε­θέν­των καὶ προ­α­γι­α­σθέν­των τι­μί­ων δώ­ρων τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὅ­πως ὁ φι­λάν­θρω­πος Θε­ὸς ἡ­μῶν, ὁ προσ­δε­ξά­με­νος αὐ­τὰ εἰς τὸ ἅ­γι­ον καὶ ὑ­πε­ρου­ρά­νι­ον καὶ νο­ε­ρὸν αὐ­τοῦ θυ­σι­α­στή­ρι­ον εἰς ὀ­σμὴν εὐ­ω­δί­ας πνευ­μα­τι­κῆς, ἀν­τι­κα­τα­πέμ­ψῃ ἡ­μῖν τὴν θεί­αν χά­ριν καὶ τὴν δω­ρε­ὰν τοῦ ἁ­γί­ου Πνεύ­μα­τος δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ῥυ­σθῆ­ναι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, ὀρ­γῆς, κιν­δύ­νου καὶ ἀ­νάγ­κης τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τὴν ἑ­σπέ­ραν πᾶ­σαν, τε­λεί­αν, ἁ­γί­αν, εἰ­ρη­νι­κὴν καὶ ἀ­να­μάρ­τη­τον πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Ὁ χο­ρός· Πα­ρά­σχου, Κύ­ρι­ε. Ὁ­μοί­ως καὶ εἰς τὰς ἐ­φε­ξῆς δε­ή­σεις.

Ἄγ­γε­λον εἰ­ρή­νης, πι­στὸν ὁ­δη­γόν, φύ­λα­κα τῶν ψυ­χῶν καὶ τῶν σω­μά­των ἡ­μῶν πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Συγ­γνώ­μην καὶ ἄ­φε­σιν τῶν ἁ­μαρ­τι­ῶν καὶ τῶν πλημ­με­λη­μά­των ἡ­μῶν πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Τὰ κα­λὰ καὶ συμ­φέ­ρον­τα ταῖς ψυ­χαῖς ἡ­μῶν καὶ εἰ­ρή­νην τῷ κό­σμῳ πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Τὸν ὑ­πό­λοι­πον χρό­νον τῆς ζω­ῆς ἡ­μῶν ἐν εἰ­ρή­νῃ καὶ με­τα­νοί­ᾳ ἐ­κτε­λέ­σαι πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Χρι­στι­α­νὰ τὰ τέ­λη τῆς ζω­ῆς ἡ­μῶν, ἀ­νώ­δυ­να, ἀ­νε­παί­σχυν­τα, εἰ­ρη­νι­κὰ καὶ κα­λὴν ἀ­πο­λο­γί­αν τὴν ἐ­πὶ τοῦ φο­βε­ροῦ βή­μα­τος τοῦ Χρι­στοῦ αἰ­τη­σώ­με­θα.

Τὴν ἑ­νό­τη­τα τῆς πί­στε­ως καὶ τὴν κοι­νω­νί­αν τοῦ ἁ­γί­ου Πνεύ­μα­τος αἰ­τη­σά­με­νοι, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Καὶ κα­τα­ξί­ω­σον ἡ­μᾶς, Δέ­σπο­τα, με­τὰ παῤ­ῥη­σί­ας, ἀ­κα­τα­κρί­τως τολ­μᾶν ἐ­πι­κα­λεῖ­σθαι σὲ τὸν ἐ­που­ρά­νι­ον Θε­ὸν Πα­τέ­ρα καὶ λέ­γειν·

Ὁ λα­ός·

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΚΕΦΑΛΟΚΛΙΣΙΑ

Ὁ ἱ­ε­ρεὺς εὐ­λο­γῶν τὸν λα­όν· Εἰ­ρή­νη πᾶ­σι.

Ὁ χο­ρός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ δι­ά­κο­νος· Τὰς κε­φα­λὰς ἡ­μῶν τῷ Κυ­ρί­ῳ κλί­νω­μεν.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς κλι­νό­με­νος τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Χά­ρι­τι καὶ οἰ­κτιρ­μοῖς καὶ φι­λαν­θρω­πί­ᾳ τοῦ μο­νο­γε­νοῦς σου Υἱ­οῦ, μεθ᾿ οὗ εὐ­λο­γη­τὸς εἶ, σὺν τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΥΨΩΣΙΣ - ΚΛΑΣΙΣ - ΜΕΤΑΛΗΨΙΣ

Ὁ ἱ­ε­ρεὺς ἐ­πεύ­χε­ται καὶ προ­σκυ­νεῖ τρὶς λέ­γων καθ᾿ ἑ­αυ­τόν· Ὁ Θε­ός, ἱ­λά­σθη­τί μοι τῷ ἁ­μαρ­τω­λῷ καὶ ἐ­λέ­η­σόν με.

Εἶ­τα ὁ δι­ά­κο­νος ἐκ­φω­νεῖ· Πρό­σχω­μεν.

Ὁ δὲ ἱ­ε­ρεύς, κε­κα­λυμ­μέ­νων ὄν­των τῶν θεί­ων Δώ­ρων, εἰ­σα­γα­γὼν τὴν χεῖ­ρα ἅ­πτε­ται μετ᾿ εὐ­λα­βεί­ας τοῦ ζω­ο­ποι­οῦ Ἄρ­του καὶ ἐκ­φω­νεῖ·

Τὰ προ­η­γι­α­σμέ­να ἅ­γι­α τοῖς ἁ­γί­οις.

Ὁ χο­ρός· Εἷς ἅ­γι­ος, εἷς Κύ­ρι­ος, Ἰ­η­σοῦς Χρι­στός, εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.

Καὶ ψάλ­λει τὸ ἑ­πό­με­νον κοι­νω­νι­κόν·

Γεύ­σα­σθε καὶ ἴ­δε­τε, ὅ­τι χρη­στὸς ὁ Κύ­ρι­ος. Ἀλ­λη­λού­ϊ­α.

Με­τὰ δὲ τὴν θεί­αν με­τά­λη­ψιν εὐ­λο­γεῖ ὁ ἱ­ε­ρεὺς τὸν λα­ὸν λέ­γων·

Σῶ­σον, ὁ Θε­ός, τὸν λα­όν σου καὶ εὐ­λό­γη­σον τὴν κλη­ρο­νο­μί­αν σου.

Ὁ χο­ρός, ἀν­τὶ τοῦ· Εἴ­δο­μεν·

Εὐ­λο­γή­σω τὸν Κύ­ρι­ον ἐν παν­τὶ και­ρῷ, δι­ὰ παν­τὸς ἡ αἴ­νε­σις αὐ­τοῦ ἐν τῷ στό­μα­τί μου. Ἄρ­τον οὐ­ρά­νι­ον καὶ πο­τή­ρι­ον ζω­ῆς, γεύ­σα­σθε καὶ ἴ­δε­τε, ὅ­τι χρη­στὸς ὁ Κύ­ρι­ος. Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α.

Εἰς τό· Πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ
εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Ἦ­χος β´.

Πλη­ρω­θή­τω τὸ στό­μα ἡ­μῶν * αἰ­νέ­σε­ώς σου, Κύ­ρι­ε, * ὅ­πως ἀ­νυ­μνή­σω­μεν τὴν δό­ξαν σου, * ὅ­τι ἠ­ξί­ω­σας ἡ­μᾶς * τῶν ἁ­γί­ων σου με­τα­σχεῖν μυ­στη­ρί­ων· * τή­ρη­σον ἡ­μᾶς ἐν τῷ σῷ ἁ­γι­α­σμῷ, * ὅ­λην τὴν ἡ­μέ­ραν * με­λε­τῶν­τας τὴν δι­και­ο­σύ­νην σου. * Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α.

* * *

ΕΥΧΑΡΙΣΤΙΑ

Ὁ δι­ά­κο­νος·

Ὀρ­θοί· με­τα­λα­βόν­τες τῶν θεί­ων, ἁ­γί­ων, ἀ­χράν­των, ἀ­θα­νά­των, ἐ­που­ρα­νί­ων καὶ ζω­ο­ποι­ῶν, φρι­κτῶν τοῦ Χρι­στοῦ μυ­στη­ρί­ων, ἀ­ξί­ως εὐ­χα­ρι­στή­σω­μεν τῷ Κυ­ρί­ῳ.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Τὴν ἑ­σπέ­ραν πᾶ­σαν τε­λεί­αν, ἁ­γί­αν, εἰ­ρη­νι­κὴν καὶ ἀ­να­μάρ­τη­τον αἰ­τη­σά­με­νοι, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χα­ρι­στή­ρι­ον εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ὅ­τι σὺ εἶ ὁ ἁ­γι­α­σμὸς ἡ­μῶν καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων·

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΑΠΟΛΥΣΙΣ

Ὁ ἱ­ε­ρεύς· Ἐν εἰ­ρή­νῃ προ­έλ­θω­μεν.

Ὁ χο­ρός· Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.

Ὁ δι­ά­κο­νος· Τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Καὶ ὁ ἱ­ε­ρεὺς ἐ­ξελ­θὼν τῆς Ὡ­ραί­ας Πύ­λης ἀ­να­γι­νώ­σκει με­γα­λο­φώ­νως ἔμ­προ­σθεν τῆς εἰ­κό­νος τοῦ Χρι­στοῦ τὴν εὐ­χὴν ταύ­την·

Δέ­σπο­τα παν­το­κρά­τορ, ὁ πᾶ­σαν τὴν κτί­σιν ἐν σο­φί­ᾳ δη­μι­ουρ­γή­σας· ὁ δι­ὰ τὴν ἄ­φα­τόν σου πρό­νοι­αν καὶ πολ­λὴν ἀ­γα­θό­τη­τα ἀ­γα­γὼν ἡ­μᾶς εἰς τὰς παν­σέ­πτους ἡ­μέ­ρας ταύ­τας πρὸς κα­θα­ρι­σμὸν ψυ­χῶν καὶ σω­μά­των, πρὸς ἐγ­κρά­τει­αν πα­θῶν, πρὸς ἐλ­πί­δα ἀ­να­στά­σε­ως· ὁ δι­ὰ τεσ­σα­ρά­κον­τα ἡ­με­ρῶν πλά­κας χει­ρί­σας, τὰ θε­ο­χά­ρα­κτα γράμ­μα­τα, τῷ θε­ρά­πον­τί σου Μω­σεῖ· πα­ρά­σχου καὶ ἡ­μῖν, ἀ­γα­θέ, τὸν ἀ­γῶ­να τὸν κα­λὸν ἀ­γω­νί­σα­σθαι, τὸν δρό­μον τῆς νη­στεί­ας ἐ­κτε­λέ­σαι, τὴν πί­στιν ἀ­δι­αί­ρε­τον τη­ρῆ­σαι, τὰς κε­φα­λὰς τῶν ἀ­ο­ρά­των δρα­κόν­των συν­θλά­σαι, νι­κη­τάς τε τῆς ἁ­μαρ­τί­ας ἀ­να­φα­νῆ­ναι καὶ ἀ­κα­τα­κρί­τως φθά­σαι προ­σκυ­νῆ­σαι καὶ τὴν ἁ­γί­αν ἀ­νά­στα­σιν.

Ὅ­τι ηὐ­λό­γη­ται καὶ δε­δό­ξα­σται τὸ πάν­τι­μον καὶ με­γα­λο­πρε­πὲς ὄ­νο­μά σου, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν. Καὶ ψάλ­λει εἶς ἦ­χον β´.

Εἴ­η τὸ ὄ­νο­μα Κυ­ρί­ου εὐ­λο­γη­μέ­νον * ἀ­πὸ τοῦ νῦν καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος. (τρίς)

Ὁ δὲ ἱ­ε­ρεὺς ἀ­πέρ­χε­ται εἰς τὴν Πρό­θε­σιν καὶ λέ­γει χα­μη­λο­φώ­νως τὴν εὐ­χὴν ἐν τῷ συ­στεῖ­λαι τὰ ἅ­γι­α καὶ τὴν ἐκ­φώ­νη­σιν.

Ὁ δι­ά­κο­νος· Τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ ἱ­ε­ρεὺς εὐ­λο­γῶν τὸν λα­όν·

Εὐ­λο­γί­α Κυ­ρί­ου καὶ ἔ­λε­ος ἔλ­θοι ἐφ᾿ ὑ­μᾶς, τῇ αὐ­τοῦ χά­ρι­τι καὶ φι­λαν­θρω­πί­ᾳ, πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Καὶ με­τὰ τοῦ­το ὁ ἱ­ε­ρεὺς τὴν ἀ­πό­λυ­σιν·

Δό­ξα σοι, ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.

Ἐρ­χό­με­νος ὁ Κύ­ρι­ος ἐ­πὶ τὸ ἑ­κού­σι­ον πά­θος δι­ὰ τὴν ἡ­μῶν σω­τη­ρί­αν, Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν, ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του καὶ πα­να­μώ­μου αὐ­τοῦ μη­τρός, δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ σταυ­ροῦ, προ­στα­σί­αις τῶν τι­μί­ων ἐ­που­ρα­νί­ων δυ­νά­με­ων ἀ­σω­μά­των, ἱ­κε­σί­αις τοῦ τι­μί­ου καὶ ἐν­δό­ξου, προ­δρό­μου καὶ βα­πτι­στοῦ Ἰ­ω­άν­νου, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων ἀ­πο­στό­λων, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ καλ­λι­νί­κων μαρ­τύ­ρων, τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων πα­τέ­ρων ἡ­μῶν, τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης καὶ πάν­των τῶν ἁ­γί­ων ἐ­λε­ή­σαι καὶ σώ­σαι ἡ­μᾶς ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Με­τὰ δὲ τὴν ἀ­πό­λυ­σιν ἀ­να­γι­νώ­σκον­ται οἱ ἑ­πό­με­νοι ψαλ­μοί·

Ψαλ­μὸς λγ´ (33).

Εὐ­λο­γή­σω τὸν Κύ­ρι­ον ἐν παν­τὶ και­ρῷ, δι­ὰ παν­τὸς ἡ αἴ­νε­σις αὐ­τοῦ ἐν τῷ στό­μα­τί μου.

Ἐν τῷ Κυ­ρί­ῳ ἐ­παι­νε­θή­σε­ται ἡ ψυ­χή μου· ἀ­κου­σά­τω­σαν πρα­εῖς καὶ εὐ­φραν­θή­τω­σαν.

Με­γα­λύ­να­τε τὸν Κύ­ρι­ον σὺν ἐ­μοί, καὶ ὑ­ψώ­σω­μεν τὸ ὄ­νο­μα αὐ­τοῦ ἐ­πὶ τὸ αὐ­τό.

Ἐ­ξε­ζή­τη­σα τὸν Κύ­ρι­ον, καὶ ἐ­πή­κου­σέ μου καὶ ἐκ πα­σῶν τῶν θλί­ψε­ών μου ἐῤ­ῥύ­σα­τό με.

Προ­σέλ­θε­τε πρὸς αὐ­τὸν καὶ φω­τί­σθη­τε καὶ τὰ πρό­σω­πα ὑ­μῶν οὐ μὴ κα­ται­σχυν­θῇ.

Οὗ­τος ὁ πτω­χὸς ἐ­κέ­κρα­ξε, καὶ ὁ Κύ­ρι­ος εἰ­σή­κου­σεν αὐ­τοῦ καὶ ἐκ πα­σῶν τῶν θλί­ψε­ων αὐ­τοῦ ἔ­σω­σεν αὐ­τόν.

Πα­ρεμ­βα­λεῖ ἄγ­γε­λος Κυ­ρί­ου κύ­κλῳ τῶν φο­βου­μέ­νων αὐ­τὸν καὶ ῥύ­σε­ται αὐ­τούς.

Γεύ­σα­σθε καὶ ἴ­δε­τε, ὅ­τι χρη­στὸς ὁ Κύ­ρι­ος· μα­κά­ρι­ος ἀ­νήρ, ὃς ἐλ­πί­ζει ἐπ᾿ αὐ­τόν.

Φο­βή­θη­τε τὸν Κύ­ρι­ον πάν­τες οἱ ἅ­γι­οι αὐ­τοῦ· ὅ­τι οὐκ ἔ­στιν ὑ­στέ­ρη­μα τοῖς φο­βου­μέ­νοις αὐ­τόν.

Πλού­σι­οι ἐ­πτώ­χευ­σαν καὶ ἐ­πεί­να­σαν· οἱ δὲ ἐκ­ζη­τοῦν­τες τὸν Κύ­ρι­ον οὐκ ἐ­λατ­τω­θή­σον­ται παν­τὸς ἀ­γα­θοῦ.

Δεῦ­τε, τέ­κνα, ἀ­κού­σα­τέ μου· φό­βον Κυ­ρί­ου δι­δά­ξω ὑ­μᾶς.

Τίς ἐ­στιν ἄν­θρω­πος ὁ θέ­λων ζω­ήν, ἀ­γα­πῶν ἡ­μέ­ρας ἰ­δεῖν ἀ­γα­θάς;

Παῦ­σον τὴν γλῶσ­σάν σου ἀ­πὸ κα­κοῦ· καὶ χεί­λη σου τοῦ μὴ λα­λῆ­σαι δό­λον.

Ἔκ­κλι­νον ἀ­πὸ κα­κοῦ καὶ ποί­η­σον ἀ­γα­θόν· ζή­τη­σον εἰ­ρή­νην καὶ δί­ω­ξον αὐ­τήν.

Ὀ­φθαλ­μοὶ Κυ­ρί­ου ἐ­πὶ δι­καί­ους, καὶ ὦ­τα αὐ­τοῦ εἰς δέ­η­σιν αὐ­τῶν.

Πρό­σω­πον δὲ Κυ­ρί­ου ἐ­πὶ ποι­οῦν­τας κα­κά, τοῦ ἐ­ξο­λο­θρεῦ­σαι ἐκ γῆς τὸ μνη­μό­συ­νον αὐ­τῶν.

Ἐ­κέ­κρα­ξαν οἱ δί­και­οι, καὶ ὁ Κύ­ρι­ος εἰ­σή­κου­σεν αὐ­τῶν, καὶ ἐκ πα­σῶν τῶν θλί­ψε­ων αὐ­τῶν ἐῤ­ῥύ­σα­το αὐ­τούς.

Ἐγ­γὺς Κύ­ρι­ος τοῖς συν­τε­τριμ­μέ­νοις τὴν καρ­δί­αν, καὶ τοὺς τα­πει­νοὺς τῷ πνεύ­μα­τι σώ­σει.

Πολ­λαὶ αἱ θλί­ψεις τῶν δι­καί­ων· καὶ ἐκ πα­σῶν αὐ­τῶν ῥύ­σε­ται αὐ­τοὺς ὁ Κύ­ρι­ος.

Φυ­λάσ­σει Κύ­ρι­ος πάν­τα τὰ ὀ­στᾶ αὐ­τῶν· ἓν ἐξ αὐ­τῶν οὐ συν­τρι­βή­σε­ται.

Θά­να­τος ἁ­μαρ­τω­λῶν πο­νη­ρός, καὶ οἱ μι­σοῦν­τες τὸν δί­και­ον πλημ­με­λή­σου­σι.

Λυ­τρώ­σε­ται Κύ­ρι­ος ψυ­χὰς δού­λων αὐ­τοῦ, καὶ οὐ μὴ πλημ­με­λή­σου­σι πάν­τες οἱ ἐλ­πί­ζον­τες ἐπ᾿ αὐ­τόν.

Ψαλ­μὸς ρμδ´ (144).

Ὑ­ψώ­σω σε, ὁ Θε­ός μου, ὁ βα­σι­λεύς μου, καὶ εὐ­λο­γή­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Καθ᾿ ἑ­κά­στην ἡ­μέ­ραν εὐ­λο­γή­σω σε, καὶ αἰ­νέ­σω τὸ ὄ­νο­μά σου εἰς τόν αἰ­ῶ­να, καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Μέ­γας Κύ­ρι­ος καὶ αἰ­νε­τὸς σφό­δρα, καὶ τῆς με­γα­λω­σύ­νης αὐ­τοῦ οὐκ ἔ­στι πέ­ρας.

Γε­νε­ὰ καὶ γε­νε­ὰ ἐ­παι­νέ­σει τὰ ἔρ­γα σου, καὶ τὴν δύ­να­μίν σου ἀ­παγ­γε­λοῦ­σι.

Τὴν με­γα­λο­πρέ­πει­αν τῆς δό­ξης τῆς ἁ­γι­ω­σύ­νης σου λα­λή­σου­σι, καὶ τὰ θαυ­μά­σι­ά σου δι­η­γή­σον­ται.

Καὶ τὴν δύ­να­μιν τῶν φο­βε­ρῶν σου ἐ­ροῦ­σι, καὶ τὴν με­γα­λω­σύ­νην σου δι­η­γή­σον­ται.

Μνή­μην τοῦ πλή­θους τῆς χρη­στό­τη­τός σου ἐ­ξε­ρεύ­ξον­ται, καὶ τῇ δι­και­ο­σύ­νῃ σου ἀ­γαλ­λι­ά­σον­ται.

Οἰ­κτίρ­μων καὶ ἐ­λε­ή­μων ὁ Κύ­ρι­ος, μα­κρό­θυ­μος καὶ πο­λυ­έ­λε­ος.

Χρη­στὸς Κύ­ρι­ος τοῖς σύμ­πα­σι, καὶ οἱ οἰ­κτιρ­μοὶ αὐ­τοῦ ἐ­πὶ πάν­τα τὰ ἔρ­γα αὐ­τοῦ.

Ἐ­ξο­μο­λο­γη­σά­σθω­σάν σοι, Κύ­ρι­ε, πάν­τα τὰ ἔρ­γα σου, καὶ οἱ ὅ­σι­οί σου εὐ­λο­γη­σά­τω­σάν σε.

Δό­ξαν τῆς βα­σι­λεί­ας σου ἐ­ροῦ­σι, καὶ τὴν δυ­να­στεί­αν σου λα­λή­σου­σι.

Τοῦ γνω­ρί­σαι τοῖς υἱ­οῖς τῶν ἀν­θρώ­πων τὴν δυ­να­στεί­αν σου, καὶ τὴν δό­ξαν τῆς με­γα­λο­πρε­πεί­ας τῆς βα­σι­λεί­ας σου.

Ἡ βα­σι­λεί­α σου βα­σι­λεί­α πάν­των τῶν αἰ­ώ­νων, καί ἡ δε­σπο­τεί­α σου ἐν πά­σῃ γε­νε­ᾷ καὶ γε­νε­ᾷ.

Πι­στὸς Κύ­ρι­ος ἐν πᾶ­σι τοῖς λό­γοις αὐ­τοῦ, καὶ ὅ­σι­ος ἐν πᾶ­σι τοῖς ἔρ­γοις αὐ­τοῦ.

Ὑ­πο­στη­ρί­ζει Κύ­ρι­ος πάν­τας τοὺς κα­τα­πί­πτον­τας, καὶ ἀ­νορ­θοῖ πάν­τας τοὺς κα­τεῤ­ῥαγ­μέ­νους.

Οἱ ὀ­φθαλ­μοὶ πάν­των εἰς σὲ ἐλ­πί­ζου­σι, καὶ σὺ δί­δως τὴν τρο­φὴν αὐ­τῶν ἐν εὐ­και­ρί­ᾳ.

Ἀ­νοί­γεις σὺ τὴν χεῖ­ρά σου, καὶ ἐμ­πι­πλᾷς πᾶν ζῷ­ον εὐ­δο­κί­ας.

Δί­και­ος Κύ­ρι­ος ἐν πά­σαις ταῖς ὁ­δοῖς αὐ­τοῦ, καὶ ὅ­σι­ος ἐν πᾶ­σι τοῖς ἔρ­γοις αὐ­τοῦ.

Ἐγ­γὺς Κύ­ρι­ος πᾶ­σι τοῖς ἐ­πι­κα­λου­μέ­νοις αὐ­τόν, πᾶ­σι τοῖς ἐ­πι­κα­λου­μέ­νοις αὐ­τὸν ἐν ἀ­λη­θεί­ᾳ.

Θέ­λη­μα τῶν φο­βου­μέ­νων αὐ­τὸν ποι­ή­σει, καὶ τῆς δε­ή­σε­ως αὐ­τῶν εἰ­σα­κού­σε­ται καὶ σώ­σει αὐ­τούς.

Φυ­λάσ­σει Κύ­ρι­ος πάν­τας τοὺς ἀ­γα­πῶν­τας αὐ­τόν, καὶ πάν­τας τοὺς ἁ­μαρ­τω­λοὺς ἐ­ξο­λο­θρεύ­σει.

Αἴ­νε­σιν Κυ­ρί­ου λα­λή­σει τὸ στό­μα μου, καὶ εὐ­λο­γεί­τω πᾶ­σα σὰρξ τὸ ὄ­νο­μα τὸ ἅ­γι­ον αὐ­τοῦ εἰς τὸν αἰ­ῶ­να, καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Εἶ­τα ὁ ἱ­ε­ρεύς·

Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὁ λα­ός· Ἀ­μήν.

* * * * *

ΤΟ ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ

(Τε­λεῖ­ται τὸ ἀ­πό­γευ­μα τῆς Μ. Τρί­της)

Εὐ­λο­γή­σαν­τος τοῦ ἱ­ε­ρέ­ως ἀ­να­γι­νώ­σκε­ται τὸ Μέ­γα Ἀ­πό­δει­πνον μέ­χρι καὶ τῆς Δο­ξο­λο­γί­ας.

Ὁ ἱ­ε­ρεύς· Εὐ­λο­γη­τὸς ὁ Θε­ὸς ἡ­μῶν, πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεύς· Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Βα­σι­λεῦ οὐ­ρά­νι­ε, Πα­ρά­κλη­τε, τὸ Πνεῦ­μα τῆς ἀ­λη­θεί­ας, ὁ παν­τα­χοῦ πα­ρὼν καὶ τὰ πάν­τα πλη­ρῶν, ὁ θη­σαυ­ρὸς τῶν ἀ­γα­θῶν καὶ ζω­ῆς χο­ρη­γός, ἐλ­θὲ καὶ σκή­νω­σον ἐν ἡ­μῖν καὶ κα­θά­ρι­σον ἡ­μᾶς ἀ­πὸ πά­σης κη­λῖ­δος καὶ σῶ­σον, ἀ­γα­θέ, τὰς ψυ­χὰς ἡ­μῶν.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (12άκις).

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ Χρι­στῷ τῷ βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Καὶ τοὺς ψαλ­μούς·

Ψαλ­μὸς δ´ (4).

Ἐν τῷ ἐ­πι­κα­λεῖ­σθαί με εἰ­σή­κου­σάς μου, ὁ Θε­ὸς τῆς δι­και­ο­σύ­νης μου, ἐν θλί­ψει ἐ­πλά­τυ­νάς με.

Οἰ­κτεί­ρη­σόν με καὶ εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου.

Υἱ­οὶ ἀν­θρώ­πων, ἕ­ως πό­τε βα­ρυ­κάρ­δι­οι; ἱ­να­τί ἀ­γα­πᾶ­τε μα­ται­ό­τη­τα καὶ ζη­τεῖ­τε ψεῦ­δος;

Καὶ γνῶ­τε ὅ­τι ἐ­θαυ­μά­στω­σε Κύ­ρι­ος τὸν ὅ­σι­ον αὐ­τοῦ. Κύ­ρι­ος εἰ­σα­κού­σε­ταί μου ἐν τῷ κε­κρα­γέ­ναι με πρὸς αὐ­τόν.

Ὀρ­γί­ζε­σθε, καὶ μὴ ἁ­μαρ­τά­νε­τε· ἃ λέ­γε­τε ἐν ταῖς καρ­δί­αις ὑ­μῶν, ἐ­πὶ ταῖς κοί­ταις ὑ­μῶν κα­τα­νύ­γη­τε.

Θύ­σα­τε θυ­σί­αν δι­και­ο­σύ­νης καὶ ἐλ­πί­σα­τε ἐ­πὶ Κύ­ρι­ον.

Πολ­λοὶ λέ­γου­σι· Τίς δεί­ξει ἡ­μῖν τὰ ἀ­γα­θά;

Ἐ­ση­μει­ώ­θη ἐφ᾿ ἡ­μᾶς τὸ φῶς τοῦ προ­σώ­που σου, Κύ­ρι­ε. Ἔ­δω­κας εὐ­φρο­σύ­νην εἰς τὴν καρ­δί­αν μου.

Ἀ­πὸ καρ­ποῦ σί­του, οἴ­νου, καὶ ἐ­λαί­ου αὐ­τῶν ἐ­πλη­θύν­θη­σαν.

Ἐν εἰ­ρή­νῃ ἐ­πὶ τὸ αὐ­τὸ κοι­μη­θή­σο­μαι καὶ ὑ­πνώ­σω· ὅ­τι σύ, Κύ­ρι­ε, κα­τὰ μό­νας ἐπ᾿ ἐλ­πί­δι κα­τῴ­κι­σάς με.

Ψαλ­μὸς Ϛ´ (6).

Κύ­ρι­ε, μὴ τῷ θυ­μῷ σου ἐ­λέγ­ξῃς με, μη­δὲ τῇ ὀρ­γῇ σου παι­δεύ­σῃς με.

Ἐ­λέ­η­σόν με, Κύ­ρι­ε, ὅ­τι ἀ­σθε­νής εἰ­μι· ἴ­α­σαί με, Κύ­ρι­ε, ὅ­τι ἐ­τα­ρά­χθη τὰ ὀ­στᾶ μου, καὶ ἡ ψυ­χή μου ἐ­τα­ρά­χθη σφό­δρα· καὶ σύ, Κύ­ρι­ε, ἕ­ως πό­τε;

Ἐ­πί­στρε­ψον, Κύ­ρι­ε, ῥῦ­σαι τὴν ψυ­χήν μου· σῶ­σόν με ἕ­νε­κεν τοῦ ἐ­λέ­ους σου.

Ὅ­τι οὐκ ἔ­στιν ἐν τῷ θα­νά­τῳ ὁ μνη­μο­νεύ­ων σου· ἐν δὲ τῷ ᾍ­δῃ τίς ἐ­ξο­μο­λο­γή­σε­ταί σοι;

Ἐ­κο­πί­α­σα ἐν τῷ στε­ναγ­μῷ μου, λού­σω καθ᾿ ἑ­κά­στην νύ­κτα τὴν κλί­νην μου, ἐν δά­κρυ­σί μου τὴν στρω­μνήν μου βρέ­ξω.

Ἐ­τα­ρά­χθη ἀ­πὸ θυ­μοῦ ὁ ὀ­φθαλ­μός μου, ἐ­πα­λαι­ώ­θην ἐν πᾶ­σι τοῖς ἐ­χθροῖς μου.

Ἀ­πό­στη­τε ἀπ᾿ ἐ­μοῦ πάν­τες οἱ ἐρ­γα­ζό­με­νοι τὴν ἀ­νο­μί­αν, ὅ­τι εἰ­σή­κου­σε Κύ­ρι­ος τῆς φω­νῆς τοῦ κλαυθ­μοῦ μου.

Ἤ­κου­σε Κύ­ρι­ος τῆς δε­ή­σε­ώς μου, Κύ­ρι­ος τὴν προ­σευ­χήν μου προ­σε­δέ­ξα­το.

Αἰ­σχυν­θεί­η­σαν καὶ τα­ρα­χθεί­η­σαν σφό­δρα πάν­τες οἱ ἐ­χθροί μου, ἀ­πο­στρα­φεί­η­σαν καὶ κα­ται­σχυν­θεί­η­σαν σφό­δρα δι­ὰ τά­χους.

Ψαλ­μὸς ιβ´ (12).

Ἕ­ως πό­τε, Κύ­ρι­ε, ἐ­πι­λή­σῃ μου εἰς τέ­λος; ἕ­ως πό­τε ἀ­πο­στρέ­ψεις τὸ πρό­σω­πόν σου ἀπ᾿ ἐ­μοῦ;

Ἕ­ως τί­νος θή­σο­μαι βου­λὰς ἐν ψυ­χῇ μου, ὀ­δύ­νας ἐν καρ­δί­ᾳ μου ἡ­μέ­ρας καὶ νυ­κτός;

Ἕ­ως πό­τε ὑ­ψω­θή­σε­ται ὁ ἐ­χθρός μου ἐπ᾿ ἐ­μέ; Ἐ­πί­βλε­ψον, εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε ὁ Θε­ός μου.

Φώ­τι­σον τοὺς ὀ­φθαλ­μούς μου, μή­πο­τε ὑ­πνώ­σω εἰς θά­να­τον. Μή­πο­τε εἴ­πῃ ὁ ἐ­χθρός μου· Ἴ­σχυ­σα πρὸς αὐ­τόν.

Οἱ θλί­βον­τές με ἀ­γαλ­λι­ά­σον­ται, ἐ­ὰν σα­λευ­θῶ. Ἐ­γὼ δὲ ἐ­πὶ τῷ ἐ­λέ­ει σου ἤλ­πι­σα.

Ἀ­γαλ­λι­ά­σε­ται ἡ καρ­δί­α μου ἐ­πὶ τῷ σω­τη­ρί­ῳ σου· ᾄ­σω τῷ Κυ­ρί­ῳ τῷ εὐ­ερ­γε­τή­σαν­τί με, καὶ ψα­λῶ τῷ ὀ­νό­μα­τι Κυ­ρί­ου τοῦ Ὑ­ψί­στου.

Καὶ πά­λιν.

Ἐ­πί­βλε­ψον, εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ὁ Θε­ός μου.

Φώ­τι­σον τοὺς ὀ­φθαλ­μούς μου, μή­πο­τε ὑ­πνώ­σω εἰς θά­να­τον. Μή­πο­τε εἴ­πῃ ὁ ἐ­χθρός μου· Ἴ­σχυ­σα πρὸς αὐ­τόν.

Καὶ τὰ ἑ­ξῆς ἄ­νευ με­τα­νοι­ῶν·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ψαλ­μὸς κδ´ (24).

Πρὸς σέ, Κύ­ρι­ε, ἦ­ρα τὴν ψυ­χήν μου· ὁ Θε­ός μου, ἐ­πὶ σοὶ πέ­ποι­θα.

Μὴ κα­ται­σχυν­θεί­ην εἰς τὸν αἰ­ῶ­να, μη­δὲ κα­τα­γε­λα­σά­τω­σάν με οἱ ἐ­χθροί μου.

Καὶ γὰρ πάν­τες οἱ ὑ­πο­μέ­νον­τές σε οὐ μὴ κα­ται­σχυν­θῶ­σιν. Αἰ­σχυν­θή­τω­σαν οἱ ἀ­νο­μοῦν­τες δι­α­κε­νῆς.

Τὰς ὁ­δούς σου, Κύ­ρι­ε, γνώ­ρι­σόν μοι, καὶ τὰς τρί­βους σου δί­δα­ξόν με.

Ὁ­δή­γη­σόν με ἐ­πὶ τὴν ἀ­λή­θει­άν σου καὶ δί­δα­ξόν με, ὅ­τι σὺ εἶ ὁ Θε­ὸς ὁ σω­τήρ μου· καὶ σὲ ὑ­πέ­μει­να ὅ­λην τὴν ἡ­μέ­ραν.

Μνή­σθη­τι τῶν οἰ­κτιρ­μῶν σου, Κύ­ρι­ε, καὶ τὰ ἐ­λέ­η σου, ὅ­τι ἀ­πὸ τοῦ αἰ­ῶ­νός εἰ­σιν.

Ἁ­μαρ­τί­ας νε­ό­τη­τός μου καὶ ἀ­γνοί­ας μου μὴ μνη­σθῇς, κα­τὰ τὸ ἔ­λε­ός σου μνή­σθη­τί μου, σύ, ἕ­νε­κεν χρη­στό­τη­τός σου, Κύ­ρι­ε.

Χρη­στὸς καὶ εὐ­θὺς ὁ Κύ­ρι­ος· δι­ὰ τοῦ­το νο­μο­θε­τή­σει ἁ­μαρ­τά­νον­τας ἐν ὁ­δῷ.

Ὁ­δη­γή­σει πρα­εῖς ἐν κρί­σει, δι­δά­ξει πρα­εῖς ὁ­δοὺς αὐ­τοῦ.

Πᾶ­σαι αἱ ὁ­δοὶ Κυ­ρί­ου ἔ­λε­ος καὶ ἀ­λή­θει­α, τοῖς ἐκ­ζη­τοῦ­σι τὴν δι­α­θή­κην αὐ­τοῦ καὶ τὰ μαρ­τύ­ρι­α αὐ­τοῦ.

Ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου, Κύ­ρι­ε, καὶ ἱ­λά­σθη­τι τῇ ἁ­μαρ­τί­ᾳ μου· πολ­λὴ γάρ ἐ­στι.

Τίς ἐ­στιν ἄν­θρω­πος ὁ φο­βού­με­νος τὸν Κύ­ρι­ον; νο­μο­θε­τή­σει αὐ­τῷ ἐν ὁ­δῷ, ᾗ ᾑ­ρε­τί­σα­το.

Ἡ ψυ­χὴ αὐ­τοῦ ἐν ἀ­γα­θοῖς αὐ­λι­σθή­σε­ται, καὶ τὸ σπέρ­μα αὐ­τοῦ κλη­ρο­νο­μή­σει γῆν.

Κρα­ταί­ω­μα Κύ­ρι­ος τῶν φο­βου­μέ­νων αὐ­τόν, καὶ ἡ δι­α­θή­κη αὐ­τοῦ δη­λώ­σει αὐ­τοῖς.

Οἱ ὀ­φθαλ­μοί μου δι­ὰ παν­τὸς πρὸς τὸν Κύ­ρι­ον, ὅ­τι αὐ­τὸς ἐκ­σπά­σει ἐκ πα­γί­δος τοὺς πό­δας μου.

Ἐ­πί­βλε­ψον ἐπ᾿ ἐ­μὲ καὶ ἐ­λέ­η­σόν με· ὅ­τι μο­νο­γε­νὴς καὶ πτω­χός εἰ­μι ἐ­γώ.

Αἱ θλί­ψεις τῆς καρ­δί­ας μου ἐ­πλη­θύν­θη­σαν· ἐκ τῶν ἀ­ναγ­κῶν μου ἐ­ξά­γα­γέ με.

Ἴ­δε τὴν τα­πεί­νω­σίν μου καὶ τὸν κό­πον μου· καὶ ἄ­φες πά­σας τὰς ἁ­μαρ­τί­ας μου.

Ἴ­δε τοὺς ἐ­χθρούς μου, ὅ­τι ἐ­πλη­θύν­θη­σαν, καὶ μῖ­σος ἄ­δι­κον ἐ­μί­ση­σάν με.

Φύ­λα­ξον τὴν ψυ­χήν μου, καὶ ῥῦ­σαί με· μὴ κα­ται­σχυν­θεί­ην, ὅ­τι ἤλ­πι­σα ἐ­πὶ σέ.

Ἄ­κα­κοι καὶ εὐ­θεῖς ἐ­κολ­λῶν­τό μοι, ὅ­τι ὑ­πέ­μει­νά σε, Κύ­ρι­ε.

Λύ­τρω­σαι, ὁ Θε­ός, τὸν Ἰσ­ρα­ήλ, ἐκ πα­σῶν τῶν θλί­ψε­ων αὐ­τοῦ.

Ψαλ­μὸς λ´ (30).

Ἐ­πὶ σοί, Κύ­ρι­ε, ἤλ­πι­σα, μὴ κα­ται­σχυν­θεί­ην εἰς τὸν αἰ­ῶ­να· ἐν τῇ δι­και­ο­σύ­νῃ σου ῥῦ­σαί με καὶ ἐ­ξε­λοῦ με.

Κλῖ­νον πρός με τὸ οὖς σου· τά­χυ­νον τοῦ ἐ­ξε­λέ­σθαι με.

Γε­νοῦ μοι εἰς Θε­ὸν ὑ­πε­ρα­σπι­στὴν καὶ εἰς οἶ­κον κα­τα­φυ­γῆς τοῦ σῶ­σαί με.

Ὅ­τι κρα­ταί­ω­μά μου καὶ κα­τα­φυ­γή μου εἶ σύ, καὶ ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου ὁ­δη­γή­σεις με καὶ δι­α­θρέ­ψεις με.

Ἐ­ξά­ξεις με ἐκ πα­γί­δος ταύ­της, ἧς ἔ­κρυ­ψάν μοι, ὅ­τι σὺ εἶ ὁ ὑ­πε­ρα­σπι­στής μου, Κύ­ρι­ε.

Εἰς χεῖ­ράς σου πα­ρα­θή­σο­μαι τὸ πνεῦ­μά μου· ἐ­λυ­τρώ­σω με, Κύ­ρι­ε, ὁ Θε­ὸς τῆς ἀ­λη­θεί­ας.

Ἐ­μί­ση­σας τοὺς δι­α­φυ­λάσ­σον­τας μα­ται­ό­τη­τας δι­α­κε­νῆς.

Ἐ­γὼ δὲ ἐ­πὶ τῷ Κυ­ρί­ῳ ἤλ­πι­σα. Ἀ­γαλ­λι­ά­σο­μαι καὶ εὐ­φραν­θή­σο­μαι ἐ­πὶ τῷ ἐ­λέ­ει σου.

Ὅ­τι ἐ­πεῖ­δες ἐ­πὶ τὴν τα­πεί­νω­σίν μου, ἔ­σω­σας ἐκ τῶν ἀ­ναγ­κῶν τὴν ψυ­χήν μου.

Καὶ οὐ συ­νέ­κλει­σάς με εἰς χεῖ­ρας ἐ­χθρῶν, ἔ­στη­σας ἐν εὐ­ρυ­χώ­ρῳ τοὺς πό­δας μου.

Ἐ­λέ­η­σόν με, Κύ­ρι­ε, ὅ­τι θλί­βο­μαι· ἐ­τα­ρά­χθη ἐν θυ­μῷ ὁ ὀ­φθαλ­μός μου, ἡ ψυ­χή μου καὶ ἡ γα­στήρ μου.

Ὅ­τι ἐ­ξέ­λι­πεν ἐν ὀ­δύ­νῃ ἡ ζω­ή μου καὶ τὰ ἔ­τη μου ἐν στε­ναγ­μοῖς.

Ἠ­σθέ­νη­σεν ἐν πτω­χεί­ᾳ ἡ ἰ­σχύς μου καὶ τὰ ὀ­στᾶ μου ἐ­τα­ρά­χθη­σαν.

Πα­ρὰ πάν­τας τοὺς ἐ­χθρούς μου ἐ­γε­νή­θην ὄ­νει­δος, καὶ τοῖς γεί­το­σί μου σφό­δρα, καὶ φό­βος τοῖς γνω­στοῖς μου.

Οἱ θε­ω­ροῦν­τές με ἔ­ξω ἔ­φυ­γον ἀπ᾿ ἐ­μοῦ. Ἐ­πε­λή­σθην ὡ­σεὶ νε­κρὸς ἀ­πὸ καρ­δί­ας.

Ἐ­γε­νή­θην ὡ­σεὶ σκεῦ­ος ἀ­πο­λω­λός. Ὅ­τι ἤ­κου­σα ψό­γον πολ­λῶν πα­ροι­κούν­των κυ­κλό­θεν.

Ἐν τῷ ἐ­πι­συ­να­χθῆ­ναι αὐ­τοὺς ἅ­μα ἐπ᾿ ἐ­μέ, τοῦ λα­βεῖν τὴν ψυ­χήν μου ἐ­βου­λεύ­σαν­το.

Ἐ­γὼ δὲ ἐ­πὶ σοί, Κύ­ρι­ε, ἤλ­πι­σα· εἶ­πα· Σὺ εἶ ὁ Θε­ός μου· ἐν ταῖς χερ­σί σου οἱ κλῆ­ροί μου.

Ῥῦ­σαί με ἐκ χει­ρὸς ἐ­χθρῶν μου, καὶ ἐκ τῶν κα­τα­δι­ω­κόν­των με.

Ἐ­πί­φα­νον τὸ πρό­σω­πόν σου ἐ­πὶ τὸν δοῦ­λόν σου, σῶ­σόν με ἐν τῷ ἐ­λέ­ει σου.

Κύ­ρι­ε, μὴ κα­ται­σχυν­θεί­ην, ὅ­τι ἐ­πε­κα­λε­σά­μην σε· αἰ­σχυν­θεί­η­σαν ἀ­σε­βεῖς, καὶ κα­τα­χθεί­η­σαν εἰς ᾅ­δου.

Ἄ­λα­λα γε­νη­θή­τω τὰ χεί­λη τὰ δό­λι­α, τὰ λα­λοῦν­τα κα­τὰ τοῦ δι­καί­ου ἀ­νο­μί­αν, ἐν ὑ­πε­ρη­φα­νί­ᾳ καὶ ἐ­ξου­δε­νώ­σει.

Ὡς πο­λὺ τὸ πλῆ­θος τῆς χρη­στό­τη­τός σου, Κύ­ρι­ε, ἧς ἔ­κρυ­ψας τοῖς φο­βου­μέ­νοις σε! Ἐ­ξειρ­γά­σω τοῖς ἐλ­πί­ζου­σιν ἐ­πὶ σέ, ἐ­ναν­τί­ον τῶν υἱ­ῶν τῶν ἀν­θρώ­πων.

Κα­τα­κρύ­ψεις αὐ­τοὺς ἐν ἀ­πο­κρύ­φῳ τοῦ προ­σώ­που σου ἀ­πὸ τα­ρα­χῆς ἀν­θρώ­πων·

Σκε­πά­σεις αὐ­τοὺς ἐν σκη­νῇ ἀ­πὸ ἀν­τι­λο­γί­ας γλωσ­σῶν.

Εὐ­λο­γη­τὸς Κύ­ρι­ος, ὅ­τι ἐ­θαυ­μά­στω­σεν τὸ ἔ­λε­ος αὐ­τοῦ ἐν πό­λει πε­ρι­ο­χῆς.

Ἐ­γὼ δὲ εἶ­πα ἐν τῇ ἐκ­στά­σει μου· ἀ­πέῤ­ῥιμ­μαι ἀ­πὸ προ­σώ­που τῶν ὀ­φθαλ­μῶν σου.

Δι­ὰ τοῦ­το εἰ­σή­κου­σας τῆς φω­νῆς τῆς δε­ή­σε­ώς μου, ἐν τῷ κε­κρα­γέ­ναι με πρὸς σέ.

Ἀ­γα­πή­σα­τε τὸν Κύ­ρι­ον πάν­τες οἱ ὅ­σι­οι αὐ­τοῦ, ὅ­τι ἀ­λη­θεί­ας ἐκ­ζη­τεῖ Κύ­ρι­ος, καὶ ἀν­τα­πο­δί­δω­σι τοῖς πε­ρισ­σῶς ποι­οῦ­σιν ὑ­πε­ρη­φα­νί­αν.

Ἀν­δρί­ζε­σθε, καὶ κρα­ται­ού­σθω ἡ καρ­δί­α ὑ­μῶν, πάν­τες οἱ ἐλ­πί­ζον­τες ἐ­πὶ Κύ­ρι­ον.

Ψαλ­μὸς Ϟ´ (90).

Ὁ κα­τοι­κῶν ἐν βο­η­θεί­ᾳ τοῦ Ὑ­ψί­στου, ἐν σκέ­πῃ τοῦ Θε­οῦ τοῦ οὐ­ρα­νοῦ αὐ­λι­σθή­σε­ται.

Ἐ­ρεῖ τῷ Κυ­ρί­ῳ· Ἀν­τι­λή­πτωρ μου εἶ καὶ κα­τα­φυ­γή μου, ὁ Θε­ός μου, καὶ ἐλ­πι­ῶ ἐπ᾿ αὐ­τόν.

Ὅ­τι αὐ­τὸς ῥύ­σε­ταί σε ἐκ πα­γί­δος θη­ρευ­τῶν, καὶ ἀ­πὸ λό­γου τα­ρα­χώ­δους.

Ἐν τοῖς με­τα­φρέ­νοις αὐ­τοῦ ἐ­πι­σκι­ά­σει σοι, καὶ ὑ­πὸ τὰς πτέ­ρυ­γας αὐ­τοῦ ἐλ­πι­εῖς· ὅ­πλῳ κυ­κλώ­σει σε ἡ ἀ­λή­θει­α αὐ­τοῦ.

Οὐ φο­βη­θή­σῃ ἀ­πὸ φό­βου νυ­κτε­ρι­νοῦ, ἀ­πὸ βέ­λους πε­το­μέ­νου ἡ­μέ­ρας, ἀ­πὸ πράγ­μα­τος ἐν σκό­τει δι­α­πο­ρευ­ο­μέ­νου, ἀ­πὸ συμ­πτώ­μα­τος καὶ δαι­μο­νί­ου με­σημ­βρι­νοῦ.

Πε­σεῖ­ται ἐκ τοῦ κλί­τους σου χι­λι­άς, καὶ μυ­ρι­ὰς ἐκ δε­ξι­ῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγ­γι­εῖ.

Πλὴν τοῖς ὀ­φθαλ­μοῖς σου κα­τα­νο­ή­σεις, καὶ ἀν­τα­πό­δο­σιν ἁ­μαρ­τω­λῶν ὄ­ψει.

Ὅ­τι σύ, Κύ­ρι­ε, ἡ ἐλ­πίς μου· τὸν Ὕ­ψι­στον ἔ­θου κα­τα­φυ­γήν σου.

Οὐ προ­σε­λεύ­σε­ται πρὸς σὲ κα­κά, καὶ μά­στιξ οὐκ ἐγ­γι­εῖ ἐν τῷ σκη­νώ­μα­τί σου.

Ὅ­τι τοῖς ἀγ­γέ­λοις αὐ­τοῦ ἐν­τε­λεῖ­ται πε­ρὶ σοῦ, τοῦ δι­α­φυ­λά­ξαι σε ἐν πά­σαις ταῖς ὁ­δοῖς σου.

Ἐ­πὶ χει­ρῶν ἀ­ροῦ­σί σε, μή­πο­τε προ­σκό­ψῃς πρὸς λί­θον τὸν πό­δα σου.

Ἐ­πὶ ἀ­σπί­δα καὶ βα­σι­λί­σκον ἐ­πι­βή­σῃ, καὶ κα­τα­πα­τή­σεις λέ­ον­τα καὶ δρά­κον­τα.

Ὅ­τι ἐπ᾿ ἐ­μὲ ἤλ­πι­σε καὶ ῥύ­σο­μαι αὐ­τόν, σκε­πά­σω αὐ­τόν, ὅ­τι ἔ­γνω τὸ ὄ­νο­μά μου.

Κε­κρά­ξε­ται πρός με, καὶ ἐ­πα­κού­σο­μαι αὐ­τοῦ· μετ᾿ αὐ­τοῦ εἰ­μι ἐν θλί­ψει, ἐ­ξε­λοῦ­μαι αὐ­τόν, καὶ δο­ξά­σω αὐ­τόν.

Μα­κρό­τη­τα ἡ­με­ρῶν ἐμ­πλή­σω αὐ­τόν, καὶ δεί­ξω αὐ­τῷ τὸ σω­τή­ρι­όν μου.

Καὶ τὰ ἑ­ξῆς ἄ­νευ με­τα­νοι­ῶν·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Εἶ­τα ψάλ­λο­μεν τοὺς ἐ­φε­ξῆς στί­χους εἶς ἦ­χον πλ. β´. Ἄρ­χε­ται δὲ ὁ α´ χο­ρός.

Μεθ᾿ ἡ­μῶν ὁ Θε­ός, γνῶ­τε ἔ­θνη καὶ ἡτ­τᾶ­σθε.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Ἐ­πα­κού­σα­τε ἕ­ως ἐ­σχά­του τῆς γῆς.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Ἰ­σχυ­κό­τες ἡτ­τᾶ­σθε.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Ἐ­ὰν γὰρ πά­λιν ἰ­σχύ­ση­τε, καὶ πά­λιν ἡτ­τη­θή­σε­σθε.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Καὶ ἣν ἂν βου­λὴν βου­λεύ­ση­σθε, δι­α­σκε­δά­σει Κύ­ρι­ος.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Καὶ λό­γον, ὃν ἐ­ὰν λα­λή­ση­τε, οὐ μὴ ἐμ­μεί­νῃ ἐν ἡ­μῖν.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Τὸν δὲ φό­βον ὑ­μῶν οὐ μὴ φο­βη­θῶ­μεν, οὐδ᾿ οὐ μὴ τα­ρα­χθῶ­μεν.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Κύ­ρι­ον δὲ τὸν Θε­ὸν ἡ­μῶν, αὐ­τὸν ἁ­γι­ά­σω­μεν, καὶ αὐ­τὸς ἔ­σται ἡ­μῖν φό­βος.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Καὶ ἐ­ὰν ἐπ᾿ αὐ­τῷ πε­ποι­θὼς ὦ, ἔ­σται μοι εἰς ἁ­γι­α­σμόν.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Καὶ πε­ποι­θὼς ἔ­σο­μαι ἐπ᾿ αὐ­τῷ, καὶ σω­θή­σο­μαι δι᾿ αὐ­τοῦ.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Ἰ­δοὺ ἐ­γὼ καὶ τὰ παι­δί­α, ἅ μοι ἔ­δω­κεν ὁ Θε­ός.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Ὁ λα­ὸς ὁ πο­ρευ­ό­με­νος ἐν σκό­τει, εἶ­δε φῶς μέ­γα.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Οἱ κα­τοι­κοῦν­τες ἐν χώ­ρᾳ, καὶ σκι­ᾷ θα­νά­του, φῶς λάμ­ψει ἐφ᾿ ὑ­μᾶς.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Ὅ­τι Παι­δί­ον ἐ­γεν­νή­θη ἡ­μῖν, Υἱ­ός, καὶ ἐ­δό­θη ἡ­μῖν.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Οὗ ἡ ἀρ­χὴ ἐ­γε­νή­θη ἐ­πὶ τοῦ ὤ­μου αὐ­τοῦ.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Καὶ τῆς εἰ­ρή­νης αὐ­τοῦ οὐκ ἔ­στιν ὅ­ρι­ον.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Καὶ κα­λεῖ­ται τὸ ὄ­νο­μα αὐ­τοῦ, με­γά­λης βου­λῆς ἄγ­γε­λος.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Θαυ­μα­στὸς σύμ­βου­λος.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Θε­ὸς ἰ­σχυ­ρός, ἐ­ξου­σι­α­στής, ἄρ­χων εἰ­ρή­νης.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Πα­τὴρ τοῦ μέλ­λον­τος αἰ­ῶ­νος.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ὅ­τι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Ὁ ἀ­να­γνώ­στης τὰ πα­ρόν­τα τρο­πά­ρι­α·

Τὴν ἡ­μέ­ραν δι­ελ­θών, εὐ­χα­ρι­στῶ σοι, Κύ­ρι­ε· τὴν ἑ­σπέ­ραν αἰ­τοῦ­μαι, σὺν τῇ νυ­κτὶ ἀ­να­μάρ­τη­τον, πα­ρά­σχου μοι, Σω­τήρ, καὶ σῶ­σόν με.

Δό­ξα.

Τὴν ἡ­μέ­ραν πα­ρελ­θών, δο­ξο­λο­γῶ σε, Δέ­σπο­τα· τὴν ἑ­σπέ­ραν αἰ­τοῦ­μαι, σὺν τῇ νυ­κτὶ ἀ­σκαν­δά­λι­στον, πα­ρά­σχου μοι, Σω­τήρ, καὶ σῶ­σόν με.

Καὶ νῦν.

Τὴν ἡ­μέ­ραν δι­α­βάς, ὑ­μνο­λο­γῶ σε, Ἅ­γι­ε· τὴν ἑ­σπέ­ραν, αἰ­τοῦ­μαι, σὺν τῇ νυ­κτὶ ἀ­νε­πί­βου­λον, πα­ρά­σχου μοι, Σω­τήρ, καὶ σῶ­σόν με.

Καὶ ψάλ­λο­μεν εἰς ἦ­χον β´, ἀρ­χο­μέ­νου καὶ πά­λιν τοῦ α´ χο­ροῦ.

Ἡ ἀ­σώ­μα­τος φύ­σις, τὰ Χε­ρου­βείμ, ἀ­σι­γή­τοις σε ὕ­μνοις, δο­ξο­λο­γεῖ.

Ἑ­ξα­πτέ­ρυ­γα ζῷ­α, τὰ Σε­ρα­φείμ, ταῖς ἀ­παύ­στοις φω­ναῖς σε ὑ­πε­ρυ­ψοῖ.

Τῶν Ἀγ­γέ­λων τε πᾶ­σα ἡ στρα­τι­ά, τρι­σα­γί­οις σε ᾄ­σμα­σιν, εὐ­φη­μεῖ.

Πρὸ γὰρ πάν­των ὑ­πάρ­χεις, ὁ ὢν Πα­τήρ, καὶ συ­νά­ναρ­χον ἔ­χεις, τὸν σὸν Υἱ­όν.

Καὶ ἰ­σό­τι­μον φέ­ρων, Πνεῦ­μα ζω­ῆς, τῆς Τρι­ά­δος δει­κνύ­εις, τὸ ἀ­με­ρές.

Πα­να­γί­α Παρ­θέ­νε, Μή­τηρ Θε­οῦ, οἱ τοῦ Λό­γου αὐ­τό­πται καὶ ὑ­πουρ­γοί.

Προ­φη­τῶν καὶ Μαρ­τύ­ρων, πάν­τες χο­ροί, ὡς ἀ­θά­να­τον ἔ­χον­τες, τὴν ζω­ήν.

Ὑ­πὲρ πάν­των πρε­σβεύ­σα­τε ἐ­κτε­νῶς, ὅ­τι πάν­τες ὑ­πάρ­χο­μεν ἐν δει­νοῖς.

Ἵ­να πλά­νης ῥυ­σθέν­τες τοῦ πο­νη­ροῦ, τῶν Ἀγ­γέ­λων βο­ή­σω­μεν, τὴν ᾠ­δήν.

Ἅ­γι­ε, Ἅ­γι­ε, Ἅ­γι­ε, τρισά­γι­ε Κύ­ρι­ε, ἐ­λέ­η­σον καὶ σῶ­σον ἡ­μᾶς. Ἀ­μήν.

Καὶ εὐ­θὺς τὸ σύμβολον τῆς πίσετως.

Πι­στεύ­ω εἰς ἕ­να Θε­όν, Πα­τέ­ρα, παν­το­κρά­το­ρα, ποι­η­τὴν οὐ­ρα­νοῦ καὶ γῆς, ὁ­ρα­τῶν τε πάν­των καὶ ἀ­ο­ρά­των. Καὶ εἰς ἕ­να Κύ­ρι­ον Ἰ­η­σοῦν Χρι­στόν, τὸν Υἱ­ὸν τοῦ Θε­οῦ τόν μο­νο­γε­νῆ, τὸν ἐκ τοῦ Πα­τρὸς γεν­νη­θέν­τα πρὸ πάν­των τῶν αἰ­ώ­νων· φῶς ἐκ φω­τός, Θε­ὸν ἀ­λη­θι­νὸν ἐκ Θε­οῦ ἀ­λη­θι­νοῦ, γεν­νη­θέν­τα, οὐ ποι­η­θέν­τα, ὁ­μο­ού­σι­ον τῷ Πα­τρί, δι᾿ οὗ τὰ πάν­τα ἐ­γέ­νε­το. Τὸν δι᾿ ἡ­μᾶς τοὺς ἀν­θρώ­πους καὶ δι­ὰ τὴν ἡ­με­τέ­ραν σω­τη­ρί­αν κα­τελ­θόν­τα ἐκ τῶν οὐ­ρα­νῶν καὶ σαρ­κω­θέν­τα ἐκ Πνεύ­μα­τος ἁ­γί­ου καὶ Μα­ρί­ας τῆς Παρ­θέ­νου καὶ ἐ­ναν­θρω­πή­σαν­τα. Σταυ­ρω­θέν­τα τε ὑ­πὲρ ἡ­μῶν ἐ­πὶ Πον­τί­ου Πι­λά­του καὶ πα­θόν­τα καὶ τα­φέν­τα. Καὶ ἀ­να­στάν­τα τῇ τρί­τῃ ἡ­μέ­ρᾳ κα­τὰ τὰς Γρα­φάς. Καὶ ἀ­νελ­θόν­τα εἰς τοὺς οὐ­ρα­νοὺς καὶ κα­θε­ζό­με­νον ἐκ δε­ξι­ῶν τοῦ Πα­τρός. Καὶ πά­λιν ἐρ­χό­με­νον με­τὰ δό­ξης κρῖ­ναι ζῶν­τας καὶ νε­κρούς, οὗ τῆς βα­σι­λεί­ας οὐκ ἔ­σται τέ­λος. Καὶ εἰς τὸ Πνεῦ­μα τὸ ἅ­γι­ον, τὸ Κύ­ρι­ον, τὸ ζω­ο­ποι­όν, τὸ ἐκ τοῦ Πα­τρὸς ἐκ­πο­ρευ­ό­με­νον, τὸ σὺν Πα­τρὶ καὶ Υἱ­ῷ συμ­προ­σκυ­νού­με­νον καὶ συν­δο­ξα­ζό­με­νον, τὸ λα­λῆ­σαν δι­ὰ τῶν προ­φη­τῶν. Εἰς μί­αν, ἁ­γί­αν, κα­θο­λι­κὴν καὶ ἀ­πο­στο­λι­κὴν Ἐκ­κλη­σί­αν. Ὁ­μο­λο­γῶ ἓν βά­πτι­σμα εἰς ἄ­φε­σιν ἁ­μαρ­τι­ῶν. Προσ­δο­κῶ ἀ­νά­στα­σιν νε­κρῶν καὶ ζω­ὴν τοῦ μέλ­λον­τος αἰ­ῶ­νος. Ἀ­μήν.

Καὶ ψάλ­λο­μεν πά­λιν εἰς ἦ­χον β´, ἀρ­χο­μέ­νου τοῦ β´ χο­ροῦ.

Πα­να­γί­α Δέ­σποι­να Θε­ο­τό­κε, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν. (τρίς)

Πᾶ­σαι αἱ οὐ­ρά­νι­αι Δυ­νά­μεις τῶν ἁ­γί­ων Ἀγ­γέ­λων καὶ Ἀρ­χαγ­γέ­λων, πρε­σβεύ­σα­τε ὑ­πὲρ ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν. (δίς)

Ἅ­γι­ε Ἰ­ω­άν­νη, Προ­φῆ­τα καὶ Πρό­δρο­με, καὶ Βα­πτι­στὰ τοῦ Κυ­ρί­ου ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν. (δίς)

Ἅ­γι­οι ἔν­δο­ξοι Ἀ­πό­στο­λοι, Προ­φῆ­ται, καὶ Μάρ­τυ­ρες, καὶ πάν­τες Ἅ­γι­οι, πρε­σβεύ­σα­τε ὑ­πὲρ ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν. (δίς)

Ὅ­σι­οι, θε­ο­φό­ροι Πα­τέ­ρες ἡ­μῶν, Ποι­μέ­νες καὶ Δι­δά­σκα­λοι τῆς οἰ­κου­μέ­νης, πρε­σβεύ­σα­τε ὑ­πὲρ ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν. (δίς)

Ἡ ἀ­ήτ­τη­τος καὶ ἀ­κα­τά­λυ­τος, καὶ θεί­α δύ­να­μις, τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ Σταυ­ροῦ, μὴ ἐγ­κα­τα­λί­πῃς ἡ­μᾶς τοὺς ἁ­μαρ­τω­λούς. (δίς)

Ὁ Θε­ός, ἱ­λά­σθη­τι ἡ­μῖν τοῖς ἁ­μαρ­τω­λοῖς. (τρίς)

Καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὁ ἀ­να­γνώ­στης τὸ τρισά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ τὰ πα­ρόν­τα τρο­πά­ρι­α.

(Τῇ Με­γά­λῃ Τρί­τῃ τὰ ἑ­ξῆς·)

Ἦ­χος πλ. δ´.

Τῶν ἀ­ο­ρά­των ἐ­χθρῶν μου τὸ ἄ­ϋ­πνον, ἐ­πί­στα­σαι Κύ­ρι­ε, καὶ τῆς ἀ­θλί­ας σαρ­κός μου τὸ ἄ­το­νον, ἔ­γνως ὁ πλά­σας με· δι­ὸ εἰς χεῖ­ράς σου πα­ρα­θή­σο­μαι τὸ πνεῦ­μά μου. Σκέ­πα­σόν με πτέ­ρυ­ξι τῆς σῆς ἀ­γα­θό­τη­τος, ἵ­να μὴ ὑ­πνώ­σω εἰς θά­να­τον· καὶ τοὺς νο­ε­ροὺς ὀ­φθαλ­μούς μου φώ­τι­σον, ἐν τῇ τρυ­φῇ τῶν θεί­ων λό­γων σου· καὶ δι­έ­γει­ρόν με ἐν και­ρῷ εὐ­θέ­τῳ, πρὸς σὴν δο­ξο­λο­γί­αν, ὡς μό­νος ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Στίχ. Ἐ­πί­βλε­ψον ἐπ᾿ ἐ­μὲ καὶ ἐ­λέ­η­σόν με, κα­τὰ τὸ κρῖ­μα τῶν ἀ­γα­πών­των τὸ ὄ­νο­μά σου.

Ὡς φο­βε­ρὰ ἡ κρί­σις σου Κύ­ρι­ε, τῶν Ἀγ­γέ­λων πα­ρι­στα­μέ­νων, τῶν ἀν­θρώ­πων εἰ­σα­γο­μέ­νων, τῶν βί­βλων ἀ­νε­ῳγ­μέ­νων, τῶν ἔρ­γων ἐ­ρευ­νω­μέ­νων, τῶν λο­γι­σμῶν ἐ­ξε­τα­ζο­μέ­νων. Ποί­α κρί­σις ἔ­σται ἐν ἐ­μοί, τῷ συλ­λη­φθέν­τι ἐν ἁ­μαρ­τί­αις; τίς μου τὴν φλό­γα κα­τα­σβέ­σει; τίς μου τὸ σκό­τος κα­τα­λάμ­ψει; εἰ μὴ σὺ Κύ­ρι­ε, ἐ­λε­ή­σεις με ὡς φι­λάν­θρω­πος;

Δό­ξα.

Δά­κρυ­ά μοι δὸς ὁ Θε­ός, ὥς πο­τε τῇ γυ­ναι­κὶ τῇ ἁ­μαρ­τω­λῷ, καὶ ἀ­ξί­ω­σόν με βρέ­χειν τοὺς πό­δας σου, τοὺς ἐ­μὲ ἐκ τῆς ὁ­δοῦ, τῆς πλά­νης ἐ­λευ­θε­ρώ­σαν­τας, καὶ μύ­ρον εὐ­ω­δί­ας σοι προ­σφέ­ρειν, βί­ον κα­θα­ρόν, ἐν με­τα­νοί­ᾳ μοι κτι­σθέν­τα· ἵ­να ἀ­κού­σω κἀ­γὼ τῆς εὐ­κταί­ας σου φω­νῆς· Ἡ πί­στις σου σέ­σω­κέ σε, πο­ρεύ­ου εἰς εἰ­ρή­νην.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τὴν ἀ­κα­ταί­σχυν­τον Θε­ο­τό­κε, ἐλ­πί­δα σου ἔ­χων σω­θή­σο­μαι· τὴν προ­στα­σί­αν σου, κε­κτη­μέ­νος Πα­νά­χραν­τε, οὐ φο­βη­θή­σο­μαι· κα­τα­δι­ώ­ξω τοὺς ἐ­χθρούς μου, καὶ τρο­πώ­σο­μαι αὐ­τούς, μό­νην ἀμ­πε­χό­με­νος, ὡς θώ­ρα­κα τὴν σκέ­πην σου· καὶ τὴν παν­το­δύ­να­μον βο­ή­θει­άν σου, κα­θι­κε­τεύ­ων βο­ῶ σοι· Δέ­σποι­να σῶ­σόν με ταῖς πρε­σβεί­αις σου, καὶ ἀ­νά­στη­σόν με, ἐκ ζο­φώ­δους ὕ­πνου, πρὸς σὴν δο­ξο­λο­γί­αν, δυ­νά­μει τοῦ ἐκ σοῦ σαρ­κω­θέν­τος, Υἱ­οῦ τοῦ Θε­οῦ.

Τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (40άκις).

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Ὁ ἱ­ε­ρεύς·

Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ, Χρι­στὲ ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς.

Καὶ τὴν ἑ­πο­μέ­νην εὐ­χὴν

τοῦ Με­γά­λου Βα­σι­λεί­ου.

Κύ­ρι­ε, Κύ­ρι­ε, ὁ ῥυ­σά­με­νος ἡ­μᾶς ἀ­πὸ παν­τὸς βέ­λους πε­το­μέ­νου ἡ­μέ­ρας, ῥῦ­σαι ἡ­μᾶς καὶ ἀ­πὸ παν­τὸς πράγ­μα­τος ἐν σκό­τει δι­α­πο­ρευ­ο­μέ­νου. Πρόσ­δε­ξαι θυ­σί­αν ἑ­σπε­ρι­νήν, τὰς τῶν χει­ρῶν ἡ­μῶν ἐ­πάρ­σεις. Κα­τα­ξί­ω­σον δὲ ἡ­μᾶς καὶ τὸ νυ­κτε­ρι­νὸν στά­δι­ον ἀ­μέμ­πτως δι­ελ­θεῖν, ἀ­πει­ρά­στους κα­κῶν· καὶ λύ­τρω­σαι ἡ­μᾶς ἀ­πὸ πά­σης τα­ρα­χῆς καὶ δει­λί­ας, τῆς ἐκ τοῦ δι­α­βό­λου ἡ­μῖν προ­σγι­νο­μέ­νης. Χά­ρι­σαι ταῖς ψυ­χαῖς ἡ­μῶν κα­τά­νυ­ξιν, καὶ τοῖς λο­γι­σμοῖς ἡ­μῶν μέ­ρι­μναν τῆς ἐν τῇ φο­βε­ρᾷ καὶ δι­καί­ᾳ σου κρί­σει ἐ­ξε­τά­σε­ως. Κα­θή­λω­σον ἐκ τοῦ φό­βου σου τὰς σάρ­κας ἡ­μῶν, καὶ νέ­κρω­σον τὰ μέ­λη ἡ­μῶν τὰ ἐ­πὶ τῆς γῆς, ἵ­να καὶ ἐν τῇ καθ᾿ ὕ­πνον ἡ­συ­χί­ᾳ ἐμ­φαι­δρυ­νώ­με­θα τῇ θε­ω­ρί­ᾳ τῶν κρι­μά­των σου. Ἀ­πό­στη­σον δὲ ἀφ᾿ ἡ­μῶν πᾶ­σαν φαν­τα­σί­αν ἀ­πρε­πῆ, καὶ ἐ­πι­θυ­μί­αν βλα­βε­ράν. Δι­α­νά­στη­σον δὲ ἡ­μᾶς ἐν τῷ και­ρῷ τῆς προ­σευ­χῆς ἐ­στη­ριγ­μέ­νους ἐν τῇ πί­στει, καὶ προ­κό­πτον­τας ἐν τοῖς πα­ραγ­γέλ­μα­σί σου, εὐ­δο­κί­ᾳ καὶ ἀ­γα­θό­τη­τι τοῦ μο­νο­γε­νοῦς σου Υἱ­οῦ, μεθ᾿ οὗ εὐ­λο­γη­τὸς εἶ, σὺν τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ Χρι­στῷ τῷ βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Ψαλ­μὸς ν´ (50).

Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

Ἐ­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με.

Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­ὰ παν­τός.

Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα, ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε.

Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου.

Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας, τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι.

Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ, καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι.

Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να.

Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον.

Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου.

Μὴ ἀ­ποῤ­ῥί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ Πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ.

Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με.

Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι.

Ῥῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου.

Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου.

Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις.

Θυ­σί­α τῷ Θε­ῷ πνεῦ­μα συν­τε­τριμ­μέ­νον· καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει.

Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ.

Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα.

Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.

Ψαλ­μὸς ρα´ (101).

Κύ­ρι­ε, εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου, καὶ ἡ κραυ­γή μου πρὸς σὲ ἐλ­θέ­τω.

Μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀπ᾿ ἐ­μοῦ· ἐν ᾗ ἂν ἡ­μέ­ρᾳ θλί­βω­μαι, κλῖ­νον πρός με τὸ οὖς σου· ἐν ᾗ ἂν ἡ­μέ­ρᾳ ἐ­πι­κα­λέ­σω­μαί σε, τα­χὺ ἐ­πά­κου­σόν μου.

Ὅ­τι ἐ­ξέ­λι­πον ὡ­σεὶ κα­πνὸς αἱ ἡ­μέ­ραι μου, καὶ τὰ ὀ­στᾶ μου ὡ­σεὶ φρύ­γι­ον συ­νε­φρύ­γη­σαν.

Ἐ­πλή­γην ὡ­σεὶ χόρ­τος καὶ ἐ­ξη­ράν­θη ἡ καρ­δί­α μου, ὅ­τι ἐ­πε­λα­θό­μην τοῦ φα­γεῖν τὸν ἄρ­τον μου.

Ἀ­πὸ φω­νῆς τοῦ στε­ναγ­μοῦ μου ἐ­κολ­λή­θη τὸ ὀ­στοῦν μου τῇ σαρ­κί μου.

Ὡ­μοι­ώ­θην πε­λε­κᾶ­νι ἐ­ρη­μι­κῷ, ἐ­γε­νή­θην ὡ­σεὶ νυ­κτι­κό­ραξ ἐν οἰ­κο­πέ­δῳ.

Ἠ­γρύ­πνη­σα καὶ ἐ­γε­νό­μην ὡς στρου­θί­ον μο­νά­ζον ἐ­πὶ δώ­μα­τος.

Ὅ­λην τὴν ἡ­μέ­ραν ὠ­νεί­δι­ζόν με οἱ ἐ­χθροί μου, καὶ οἱ ἐ­παι­νοῦν­τές με κατ᾿ ἐ­μοῦ ὤ­μνυ­ον.

Ὅ­τι σπο­δὸν ὡ­σεὶ ἄρ­τον ἔ­φα­γον, καὶ τὸ πό­μα μου με­τὰ κλαυθ­μοῦ ἐ­κίρ­νων.

Ἀ­πὸ προ­σώ­που τῆς ὀρ­γῆς σου καὶ τοῦ θυ­μοῦ σου, ὅ­τι ἐ­πά­ρας κα­τέῤ­ῥα­ξάς με.

Αἱ ἡ­μέ­ραι μου ὡ­σεὶ σκι­ὰ ἐ­κλί­θη­σαν, κἀ­γὼ ὡ­σεὶ χόρ­τος ἐ­ξη­ράν­θην.

Σὺ δέ, Κύ­ρι­ε, εἰς τὸν αἰ­ῶ­να μέ­νεις, καὶ τὸ μνη­μό­συ­νόν σου εἰς γε­νε­ὰν καὶ γε­νε­άν.

Σὺ ἀ­να­στὰς οἰ­κτει­ρή­σεις τὴν Σι­ών, ὅ­τι και­ρὸς τοῦ οἰ­κτει­ρῆ­σαι αὐ­τήν, ὅ­τι ἥ­κει και­ρός.

Ὅ­τι εὐ­δό­κη­σαν οἱ δοῦ­λοί σου τοὺς λί­θους αὐ­τῆς· καὶ τὸν χοῦν αὐ­τῆς οἰ­κτει­ρή­σου­σι.

Καὶ φο­βη­θή­σον­ται τὰ ἔ­θνη τὸ ὄ­νο­μά σου, Κύ­ρι­ε, καὶ πάν­τες οἱ βα­σι­λεῖς τῆς γῆς τὴν δό­ξαν σου.

Ὅ­τι οἰ­κο­δο­μή­σει Κύ­ρι­ος τὴν Σι­ὼν καὶ ὀ­φθή­σε­ται ἐν τῇ δό­ξῃ αὐ­τοῦ.

Ἐ­πέ­βλε­ψεν ἐ­πὶ τὴν προ­σευ­χὴν τῶν τα­πει­νῶν, καὶ οὐκ ἐ­ξου­δέ­νω­σε τὴν δέ­η­σιν αὐ­τῶν.

Γρα­φή­τω αὕ­τη εἰς γε­νε­ὰν ἑ­τέ­ραν, καὶ λα­ὸς ὁ κτι­ζό­με­νος αἰ­νέ­σει τὸν Κύ­ρι­ον.

Ὅ­τι ἐ­ξέ­κυ­ψεν ἐξ ὕ­ψους ἁ­γί­ου αὐ­τοῦ, Κύ­ρι­ος ἐξ οὐ­ρα­νοῦ ἐ­πὶ τὴν γῆν ἐ­πέ­βλε­ψε,

Τοῦ ἀ­κοῦ­σαι τοῦ στε­ναγ­μοῦ τῶν πε­πε­δη­μέ­νων, τοῦ λῦ­σαι τοὺς υἱ­οὺς τῶν τε­θα­να­τω­μέ­νων,

Τοῦ ἀ­ναγ­γεῖ­λαι ἐν Σι­ὼν τὸ ὄ­νο­μα Κυ­ρί­ου, καὶ τὴν αἴ­νε­σιν αὐ­τοῦ ἐν Ἱ­ε­ρου­σα­λήμ,

Ἐν τῷ ἐ­πι­συ­να­χθῆ­ναι λα­οὺς ἐ­πὶ τὸ αὐ­τό, καὶ βα­σι­λεῖς τοῦ δου­λεύ­ειν τῷ Κυ­ρί­ῳ.

Ἀ­πε­κρί­θη αὐ­τῷ ἐν ὁ­δῷ ἰ­σχύ­ος αὐ­τοῦ· τὴν ὀ­λι­γό­τη­τα τῶν ἡ­με­ρῶν μου ἀ­νάγ­γει­λόν μοι.

Μὴ ἀ­να­γά­γῃς με ἐν ἡ­μί­σει ἡ­με­ρῶν μου· ἐν γε­νε­ᾷ γε­νε­ῶν τὰ ἔ­τη σου.

Κατ᾿ ἀρ­χὰς σύ, Κύ­ρι­ε, τὴν γῆν ἐ­θε­με­λί­ω­σας, καὶ ἔρ­γα τῶν χει­ρῶν σού εἰ­σιν οἱ οὐ­ρα­νοί.

Αὐ­τοὶ ἀ­πο­λοῦν­ται σὺ δὲ δι­α­μέ­νεις· καὶ πάν­τες ὡς ἱ­μά­τι­ον πα­λαι­ω­θή­σον­ται, καὶ ὡ­σεὶ πε­ρι­βό­λαι­ον ἑ­λί­ξεις αὐ­τοὺς καὶ ἀλ­λα­γή­σον­ται.

Σὺ δὲ ὁ αὐ­τὸς εἶ καὶ τὰ ἔ­τη σου οὐκ ἐ­κλεί­ψου­σι.

Οἱ υἱ­οὶ τῶν δού­λων σου κα­τα­σκη­νώ­σου­σι, καὶ τὸ σπέρ­μα αὐ­τῶν εἰς τὸν αἰ­ῶ­να κα­τευ­θυν­θή­σε­ται.

* * *

Προ­σευ­χὴ Μα­νασ­σῆ βα­σι­λέ­ως τῆς Ἰ­ου­δαί­ας

Κύ­ρι­ε παν­το­κρά­τορ, ὁ Θε­ὸς τῶν Πα­τέ­ρων ἡ­μῶν, τοῦ Ἀ­βρα­άμ, καὶ Ἰ­σα­άκ, καὶ Ἰ­α­κώβ, καὶ τοῦ σπέρ­μα­τος αὐ­τῶν τοῦ δι­καί­ου· ὁ ποι­ή­σας τὸν οὐ­ρα­νὸν καὶ τὴν γῆν σὺν παν­τὶ τῷ κό­σμῳ αὐ­τῶν· ὁ πε­δή­σας τὴν θά­λασ­σαν τῷ λό­γῳ τοῦ προ­στάγ­μα­τός σου· ὁ κλεί­σας τὴν ἄ­βυσ­σον, καὶ σφρα­γι­σά­με­νος αὐ­τὴν τῷ φο­βε­ρῷ καὶ ἐν­δό­ξῳ ὀ­νό­μα­τί σου· ὃν πάν­τα φρίσ­σει καὶ τρέ­μει ἀ­πὸ προ­σώ­που τῆς δυ­νά­με­ώς σου· ὅ­τι ἄ­στε­κτος ἡ με­γα­λο­πρέ­πει­α τῆς δό­ξης σου, καὶ ἀ­νυ­πό­στα­τος ἡ ὀρ­γὴ τῆς ἐ­πὶ ἁ­μαρ­τω­λοῖς ἀ­πει­λῆς σου, ἀ­μέ­τρη­τόν τε καὶ ἀ­νε­ξι­χνί­α­στον τὸ ἔ­λε­ος τῆς ἐ­παγ­γε­λί­ας σου. Σὺ γὰρ εἶ Κύ­ρι­ος ὕ­ψι­στος, εὔ­σπλαγ­χνος, μα­κρό­θυ­μος καὶ πο­λυ­έ­λε­ος· καὶ με­τα­νο­ῶν ἐ­πὶ κα­κί­αις ἀν­θρώ­πων. Σύ, Κύ­ρι­ε, κα­τὰ τὸ πλῆ­θος τῆς χρη­στό­τη­τός σου ἐ­πηγ­γεί­λω με­τά­νοι­αν, καὶ ἄ­φε­σιν τοῖς ἡ­μαρ­τη­κό­σι σοι, καὶ τῷ πλή­θει τῶν οἰ­κτιρ­μῶν σου ὥ­ρι­σας με­τά­νοι­αν ἁ­μαρ­τω­λοῖς εἰς σω­τη­ρί­αν. Σὺ οὖν, Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν δυ­νά­με­ων οὐκ ἔ­θου με­τά­νοι­αν δι­καί­οις, τῷ Ἀ­βρα­άμ, καὶ Ἰ­σα­άκ, καὶ Ἰ­α­κώβ, τοῖς οὐχ ἡ­μαρ­τη­κό­σι σοι, ἀλλ᾿ ἔ­θου με­τά­νοι­αν ἐπ᾿ ἐ­μοὶ τῷ ἁ­μαρ­τω­λῷ, δι­ό­τι ἥ­μαρ­τον ὑ­πὲρ ἀ­ριθ­μὸν ψάμ­μου θα­λάσ­σης. Ἐ­πλή­θυ­ναν αἱ ἀ­νο­μί­αι μου, καὶ οὔκ εἰ­μι ἄ­ξι­ος ἀ­τε­νί­σαι καὶ ἰ­δεῖν τὸ ὕ­ψος τοῦ οὐ­ρα­νοῦ, ἀ­πὸ τοῦ πλή­θους τῶν ἀ­δι­κι­ῶν μου, κα­τα­καμ­πτό­με­νος πολ­λῷ δε­σμῷ σι­δη­ρῷ, εἰς τὸ μὴ ἀ­να­νεῦ­σαι τὴν κε­φα­λήν μου, καὶ οὐκ ἔ­στι μοι ἄ­νε­σις, δι­ό­τι πα­ρώρ­γι­σα τὸν θυ­μόν σου, καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα, μὴ ποι­ή­σας τὸ θέ­λη­μά σου, καὶ μὴ φυ­λά­ξας τὰ προ­στάγ­μα­τά σου. Καὶ νῦν, κλί­νω γό­νυ καρ­δί­ας, δε­ό­με­νος τῆς πα­ρὰ σοῦ χρη­στό­τη­τος. Ἡ­μάρ­τη­κα, Κύ­ρι­ε, ἡ­μάρ­τη­κα, καὶ τὰς ἀ­νο­μί­ας μου ἐ­γὼ γι­νώ­σκω· ἀλλ᾿ αἰ­τοῦ­μαι δε­ό­με­νος· Ἄ­νες μοι, Κύ­ρι­ε, ἄ­νες μοι, καὶ μὴ συ­να­πο­λέ­σῃς με ταῖς ἀ­νο­μί­αις μου, μη­δὲ εἰς τὸν αἰ­ῶ­να μη­νί­σας τη­ρή­σῃς τὰ κα­κά μοι, μη­δὲ κα­τα­δι­κά­σῃς με ἐν τοῖς κα­τω­τά­τοις τῆς γῆς· δι­ό­τι σὺ εἶ Θε­ός, Θε­ὸς τῶν με­τα­νο­ούν­των, καὶ ἐν ἐ­μοὶ δεί­ξεις πᾶ­σαν τὴν ἀ­γα­θω­σύ­νην σου· ὅ­τι ἀ­νά­ξι­ον ὄν­τα σώ­σεις με κα­τὰ τὸ πο­λὺ ἔ­λε­ός σου, καὶ αἰ­νέ­σω σε δι­ὰ παν­τὸς ἐν ταῖς ἡ­μέ­ραις τῆς ζω­ῆς μου. Ὅ­τι σὲ ὑ­μνεῖ πᾶ­σα ἡ δύ­να­μις τῶν οὐ­ρα­νῶν, καὶ σοῦ ἐ­στιν ἡ δό­ξα εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ ψάλ­λο­μεν
τὰ ἑ­ξῆς κα­τα­νυ­κτι­κὰ τρο­πά­ρι­α.

Ἦ­χος πλ. β´.

Ἐ­λέ­η­σον ἡ­μᾶς, Κύ­ρι­ε ἐ­λέ­η­σον ἡ­μᾶς· πά­σης γὰρ ἀ­πο­λο­γί­ας ἀ­πο­ροῦν­τες, ταύ­την σοι τὴν ἱ­κε­σί­αν ὡς Δε­σπό­τῃ, οἱ ἁ­μαρ­τω­λοὶ προ­σφέ­ρο­μεν· ἐ­λέ­η­σον ἡ­μᾶς.

Δό­ξα.

Κύ­ρι­ε ἐ­λέ­η­σον ἡ­μᾶς, ἐ­πὶ σοὶ γὰρ πε­ποί­θα­μεν· μὴ ὀρ­γι­σθῇς ἡ­μῖν σφό­δρα, μη­δὲ μνη­σθῇς τῶν ἀ­νο­μι­ῶν ἡ­μῶν· ἀλλ᾿ ἐ­πί­βλε­ψον καὶ νῦν ὡς εὔ­σπλαγ­χνος, καὶ λύ­τρω­σαι ἡ­μᾶς ἐκ τῶν ἐ­χθρῶν ἡ­μῶν· σὺ γὰρ εἶ Θε­ὸς ἡ­μῶν καὶ ἡ­μεῖς λα­ός σου· πάν­τες ἔρ­γα χει­ρῶν σου, καὶ τὸ ὄ­νο­μά σου ἐ­πι­κε­κλή­με­θα.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τῆς εὐ­σπλαγ­χνί­ας τὴν πύ­λην, ἄ­νοι­ξον ἡ­μῖν, εὐ­λο­γη­μέ­νη Θε­ο­τό­κε· ἐλ­πί­ζον­τες εἰς σὲ μὴ ἀ­στο­χή­σω­μεν· ῥυ­σθεί­η­μεν δι­ὰ σοῦ τῶν πε­ρι­στά­σε­ων· σὺ γὰρ εἶ ἡ σω­τη­ρί­α τοῦ γέ­νους τῶν Χρι­στι­α­νῶν.

Ὁ ἀ­να­γνώ­στης· Κύ­ρι­ε, ἐ­λέ­η­σον (40άκις).

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Ὁ ἱ­ε­ρεύς· Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ, Χρι­στὲ ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς.

* * *

Καὶ τὴν εὐ­χὴν τοῦ ἁ­γί­ου Μαρ­δα­ρί­ου.

Δέ­σπο­τα Θε­έ, Πά­τερ παν­το­κρά­τορ, Κύ­ρι­ε Υἱ­ὲ μο­νο­γε­νές, Ἰ­η­σοῦ Χρι­στέ, καὶ Ἅ­γι­ον Πνεῦ­μα, μί­α Θε­ό­της, μί­α Δύ­να­μις, ἐ­λέ­η­σόν με τὸν ἁ­μαρ­τω­λόν· καὶ οἷς ἐ­πί­στα­σαι κρί­μα­σι, σῶ­σόν με τὸν ἀ­νά­ξι­ον δοῦ­λόν σου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ, εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ὁ ἀ­να­γνώ­στης·

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ Χρι­στῷ τῷ βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Ψαλ­μὸς ξθ´ (69).

Ὁ Θε­ός, εἰς τὴν βο­ή­θει­άν μου πρό­σχες· Κύ­ρι­ε, εἰς τὸ βο­η­θῆ­σαί μοι σπεῦ­σον.

Αἰ­σχυν­θή­τω­σαν καὶ ἐν­τρα­πή­τω­σαν οἱ ζη­τοῦν­τες τὴν ψυ­χήν μου· ἀ­πο­στρα­φή­τω­σαν εἰς τὰ ὀ­πί­σω καὶ κα­ται­σχυν­θή­τω­σαν οἱ βου­λό­με­νοί μοι κα­κά.

Ἀ­πο­στρα­φή­τω­σαν πα­ραυ­τί­κα αἰ­σχυ­νό­με­νοι οἱ λέ­γον­τές μοι· Εὖ­γε, εὖ­γε.

Ἀ­γαλ­λι­ά­σθω­σαν καὶ εὐ­φραν­θή­τω­σαν ἐ­πὶ σοὶ πάν­τες οἱ ζη­τοῦν­τές σε, ὁ Θε­ός, καὶ λε­γέ­τω­σαν δι­ὰ παν­τός· Με­γα­λυν­θή­τω ὁ Κύ­ρι­ος, οἱ ἀ­γα­πῶν­τες τὸ σω­τή­ρι­όν σου.

Ἐ­γὼ δὲ πτω­χός εἰ­μι καὶ πέ­νης· ὁ Θε­ός, βο­ή­θη­σόν μοι.

Βο­η­θός μου καὶ ῥύ­στης μου εἶ σύ· Κύ­ρι­ε, μὴ χρο­νί­σῃς.

Ψαλ­μὸς ρμβ´ (142).

Κύ­ρι­ε, εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι τὴν δέ­η­σίν μου ἐν τῇ ἀ­λη­θεί­ᾳ σου, εἰ­σά­κου­σόν μου ἐν τῇ δι­και­ο­σύ­νῃ σου·

Καὶ μὴ εἰ­σέλ­θῃς εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σου, ὅ­τι οὐ δι­και­ω­θή­σε­ται ἐ­νώ­πι­όν σου πᾶς ζῶν.

Ὅ­τι κα­τε­δί­ω­ξεν ὁ ἐ­χθρὸς τὴν ψυ­χήν μου· ἐ­τα­πεί­νω­σεν εἰς γῆν τὴν ζω­ήν μου.

Ἐ­κά­θι­σέ με ἐν σκο­τει­νοῖς, ὡς νε­κροὺς αἰ­ῶ­νος, καὶ ἠ­κη­δί­α­σεν ἐπ᾿ ἐ­μὲ τὸ πνεῦ­μά μου, ἐν ἐ­μοὶ ἐ­τα­ρά­χθη ἡ καρ­δί­α μου.

Ἐ­μνή­σθην ἡ­με­ρῶν ἀρ­χαί­ων, ἐ­με­λέ­τη­σα ἐν πᾶ­σι τοῖς ἔρ­γοις σου, ἐν ποι­ή­μα­σι τῶν χει­ρῶν σου ἐ­με­λέ­των.

Δι­ε­πέ­τα­σα πρὸς σὲ τὰς χεῖ­ράς μου· ἡ ψυ­χή μου ὡς γῆ ἄ­νυ­δρός σοι.

Τα­χὺ εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐ­ξέ­λι­πε τὸ πνεῦ­μά μου.

Μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀπ᾿ ἐ­μοῦ, καὶ ὁ­μοι­ω­θή­σο­μαι τοῖς κα­τα­βαί­νου­σιν εἰς λάκ­κον.

Ἀ­κου­στὸν ποί­η­σόν μοι τὸ πρω­ῒ τὸ ἔ­λε­ός σου, ὅ­τι ἐ­πὶ σοὶ ἤλ­πι­σα.

Γνώ­ρι­σόν μοι, Κύ­ρι­ε, ὁ­δὸν ἐν ᾗ πο­ρεύ­σο­μαι, ὅ­τι πρὸς σὲ ἦ­ρα τὴν ψυ­χήν μου.

Ἐ­ξε­λοῦ με ἐκ τῶν ἐ­χθρῶν μου, Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.

Τὸ Πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει με ἐν γῇ εὐ­θεί­ᾳ· ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου, Κύ­ρι­ε, ζή­σεις με.

Ἐν τῇ δι­και­ο­σύ­νῃ σου ἐ­ξά­ξεις ἐκ θλί­ψε­ως τὴν ψυ­χήν μου· καὶ ἐν τῷ ἐ­λέ­ει σου ἐ­ξο­λο­θρεύ­σεις τοὺς ἐ­χθρούς μου.

Καὶ ἀ­πο­λεῖς πάν­τας τοὺς θλί­βον­τας τὴν ψυ­χήν μου, ὅ­τι ἐ­γώ δοῦ­λός σού εἰ­μι.

* * *

ΔΟΞΟΛΟΓΙΑ

Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ, καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α.

Ὑ­μνοῦ­μέν σε, εὐ­λο­γοῦ­μέν σε, προ­σκυ­νοῦ­μέν σε, δο­ξο­λο­γοῦ­μέν σε, εὐ­χα­ρι­στοῦ­μέν σοι, δι­ὰ τὴν με­γά­λην σου δό­ξαν.

Κύ­ρι­ε Βα­σι­λεῦ, ἐ­που­ρά­νι­ε Θε­έ, Πά­τερ παν­το­κρά­τορ· Κύ­ρι­ε Υἱ­ὲ μο­νο­γε­νές, Ἰ­η­σοῦ Χρι­στέ, καὶ Ἅ­γι­ον Πνεῦ­μα.

Κύ­ρι­ε ὁ Θε­ός, ὁ ἀ­μνὸς τοῦ Θε­οῦ, ὁ Υἱ­ὸς τοῦ Πα­τρός, ὁ αἴ­ρων τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, ἐ­λέ­η­σον ἡ­μᾶς, ὁ αἴ­ρων τὰς ἁ­μαρ­τί­ας τοῦ κό­σμου.

Πρόσ­δε­ξαι τὴν δέ­η­σιν ἡ­μῶν, ὁ κα­θή­με­νος ἐν δε­ξι­ᾷ τοῦ Πα­τρός, καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὅ­τι σὺ εἶ μό­νος Ἅ­γι­ος, σὺ εἶ μό­νος Κύ­ρι­ος, Ἰ­η­σοῦς Χρι­στός, εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.

Καθ᾿ ἑ­κά­στην ἡ­μέ­ραν εὐ­λο­γή­σω σε, καὶ αἰ­νέ­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να, καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Κύ­ρι­ε, κα­τα­φυ­γὴ ἐ­γε­νή­θης ἡ­μῖν, ἐν γε­νε­ᾷ καὶ γε­νε­ᾷ. Ἐ­γὼ εἶ­πα· Κύ­ρι­ε, ἐ­λέ­η­σόν με· ἴ­α­σαι τὴν ψυ­χήν μου, ὅ­τι ἥ­μαρ­τόν σοι.

Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.

Ὅ­τι πα­ρὰ σοὶ πη­γὴ ζω­ῆς· ἐν τῷ φω­τί σου ὀ­ψό­με­θα φῶς.

Πα­ρά­τει­νον τὸ ἔ­λε­ός σου τοῖς γι­νώ­σκου­σί σε.

Κα­τα­ξί­ω­σον, Κύ­ρι­ε, ἐν τῇ νυκ­τὶ ταύ­τῃ ἀ­να­μαρ­τή­τους φυ­λα­χθῆ­ναι ἡ­μᾶς.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν Πα­τέ­ρων ἡ­μῶν, καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου εἰς τοὺς αἰ­ῶ­νας. Ἀ­μήν.

Γέ­νοι­το, Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου ἐφ᾿ ἡ­μᾶς, κα­θά­περ ἠλ­πί­σα­μεν ἐ­πὶ σέ.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Εὐ­λο­γη­τὸς εἶ, Δέ­σπο­τα· συ­νέ­τι­σόν με τὰ δι­και­ώ­μα­τά σου.

Εὐ­λο­γη­τὸς εἶ, Ἅ­γι­ε· φώ­τι­σόν με τοῖς δι­και­ώ­μα­σί σου.

Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου εἰς τὸν αἰ­ῶ­να· τὰ ἔρ­γα τῶν χει­ρῶν σου μὴ πα­ρί­δῃς.

Σοὶ πρέ­πει αἶ­νος, σοὶ πρέ­πει ὕ­μνος, σοὶ δό­ξα πρέ­πει, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

* * *

Με­τὰ δὲ τὴν Δο­ξο­λο­γί­αν ψάλ­λε­ται τὸ πα­ρὸν τρι­ῴ­δι­ον με­τὰ στί­χου Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι. Ἄρ­χε­ται δὲ ὁ α´ χο­ρός.

Ποί­η­μα Ἀν­δρέ­ου Κρή­της.

ᾨ­δὴ γ´. Ἦ­χος β´. Ὁ εἱρ­μός.

Στει­ρω­θέν­τα μου τὸν νοῦν, καρ­πο­φό­ρον ὁ Θε­ός, ἀ­νά­δει­ξόν με, γε­ωρ­γὲ τῶν κα­λῶν, φυ­τουρ­γὲ τῶν ἀ­γα­θῶν, τῇ εὐ­σπλαγ­χνί­ᾳ σου.

Τρο­πά­ρι­α.

Συν­τε­λεί­ας ὁ και­ρός, ἐ­πι­στρέ­ψω­μεν λοι­πόν, Χρι­στὸς δι­δά­σκει· ἥ­ξει γὰρ ἐν ῥι­πῇ, ἥ­ξει καὶ οὐ χρο­νι­εῖ, κρῖ­ναι τὸν κό­σμον αὑ­τοῦ.

Τὸ ἀ­θρό­ον τῆς αὑ­τοῦ, πα­ρου­σί­ας ὁ Χρι­στός, δη­λῶν εἰ­ρή­κει, τὴν τοῦ Νῶ­ε πο­τέ, ἀ­προσ­δό­κη­τον φθο­ράν, ἐ­πε­νε­χθεῖ­σαν τῇ γῇ.

Ἠ­νε­ῴ­χθη ὁ Νυμ­φών, εὐ­τρε­πί­σθη σὺν αὐ­τῷ, ὁ θεῖ­ος γά­μος, ὁ Νυμ­φί­ος ἐγ­γύς, προ­σκα­λού­με­νος ἡ­μᾶς· ἑ­τοι­μα­σθῶ­μεν λοι­πόν.

Ἡ τοῦ Σί­μω­νος σκη­νή, τὸν ἀ­χώ­ρη­τον παν­τί, ἐ­χώ­ρη­σέ σε, Ἰ­η­σοῦ βα­σι­λεῦ, καὶ γυ­νὴ ἁ­μαρ­τω­λός, μύ­ρῳ σε ἤ­λει­ψεν.

Εὐ­ω­δί­ας μυ­στι­κῆς, πλη­ρου­μέ­νη ἡ γυ­νή, τῆς πρὶν ἐῤ­ῥύ­σθη, δυ­σω­δί­ας Σω­τήρ, τῶν πολ­λῶν ἁ­μαρ­τι­ῶν· μύ­ρον γὰρ βρύ­εις ζω­ῆς.

Ἐ­που­ρά­νι­ος τρο­φή, τῶν πει­νών­των ἡ ζω­ή, αὐ­τὸς ὑ­πάρ­χων, εἱ­στι­ά­θης Χρι­στέ, τοῖς ἀν­θρώ­ποις προ­δει­κνύς, σὴν συγ­κα­τά­βα­σιν.

Ὁ ἀ­γνώ­μων μα­θη­τής, ἀ­θε­τή­σας σε Χρι­στέ, τὴν σπεῖ­ραν ὅ­λην, τῶν ἀ­νό­μων λα­βών, συ­νε­κί­νει κα­τὰ σοῦ, εἰς προ­δο­σί­αν τρα­πείς.

Δό­ξα. Τρι­α­δι­κόν.

Σὺν Πα­τρί σε τὸν Υἱ­όν, καὶ τὸ Πνεῦ­μα τὸ εὐ­θές, τὴν μί­αν φύ­σιν, προ­σκυ­νῶ καὶ ἀ­νυ­μνῶ, τοῖς προ­σώ­ποις δι­αι­ρῶν, καὶ τῇ οὐ­σί­ᾳ ἑ­νῶν.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ἡ τε­κοῦ­σά σε Ἀ­μνάς, τὸν ποι­μέ­να καὶ ἀ­μνόν, ἀ­εὶ πρε­σβεύ­ει, Ἰ­η­σοῦ ὁ Θε­ός, ὑ­πὲρ πάν­των γη­γε­νῶν, τῶν πι­στευ­όν­των εἰς σέ.

Ὁ α´ χο­ρός·

Κά­θι­σμα. Ἦ­χος α´. Χο­ρὸς ἀγ­γε­λι­κός.

Ἰ­δοὺ τὸ πο­νη­ρόν, βου­λευ­τή­ρι­ον ὄν­τως, συ­νῆ­κται δυ­σμε­νῶς, ὡς κρι­τὸν κα­τα­κρῖ­ναι, τὸν ἄ­νω κα­θε­ζό­με­νον, ὡς κρι­τὴν πάν­των Κύ­ρι­ον· νῦν ἀ­θροί­ζε­ται, σὺν τῷ Πι­λά­τῳ Ἡ­ρώ­δης, Ἄν­νας ἅ­μα τε, καὶ Κα­ϊ­ά­φας ἐ­τά­σαι, τὸν μό­νον μα­κρό­θυ­μον.

Ὁ β´ χο­ρός·

ᾨ­δὴ η´. Ὁ εἱρ­μός.

Τὸν ἐν τῇ βά­τῳ Μω­σεῖ, τῆς Παρ­θέ­νου τὸ θαῦ­μα, ἐν Σι­ναί­ῳ τῷ ὄ­ρει, προ­τυ­πώ­σαν­τα πο­τέ, ὑ­μνεῖ­τε εὐ­λο­γεῖ­τε, καὶ ὑ­πε­ρυ­ψοῦ­τε, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας. (δίς)

Τρο­πά­ρι­α.

Οὐκ ἀ­γνο­ῶν τὸν και­ρόν, τῆς ἡ­μῶν συν­τε­λεί­ας, ὁ κρα­τῶν τοὺς αἰ­ῶ­νας, τὴν ἡ­μέ­ραν ἀ­γνο­εῖν, προ­έ­φη­σεν ἐ­κεί­νην, ἀλλ᾿ ὅ­ρους πᾶ­σι τι­θείς, πρὸς με­τρι­ο­φρο­σύ­νην.

Ὅ­ταν κα­θί­σῃς κρι­τής, ἀ­φο­ρί­ζων ὡς εἶ­πας, ὁ ποι­μὴν τῶν προ­βά­των, τὰ ἐ­ρί­φι­α Σω­τήρ, τῆς στά­σε­ως ἐ­κεί­νης, μὴ ὑ­στε­ρή­σῃς ἡ­μᾶς, τῆς θεί­ας δε­ξι­ᾶς σου.

Σὺ εἶ τὸ Πά­σχα ἡ­μῶν, ὁ τυ­θεὶς ὑ­πὲρ πάν­των, ὡς ἀ­μνὸς καὶ θυ­σί­α, καὶ πται­σμά­των ἱ­λα­σμός· καὶ σοῦ τὰ θεῖ­α πά­θη, ὑ­πε­ρυ­ψοῦ­μεν Χρι­στέ, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Μύ­λω­νι ἔ­οι­κέ σοι, καὶ ἀ­γρῷ καὶ οἰ­κί­ᾳ, πᾶς ὁ βί­ος ψυ­χή μου· δι­ὸ κτῆ­σαι εἰς Θε­όν, ἑ­τοί­μην τὴν καρ­δί­αν, ἵ­να μη­δὲν τῆς φθο­ρᾶς, τῇ σαρ­κὶ κα­τα­λί­πῃς.

Οὐ Φα­ρι­σαί­οις Σω­τήρ, οὐ τῷ Σί­μω­νι μό­νῳ, κα­τη­ξί­ω­σας ἅ­μα, εἰς ἑ­στί­α­σιν ἐλ­θεῖν· ἀλλ᾿ ἤ­δη καὶ τε­λῶ­ναι, ὁ­μοῦ καὶ πόρ­ναι τὴν σήν, ἀν­τλοῦ­σιν εὐ­σπλαγ­χνί­αν.

Φι­λαρ­γυ­ρί­ας ἐ­ρῶν, ὁ προ­δό­της Ἰ­ού­δας, κε­νω­θέν­τος τοῦ μύ­ρου, ἐ­με­λέ­τη­σε λοι­πόν, τὴν πρᾶ­σιν τοῦ Δε­σπό­του, καὶ πρὸς ἀ­νό­μους ἐλ­θών, τὴν τι­μὴν συ­νε­φώ­νει.

Ὢ μα­κα­ρί­ων χει­ρῶν, ὢ τρι­χῶν καὶ χει­λέ­ων, τῶν τῆς σώ­φρο­νος πόρ­νης! αἷς ἐ­πέ­χε­ε Σω­τήρ, τὸ μύ­ρον πρὸς σοὺς πό­δας, ἐ­κμασ­σο­μέ­νη αὐ­τούς, πυ­κνῶς κα­τα­φι­λοῦ­σα.

Ἀ­να­κει­μέ­νῳ γυ­νή, ἐ­πι­στᾶ­σά σοι Λό­γε, πρὸς τοὺς πό­δας θρη­νοῦ­σα, τὸ ἀ­λά­βα­στρον Σω­τήρ, τοῦ μύ­ρου κα­τε­κέ­νου, ἐ­πὶ τὴν σὴν κε­φα­λήν, τοῦ ἀ­θα­νά­του μύ­ρου.

Δό­ξα. Τρι­α­δι­κόν.

Σὺν τῷ Πα­τρὶ τὸν Υἱ­όν, καὶ τὸ ἅ­γι­ον Πνεῦ­μα, τὴν ἁ­γί­αν Τρι­ά­δα, ἐν Θε­ό­τη­τι μι­ᾷ, δο­ξά­ζο­μεν βο­ῶν­τες· Ἅ­γι­ος Ἅ­γι­ος, Ἅ­γι­ος εἶ εἰς τοὺς αἰ­ῶ­νας.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ταῖς ἱ­κε­σί­αις Σω­τήρ, τῆς ἀ­χράν­του Μη­τρός σου, καὶ τῶν σῶν Ἀ­πο­στό­λων, τὰ ἐ­λέ­η σου ἡ­μῖν, κα­τά­πεμ­ψον πλου­σί­ως, καὶ τὴν εἰ­ρή­νην τὴν σήν, (ὁ β´ χο­ρὸς) πα­ρά­σχου τῷ λα­ῷ σου.

Ὁ α´ χο­ρός·

ᾨ­δὴ θ´. Ὁ εἱρ­μός.

Τὴν ὑ­περ­φυ­ῶς σαρ­κί, συλ­λα­βοῦ­σαν ἐν γα­στρί, τὸν ἐκ Πα­τρὸς ἀ­χρό­νως, προ­ε­κλάμ­ψαν­τα Λό­γον, τὴν μό­νην Θε­ο­τό­κον, με­γα­λύ­νο­μεν πι­στῶς. (δίς)

Τρο­πά­ρι­α.

Ἐρ­γα­σί­ας ὁ και­ρός, σω­τη­ρί­ας ὁ σκο­πός, τὸ τά­λαν­τον λα­βοῦ­σα, τὴν ἀρ­χαί­αν εἰ­κό­να, ψυ­χή μου ἐμ­πο­ρεύ­ου, τὴν αἰ­ώ­νι­ον ζω­ήν.

Ὡς λαμ­πά­δας φω­τει­νάς, κο­σμη­θέν­τες τὰς ψυ­χάς, τῷ Νυμ­φί­ῳ χω­ροῦν­τι, πρὸς τὸν ἄ­φθαρ­τον γά­μον, πρὸ τοῦ τὴν θύ­ραν κλεῖ­σαι, συ­νει­σέλ­θω­μεν αὐ­τῷ.

Δεῖ­ξαι θέ­λων Ἰ­η­σοῦ, τὸ ὑ­περ­φυ­ὲς τῆς σῆς, τα­πει­νώ­σε­ως πᾶ­σιν, εἱ­στι­ά­θης ἐν οἴ­κῳ, τοῦ Σί­μω­νος δει­πνή­σας, τῶν πει­νών­των ἡ τρο­φή.

Ἄρ­τος ὢν ζω­ο­ποι­ός, εἱ­στι­ά­θης Ἰ­η­σοῦ, Σί­μω­νι Φα­ρι­σαί­ῳ, ἵ­να πόρ­νη κερ­δή­σῃ, τὴν ἄ­πρα­τόν σου χά­ριν, τοῦ μύ­ρου τῇ κε­νώ­σει.

Χεῖ­ρες ἐ­μοὶ ῥυ­πα­ραί, χεί­λη πόρ­νης ἐν ἐ­μοί, ἄ­να­γνός μου ὁ βί­ος, ἐ­φθαρ­μέ­να τὰ μέ­λη· ἀλλ᾿ ἄ­νες μοι καὶ ἄ­φες, βο­ᾷ πόρ­νη τῷ Χρι­στῷ.

Ἐ­πι­στᾶ­σα ἡ γυ­νή, πρὸς τοὺς πό­δας σου Σω­τήρ, ἐ­πέ­χε­ε τὸ μύ­ρον, εὐ­ω­δί­ας πλη­ροῦ­σα, καὶ μύ­ρου πλη­ρου­μέ­νη, τοῦ τῶν ἔρ­γων ἱ­λα­σμοῦ.

Ἀ­ρω­μά­των εὐ­πο­ρῶ, ἀ­ρε­τῶν δὲ ἀ­πο­ρῶ, ἃ ἔ­χω σοι προ­σά­γω, δὸς αὐ­τὸς ἅ­περ ἔ­χεις, καὶ ἄ­νες μοι καὶ ἄ­φες, βο­ᾷ πόρ­νη τῷ Χρι­στῷ.

Μύ­ρον παρ᾿ ἐ­μοὶ φθαρ­τόν, μύ­ρον πα­ρὰ σοὶ ζω­ῆς· μύ­ρον γὰρ ὄ­νο­μά σοι, κε­νω­θὲν τοῖς ἀ­ξί­οις· ἀλλ᾿ ἄ­νες μοι καὶ ἄ­φες, βο­ᾷ πόρ­νη τῷ Χρι­στῷ.

Δό­ξα. Τρι­α­δι­κόν.

Ἄ­ναρ­χος εἶ ὁ Πα­τήρ, ἄ­κτι­στος εἶ ὁ Υἱ­ός, σύν­θρο­νον καὶ τὸ Πνεῦ­μα, ἓν τὰ τρί­α τῇ φύ­σει, καὶ τρί­α τοῖς προ­σώ­ποις, εἷς Θε­ὸς ἀ­λη­θι­νός.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Θε­ο­τό­κε ἡ ἐλ­πίς, τῶν τι­μών­των σε ἀ­εί, μὴ παύ­σῃ δυ­σω­ποῦ­σα, τόν ἐκ σοῦ γεν­νη­θέν­τα, ῥυ­σθῆ­ναί με κιν­δύ­νων, καὶ παν­τοί­ων πει­ρα­σμῶν.

Καὶ πά­λιν τὸν εἱρ­μόν·

Τὴν ὑ­περ­φυ­ῶς σαρ­κί, συλ­λα­βοῦ­σαν ἐν γα­στρί, τὸν ἐκ Πα­τρὸς ἀ­χρό­νως, προ­ε­κλάμ­ψαν­τα Λό­γον, τὴν μό­νην Θε­ο­τό­κον, με­γα­λύ­νο­μεν πι­στῶς.

* * *

Τὸ τρισά­γι­ον καὶ τὰ λοι­πὰ τοῦ Μεγ. Ἀποδεί­πνου.

Ὁ ἀ­να­γνώ­στης τὸ τρι­σά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Καὶ ψάλ­λο­μεν τὸ ἑ­πό­με­νον τρο­πά­ρι­ον με­τὰ τῶν στί­χων αὐ­τοῦ.

Ἦ­χος πλ. β´.

Κύ­ρι­ε τῶν δυ­νά­με­ων, μεθ᾿ ἡ­μῶν γε­νοῦ· ἄλ­λον γὰρ ἐ­κτός σου βο­η­θόν, ἐν θλί­ψε­σιν οὐκ ἔ­χο­μεν. Κύ­ρι­ε τῶν δυ­νά­με­ων, ἐ­λέ­η­σον ἡ­μᾶς.

Στίχ. α´. Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.

Κύ­ρι­ε τῶν δυ­νά­με­ων, μεθ᾿ ἡ­μῶν γε­νοῦ· ἄλ­λον γὰρ ἐ­κτός σου βο­η­θόν, ἐν θλί­ψε­σιν οὐκ ἔ­χο­μεν. Κύ­ρι­ε τῶν δυ­νά­με­ων, ἐ­λέ­η­σον ἡ­μᾶς.

Στίχ. β´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐ­πὶ ταῖς δυ­να­στεί­αις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν κα­τὰ τὸ πλῆ­θος τῆς με­γα­λω­σύ­νης αὐ­τοῦ.

Κύ­ρι­ε τῶν δυ­νά­με­ων, μεθ᾿ ἡ­μῶν γε­νοῦ· ἄλ­λον γὰρ ἐ­κτός σου βο­η­θόν, ἐν θλί­ψε­σιν οὐκ ἔ­χο­μεν. Κύ­ρι­ε τῶν δυ­νά­με­ων, ἐ­λέ­η­σον ἡ­μᾶς.

Στίχ. γ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν ἤ­χῳ σάλ­πιγ­γος· αἰ­νεῖ­τε αὐ­τὸν ἐν ψαλ­τη­ρί­ῳ καὶ κι­θά­ρᾳ.

Κύ­ρι­ε τῶν δυ­νά­με­ων, μεθ᾿ ἡ­μῶν γε­νοῦ· ἄλ­λον γὰρ ἐ­κτός σου βο­η­θόν, ἐν θλί­ψε­σιν οὐκ ἔ­χο­μεν. Κύ­ρι­ε τῶν δυ­νά­με­ων, ἐ­λέ­η­σον ἡ­μᾶς.

Στίχ. δ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν τυμ­πά­νῳ καὶ χο­ρῷ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν χορ­δαῖς καὶ ὀρ­γά­νῳ.

Κύ­ρι­ε τῶν δυ­νά­με­ων, μεθ᾿ ἡ­μῶν γε­νοῦ· ἄλ­λον γὰρ ἐ­κτός σου βο­η­θόν, ἐν θλί­ψε­σιν οὐκ ἔ­χο­μεν. Κύ­ρι­ε τῶν δυ­νά­με­ων, ἐ­λέ­η­σον ἡ­μᾶς.

Στίχ. ε´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις εὐ­ή­χοις· αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις ἀ­λα­λαγ­μοῦ. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.

Κύ­ρι­ε τῶν δυ­νά­με­ων, μεθ᾿ ἡ­μῶν γε­νοῦ· ἄλ­λον γὰρ ἐ­κτός σου βο­η­θόν, ἐν θλί­ψε­σιν οὐκ ἔ­χο­μεν. Κύ­ρι­ε τῶν δυ­νά­με­ων, ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὁ α´ χο­ρός· Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ.

Ὁ β´ χο­ρός· Αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.

Οἱ δύ­ο χο­ροὶ ὁ­μοῦ·

Κύ­ρι­ε τῶν δυ­νά­με­ων, μεθ᾿ ἡ­μῶν γε­νοῦ· ἄλ­λον γὰρ ἐ­κτός σου βο­η­θόν, ἐν θλί­ψε­σιν οὐκ ἔ­χο­μεν. Κύ­ρι­ε τῶν δυ­νά­με­ων, ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὁ ἀ­να­γνώ­στης·

Δό­ξα.

Κύ­ρι­ε, εἰ μὴ τοὺς Ἁ­γί­ους σου εἴ­χο­μεν πρε­σβευ­τάς, καὶ τὴν ἀ­γα­θό­τη­τά σου συμ­πα­θοῦ­σαν ἡ­μῖν, πῶς ἐ­τολ­μῶ­μεν, Σῶ­τερ, ὑ­μνῆ­σαί σε, ὃν εὐ­λο­γοῦ­σιν ἀ­παύ­στως Ἄγ­γε­λοι; Καρ­δι­ο­γνῶ­στα, φεῖ­σαι τῶν ψυ­χῶν ἡ­μῶν.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Πολ­λὰ τὰ πλή­θη τῶν ἐ­μῶν, Θε­ο­τό­κε πται­σμά­των· πρὸς σὲ κα­τέ­φυ­γον Ἁ­γνή, σω­τη­ρί­ας δε­ό­με­νος· Ἐ­πί­σκε­ψαι τὴν ἀ­σθε­νοῦ­σάν μου ψυ­χήν, καὶ πρέ­σβευ­ε τῷ Υἱ­ῷ σου καὶ Θε­ῷ ἡ­μῶν, δο­θῆ­ναί μοι τὴν ἄ­φε­σιν, ὧν ἔ­πρα­ξα δει­νῶν, μό­νη εὐ­λο­γη­μέ­νη.

Ὁ α´ χο­ρός· Ἦ­χος πλ. β´.

Πα­να­γί­α Θε­ο­τό­κε, τὸν χρό­νον τῆς ζω­ῆς μου, μὴ ἐγ­κα­τα­λί­πῃς με, ἀν­θρω­πί­νῃ προ­στα­σί­ᾳ, μὴ κα­τα­πι­στεύ­σῃς με, ἀλλ᾿ αὐ­τὴ ἀν­τι­λα­βοῦ, καὶ ἐ­λέ­η­σόν με.

Ὁ β´ χο­ρός· Ἦ­χος β´.

Τὴν πᾶ­σαν ἐλ­πί­δα μου, εἰς σὲ ἀ­να­τί­θη­μι, Μῆ­τερ τοῦ Θε­οῦ, φύ­λα­ξόν με ὑ­πὸ τὴν σκέ­πην σου.

Ὁ ἀ­να­γνώ­στης·

Κύ­ρι­ε, ἐ­λέ­η­σον (40άκις).

Καὶ τὴν πα­ροῦ­σαν εὐ­χήν.

Ὁ ἐν παν­τὶ και­ρῷ καὶ πά­σῃ ὥ­ρᾳ ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ γῆς προ­σκυ­νού­με­νος καὶ δο­ξα­ζό­με­νος Χρι­στὸς ὁ Θε­ός, ὁ μα­κρό­θυ­μος, ὁ πο­λυ­έ­λε­ος, ὁ πο­λυ­εύ­σπλαγ­χνος, ὁ τοὺς δι­καί­ους ἀ­γα­πῶν καὶ τοὺς ἁ­μαρ­τω­λοὺς ἐ­λε­ῶν, ὁ πάν­τας κα­λῶν πρὸς σω­τη­ρί­αν δι­ὰ τῆς ἐ­παγ­γε­λί­ας τῶν μελ­λόν­των ἀ­γα­θῶν· αὐ­τός, Κύ­ρι­ε, πρόσ­δε­ξαι καὶ ἡ­μῶν ἐν τῇ ὥ­ρᾳ ταύ­τῃ τὰς ἐν­τεύ­ξεις καὶ ἴ­θυ­νον τὴν ζω­ὴν ἡ­μῶν πρὸς τὰς ἐν­το­λάς σου. Τὰς ψυ­χὰς ἡ­μῶν ἁ­γί­α­σον· τὰ σώ­μα­τα ἅ­γνι­σον· τοὺς λο­γι­σμοὺς δι­όρ­θω­σον· τὰς ἐν­νοί­ας κά­θα­ρον· καὶ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, κα­κῶν καὶ ὀ­δύ­νης. Τεί­χι­σον ἡ­μᾶς ἁ­γί­οις σου ἀγ­γέ­λοις, ἵ­να, τῇ πα­ρεμ­βο­λῇ αὐ­τῶν φρου­ρού­με­νοι καὶ ὁ­δη­γού­με­νοι, κα­ταν­τή­σω­μεν εἰς τὴν ἑ­νό­τη­τα τῆς πί­στε­ως καὶ εἰς τὴν ἐ­πί­γνω­σιν τῆς ἀ­προ­σί­του σου δό­ξης· ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Ὁ ἱ­ε­ρεύς·

Ὁ Θε­ὸς οἰ­κτει­ρή­σαι ἡ­μᾶς καὶ εὐ­λο­γή­σαι ἡ­μᾶς, ἐ­πι­φά­ναι τὸ πρό­σω­πον αὐ­τοῦ ἐφ᾿ ἡ­μᾶς καὶ ἐ­λε­ή­σαι ἡ­μᾶς.

Καὶ ποι­οῦ­μεν με­τα­νοί­ας με­γά­λας τρεῖς λέ­γον­τες καθ᾿ ἑ­αυ­τοὺς ἀ­νὰ ἕ­να στί­χον τῆς εὐ­χῆς τοῦ ἁ­γί­ου Ἐ­φραίμ.

Κύ­ρι­ε καὶ Δέ­σπο­τα τῆς ζω­ῆς μου, πνεῦ­μα ἀρ­γί­ας, πε­ρι­ερ­γί­ας, φι­λαρ­χί­ας καὶ ἀρ­γο­λο­γί­ας μή μοι δῷς.

Πνεῦ­μα δὲ σω­φρο­σύ­νης, τα­πει­νο­φρο­σύ­νης, ὑ­πο­μο­νῆς καὶ ἀ­γά­πης χά­ρι­σαί μοι τῷ σῷ δού­λῳ.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Εἶ­τα ποι­οῦ­μεν με­τα­νοί­ας μι­κρὰς δώ­δε­κα καὶ πά­λιν με­τά­νοι­αν με­γά­λην μί­αν ἐ­πα­να­λαμ­βά­νον­τες τὸν τε­λευ­ταῖ­ον στί­χον τῆς εὐ­χῆς.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

[Καὶ πά­λιν τρισά­γι­ον κ.λπ. Κύ­ρι­ε, ἐ­λέ­η­σον (12άκις).]

* Τὸ τρισά­γι­ον τοῦ­το πα­ρα­λεί­πε­ται συ­νή­θως χά­ριν συν­το­μί­ας.

* * *

Καὶ τὰς ἑ­πο­μέ­νας εὐ­χάς.

ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Παύ­λου Μο­να­χοῦ Μο­νῆς τῆς Εὐ­ερ­γέ­τι­δος

Ἄ­σπι­λε, ἀ­μό­λυν­τε, ἄ­φθο­ρε, ἄ­χραν­τε, ἁ­γνὴ Παρ­θέ­νε, Θε­ό­νυμ­φε Δέ­σποι­να· ἡ Θε­ὸν Λό­γον τοῖς ἀν­θρώ­ποις, τῇ πα­ρα­δό­ξῳ σου κυ­ή­σει, ἑ­νώ­σα­σα, καὶ τὴν ἀ­πω­σθεῖ­σαν φύ­σιν τοῦ γέ­νους ἡ­μῶν τοῖς οὐ­ρα­νί­οις συ­νά­ψα­σα, ἡ τῶν ἀ­πηλ­πι­σμέ­νων μό­νη ἐλ­πίς, καὶ τῶν πο­λε­μου­μέ­νων βο­ή­θει­α, ἡ ἑ­τοί­μη ἀν­τί­λη­ψις τῶν εἰς σὲ προ­στρε­χόν­των, καὶ πάν­των τῶν Χρι­στι­α­νῶν τὸ κα­τα­φύ­γι­ον, μὴ βδε­λύ­ξῃ με τὸν ἁ­μαρ­τω­λόν, τὸν ἐ­να­γῆ, τὸν αἰ­σχροῖς λο­γι­σμοῖς καὶ λό­γοις καὶ πρά­ξε­σιν ὅ­λον ἐ­μαυ­τὸν ἀ­χρει­ώ­σαν­τα, καὶ τῇ τῶν ἡ­δο­νῶν τοῦ βί­ου ῥᾳ­θυ­μί­ᾳ γνώ­μης, δοῦ­λον γε­νό­με­νον. Ἀλλ᾿ ὡς τοῦ φι­λαν­θρώ­που Θε­οῦ Μή­τηρ, φι­λαν­θρώ­πως σπλαγ­χνί­σθη­τι ἐπ᾿ ἐ­μοὶ τῷ ἁ­μαρ­τω­λῷ καὶ ἀ­σώ­τῳ, καὶ δέ­ξαι μου τὴν ἐκ ῥυ­πα­ρῶν χει­λέ­ων προ­σφε­ρο­μέ­νην σοι δέ­η­σιν, καὶ τὸν σὸν Υἱ­όν, καὶ ἡ­μῶν Δε­σπό­την καὶ Κύ­ρι­ον, τῇ μη­τρι­κῇ σου παῤ­ῥη­σί­ᾳ χρω­μέ­νη, δυ­σώ­πη­σον, ἵ­να ἀ­νοί­ξῃ κἀ­μοὶ τὰ φι­λάν­θρω­πα σπλάγ­χνα τῆς αὐ­τοῦ ἀ­γα­θό­τη­τος, καί, πα­ρι­δών μου τὰ ἀ­να­ρίθ­μη­τα πταί­σμα­τα, ἐ­πι­στρέ­ψῃ με πρὸς με­τά­νοι­αν, καὶ τῶν αὐ­τοῦ ἐν­το­λῶν ἐρ­γά­την δό­κι­μον ἀ­να­δεί­ξῃ με. Καὶ πά­ρε­σό μοι ἀ­εὶ ὡς ἐ­λε­ή­μων, καὶ συμ­πα­θής, καὶ φι­λά­γα­θος, ἐν μὲν τῷ πα­ρόν­τι βί­ῳ, θερ­μὴ προ­στά­τις καὶ βο­η­θός, τὰς τῶν ἐ­ναν­τί­ων ἐ­φό­δους ἀ­πο­τει­χί­ζου­σα, καὶ πρὸς σω­τη­ρί­αν κα­θο­δη­γοῦ­σά με, καὶ ἐν τῷ και­ρῷ τῆς ἐ­ξό­δου μου, τὴν ἀ­θλί­αν μου ψυ­χὴν πε­ρι­έ­που­σα, καὶ τὰς σκο­τει­νὰς ὄ­ψεις τῶν πο­νη­ρῶν δαι­μό­νων πόῤ­ῥω αὐ­τῆς ἀ­πε­λαύ­νου­σα· ἐν δὲ τῇ φο­βε­ρᾷ ἡ­μέ­ρᾳ τῆς κρί­σε­ως, τῆς αἰ­ω­νί­ου με ῥυ­ο­μέ­νη κο­λά­σε­ως, καὶ τῆς ἀ­ποῤ­ῥή­του δό­ξης τοῦ σοῦ Υἱ­οῦ καὶ Θε­οῦ ἡ­μῶν κλη­ρο­νό­μον με ἀ­πο­δει­κνύ­ου­σα. Ἧς καὶ τύ­χοι­μι, Δέ­σποι­νά μου, ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, δι­ὰ τῆς σῆς με­σι­τεί­ας καὶ ἀν­τι­λή­ψε­ως, χά­ρι­τι καὶ φι­λαν­θρω­πί­ᾳ, τοῦ μο­νο­γε­νοῦς σου Υἱ­οῦ, τοῦ Κυ­ρί­ου καὶ Θε­οῦ, καὶ Σω­τῆ­ρος ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ. ᾯ πρέ­πει πᾶ­σα δό­ξα, τι­μὴ καὶ προ­σκύ­νη­σις, σὺν τῷ ἀ­νάρ­χῳ αὐ­τοῦ Πα­τρὶ καὶ τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ αὐ­τοῦ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

ΕΥΧΗ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ
ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ

Ἀν­τι­ό­χου Μο­να­χοῦ τοῦ Παν­δέ­κτου

Καὶ δὸς ἡ­μῖν, Δέ­σπο­τα, πρὸς ὕ­πνον ἀ­πι­οῦ­σιν, ἀ­νά­παυ­σιν σώ­μα­τος καὶ ψυ­χῆς· καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς ἀ­πὸ τοῦ ζο­φε­ροῦ ὕ­πνου τῆς ἁ­μαρ­τί­ας, καὶ ἀ­πὸ πά­σης σκο­τει­νῆς καὶ νυ­κτε­ρι­νῆς ἡ­δυ­πα­θεί­ας. Παῦ­σον τὰς ὁρ­μὰς τῶν πα­θῶν, σβέ­σον τὰ πε­πυ­ρω­μέ­να βέ­λη τοῦ πο­νη­ροῦ, τὰ καθ᾿ ἡ­μῶν δο­λί­ως κι­νού­με­να· τὰς τῆς σαρ­κὸς ἡ­μῶν ἐ­πα­να­στά­σεις κα­τά­στει­λον, καὶ πᾶν γε­ῶ­δες καὶ ὑ­λι­κὸν ἡ­μῶν φρό­νη­μα κοί­μη­σον. Καὶ δώ­ρη­σαι ἡ­μῖν, ὁ Θε­ός, γρή­γο­ρον νοῦν, σώ­φρο­να λο­γι­σμόν, καρ­δί­αν νή­φου­σαν, ὕ­πνον ἐ­λα­φρὸν καὶ πά­σης σα­τα­νι­κῆς φαν­τα­σί­ας ἀ­πηλ­λαγ­μέ­νον. Δι­α­νά­στη­σον δὲ ἡ­μᾶς ἐν τῷ και­ρῷ τῆς προ­σευ­χῆς, ἐ­στη­ριγ­μέ­νους ἐν ταῖς ἐν­το­λαῖς σου, καὶ τὴν μνή­μην τῶν σῶν κρι­μά­των ἐν ἑ­αυ­τοῖς ἀ­πα­ρά­θραυ­στον ἔ­χον­τας. Παν­νύ­χι­ον ἡ­μῖν τὴν σὴν δο­ξο­λο­γί­αν χά­ρι­σαι εἰς τὸ ὑ­μνεῖν, καὶ εὐ­λο­γεῖν, καὶ δο­ξά­ζειν τὸ πάν­τι­μον καὶ με­γα­λο­πρε­πὲς ὄ­νο­μά σου, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ὑ­πε­ρέν­δο­ξε, ἀ­ει­πάρ­θε­νε, εὐ­λο­γη­μέ­νη Θε­ο­τό­κε, προ­σά­γα­γε τὴν ἡ­με­τέ­ραν προ­σευ­χὴν τῷ Υἱ­ῷ σου καὶ Θε­ῷ ἡ­μῶν, καὶ αἴ­τη­σαι, ἵ­να σώ­σῃ δι­ὰ σοῦ τὰς ψυ­χὰς ἡ­μῶν.

Ἡ ἐλ­πίς μου ὁ Πα­τήρ, κα­τα­φυ­γή μου ὁ Υἱ­ός, σκέ­πη μου τὸ Πνεῦ­μα τὸ Ἅ­γι­ον, Τρι­ὰς ἁ­γί­α, δό­ξα σοι.

Τὴν πᾶ­σαν ἐλ­πί­δα μου εἰς σὲ ἀ­να­τί­θη­μι, Μῆ­τερ τοῦ Θε­οῦ, φύ­λα­ξόν με ὑ­πὸ τὴν σκέ­πην σου.

* * *

Ὁ ἱ­ε­ρεύς· Εἰ­ρή­νη πᾶ­σι.

Ὁ λα­ός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ ἱ­ε­ρεύς· Τὰς κε­φα­λὰς ἡ­μῶν τῷ Κυ­ρί­ῳ κλί­νω­μεν.

Ὁ λα­ός· Σοί, Κύ­ρι­ε.

Καὶ ἡ­μῶν κλι­νάν­των τὰς κε­φα­λὰς λέ­γει ὁ ἱ­ε­ρεύς·

Δέ­σπο­τα πο­λυ­έ­λε­ε, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ὸς ἡ­μῶν, πρε­σβεί­αις τῆς πα­να­χράν­του Δε­σποί­νης ἡ­μῶν Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας· δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ Σταυ­ροῦ· προ­στα­σί­αις τῶν τι­μί­ων ἐ­που­ρα­νί­ων Δυ­νά­με­ων Ἀ­σω­μά­των· ἱ­κε­σί­αις τοῦ τι­μί­ου καὶ ἐν­δό­ξου Προ­φή­του, Προ­δρό­μου καὶ Βα­πτι­στοῦ Ἰ­ω­άν­νου· τῶν ἁ­γί­ων, ἐν­δό­ξων καὶ πα­νευ­φή­μων Ἀ­πο­στό­λων· τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ καλ­λι­νί­κων Μαρ­τύ­ρων· τῶν Ὁ­σί­ων καὶ θε­ο­φό­ρων Πα­τέ­ρων ἡ­μῶν· τῶν ἁ­γί­ων καὶ δι­καί­ων Θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης, καὶ πάν­των σου τῶν Ἁ­γί­ων· εὐ­πρόσ­δε­κτον ποί­η­σον τὴν δέ­η­σιν ἡ­μῶν. Δώ­ρη­σαι ἡ­μῖν τὴν ἄ­φε­σιν τῶν πα­ρα­πτω­μά­των ἡ­μῶν. Σκέ­πα­σον ἡ­μᾶς ἐν τῇ σκέ­πῃ τῶν πτε­ρύ­γων σου. Ἀ­πο­δί­ω­ξον ἀφ᾿ ἡ­μῶν πάν­τα ἐ­χθρὸν καὶ πο­λέ­μι­ον. Εἰ­ρή­νευ­σον ἡ­μῶν τὴν ζω­ήν· Κύ­ρι­ε, ἐ­λέ­η­σον ἡ­μᾶς καὶ τὸν κό­σμον σου, καὶ σῶ­σον τὰς ψυ­χὰς ἡ­μῶν, ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Εἶ­τα βλέ­πων πρὸς τὸν λα­ὸν λέ­γει τὰς δε­ή­σεις, ἀ­πο­κρι­νο­μέ­νων ἡ­μῶν εἰς ἑ­κά­στην τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Εὐ­ξώ­με­θα ὑ­πὲρ εἰ­ρή­νης τοῦ κό­σμου.

Ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.

Ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος) καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.

Ὑ­πὲρ εὐ­ο­δώ­σε­ως καὶ ἐ­νι­σχύ­σε­ως τοῦ φι­λο­χρί­στου στρα­τοῦ.

Ὑ­πὲρ τῶν ἀ­πο­λει­φθέν­των πα­τέ­ρων καὶ ἀ­δελ­φῶν ἡ­μῶν.

Ὑ­πὲρ τῶν δι­α­κο­νούν­των καὶ δι­α­κο­νη­σάν­των ἡ­μῖν.

Ὑ­πὲρ τῶν μι­σούν­των καὶ ἀ­γα­πών­των ἡ­μᾶς.

Ὑ­πὲρ τῶν ἐν­τει­λα­μέ­νων ἡ­μῖν τοῖς ἀ­να­ξί­οις εὔ­χε­σθαι ὑ­πὲρ αὐ­τῶν.

Ὑ­πὲρ ἀ­ναῤ­ῥύ­σε­ως τῶν αἰχ­μα­λώ­των.

Ὑ­πὲρ τῶν ἐν θα­λάσ­σῃ κα­λῶς πλε­όν­των.

Ὑ­πὲρ τῶν ἐν ἀ­σθε­νεί­αις κα­τα­κει­μέ­νων.

Εὐ­ξώ­με­θα καὶ ὑ­πὲρ εὐ­φο­ρί­ας τῶν καρ­πῶν τῆς γῆς.

Καὶ ὑ­πὲρ πά­σης ψυ­χῆς Χρι­στι­α­νῶν ὀρ­θο­δό­ξων.

Μα­κα­ρί­σω­μεν τοὺς εὐ­σε­βεῖς βα­σι­λεῖς, τοὺς ὀρ­θο­δό­ξους ἀρ­χι­ε­ρεῖς, τοὺς κτί­το­ρας τοῦ ἁ­γί­ου να­οῦ τού­του, τοὺς γο­νεῖς ἡ­μῶν καὶ δι­δα­σκά­λους, καὶ πάν­τας τοὺς προ­α­πελ­θόν­τας πα­τέ­ρας καὶ ἀ­δελ­φοὺς ἡ­μῶν, τοὺς ἐν­θά­δε εὐ­σε­βῶς κει­μέ­νους καὶ ἁ­παν­τα­χοῦ ὀρ­θο­δό­ξους.

Εἴ­πω­μεν καὶ ὑ­πὲρ ἑ­αυ­τῶν· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Καὶ λαμ­βά­νο­μεν συγ­χώ­ρη­σιν πα­ρὰ τοῦ ἱ­ε­ρέ­ως, τοῦ χο­ροῦ ψάλ­λον­τος τὸ πα­ρὸν σταυ­ρο­θε­ο­το­κί­ον.

Ἦ­χος α´. Πα­νεύ­φη­μοι Μάρ­τυ­ρες.

Σφα­γήν σου τὴν ἄ­δι­κον Χρι­στέ, ἡ Παρ­θέ­νος βλέ­που­σα, ὀ­δυ­ρο­μέ­νη ἐ­βό­α σοι· Τέ­κνον γλυ­κύ­τα­τον, πῶς ἀ­δί­κως πά­σχεις; πῶς τῷ ξύ­λῳ κρέ­μα­σαι, ὁ πᾶ­σαν γῆν κρε­μά­σας τοῖς ὕ­δα­σι; Μὴ λί­πῃς μό­νην με, εὐ­ερ­γέ­τα πο­λυ­έ­λε­ε, τὴν Μη­τέ­ρα καὶ δού­λην σου δέ­ο­μαι.

Εἶ­τα ὁ ἱ­ε­ρεύς·

Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὁ λα­ός· Ἀ­μήν.

* * * * *


Εκτύπωση   Email