30 ΑΠΡΙΛΙΟΥ 2021
ΤΟ ΑΓΙΟΝ ΚΑΙ ΜΕΓΑ ΣΑΒΒΑΤΟΝ
καθ᾿ ὃ ἑορτάζομεν τὴν θεόσωμον ταφὴν
καὶ τὴν εἰς ᾅδου κάθοδον
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ἰωάννου ὁσίου. Σάββα τοῦ στρατηλάτου καὶ μάρτυρος, Ἀθανασίας ὁσίας τῆς ἐξ Αἰγίνης.
* * * * *
Ο ΟΡΘΡΟΣ
(Τελεῖται συνήθως τῇ Μ. Παρασκευῇ ἑσπέρας· ἐνιαχοῦ ὅμως τελεῖται κατὰ τὴν ἀρχαίαν συνήθειαν τὰς πρώτας πρωϊνὰς ὥρας τοῦ Μ. Σαββάτου).
Ὁ ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν.
Ὁ ἱερεύς· Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.
Ὁ ἀναγνώστης· Ἀμήν.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. (τρίς)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν.
Κύριε, ἐλέησον (12άκις).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Καὶ τοὺς ἑξῆς ψαλμοὺς (ὧν ἀναγινωσκομένων ὁ ἱερεὺς θυμιᾷ διὰ κατζίου).
Ψαλμὸς ιθ´ (19).
Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως· ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.
Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.
Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.
Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.
Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου· νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ.
Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.
Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις· ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον· ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.
Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.
Ψαλμὸς κ´ (20).
Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.
Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος· ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.
Ζωὴν ᾐτήσατό σε καὶ ἔδωκας αὐτῷ, μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.
Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾿ αὐτόν.
Ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος· εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.
Ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ Ὑψίστου οὐ μὴ σαλευθῇ.
Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου· ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.
Ὅτι θήσεις αὐτοὺς εἰς κλίβανον πυρός, εἰς καιρὸν τοῦ προσώπου σου.
Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.
Τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων.
Ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι.
Ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.
Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὸ τρισάγιον.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. (τρίς)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν.
Καὶ τὰ τροπάρια·
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων. Τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης ἀήττητον τρόπαιον.
Καὶ νῦν. Θεοτοκίον.
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε· στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.
Ὁ ἱερεύς· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ´.
Ὁ ἱερεύς· Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.
Ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ´.
Ὁ ἱερεύς· Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
Ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ´.
Ὁ ἱερεὺς ἐκφώνως· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν.
* * *
Ο ΕΞΑΨΑΛΜΟΣ - ΑΙ ΕΥΧΑΙ
Ὁ ἀναγνώστης· Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ.
Καὶ εὐθὺς ἐκφωνεῖ ὁ ἱερεύς·
Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν.
Καὶ ἀναγινώσκει ὁ προεστὼς (ἢ ὁ ἀναγνώστης) τὸν Ἑξάψαλμον.
Ὁ δὲ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὰς εὐχὰς τοῦ Ὄρθρου ἐνώπιον τῆς ἁγίας Τραπέζης· μετὰ δὲ τὴν πρώτην τριάδα τῶν Ψαλμῶν ἐξελθὼν συνεχίζει τὴν ἀνάγνωσιν ἐνώπιον τῆς εἰκόνος τοῦ Κυρίου.
Ὁ ἀναγνώστης·
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (τρίς)
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. (δίς)
Ψαλμὸς γ´ (3).
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ.
Πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.
Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ· δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.
Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου.
Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Καί πάλιν.
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
Ψαλμὸς λζ´ (37).
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου.
Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου· οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.
Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ.
Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.
Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.
Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.
Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα· ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.
Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.
Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ.
Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν.
Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ.
Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.
Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα, σὺ εἰσακούσῃ, Κύριε, ὁ Θεός μου.
Ὅτι εἶπον· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.
Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.
Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως.
Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην.
Μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ.
Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε, τῆς σωτηρίας μου.
Καὶ πάλιν.
Μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ.
Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.
Ψαλμὸς ξβ´ (62).
Ὁ Θεός, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.
Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε.
Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου, καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.
Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ.
Ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δέ ἀντελάβετο ἡ δεξιά σου.
Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου· εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται.
Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.
Καὶ πάλιν.
Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ, ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
Καὶ τὰ ἑξῆς ἄνευ μετανοιῶν·
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός (τρίς).
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ψαλμὸς πζ´ (87).
Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.
Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.
Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾍδῃ ἤγγισε.
Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος.
Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.
Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
Ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ.
Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς.
Παρεδόθην καὶ οὐκ ἐξεπορευόμην· οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας.
Ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου.
Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι;
Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;
Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
Κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει σε.
Ἵνα τί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου; ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ;
Πτωχός εἰμι ἐγώ, καὶ ἐν κόποις ἐκ νεότητός μου· ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.
Ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με.
Ἐκύκλωσάν με ὡσεὶ ὕδωρ, ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα.
Ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.
Καὶ πάλιν.
Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.
Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.
Ψαλμὸς ρβ´ (102).
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου.
Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.
Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.
Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.
Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.
Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.
Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν.
Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν.
Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν· ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.
Ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει.
Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ἐπὶ τοὺς φοβουμένους αὐτόν.
Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ Ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ.
Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν.
Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Ψαλμὸς ρμβ´ (142).
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.
Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σού εἰμι.
Καὶ πάλιν.
Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου, καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. (δίς)
Εἶτα·
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Δόξα. Καὶ νῦν.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι, ὁ Θεός. (τρίς)
Καὶ μετὰ τὴν ἀνάγνωσιν τῶν εὐχῶν ὁ ἱερεὺς ἀσπασάμενος τὴν δεσποτικὴν εἰκόνα εἰσέρχεται διὰ τῆς νοτίου πύλης εἰς τὸ Ἱερόν.
* * *
ΤΑ ΕΙΡΗΝΙΚΑ
Πληρωθέντος τοῦ ἑξαψάλμου, ὁ ἱερεὺς λέγει ἐνώπιον τῆς ἁγίας Τραπέζης τὰ εἰρηνικά, τοῦ χοροῦ ψάλλοντος μεθ᾿ ἑκάστην δέησιν τὸ Κύριε, ἐλέησον.
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν.
[Ἐν ταῖς ἱεραῖς μοναῖς προστίθεται·
Ὑπὲρ τοῦ πατρὸς ἡμῶν (δεῖνος) ἱερομονάχου καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος τοῦ Κυρίου δεηθῶμεν.]
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς πόλεως (ἢ τῆς ἁγίας μονῆς ἢ τῆς χώρας ἢ τῆς νήσου) ταύτης, πάσης (μονῆς) πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ χορός· Σοί, Κύριε.
Ὁ ἱερεὺς ἐκφώνως·
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
* * *
ΤΟ «ΘΕΟΣ ΚΥΡΙΟΣ» - ΤΑ ΤΡΟΠΑΡΙΑ
Ἦχος α´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Καὶ τὰ ἑπόμενα τροπάρια.
Ἦχος β´.
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρᾷ, εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας, ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις, τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς Μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς, ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς, ἐδείχθη ἀλλότριος.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὸν τὸ κράτος...
* * *
Σημείωσις: Κατὰ τὴν ἐν τῷ Τριῳδί_ω τάξιν, στιχολογοῦμεν ἐνταῦθα τὸν Ἄμωμον εἰς στάσεις τρεῖς μετὰ τῶν ἐγκωμίων, ψάλλοντες ἀνὰ ἓν τροπάριον μεθ᾿ ἕκαστον στίχον καὶ εἶτα τὰ ἀναστάσιμα εὐλογητάρια.
Ὁ Ἄμωμος (ψαλμὸς 118) παρατίθεται ἐν τῷ παραρτήματι τοῦ παρόντος πονήματος.
* * *
ΚΑΘΙΣΜΑΤΑ
Καὶ ψάλλομεν τὰ παρόντα καθίσματα.
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Σινδόνι καθαρᾷ, καὶ ἀρώμασι θείοις, τὸ σῶμα τὸ σεπτόν, ἐξαιτήσας Πιλάτῳ, μυρίζει καὶ τίθησιν, Ἰωσὴφ καινῷ μνήματι· ὅθεν ὄρθριαι, αἱ μυροφόροι γυναῖκες, ἀνεβόησαν· Δεῖξον ἡμῖν ὡς προεῖπας, Χριστέ, τὴν ἀνάστασιν.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι.
Δεῖξον ἡμῖν ὡς προεῖπας, Χριστέ, τὴν ἀνάστασιν.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἕτερον ὅμοιον.
Ἐξέστησαν χοροί, τῶν ἀγγέλων ὁρῶντες, τὸν ἐν τοῖς τοῦ Πατρός, καθεζόμενον κόλποις, πῶς τάφῳ κατατίθεται, ὡς νεκρὸς ὁ ἀθάνατος· ὃν τὰ τάγματα, τὰ τῶν ἀγγέλων κυκλοῦσι, καὶ δοξάζουσι, σὺν τοῖς νεκροῖς ἐν τῷ ᾅδῃ, ὡς κτίστην καὶ Κύριον.
* * *
Ὁ ἀναγνώστης τὸν ψαλμὸν ν´ (50).
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
* * *
Ο ΚΑΝΩΝ
Καὶ ψάλλομεν τὸν παρόντα κανόνα,
οὗ ἡ ἀκροστιχὶς ἐκτὸς τῶν εἱρμῶν
τῶν τεσσάρων πρώτων ᾠδῶν·
Καὶ σήμερον δὲ Σάββατον μέλπω μέγα.
Ποίημα Κασσιανῆς μοναχῆς,
Μάρκου ἐπισκόπου Ἱδροῦντος,
καὶ Κοσμᾶ μοναχοῦ*.
* Ἑκάστης ᾠδῆς τὰ τροπάρια μετὰ τοῦ εἱρμοῦ ψάλλονται εἰς ἓξ ἢ χάριν συντομίας εἰς τέσσαρα. Ὁ εἱρμὸς ψάλλεται ἄνευ τινὸς στίχου· τῶν δύο τελευταίων τροπαρίων προτάσσεται τὸ Δόξα Πατρὶ καὶ τὸ Καὶ νῦν, τῶν δὲ ἐνδιαμέσων τροπαρίων τὸ Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Εἰς τὸ τέλος ἐπαναλαμβάνεται ὁ εἱρμὸς ὡς καταβασία. Τὰ αὐτὰ ἰσχύουν δι᾿ ὅλους τοὺς κανόνας τῆς Μ. Ἑβδομάδος.
* Ὁ ἀρχικὸς κανὼν τοῦ Μ. Σαββάτου, ποιηθεὶς ὑπὸ τοῦ Κοσμᾶ, ἦτο τετραῴδιον περιλαμβάνον τὰς ᾠδὰς στ´-θ´ καὶ ἔχον ἀκροστιχίδα «Σάββατον μέλπω μέγα». Τὸν κανόνα τοῦτον συνεπλήρωσεν ἡ Κασσιανὴ δι᾿ ἑτέρου τετραῳδίου περιλαμβάνοντος τὰς ᾠδὰς α´-ε´. Ὁ δὲ Μᾶρκος ἐκράτησε μόνον τοὺς εἱρμοὺς τῆς Κασσιανῆς, ἀντικατέστησε δὲ τὰ τροπάρια τῶν τεσσάρων πρώτων ᾠδῶν διὰ τῶν σήμερον ψαλλομένων ὑπὸ ἀκροστιχίδα «Καὶ σήμερον δέ». Οὕτως ὁ κανὼν ἔλαβε τὴν σημερινήν του μορφήν.
ᾨδὴ α´. Ἦχος πλ. β´. Ὁ εἱρμός.
Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ παῖδες· ἀλλ᾿ ἡμεῖς ὡς αἱ νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν. Ἐνδόξως γὰρ δεδόξασται.
Τροπάρια.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Κύριε Θεέ μου, ἐξόδιον ὕμνον, καὶ ἐπιτάφιον, ᾠδήν σοι ᾄσομαι, τῷ τῇ ταφῇ σου ζωῆς μοι, τὰς εἰσόδους διανοίξαντι, καὶ θανάτῳ θάνατον, καὶ ᾍδην θανατώσαντι.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι.
Ἄνω σε ἐν θρόνῳ, καὶ κάτω ἐν τάφῳ, τὰ ὑπερκόσμια, καὶ ὑποχθόνια, κατανοοῦντα Σωτήρ μου, ἐδονεῖτο τῇ νεκρώσει σου· ὑπὲρ νοῦν ὡράθης γάρ, νεκρὸς ζωαρχικώτατος.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἵνα σου τῆς δόξης, τὰ πάντα πληρώσῃς, καταπεφοίτηκας, ἐν κατωτάτοις τῆς γῆς· ἀπὸ γὰρ σοῦ οὐκ ἐκρύβη, ἡ ὑπόστασίς μου ἡ ἐν Ἀδάμ, καὶ ταφεὶς φθαρέντα με, καινοποιεῖς Φιλάνθρωπε.
Καταβασία.
(Τὸ τέλος αὐτῆς ψάλλει ὁ β´ χορός).
Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ παῖδες· ἀλλ᾿ ἡμεῖς ὡς αἱ νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν. Ἐνδόξως γὰρ δεδόξασται.
ᾨδὴ γ´. Ἦχος πλ. β´. Ὁ εἱρμός.
Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο· Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε κραυγάζουσα.
Τροπάρια.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Σύμβολα τῆς ταφῆς σου, παρέδειξας τὰς ὁράσεις πληθύνας· νῦν δὲ τὰ κρύφιά σου, θεανδρικῶς διετράνωσας, καὶ τοῖς ἐν ᾅδῃ Δέσποτα. Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε κραυγάζουσιν.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι.
Ἥπλωσας τὰς παλάμας, καὶ ἥνωσας τὰ τὸ πρὶν διεστῶτα, καταστολῇ δὲ Σῶτερ, τῇ ἐν σινδόνι καὶ μνήματι, πεπεδημένους ἔλυσας· Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε, κραυγάζοντας.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μνήματι καὶ σφραγῖσιν, Ἀχώρητε συνεσχέθης βουλήσει· καὶ γὰρ τὴν δύναμίν σου, ταῖς ἐνεργείαις ἐγνώρισας, θεουργικῶς τοῖς μέλπουσιν· Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε φιλάνθρωπε.
Καταβασία.
Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο· Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε κραυγάζουσα.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...
* * *
ΜΕΣῼΔΙΟΝ ΚΑΘΙΣΜΑ
Ὁ α´ χορός· Κάθισμα. Ἦχος α´. Αὐτόμελον.
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναιξὶ τὴν Ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην· σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὸ αὐτό.
Τὸν τάφον σου Σωτήρ, ..
* * *
ᾨδὴ δ´. Ἦχος πλ. β´. Ὁ εἱρμός.
Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα· Σὺ δυναστῶν διέκοψας, κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾍδῃ, ὡς παντοδύναμος.
Τροπάρια.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἑβδόμην σήμερον ἡγίασας, ἣν εὐλόγησας πρίν, καταπαύσει τῶν ἔργων· παράγεις γὰρ τὰ σύμπαντα, καὶ καινοποιεῖς, σαββατίζων Σωτήρ μου, καὶ ἀνακτώμενος.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι.
Ῥωμαλεότητι τοῦ κρείττονος, ἐκνικήσαντός σου, τῆς σαρκὸς ἡ ψυχή σου, διῄρηται σπαράττουσα, ἄμφω γὰρ δεσμούς, τοῦ θανάτου καὶ ᾍδου, Λόγε τῷ κράτει σου.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ ᾍδης Λόγε συναντήσας σοι, ἐπικράνθη βροτόν, ὁρῶν τεθεωμένον, κατάστικτον τοῖς μώλωψι, καὶ πανσθενουργόν, τῷ φρικτῷ τῆς μορφῆς δέ, διαπεφώνηκεν.
Καταβασία.
Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα· Σὺ δυναστῶν διέκοψας, κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾍδῃ, ὡς παντοδύναμος.
ᾨδὴ ε´. Ἦχος πλ. β´. Ὁ εἱρμός.
Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν· Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ ἐν τῇ γῇ, ἀγαλλιάσονται.
Τροπάρια.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Νεοποιεῖς τοὺς γηγενεῖς, ὁ πλαστουργὸς χοϊκὸς χρηματίσας, καὶ σινδὼν καὶ τάφος ὑπεμφαίνουσι, τὸ συνόν σοι Λόγε μυστήριον· ὁ εὐσχήμων γὰρ βουλευτής, τὴν τοῦ σὲ φύσαντος βουλὴν σχηματίζει, ἐν σοὶ μεγαλοπρεπῶς καινοποιοῦντός με.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι.
Διὰ θανάτου τὸ θνητόν, διὰ ταφῆς τὸ φθαρτὸν μεταβάλλεις· ἀφθαρτίζεις γὰρ θεοπρεπέστατα, ἀπαθανατίζων τὸ πρόσλημμα· ἡ γὰρ σάρξ σου διαφθοράν, οὐκ εἶδε Δέσποτα οὐδὲ ἡ ψυχή σου, εἰς ᾍδου ξενοπρεπῶς, ἐγκαταλέλειπται.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐξ ἀλοχεύτου προελθών, καὶ λογχευθεὶς τὴν πλευρὰν Πλαστουργέ μου, ἐξ αὐτῆς εἰργάσω τὴν ἀνάπλασιν, τὴν τῆς Εὔας Ἀδὰμ γενόμενος, ἀφυπνώσας ὑπερφυῶς, ὕπνον φυσίζωον καὶ ζωὴν ἐγείρας, ἐξ ὕπνου καὶ τῆς φθορᾶς, ὡς παντοδύναμος.
Καταβασία.
Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν· Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ ἐν τῇ γῇ, ἀγαλλιάσονται.
ᾨδὴ Ϛ´. Ἦχος πλ. β´. Ὁ εἱρμός.
Συνεσχέθη, ἀλλ᾿ οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ· Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε.
Τροπάρια.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἀνῃρέθης, ἀλλ᾿ οὐ διῃρέθης, Λόγε ἧς μετέσχες σαρκός· εἰ γὰρ καὶ λέλυταί σου, ὁ ναὸς ἐν τῷ καιρῷ τοῦ πάθους, ἀλλὰ καὶ οὕτω μία ἦν ὑπόστασις, τῆς Θεότητος καὶ τῆς σαρκός σου· ἐν ἀμφοτέροις γὰρ εἷς ὑπάρχεις Υἱός, Λόγος τοῦ Θεοῦ, Θεὸς καὶ ἄνθρωπος.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι.
Βροτοκτόνον, ἀλλ᾿ οὐ θεοκτόνον, ἔφυ τὸ πταῖσμα τοῦ Ἀδάμ· εἰ γὰρ καὶ πέπονθέ σου, τῆς σαρκὸς ἡ χοϊκὴ οὐσία, ἀλλ᾿ ἡ Θεότης ἀπαθὴς διέμεινε· τὸ φθαρτὸν δέ σου πρὸς ἀφθαρσίαν, μετεστοιχείωσας, καὶ ἀφθάρτου ζωῆς, ἔδειξας πηγὴν ἐξ ἀναστάσεως.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Βασιλεύει, ἀλλ᾿ οὐκ αἰωνίζει, ᾍδης τοῦ γένους τῶν βροτῶν· σὺ γὰρ τεθεὶς ἐν τάφῳ, Κραταιὲ ζωαρχικῇ παλάμῃ, τὰ τοῦ θανάτου κλεῖθρα διεσπάραξας, καὶ ἐκήρυξας τοῖς ἀπ᾿ αἰῶνος, ἐκεῖ καθεύδουσι λύτρωσιν ἀψευδῆ, Σῶτερ γεγονὼς νεκρῶν πρωτότοκος.
Καταβασία.
Συνεσχέθη, ἀλλ᾿ οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ· Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης...
* * *
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Ὁ ἀναγνώστης τὸ Κοντάκιον.
Ποίημα Ρωμανοῦ τοῦ μελῳδοῦ.
Ἦχος β´. Χειρόγραφον εἰκόνα.
Τὴν ἄβυσσον ὁ κλείσας, νεκρὸς ὁρᾶται· καὶ σμύρνῃ καὶ σινδόνι, ἐνειλημένος, ἐν μνημείῳ κατατίθεται, ὡς θνητὸς ὁ Ἀθάνατος. Γυναῖκες δὲ αὐτόν, ἦλθον μυρίσαι, κλαίουσαι, πικρῶς καὶ ἐκβοῶσαι· Τοῦτο Σάββατόν ἐστι, τὸ ὑπερευλογημένον, ἐν ᾧ Χριστὸς ἀφυπνώσας, ἀναστήσεται τριήμερος.
Ὁ Οἶκος. Τάχυνον ὁ οἰκτίρμων.
Ὁ συνέχων τὰ πάντα, ἐπὶ σταυροῦ ἀνυψώθη, καὶ θρηνεῖ πᾶσα ἡ κτίσις· τοῦτον βλέπουσα κρεμάμενον, γυμνὸν ἐπὶ τοῦ ξύλου, ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε καὶ τὸ φέγγος, οἱ ἀστέρες ἀπεβάλλοντο· ἡ γῆ δὲ σὺν πολλῷ, τῷ φόβῳ, συνεκλονεῖτο· ἡ θάλασσα ἔφυγε, καὶ αἱ πέτραι διεῤῥήγνυντο· μνημεῖα δὲ πολλὰ ἠνεῴχθησαν, καὶ σώματα ἠγέρθησαν ἁγίων ἀνδρῶν· ᾍδης κάτω στενάζει· καὶ Ἰουδαῖοι σκέπτονται, συκοφαντῆσαι Χριστοῦ τὴν Ἀνάστασιν· τὰ δὲ γύναια κράζουσι· Τοῦτο Σάββατόν ἐστι, τὸ ὑπερευλογημένον, ἐν ᾧ Χριστὸς ἀφυπνώσας, ἀναστήσεται τριήμερος.
Συναξάριον. Πρῶτον τοῦ Μηναίου.
Τῇ ΙΗ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰωάννου τοῦ ἡσυχαστοῦ, μαθητοῦ τοῦ ἁγίου Γρηγορίου τοῦ Δεκαπολίτου. (†820)
Στίχ. Ἰωάννη, σκίρτησον ὡς Ἰωάννης,
Οὐ γαστρὸς ἐντός, ἀλλὰ τῆς Ἐδὲμ ἔνδον.
Ὀκτωκαιδεκάτῃ Ἰωάννης νέκυς ὤφθη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου μάρτυρος Σάββα τοῦ Στρατηλάτου. (†372)
Στίχ. Ὕπελθε, Σάββα, φθαρτὸν ἡδέως ὕδωρ,
Ὡς ἂν πίνῃς ἄφθαρτον ἡδονῆς ὕδωρ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κοσμᾶ, ἐπισκόπου Χαλκηδόνος, καὶ τοῦ συνασκητοῦ αὐτοῦ Αὐξεντίου τοῦ σοφοῦ. (†820)
Στίχ. Θραύσας βέλη σὰ καὶ μεταστὰς σοῦ, βίε,
Ἔξω βελῶν ὑπῆρξε Κοσμᾶς, ὡς λόγος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ναυκρατίου, ἡγουμένου τῆς μονῆς Στουδίου. (†848)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Ἀθανασίας. (†850)
Στίχ. Ἀθανασίας τῇ κορυφῇ προσφέρω
Στέφανον ἀθάνατον διὰ τῶν λόγων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Ἀπολλωνίου τοῦ συγκλητικοῦ καὶ ἀπολογητοῦ, τὴν κάραν τμηθέντος. (~†190)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ὁσίων Βιθέως (Bitheus) καὶ Γενόκου (Genocus), ἐκ Βρεττανίας ἀκολούθων τοῦ ὁσίου Φινιάνου (Finian) εἰς Ἰρλανδίαν. (Ϛ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Λασεριανοῦ (Laserian Molaisse), ἱδρυτοῦ τῆς μονῆς καὶ τῆς ἐπισκοπῆς Λάιλιν (Leighlin) ἐν Ἰρλανδίᾳ. (†639)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Δεϊκόλα (Deicola), τοῦ ἐξ Ἰρλανδίας ἱεροκήρυκος ἐν Ἀγγλίᾳ. (τέλη ζ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὁσίας Αὐστρεγίλδης (Agia, Austregildis), τὸ πρῶτον συζύγου τοῦ ἁγίου Χιδούλφου (Hidulf), εἶτα μοναχῆς ἐν τῷ κοινοβίῳ τῆς Μόντης (Mons) ἐν Βελγίῳ. (~†714)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Βικτέρπου (Wicterp), ἡγουμένου τοῦ ἀββαείου Ἐλλβάγκεν (Ellwangen), εἶτα ι´ (10ου) ἐπισκόπου Αὐγσβούργου (Augsburg) ἐν Γερμανίᾳ. (†749)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Κογιτόσου (Cogitosus), μοναχοῦ ἐν Κίλδαρ (Kildare) τῆς Ἰρλανδίας. (η´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Περφέκτου, ἱερέως ἐν Κορδούῃ τῆς Ἰσπανίας, ἀθλήσαντος τῇ ἡμέρᾳ τοῦ Πάσχα, ὑπὸ τῶν μουσουλμάνων. (†851)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Βασιλείου τοῦ Γεωργιανοῦ (Ratishvili), ἀσκήσαντος ἐν τῇ ἐν Ἄθῳ μονῇ τῶν Ἰβήρων. (ιγ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Εὐθυμίου τοῦ φωτιστοῦ τῆς Καρελίας (†1435), καὶ τῶν ἐκεῖσε δικαίων ἀνδρῶν Ἀντωνίου καὶ Φήλικος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Ἀρκαδίου (Dorohobuzhsky), μαθητοῦ τοῦ ὁσίου Γερασίμου (Harasym) τοῦ ἐν Περεϋασλὰβ (Pereyaslavl-Zalisski) ἐν Ῥωσσίᾳ. (ιϚ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου νεομάρτυρος Ἰωάννου τοῦ ἐξ Ἰωαννίνων, τοῦ ῥάπτου, ἐν Κωνσταντινουπόλει ἀθλήσαντος. (†1526)
Στίχ. Βληθεὶς καμίνου ἐν μέσῳ, Ἰωάννη,
Χριστῷ προσῇδες ὕμνον εὐχαριστίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου νεομάρτυρος Τοῦνομ τοῦ Ἱεροσολυμίτου, ἄραβος ἐμίρη, ὁμολογήσαντος Χριστὸν ἐπὶ τῇ θέᾳ τοῦ ἁγίου φωτός. (†1579)
Στίχ. Φῶς ἅγιον, Τοῦνομ, φωτῖσαν σὸν σκότος
πρὸς Φῶς εἵλκυσέ σε, Χριστόν, ἐν τῷ πόλω.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Κυρίλλου τοῦ Ϛ´, πατριάρχου Κωνσταντινουπόλεως, τοῦ ἐν Ἀδριανουπόλει ἀγχονισθέντος. (†1821)
Στίχ. Ἀγχόνῃ, Κύριλλε, Βυζαντίου πρῶτε,
ὑπὲρ Χριστοῦ ᾐωρήθης καὶ λαοῦ σου.
Καὶ τοῦ Τριῳδίου τὸ παρόν.
Τῷ ἁγίῳ καὶ Μεγάλῳ Σαββάτῳ, τὴν θεόσωμον Ταφήν, καὶ τὴν εἰς ᾍδου Κάθοδον τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν, δι᾿ ὧν τῆς φθορᾶς τὸ ἡμέτερον γένος ἀνακληθέν, πρὸς αἰωνίαν ζωὴν μεταβέβηκε.
Στίχ. Μάτην φυλάττεις τὸν τάφον, κουστωδία·
Οὐ γὰρ καθέξει τύμβος αὐτοζωΐαν.
Τῇ ἀνεκφράστῳ σου συγκαταβάσει, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
* * *
ᾨδὴ ζ´. Ἦχος πλ. β´. Ὁ εἱρμός.
Ἄφραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
Τροπάρια.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τέτρωται ᾍδης, ἐν τῇ καρδίᾳ δεξάμενος, τὸν τρωθέντα λόγχῃ τὴν πλευράν, καὶ στένει πυρί, θείῳ δαπανώμενος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὄλβιος τάφος! ἐν ἑαυτῷ γὰρ δεξάμενος, ὡς ὑπνοῦντα τὸν Δημιουργόν, ζωῆς θησαυρός, θεῖος ἀναδέδεικται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι.
Νόμῳ θανόντων, τὴν ἐν τῷ τάφῳ κατάθεσιν, ἡ τῶν ὅλων δέχεται ζωή, καὶ τοῦτον πηγήν, δείκνυσιν ἐγέρσεως, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μία ὑπῆρχεν, ἡ ἐν τῷ ᾍδῃ ἀχώριστος, καὶ ἐν τάφῳ καὶ ἐν τῇ Ἐδέμ, Θεότης Χριστοῦ, σὺν Πατρὶ καὶ Πνεύματι, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
Καταβασία.
Ἄφραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η´. Ἦχος πλ. β´. Ὁ εἱρμός.
Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν, τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τροπάρια.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Λέλυται ἄχραντος ναός, τὴν πεπτωκυῖαν δέ, συνανίστησι σκηνήν· Ἀδὰμ γὰρ τῷ προτέρῳ δεύτερος, ὁ ἐν ὑψίστοις οἰκῶν, κατῆλθε μέχρις ᾍδου ταμείων· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱὸν
καὶ ἅγιον Πνεῦμα, τὸν Κύριον·
ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν
αὐτὸν εἰς τοὺς αἰῶνας.
Πέπαυται τόλμα μαθητῶν, Ἀριμαθαῖος δέ, ἀριστεύει Ἰωσήφ· νεκρὸν γὰρ καὶ γυμνὸν θεώμενος, τὸν ἐπὶ πάντων Θεόν, αἰτεῖται καὶ κηδεύει κραυγάζων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὢ τῶν θαυμάτων τῶν καινῶν! ὢ ἀγαθότητος! ὢ ἀφράστου ἀνοχῆς! ἑκὼν γὰρ ὑπὸ γῆς σφραγίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ πλάνος Θεὸς συκοφαντεῖται· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν,
προσκυνοῦμεν τὸν Κύριον,
ὑμνοῦντες καὶ ὑπερυψοῦντες
αὐτὸν εἰς τοὺς αἰῶνας.
Καταβασία.
Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν, τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
* * *
Ὁ διάκονος· Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνομεν.
Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται.
Καὶ ψάλλεται ἡ
ᾨδὴ θ´. Ἦχος πλ. β´. Ὁ εἱρμός.
Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρί, ἄνευ σπορᾶς συνέλαβες Υἱόν· ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνοντας.
Τροπάρια.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἐπὶ τῷ ξένῳ σου τόκῳ, τὰς ὀδύνας φυγοῦσα, ὑπερφυῶς, ἐμακαρίσθην ἄναρχε Υἱέ· νῦν δέ σε Θεέ μου ἄπνουν ὁρῶσα νεκρόν, τῇ ῥομφαίᾳ τῆς λύπης, σπαράττομαι δεινῶς· ἀλλ᾿ ἀνάστηθι ὅπως, μεγαλυνθήσωμαι.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι.
Γῆ με καλύπτει ἑκόντα, ἀλλὰ φρίττουσιν ᾍδου, οἱ πυλωροί, ἠμφιεσμένον βλέποντες στολήν, ᾑμαγμένην Μῆτερ τῆς ἐκδικήσεως· τοὺς ἐχθροὺς ἐν Σταυρῷ γάρ, πατάξας ὡς Θεός, ἀναστήσομαι αὖθις καὶ μεγαλύνω σε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀγαλλιάσθω ἡ κτίσις· εὐφραινέσθωσαν πάντες, οἱ γηγενεῖς· ὁ γὰρ ἐχθρὸς ἐσκύλευται ᾍδης· μετὰ μύρων Γυναῖκες προσυπαντάτωσαν· τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ, λυτροῦμαι παγγενῆ· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐξαναστήσομαι.
Καταβασία.
Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρί, ἄνευ σπορᾶς συνέλαβες Υἱόν· ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνοντας.
* * *
Μετὰ τὴν θ´ ᾠδὴν ὁ ἱερεὺς ἐνδεδυμένος ἅπασαν τὴν ἱερατικὴν στολὴν αὐτοῦ ἐξέρχεται μετὰ τοῦ διακόνου ἐκ τοῦ ἱεροῦ βήματος καὶ πορεύεται πρὸς τὸν Ἐπιτάφιον θυμιῶν καὶ ψάλλων τὸ Ἡ ζωὴ ἐν τάφῳ· θυμιάσας δὲ κύκλῳ τὸν Ἐπιτάφιον καὶ ὅλον τὸν ναὸν ἐπανέρχεται καὶ ἵσταται ἐνώπιον τοῦ Ἐπιταφίου. Οἱ δὲ χοροὶ ἱστάμενοι περὶ τὸ Ἐπιτάφιον ψάλλουσιν εἰς στάσεις τρεῖς
ΤΑ ΕΓΚΩΜΙΑ
* Τὰ ἐγκώμια συνήθως δὲν ψάλλονται ὅλα, ἀλλὰ χάριν συντομίας παραλείπονται πολλὰ ἐξ αὐτῶν. Ἐνταῦθα παρατίθενται μὲν ὅλα, σημειοῦνται δὲ διὰ ἐρυθροῦ ἀρχιγράμματος λ´ (30) δι᾿ ἑκάστην στάσιν, τὰ ἐκλεκτότερα, τὰ ὁποῖα καὶ ψάλλονται συνήθως. Διὰ τὴν ἐπιλογὴν αὐτῶν ἐλήφθησαν ὑπ᾿ ὄψιν προγενέστεραι ἐργασίαι τῶν Ἐμμανουὴλ Φαρλέκα καὶ Ἀποστόλου Βαλληνδρᾶ.
Στάσις Α´.
Ἦχος πλ. α´.
Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν.
Ἡ ζωὴ πῶς θνήσκεις; πῶς καὶ τάφῳ οἰκεῖς; τοῦ θανάτου τὸ βασίλειον λύεις δέ, καὶ τοῦ ᾍδου τοὺς νεκροὺς ἐξανιστᾷς.
Μεγαλύνομέν σε, Ἰησοῦ Βασιλεῦ, καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη σου· δι᾿ ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.
Μέτρα γῆς ὁ στήσας, ἐν σμικρῷ κατοικεῖς, Ἰησοῦ παμβασιλεῦ τάφῳ σήμερον, ἐκ μνημάτων τοὺς θανόντας ἀνιστῶν.
Ἰησοῦ Χριστέ μου, Βασιλεῦ τοῦ παντός, τί ζητῶν τοῖς ἐν τῷ ᾍδῃ ἐλήλυθας; ἢ τὸ γένος ἀπολῦσαι τῶν βροτῶν;
Ὁ Δεσπότης πάντων, καθορᾶται νεκρός, καὶ ἐν μνήματι καινῷ κατατίθεται, ὁ κενώσας τὰ μνημεῖα τῶν νεκρῶν.
Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ θανάτῳ σου τὸν θάνατον ὤλεσας, καὶ ἐπήγασας τῷ κόσμῳ τὴν ζωήν.
Μετὰ τῶν κακούργων, ὡς κακοῦργος Χριστέ, ἐλογίσθης δικαιῶν ἡμᾶς ἅπαντας, κακουργίας τοῦ ἀρχαίου πτερνιστοῦ.
Ὁ ὡραῖος κάλλει, παρὰ πάντας βροτούς, ὡς ἀνείδεος νεκρὸς καταφαίνεται, ὁ τὴν φύσιν ὡραΐσας τοῦ παντός.
ᾍδης πῶς ὑποίσει, Σῶτερ παρουσίαν τὴν σήν, καὶ μὴ θᾶττον συνθλασθείη σκοτούμενος, ἀστραπῆς φωτός σου αἴγλῃ ἐκτυφλωθείς;
Ἰησοῦ γλυκύ μοι, καὶ σωτήριον φῶς, τάφῳ πῶς ἐν σκοτεινῷ, κατακέκρυψαι; ὢ ἀφάτου καὶ ἀῤῥήτου ἀνοχῆς!
Ἀπορεῖ καὶ φύσις, νοερὰ καὶ πληθύς, ἡ ἀσώματος Χριστὲ τὸ μυστήριον, τῆς ἀφράστου καὶ ἀῤῥήτου σου ταφῆς.
Ὢ θαυμάτων ξένων! ὢ πραγμάτων καινῶν! ὁ πνοῆς μοι χορηγὸς ἄπνους φέρεται, κηδευόμενος χερσὶ τοῦ Ἰωσήφ.
Καὶ ἐν τάφῳ ἔδυς, καὶ τῶν κόλπων Χριστέ, τῶν πατρῴων οὐδαμῶς ἀπεφοίτησας· τοῦτο ξένον καὶ παράδοξον ὁμοῦ.
Ἀληθὴς καὶ πόλου, καὶ τῆς γῆς Βασιλεύς, εἰ καὶ τάφῳ σμικροτάτῳ συγκέκλεισαι, ἐπεγνώσθης πάσῃ κτίσει Ἰησοῦ.
Σοῦ τεθέντος τάφῳ, πλαστουργέτα Χριστέ, τὰ τοῦ ᾍδου ἐσαλεύθη θεμέλια, καὶ μνημεῖα ἠνεῴχθη τῶν βροτῶν.
Ὁ τὴν γῆν κατέχων, τῇ δρακὶ νεκρωθείς, σαρκικῶς ὑπὸ τῆς γῆς νῦν συνέχεται, τοὺς νεκροὺς λυτρῶν τῆς ᾍδου συνοχῆς.
Ἐκ φθορᾶς ἀνέβη, ἡ ζωή μου Σωτήρ, σοῦ θανόντος καὶ νεκροῖς προσφοιτήσαντος, καὶ συνθλάσαντος τοῦ ᾍδου τοὺς μοχλούς.
Ὡς φωτὸς λυχνία, νῦν ἡ σὰρξ τοῦ Θεοῦ, ὑπὸ γῆν ὡς ὑπὸ μόδιον κρύπτεται, καὶ διώκει τὸν ἐν ᾍδῃ σκοτασμόν.
Νοερῶν συντρέχει, στρατιῶν ἡ πληθύς, Ἰωσὴφ καὶ Νικοδήμῳ συστεῖλαί σε, τὸν ἀχώρητον ἐν μνήματι σμικρῷ.
Νεκρωθεὶς βουλήσει, καὶ τεθεὶς ὑπὸ γῆν, ζωοβρύτα Ἰησοῦ μου ἐζώωσας, νεκρωθέντα παραβάσει με πικρᾷ.
Ἠλλοιοῦτο πᾶσα, κτίσις πάθει τῷ σῷ· πάντα γάρ σοι Λόγε συνέπασχον, συνοχέα σε γινώσκοντα παντός.
Τῆς ζωῆς τὴν πέτραν, ἐν κοιλίᾳ λαβών, ᾍδης ὁ παμφάγος ἐξήμεσεν, ἐξ αἰῶνος οὓς κατέπιε νεκρούς.
Ἐν καινῷ μνημείῳ, κατετέθης Χριστέ, καὶ τὴν φύσιν τῶν βροτῶν ἀνεκαίνισας, ἀναστὰς θεοπρεπῶς ἐκ τῶν νεκρῶν.
Ἐπὶ γῆς κατῆλθες, ἵνα σώσῃς Ἀδάμ· καὶ ἐν γῇ μὴ εὑρηκὼς τοῦτον Δέσποτα, μέχρις ᾍδου κατελήλυθας ζητῶν.
Συγκλονεῖται φόβῳ, πᾶσα Λόγε ἡ γῆ, καὶ Φωσφόρος τὰς ἀκτῖνας ἀπέκρυψε, τοῦ μεγίστου γῇ κρυβέντος σου φωτός.
Ὡς βροτὸς μὲν θνῄσκεις, ἑκουσίως Σωτήρ, ὡς Θεὸς δὲ τοὺς θνητοὺς ἐξανέστησας, ἐκ μνημάτων καὶ βυθοῦ ἁμαρτιῶν.
Δακρυῤῥόους θρήνους, ἐπὶ σὲ ἡ Ἁγνή, μητρικῶς ὦ Ἰησοῦ ἐπιῤῥαίνουσα, ἀνεβόα· Πῶς κηδεύσω σε Υἱέ;
Ὥσπερ σίτου κόκκος, ὑποδὺς κόλπους γῆς, τὸν πολύχουν ἀποδέδωκας ἄσταχυν, ἀναστήσας τοὺς βροτοὺς τοὺς ἐξ Ἀδάμ.
Ὑπὸ γῆν ἐκρύβης, ὥσπερ ἥλιος νῦν, καὶ νυκτὶ τῇ τοῦ θανάτου κεκάλυψαι· ἀλλ᾿ ἀνάτειλον φαιδρότερον Σωτήρ.
Ὡς ἡλίου δίσκον, ἡ σελήνη Σωτήρ, ἀποκρύπτει καὶ σὲ τάφος νῦν ἔκρυψεν, ἐκλιπόντα τῷ θανάτῳ σαρκικῶς.
Ἡ ζωὴ θανάτου, γευσαμένη Χριστός, ἐκ θανάτου τοὺς βροτοὺς ἠλευθέρωσε, καὶ τοῖς πᾶσι νῦν δωρεῖται τὴν ζωήν.
Νεκρωθέντα πάλαι, τὸν Ἀδὰμ φθονερῶς, ἐπανάγεις πρὸς ζωὴν τῇ νεκρώσει σου, νέος Σῶτερ ἐν σαρκὶ φανεὶς Ἀδάμ.
Νοεραί σε τάξεις, ἡπλωμένον νεκρόν, καθορῶσαι δι᾿ ἡμᾶς ἐξεπλήττοντο, καλυπτόμεναι ταῖς πτέρυξι Σωτήρ.
Καθελών σε Λόγε, ἀπὸ ξύλου νεκρόν, ἐν μνημείῳ Ἰωσὴφ νῦν κατέθετο· Ἀλλ᾿ ἀνάστα σῴζων πάντας ὡς Θεός.
Τῶν Ἀγγέλων Σῶτερ, χαρμονὴ πεφυκώς, νῦν καὶ λύπης τούτοις γέγονας αἴτιος, καθορώμενος σαρκὶ ἄπνους νεκρός.
Ὑψωθεὶς ἐν ξύλῳ, καὶ τοὺς ζῶντας βροτούς, συνυψοῖς· ὑπὸ τὴν γῆν δὲ γενόμενος, τοὺς κειμένους ὑπ᾿ αὐτὴν ἐξανιστᾷς.
Ὥσπερ λέων Σῶτερ, ἀφυπνώσας σαρκί, ὥς τις σκύμνος ὁ νεκρὸς ἐξανίστασαι, ἀποθέμενος τὸ γῆρας τῆς σαρκός.
Τὴν πλευρὰν ἐνύγης, ὁ πλευρὰν εἰληφώς, τοῦ Ἀδὰμ ἐξ ἧς τὴν Εὔαν διέπλασας, καὶ ἐξέβλυσας κρουνοὺς καθαρτικούς.
Ἐν κρυπτῷ μὲν πάλαι, θύεται ὁ Ἀμνός· σὺ δ᾿ ὑπαίθριος τυθεὶς ἀνεξίκακε, πᾶσαν κτίσιν ἀπεκάθηρας Σωτήρ.
Τίς ἐξείποι τρόπον, φρικτὸν ὄντως καινόν; ὁ δεσπόζων γὰρ τῆς κτίσεως σήμερον, πάθος δέχεται καὶ θνῄσκει δι᾿ ἡμᾶς.
Ὁ ζωῆς ταμίας, πῶς ὁρᾶται νεκρός; ἐκπληττόμενοι οἱ Ἄγγελοι ἔκραζον· πῶς δ᾿ ἐν μνήματι συγκλείεται Θεός;
Λογχονύκτου Σῶτερ, ἐκ πλευρᾶς σου ζωήν, τῇ ζωῇ τῇ ἐκ ζωῆς ἐξωσάσῃ με, ἐπιστάζεις καὶ ζωοῖς με σὺν αὐτῇ.
Ἁπλωθεὶς ἐν ξύλῳ, συνηγάγου βροτούς· τὴν πλευράν σου δὲ νυγεὶς τὴν ζωήῤῥυτον, πᾶσιν ἄφεσιν πηγάζεις Ἰησοῦ.
Ὁ εὐσχήμων Σῶτερ, σχηματίζει φρικτῶς, καὶ κηδεύει ὡς νεκρὸν εὐσχημόνως σε, καὶ θαμβεῖταί σου τὸ σχῆμα τὸ φρικτόν.
Ὑπὸ γῆν βουλήσει, κατελθὼν ὡς θνητός, ἐπανάγεις ἀπὸ γῆς πρὸς οὐράνια, τοὺς ἐκεῖθεν πεπτωκότας Ἰησοῦ.
Κἂν νεκρὸς ὡράθης, ἀλλὰ ζῶν ὡς Θεός, ἐπανάγεις ἀπὸ γῆς πρὸς οὐράνια, τοὺς ἐκεῖθεν πεπτωκότας Ἰησοῦ.
Κἂν νεκρὸς ὡράθης, ἀλλὰ ζῶν ὡς Θεός, νεκρωθέντας τοὺς βροτοὺς ἀνεζώωσας, τὸν ἐμὸν ἀπονεκρώσας νεκρωτήν.
Ὢ χαρᾶς ἐκείνης! ὢ πολλῆς ἡδονῆς! ἧς περ τοὺς ἐν ᾍδῃ πεπλήρωκας, ἐν πυθμέσι φῶς ἀστράψας ζοφεροῖς.
Προσκυνῶ τὸ Πάθος, ἀνυμνῶ τὴν Ταφήν, μεγαλύνω σου τὸ κράτος Φιλάνθρωπε, δι᾿ ὧν λέλυμαι παθῶν φθοροποιῶν.
Κατὰ σοῦ ῥομφαία, ἐστιλβοῦτο Χριστέ, καὶ ῥομφαία ἰσχυροῦ μὲν ἀμβλύνεται, καὶ ῥομφαία δὲ τροποῦται τῆς Ἐδέμ.
Ἡ Ἀμνὰς τὸν Ἄρνα, βλέπουσα ἐν σφαγῇ, ταῖς ἀκίσι βαλλομένη ἠλάλαζε, συγκινοῦσα καὶ τὸ ποίμνιον βοᾶν.
Κἂν ἐνθάπτῃ τάφῳ, κἂν εἰς ᾍδου μολῇς, ἀλλὰ Σῶτερ καὶ τοὺς τάφους ἐκένωσας, καὶ τὸν ᾍδην ἀπεγύμνωσας Χριστέ.
Ἑκουσίως Σῶτερ, κατελθὼν ὑπὸ γῆν, νεκρωθέντας τοὺς βροτοὺς ἀνεζώωσας, καὶ ἀνήγαγες ἐν δόξῃ πατρικῇ.
Τῆς Τριάδος ὁ εἷς, ἐν σαρκὶ δι᾿ ἡμᾶς, ἐπονείδιστον ὑπέμεινε θάνατον· φρίττει ἥλιος καὶ τρέμει δὲ ἡ γῆ.
Ὡς πικρᾶς ἐκ κρήνης, τῆς Ἰούδα φυλῆς, οἱ ἀπόγονοι ἐν λάκκῳ κατέθεντο, τὸν τροφέα μανναδότην Ἰησοῦν.
Ὁ Κριτὴς ὡς κριτός, πρὸ Πιλάτου κριτοῦ, καὶ παρίστατο καὶ θάνατον ἄδικον, κατεκρίθη διὰ ξύλου σταυρικοῦ.
Ἀλαζὼν Ἰσραήλ, μιαιφόνε λαέ, τί παθὼν τὸν Βαραββᾶν ἠλευθέρωσας, τὸν Σωτῆρα δὲ παρέδωκας Σταυρῷ;
Ὁ χειρί σου πλάσας, τὸν Ἀδὰμ ἐκ τῆς γῆς, δι᾿ αὐτὸν τῇ φύσει γέγονας ἄνθρωπος, καὶ ἐσταύρωσαι βουλήματι τῷ σῷ.
Ὑπακούσας Λόγε, τῷ ἰδίῳ Πατρί, μέχρις ᾍδου τοῦ δεινοῦ καταβέβηκας, καὶ ἀνέστησας τὸ γένος τῶν βροτῶν.
Οἴμοι φῶς τοῦ κόσμου! οἴμοι φῶς τὸ ἐμόν! Ἰησοῦ μου ποθεινότατε ἔκραζεν, ἡ Παρθένος θρηνῳδοῦσα γοερῶς.
Φθονουργέ, φονουργὲ καὶ ἀλάστορ λαέ, κἂν σινδόνας καὶ αὐτὸ τὸ σουδάριον, αἰσχύνθητι ἀναστάντος τοῦ Χριστοῦ.
Δεῦρο δὴ μιαρέ, φονευτὰ μαθητά, καὶ τὸν τρόπον τῆς κακίας σου δεῖξόν μοι, δι᾿ ὃν γέγονας προδότης τοῦ Χριστοῦ.
Ὡς φιλάνθρωπός τις, ὑποκρίνῃ μωρέ, καὶ τυφλὲ πανωλεθρότατε ἄσπονδε, ὁ τὸ μύρον πεπρακὼς διὰ τιμῆς.
Οὐρανίου μύρου, ποίαν ἔσχες τιμήν; τοῦ τιμίου τί ἐδέξω ἀντάξιον; λύσσαν εὗρες καταρώτατε Σατάν.
Εἰ φιλόπτωχος εἶ, καὶ τὸ μύρον λυπῇ, κενουμένου εἰς ψυχῆς ἱλαστήριον, πῶς χρυσῷ ἀπεμπολεῖς τὸν Φωταυγῆ;
Ὦ Θεὲ καὶ Λόγε, ὦ χαρὰ ἡ ἐμή, πῶς ἐνέγκω σου ταφὴν τὴν τριήμερον; νῦν σπαράττομαι τὰ σπλάγχνα μητρικῶς.
Τίς μοι δώσει ὕδωρ, καὶ δακρύων πηγάς, ἡ Θεόνυμφος Παρθένος ἐκραύγαζεν, ἵνα κλαύσω τὸν γλυκύν μου Ἰησοῦν;
Ὦ βουνοὶ καὶ νάπαι, καὶ ἀνθρώπων πληθύς, κλαύσατε καὶ πάντα θρηνήσατε, σὺν ἐμοὶ τῇ τοῦ Θεοῦ ἡμῶν Μητρί.
Πότε ἴδω Σῶτερ, σὲ τὸ ἄχρονον φῶς, τὴν χαρὰν καὶ ἡδονὴν τῆς καρδίας μου; ἡ Παρθένος ἀνεβόα γοερῶς.
Κἂν ὡς πέτρα Σῶτερ, ἡ ἀκρότομος σύ, κατεδέξω τὴν τομήν, ἀλλ᾿ ἐπήγασας, ζῶν τὸ ῥεῖθρον ὡς πηγὴ ὢν τῆς ζωῆς.
Ὡς ἐκ κρήνης μιᾶς, τὸν διπλοῦν ποταμόν, τῆς πλευρᾶς σου προχεούσης ἀρδόμενοι, τὴν ἀθάνατον καρπούμεθα ζωήν.
Θέλων ὤφθης Λόγε, ἐν τῷ τάφῳ νεκρός, ἀλλὰ ζῇς καὶ τοὺς βροτοὺς ὡς προείρηκας, ἀναστάσει σου Σωτήρ μου ἐγερεῖς.
Δόξα. Τριαδικόν.
Ἀνυμνοῦμεν Λόγε, σὲ τὸν πάντων Θεόν, σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι, καὶ δοξάζομεν τὴν θείαν σου Ταφήν.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε ἁγνή, καὶ τιμῶμεν τὴν Ταφὴν τὴν τριήμερον, τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν πιστῶς.
Καὶ πάλιν τὸ α´ τροπάριον.
Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν.
Συναπτὴ μικρὰ καὶ ἐκφώνησις·
Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ θυμιᾷ ὁ ἱερεὺς ἀρχομένης τῆς β´ στάσεως.
Στάσις Β´.
Ἦχος πλ. α´.
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν πάντων Κτίστην· τοῖς σοῖς γὰρ παθήμασιν ἔχομεν, τὴν ἀπάθειαν ῥυσθέντες τῆς φθορᾶς.
Ἔφριξεν ἡ γῆ, καὶ ὁ ἥλιος Σῶτερ ἐκρύβη, σοῦ τοῦ ἀνεσπέρου φέγγους Χριστέ, ἐν τῷ τάφῳ δύντος νῦν σωματικῶς.
Ὕπνωσας Χριστέ, τὸν φυσίζωον ὕπνον ἐν τάφῳ, καὶ βαρέος ὕπνου ἐξήγειρας, τοῦ τῆς ἁμαρτίας τὸ τῶν ἀνθρώπων γένος.
Μόνη γυναικῶν, χωρὶς πόνων ἔτεκόν σε Τέκνον, πόνους δὲ νῦν φέρω τῷ πάθει σου, ἀφορήτους ἀνεβόα ἡ Σεμνή.
Ἄνω σε Σωτήρ, ἀχωρίστως τῷ Πατρὶ συνόντα, κάτω δὲ νεκρὸν ἡπλωμένον γῇ, καθορῶντα φρίττει νῦν τὰ Σεραφίμ.
Ῥήγνυται ναοῦ, καταπέτασμα τῇ σῇ σταυρώσει, κρύπτουσι φωστῆρες Χριστὲ τὸ φῶς, σοῦ κρυβέντος τοῦ Ἡλίου ὑπὸ γῆν.
Γῆς ὁ καταρχάς, μόνῳ νεύματι πήξας τὸν γύρον, ἄπνους ὡς βροτὸς καθυπέδυ γῆν· τῷ θεάματι δὲ φρίξον οὐρανέ.
Ἔδυς ὑπὸ γῆν, ὁ τὸν ἄνθρωπον χειρί σου πλάσας, ἵν᾿ ἐξαναστήσῃς τοῦ πτώματος, τῶν βροτῶν τὰ στίφη πανσθενεστάτῳ κράτει.
Θρῆνον ἱερόν, δεῦτε ᾄσωμεν Χριστῷ θανόντι, ὡς αἱ Μυροφόροι γυναῖκες πρίν, ἵν᾿ ἀκούσωμεν τὸ Χαῖρε σὺν αὐταῖς.
Μύρον ἀληθῶς, σὺ ἀκένωτον ὑπάρχεις Λόγε· ὅθεν σοι καὶ μύρα προσέφερον, Μυροφόροι σοι τῷ ζῶντι ὡς νεκρῷ.
ᾍδου μὲν ταφείς, τὰ βασίλεια Χριστὲ συντρίβεις, θάνατον θανάτῳ δὲ θανατοῖς, καὶ φθορᾶς λυτροῦσαι τοὺς γηγενεῖς.
Ῥεῖθρα τῆς ζωῆς, ἡ προχέουσα Θεοῦ σοφία, τάφον ὑπεισδῦσα ζωοποιεῖ, τοὺς ἐν τοῖς ἀδύτοις ᾍδου μυχοῖς.
Ἵνα τὴν βροτῶν, καινουργήσω συντριβεῖσαν φύσιν, πέπληγμαι θανάτῳ θέλων σαρκί. Μῆτερ οὖν μὴ κόπτου τοῖς ὀδυρμοῖς.
Ἔδυς ὑπὸ γῆν, ὁ φωσφόρος τῆς δικαιοσύνης, καὶ νεκροὺς ὥσπερ ἐξ ὕπνου ἐξήγειρας, ἐκδιώξας ἅπαν τὸ ἐν τῷ ᾍδῃ σκότος.
Κόκκος διφυής, ὁ φυσίζωος ἐν γῆς λαγόσι, σπείρεται σὺν δάκρυσι σήμερον, ἀλλ᾿ ἀναβλαστήσας κόσμον χαροποιήσει.
Ἔπτηξεν Ἀδάμ, Θεοῦ βαίνοντος ἐν Παραδείσῳ, χαίρει δὲ πρὸς ᾍδην φοιτήσαντος, πεπτωκώς ποτε καὶ νῦν ἐξεγερθείς.
Σπένδει σοι χοάς, ἡ τεκοῦσά σε Χριστὲ δακρύων, σαρκικῶς κατατεθέντι ἐν μνήματι, ἐκβοῶσα· Τέκνον ἀνάστα ὡς προέφης.
Τάφῳ Ἰωσήφ, εὐλαβῶς σε τῷ καινῷ συγκρύπτων, ὕμνους ἐξοδίους θεοπρεπεῖς, μετὰ θρήνων ἀναμέλπει σοι Σωτήρ.
Ἥλοις σε Σταυρῷ, πεπαρμένον ἡ σὴ Μήτηρ Λόγε, βλέψασα τοῖς ἥλοις λύπης πικρᾶς, βέβληται καὶ βέλεσι τὴν ψυχήν.
Σὲ τὸν τοῦ παντός, γλυκασμὸν ἡ Μήτηρ καθορῶσα, πόμα ποτιζόμενον τὸ πικρόν, βρέχει δάκρυσι τὰς ὄψεις γοερῶς.
Τέτρωμαι δεινῶς, καὶ σπαράττομαι τὰ σπλάγχνα Λόγε, βλέπουσα σφαγήν σου τὴν ἄδικον, ἡ Παρθένος ἀνεβόα ἐν κλαυθμῷ.
Ὄμμα τὸ γλυκύ, καὶ τὰ χείλη σου πῶς μύσω Λόγε; πῶς νεκροπρεπῶς δὲ κηδεύσω σε; μετὰ φρίκης ἀνεβόα Ἰωσήφ.
Ὕμνους Ἰωσήφ, καὶ Νικόδημος ἐπιταφίους, ᾄδουσι Χριστῷ νεκρωθέντι νῦν· σὺν αὐτοῖς δὲ μελῳδεῖ τὰ Σεραφίμ.
Δύνεις ὑπὸ γῆν, Σῶτερ Ἥλιε δικαιοσύνης· ὅθεν ἡ τεκοῦσα Σελήνη σε, ταῖς λύπαις ἐκλείπει, σῆς θέας στερουμένη.
Ἔφριξεν ὁρῶν, Σῶτερ ᾍδης σε τὸν ζωοδότην, πλοῦτον τὸν ἐκείνου σκυλεύοντα, καὶ τοὺς ἀπ᾿ αἰῶνος νεκροὺς ἐξανιστῶντα.
Ἥλιος φαιδρόν, ἀπαστράπτει μετὰ νύκτα Λόγε· καὶ σὺ δ᾿ ἀναστὰς ἐξαστράψειας, μετὰ θάνατον φαιδρῶς ὡς ἐκ παστοῦ.
Γῆ σε πλαστουργέ, ὑπὸ κόλπους δεξαμένη τρόμῳ, συσχεθεῖσα Σῶτερ τινάσσεται, ἀφυπνίσασα νεκροὺς τῷ τιναγμῷ.
Μύροις σε Χριστέ, ὁ Νικόδημος καὶ ὁ Εὐσχήμων, νῦν καινοπρεπῶς περιστείλαντες· ἀνεβόων φρίξον ἅπασα ἡ γῆ.
Ἔδυς Φωτουργέ, καὶ συνέδυ σοι τὸ φῶς ἡλίου· τρόμῳ δὲ ἡ κτίσις συνέχεται, πάντων σε κηρύττουσα Ποιητήν.
Λίθος λαξευτός, τὸν ἀκρόγωνον καλύπτει λίθον· ἄνθρωπος θνητὸς δ᾿ ὡς θνητὸν Θεόν, κρύπτει νῦν τῷ τάφῳ· φρίξον ἡ γῆ!
Ἴδε μαθητήν, ὃν ἠγάπησας καὶ σὴν Μητέρα, τέκνον καὶ φθογγὴν δὸς γλυκύτατον, ἀνεβόα θρηνῳδοῦσα ἡ Ἁγνή.
Σὺ ὡς ὢν ζωῆς, χορηγὸς Λόγε τοὺς Ἰουδαίους, ἐν Σταυρῷ ταθεὶς οὐκ ἐνέκρωσας· ἀλλ᾿ ἀνέστησας καὶ τούτων τοὺς νεκρούς.
Κάλλος Λόγε πρίν, οὐδὲ εἶδος ἐν τῷ πάσχειν ἔσχες, ἀλλ᾿ ἐξαναστὰς ὑπερέλαμψας, καλλωπίσας τοὺς βροτοὺς θείαις αὐγαῖς.
Ἔδυς τῇ σαρκί, ὁ ἀνέσπερος εἰς γῆν φωσφόρος· καὶ μὴ φέρων βλέπειν ὁ ἥλιος, ἐσκοτίσθη μεσημβρίας ἐν ἀκμῇ.
Ἥλιος ὁμοῦ, καὶ σελήνη σκοτισθέντες Σῶτερ, δούλους εὐνοοῦντας εἰκόνιζον, οἳ μελαίνας ἀμφιέννυνται στολάς.
Οἶδέ σε Θεόν, Ἑκατόνταρχος κἂν ἐνεκρώθης· πῶς σε οὖν Θεέ μου ψαύσω χερσί; φρίττω ἀνεβόα ὁ Ἰωσήφ.
Ὕπνωσεν Ἀδάμ, ἀλλὰ θάνατον πλευρᾶς ἐξάγει· σὺ δὲ νῦν ὑπνώσας Λόγε Θεοῦ, βρύεις ἐκ πλευρᾶς σου κόσμῳ ζωήν.
Ὕπνωσας μικρόν, καὶ ἐζώωσας τοὺς τεθνεῶτας, καὶ ἐξαναστὰς ἐξανέστησας, τοὺς ὑπνοῦντας ἐξ αἰῶνος Ἀγαθέ.
Ἤρθης ἀπὸ γῆς, ἀλλ᾿ ἀνέβλυσας τῆς σωτηρίας, τὸν οἶνον ζωήῤῥυτε ἄμπελε· δοξάζω τὸ Πάθος καὶ τὸν Σταυρόν.
Πῶς οἱ νοεροί, Ταγματάρχαι σε Σωτὴρ ὁρῶντες, γυμνὸν ᾑμαγμένον κατάκριτον, ἔφερον τὴν τόλμαν τῶν σταυρωτῶν;
Ἀραβιανόν, σκολιώτατον γένος Ἑβραίων, ἔγνως τὴν ἀνέγερσιν τοῦ ναοῦ· διὰ τί κατέκρινας τὸν Χριστόν;
Χλαῖναν ἐμπαιγμοῦ, τὸν Κοσμήτορα πάντων ἐνδύεις, ὃς τὸν οὐρανὸν κατηστέρωσε, καὶ τὴν γῆν ἐκόσμησε θαυμαστῶς.
Ὥσπερ πελεκάν, τετρωμένος τὴν πλευράν σου Λόγε, σοὺς θανόντας παῖδας ἐζώωσας, ἐπιστάξας ζωτικοὺς αὐτοῖς κρουνούς.
Ἥλιον τὸ πρίν, Ἰησοῦς τοὺς ἀλλοφύλους κόπτων, ἔστησεν· αὐτὸς δὲ ἀπέκρυψας, καταβάλλων τὸν τοῦ σκότους ἀρχηγόν.
Κόλπων πατρικῶν, ἀνεκφοίτητος μείνας Οἰκτίρμον, καὶ βροτὸς γενέσθαι εὐδόκησας, καὶ εἰς ᾍδην καταβέβηκας Χριστέ.
Ἤρθη σταυρωθείς, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, ἄπνους δ᾿ ἐν αὐτῇ οὗτος θάπτεται, ὃ μὴ φέρουσα ἐσείετο δεινῶς.
Οἴμοι ὦ Υἱέ! ἡ Ἀπείρανδρος θρηνεῖ καὶ λέγει· ὃν ὡς Βασιλέα γὰρ ἤλπιζον, κατάκριτον νῦν βλέπω ἐν Σταυρῷ.
Ταῦτα Γαβριήλ, μοὶ ἀπήγγειλεν ὅτε κατέπτη, ὃς τὴν βασιλείαν αἰώνιον, ἔφη εἶναι τοῦ Υἱοῦ μου Ἰησοῦ.
Φεῦ! τοῦ Συμεών, ἐκτετέλεσται ἡ προφητεία· ἡ γὰρ σὴ ῥομφαία διέδραμε, τὴν καρδίαν τὴν ἐμὴν Ἐμμανουήλ.
Κἂν τοὺς ἐκ νεκρῶν, ἐπαισχύνθητε ὦ Ἰουδαῖοι, οὓς ὁ ζωοδότης ἀνέστησεν, ὃν ὑμεῖς ἐκτείνατε φθονερῶς.
Ἔφριξεν ἰδών, τὸ ἀόρατον φῶς σε Χριστέ μου, μνήματι κρυπτόμενον ἄπνουν τε, καὶ ἐσκότασεν ὁ ἥλιος τὸ φῶς.
Ἔκλαιε πικρῶς, ἡ πανάμωμος Μήτηρ σου Λόγε, ὅτε ἐν τῷ τάφῳ ἑώρακε, σὲ τὸν ἄφραστον καὶ ἄναρχον Θεόν.
Νέκρωσιν τὴν σήν, ἡ πανάφθορος Χριστέ σου Μήτηρ, βλέπουσα πικρῶς σοι ἐφθέγγετο· Μὴ βραδύνῃς ἡ ζωὴ ἐν τοῖς νεκροῖς.
ᾍδης ὁ δεινός, συνετρόμαξεν ὅτε σε εἶδεν, Ἥλιε τῆς δόξης ἀθάνατε, καὶ ἐδίδου τοὺς δεσμίους ἐν σπουδῇ.
Μέγα καὶ φρικτόν, Σῶτερ θέαμα νῦν καθορᾶται! ὁ ζωῆς γὰρ θέλων παραίτιος, θάνατον ὑπέστη ζωῶσαι θέλων πάντας.
Νύττῃ τὴν πλευράν, καὶ ἡλοῦσαι Δέσποτα τὰς χεῖρας, πληγὴν ἐκ πλευρᾶς σου ἰώμενος, καὶ τὴν ἀκρασίαν χειρῶν τῶν Προπατόρων.
Πρὶν τὸν τῆς Ῥαχήλ, υἱὸν ἔκλαυσεν ἅπας κατ᾿ οἶκον· νῦν τὸν τῆς Παρθένου ἐκόψατο, μαθητῶν χορεία σὺν τῇ Μητρί.
Ῥάπισμα χειρῶν, Χριστοῦ δέδωκαν ἐν σιαγόνι, τοῦ χειρὶ τὸν ἄνθρωπον πλάσαντος, καὶ τὰς μύλας θλάσαντος τοῦ θηρός.
Ὕμνοις σου Χριστέ, νῦν τὴν Σταύρωσιν καὶ τὴν Ταφήν τε, ἅπαντες πιστοὶ ἐκθειάζομεν, οἱ θανάτου λυτρωθέντες σῇ ταφῇ.
Δόξα. Τριαδικόν.
Ἄναρχε Θεέ, συναΐδιε Λόγε καὶ Πνεῦμα, σκῆπτρα τῶν Ἀνάκτων κραταίωσον, κατὰ πολεμίων ὡς ἀγαθός.
Καὶ νῦν. Θεοτοκίον.
Τέξασα ζωήν, παναμώμητε ἁγνὴ Παρθένε, παῦσον Ἐκκλησίας τὰ σκάνδαλα, καὶ βράβευσον εἰρήνην ὡς ἀγαθή.
Καὶ πάλιν τὸ α´ τροπάριον.
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.
Μικρὰ συναπτὴ καὶ ἐκφώνησις.
Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐπὶ θρόνου δόξης τῶν Χερουβὶμ ἐπαναπαυόμενος, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ θυμιᾷ πάλιν ὁ ἱερεὺς ἀρχομένης τῆς γ´ στάσεως.
Στάσις Γ´.
Ἦχος γ´.
Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσφέρουσι Χριστέ μου.
Καθελὼν τοῦ ξύλου, ὁ Ἀριμαθαῖος, ἐν τάφῳ σε κηδεύει.
Μυροφόροι ἦλθον, μύρα σοι Χριστέ μου, κομίζουσαι προφρόνως.
Δεῦρο πᾶσα κτίσις, ὕμνους ἐξοδίους, προσοίσωμεν τῷ Κτίστῃ.
Ὡς νεκρὸν τὸν ζῶντα, σὺν Μυροφόροις πάντες, μυρίσωμεν ἐμφρόνως.
Ἰωσὴφ τρισμάκαρ, κήδευσον τὸ σῶμα, Χριστοῦ τοῦ ζωοδότου.
Οὓς ἔθρεψε τὸ μάννα, ἐκίνησαν τὴν πτέρναν, κατὰ τοῦ Εὐεργέτου.
Οὓς ἔθρεψε τὸ μάννα, φέρουσι τῷ Σωτῆρι, χολὴν ἅμα καὶ ὄξος.
Ὢ τῆς παραφροσύνης, καὶ τῆς Χριστοκτονίας, τῆς τῶν προφητοκτόνων!
Ὡς ἄφρων ὑπηρέτης, προδέδωκεν ὁ μύστης, τὴν ἄβυσσον σοφίας.
Τὸν Ῥύστην ὁ πωλήσας, αἰχμάλωτος κατέστη, ὁ δόλιος Ἰούδας.
Κατὰ τὸν Σολομῶντα, βόθρος βαθὺς τὸ στόμα, Ἑβραίων παρανόμων.
Ἑβραίων παρανόμων, ἐν σκολιαῖς πορείαις, τρίβολοι καὶ παγίδες.
Ἰωσὴφ κηδεύει, σὺν τῷ Νικοδήμῳ, νεκροπρεπῶς τὸν Κτίστην.
Ζωοδότα Σῶτερ, δόξα σου τῷ κράτει, τὸν ᾍδην καθελόντι.
Ὕπτιον ὁρῶσα, ἡ Πάναγνός σε Λόγε, μητροπρεπῶς ἐθρήνει.
Ὦ γλυκύ μου ἔαρ, γλυκύτατόν μου Τέκνον, ποῦ ἔδυ σου τὸ κάλλος;
Θρῆνον συνεκίνει, ἡ πάναγνός σου Μήτηρ, σοῦ Λόγε νεκρωθέντος.
Γύναια σὺν μύροις, ἥκουσι μυρίσαι, Χριστὸν τὸ θεῖον μύρον.
Θάνατον θανάτῳ, σὺ θανατοῖς Θεέ μου, θείᾳ σου δυναστείᾳ.
Πεπλάνηται ὁ πλάνος, ὁ πλανηθεὶς λυτροῦται, σοφίᾳ σῇ Θεέ μου.
Πρὸς τὸν πυθμένα ᾍδου, κατήχθη ὁ προδότης, διαφθορᾶς εἰς φρέαρ.
Τρίβολοι καὶ παγίδες, ὁδοὶ τοῦ τρισαθλίου, παράφρονος Ἰούδα.
Συναπολοῦνται πάντες, οἱ σταυρωταί σου Λόγε, Υἱὲ Θεοῦ παντάναξ.
Διαφθορᾶς εἰς φρέαρ, συναπολοῦνται πάντες, οἱ ἄνδρες τῶν αἱμάτων.
Υἱὲ Θεοῦ παντάναξ, Θεέ μου πλαστουργέ μου, πῶς πάθος κατεδέξω;
Ἡ δάμαλις τὸν μόσχον, ἐν ξύλῳ κρεμασθέντα, ἠλάλαζεν ὁρῶσα.
Σῶμα τὸ ζωηφόρον, ὁ Ἰωσὴφ κηδεύει, μετὰ τοῦ Νικοδήμου.
Ἀνέκραζεν ἡ κόρη, θερμῶς δακρυῤῥοοῦσα, τὰ σπλάγχνα κεντουμένη.
Ὦ φῶς τῶν ὀφθαλμῶν μου, γλυκύτατόν μου Τέκνον, πῶς τάφῳ νῦν καλύπτῃ;
Τὸν Ἀδὰμ καὶ Εὔαν, ἐλευθερῶσαι Μῆτερ, μὴ θρήνει ταῦτα πάσχω.
Δοξάζω σου Υἱέ μου, τὴν ἄκραν εὐσπλαγχνίαν, ἧς χάριν ταῦτα πάσχεις.
Ὄξος ἐποτίσθης, καὶ χολὴν Οἰκτίρμον, τὴν πάλαι λύων γεῦσιν.
Ἰκρίῳ προσεπάγης, ὁ πάλαι τὸν λαόν σου, στύλῳ νεφέλης σκέπων.
Αἱ μυροφόροι Σῶτερ, τῷ τάφῳ προσελθοῦσαι, προσέφερόν σοι μύρα.
Ἀνάστηθι Οἰκτίρμον, ἡμᾶς ἐκ τῶν βαράθρων, ἐξανιστῶν τοῦ ᾍδου.
Ἀνάστα Ζωοδότα, ἡ σὲ τεκοῦσα Μήτηρ, δακρυῤῥοοῦσα λέγει.
Σπεῦσον ἐξαναστῆναι, τὴν λύπην λύων Λόγε, τῆς σὲ ἁγνῶς τεκούσης.
Οὐράνιαι Δυνάμεις, ἐξέστησαν τῷ φόβῳ, νεκρόν σε καθορῶσαι.
Τοῖς πόθῳ τε καὶ φόβῳ, τὰ πάθη σου τιμῶσι, δίδου πταισμάτων λύσιν.
Ὢ φρικτὸν καὶ ξένον, θέαμα Θεοῦ Λόγε! πῶς γῆ σε συγκαλύπτει;
Φέρων πάλαι φεύγει, Σῶτερ Ἰωσήφ σε, καὶ νῦν σε ἄλλος θάπτει.
Κλαίει καὶ θρηνεῖ σε, ἡ πάναγνός σου Μήτηρ, Σωτήρ μου νεκρωθέντα.
Φρίττουσιν οἱ νόες, τὴν ξένην καὶ φρικτήν σου, Ταφὴν τοῦ πάντων Κτίστου.
Ἔῤῥαναν τὸν τάφον, αἱ Μυροφόροι μύρα, λίαν πρωῒ ἐλθοῦσαι. (τρίς)
Εἰρήνην Ἐκκλησίᾳ, λαῷ σου σωτηρίαν, δώρησαι σῇ Ἐγέρσει.
Δόξα. Τριαδικόν.
Ὦ Τριὰς Θεέ μου, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ἐλέησον τὸν κόσμον.
Καὶ νῦν. Θεοτοκίον.
Ἰδεῖν τὴν τοῦ Υἱοῦ σου, Ἀνάστασιν Παρθένε, ἀξίωσον σοὺς δούλους.
Καὶ πάλιν τὸ α´ τροπάριον.
Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσφέρουσι Χριστέ μου.
Μικρὰ συναπτὴ καὶ ἐκφώνησις·
Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
* * *
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
Καὶ εὐθὺς ψάλλομεν τὰ ἀναστάσιμα εὐλογητάρια.
Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ, Κύριε·
δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε·
δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε·
δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε·
δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι.
Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´)
Μικρὰ συναπτὴ καὶ ἐκφώνησις·
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
* * *
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β´.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. (τρίς)
* * *
ΑΙΝΟΙ
Ἦχος β´.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´, ρν´).
Ψαλμὸς ρμη´ (148).
Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι.
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς.
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.
Ψαλμὸς ρμθ´ (149).
ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν,
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς,
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ψαλμὸς ρν´ (150).
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἱστῶμεν Στίχους δ´, καὶ ψάλλομεν
τὰ ἑπόμενα Στιχηρὰ Ἰδιόμελα.
Στίχ. α´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἦχος β´.
Σήμερον συνέχει τάφος, τὸν συνέχοντα παλάμῃ τὴν κτίσιν· καλύπτει λίθος, τὸν καλύψαντα ἀρετῇ τοὺς οὐρανούς· ὑπνοῖ ἡ ζωή, καὶ ᾍδης τρέμει, καὶ Ἀδὰμ τῶν δεσμῶν ἀπολύεται. Δόξα τῇ σῇ οἰκονομίᾳ, δι᾿ ἧς τελέσας πάντα, σαββατισμὸν αἰώνιον ἐδωρήσω ἡμῖν, τὴν παναγίαν ἐκ νεκρῶν σου Ἀνάστασιν.
Στίχ. β´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἦχος ὁ αὐτός.
Τί τὸ ὁρώμενον θέαμα; τίς ἡ παροῦσα κατάπαυσις; ὁ Βασιλεὺς τῶν αἰώνων, τὴν διὰ πάθους τελέσας οἰκονομίαν, ἐν τάφῳ σαββατίζει, καινὸν ἡμῖν παρέχων σαββατισμόν. Αὐτῷ βοήσωμεν· Ἀνάστα ὁ Θεός, κρίνων τὴν γῆν, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας, ὁ ἀμέτρητον ἔχων τὸ μέγα ἔλεος.
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἦχος ὁ αὐτός.
Δεῦτε ἴδωμεν τὴν ζωὴν ἡμῶν, ἐν τάφῳ κειμένην, ἵνα τοὺς ἐν τάφοις, κειμένους ζωοποιήσῃ· δεῦτε σήμερον, τὸν ἐξ Ἰούδα ὑπνοῦντα θεώμενοι, προφητικῶς αὐτῷ ἐκβοήσωμεν· Ἀναπεσὼν κεκοίμησαι ὡς λέων· τίς ἐγερεῖ σε Βασιλεῦ; ἀλλ᾿ ἀνάστηθι αὐτεξουσίως, ὁ δοὺς σεαυτόν, ὑπὲρ ἡμῶν ἑκουσίως· Κύριε δόξα σοι.
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος πλ. β´.
ᾘτήσατο Ἰωσήφ, τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἀπέθετο ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ· ἔδει γὰρ αὐτὸν ἐκ τάφου, ὡς ἐκ παστάδος προελθεῖν· ὁ συντρίψας κράτος θανάτου, καὶ ἀνοίξας πύλας Παραδείσου, ἀνθρώποις δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι.
Ἦχος πλ. β´.
Τὴν σήμερον μυστικῶς, ὁ μέγας Μωϋσῆς, προδιετυποῦτο λέγων· Καὶ εὐλόγησεν ὁ Θεός, τὴν ἡμέραν τὴν ἑβδόμην· τοῦτο γάρ ἐστι, τὸ εὐλογημένον Σάββατον, αὕτη ἐστίν, ἡ τῆς καταπαύσεως ἡμέρα· ἐν ᾗ κατέπαυσεν, ἀπὸ πάντων τῶν ἔργων αὑτοῦ, ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τῆς κατὰ τὸν θάνατον οἰκονομίας, τῇ σαρκὶ σαββατίσας· καὶ εἰς ὃ ἦν πάλιν ἐπανελθών, διὰ τῆς Ἀναστάσεως, ἐδωρήσατο ἡμῖν, ζωὴν τὴν αἰώνιον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον. Ἦχος β´.
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν. Διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας· δόξα σοι.
* * *
Καὶ εὐθὺς ψάλλεται εἰς τὸν αὐτὸν ἦχον
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ, * καὶ ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡμῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώματά σου. (τρίς)
Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. (τρίς)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
* * *
ΕΞΟΔΟΣ - ΠΕΡΙΦΟΡΑ ΕΠΙΤΑΦΙΟΥ
Ψαλλομένου δὲ τοῦ ᾀσματικοῦ Ἅγιος ὁ Θεὸς γίνεται μετὰ πομπῆς ἡ ἔξοδος καὶ περιφορὰ τοῦ Ἐπιταφίου μετὰ τοῦ ἱεροῦ Εὐαγγελίου. Κατ᾿ αὐτὴν ψάλλεται καὶ τὸ παρὸν ἰδιόμελον.
Γεωργίου Ἀκροπολίτου. Ἦχος πλ. α´.
Τὸν ἥλιον κρύψαντα, τὰς ἰδίας ἀκτῖνας, καὶ τὸ καταπέτασμα, τοῦ ναοῦ διαῤῥαγέν, τῷ τοῦ Σωτῆρος θανάτῳ ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ, καὶ καθικετεύει λέγων· Δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ βρέφους ὡς ξένον, ξενωθέντα ἐν κόσμῳ. Δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι μισοῦντες, θανατοῦσιν ὡς ξένον. Δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπειν, τοῦ θανάτου τὸν ξένον. Δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδε ξενίζειν, τοὺς πτωχοὺς καὶ τοὺς ξένους. Δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ, ἀπεξένωσαν κόσμῳ. Δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὃς ὡς ξένος οὐκ ἔχει, τὴν κεφαλὴν ποῦ κλίνῃ. Δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ μήτηρ ὁρῶσα, νεκρωθέντα ἐβόα· Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι καὶ καρδίαν σπαράττομαι, νεκρόν σε καθορῶσα, ἀλλὰ τῇ σῇ ἀναστάσει, θαῤῥοῦσα μεγαλύνω. Καὶ τούτοις τοίνυν τοῖς λόγοις, δυσωπῶν τὸν Πιλᾶτον, ὁ εὐσχήμων λαμβάνει, τοῦ Σωτῆρος τὸ σῶμα, ὃ καὶ φόβῳ ἐν σινδόνι, ἐνειλήσας καὶ σμύρνῃ, κατέθετο ἐν τάφῳ, τὸν παρέχοντα πᾶσι, ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.
* * *
Ἐπανελθούσης τῆς ἱερᾶς πομπῆς εἰς τὸν Ναόν, ὁ προεξάρχων ἱερεὺς ἐκφωνεῖ·
Πρόσχωμεν. Εἰρήνη πᾶσι. Σοφία.
Καὶ εἰσάγει μετὰ τῶν λοιπῶν ἱερέων τὸν Ἐπιτάφιον εἰς τὸ Ἱερόν· καὶ ἡμεῖς ψάλλομεν τὰ τροπάρια·
Ἦχος β´.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας, ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις, τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ταῖς Μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς, ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς, ἐδείχθη ἀλλότριος.
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρᾷ, εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο.
Καὶ περιελθόντες οἱ ἱερεῖς μετὰ τοῦ Ἐπιταφίου τρὶς τὴν ἁγίαν Τράπεζαν ἀποτιθέασιν αὐτὸν καὶ τὸ Εὐαγγέλιον ἐπ᾿ αὐτῆς.
* * *
Η ΠΡΟΦΗΤΕΙΑ
Καὶ εὐθὺς λέγομεν τὸ
Τροπάριον τῆς προφητείας. Ἦχος β´.
Ὁ συνέχων τὰ πέρατα, τάφῳ συσχεθῆναι, κατεδέξω Χριστέ, ἵνα τῆς τοῦ ᾍδου καταπόσεως, λυτρώσῃς τὸ ἀνθρώπινον, καὶ ἀθανατίσας ζωώσῃς ἡμᾶς, ὡς Θεὸς ἀθάνατος.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὸ αὐτό.
Ὁ συνέχων τὰ πέρατα, ...
Ὁ ἀναγνώστης·
Προκείμενον. Ἦχος δ´. Ψαλμὸς μγ´ (43).
Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. (μγ´ 27)
Στίχ. α´. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. (μγ´ 2)
Στίχ. β´. Ἔσωσας ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. (μγ´ 8)
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
(λζ´ 1-14).
Ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κυρίου, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου· καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων· καὶ περιήγαγέ με ἐπ᾿ αὐτά, κύκλωθεν κύκλῳ· καὶ ἰδοὺ πολλὰ σφόδρα, ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδοὺ ξηρὰ σφόδρα.
Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα· Κύριε, Κύριε, σὺ ἐπίστασαι ταῦτα. Καὶ εἶπε πρός με· Προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, καὶ ἐρεῖς αὐτοῖς· Τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις· Ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω εἰς ὑμᾶς νεῦρα, καὶ ἀνάξω εἰς ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ᾿ ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος.
Καὶ προεφήτευσα, καθὼς ἐνετείλατό μοι Κύριος. Καὶ ἐγένετο φωνὴ ἐν τῷ ἐμὲ προφητεῦσαι· καὶ ἰδοὺ σεισμός· καὶ προσήγαγε τὰ ὀστᾶ, ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὑτοῦ. Καὶ εἶδον· καὶ ἰδοὺ ἐπ᾿ αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ᾿ αὐτὰ δέρμα ἐπάνω· καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς.
Καὶ εἶπε πρός με· Προφήτευσον, ἐπὶ τὸ πνεῦμα, υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ εἰπὲ τῷ πνεύματι· Τάδε λέγει Κύριος Κύριος· Ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθέ, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. Καὶ προεφήτευσα, καθ᾿ ὅ,τι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν, καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα.
Καὶ ἐλάλησε Κύριος πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα, πᾶς οἶκος Ἰσραήλ ἐστιν· αὐτοὶ λέγουσι· Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπώλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. Διὰ τοῦτο προφήτευσον, καὶ εἰπὲ πρὸς αὐτούς· Τάδε λέγει Κύριος Κύριος· Ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ· καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν, τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου. Καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος· ἐλάλησα, καὶ ποιήσω, λέγει Κύριος Κύριος.
Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς θ´ (9).
Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων. (θ´ 33)
Στίχ. α´. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. (θ´ 2)
Στίχ. β´. Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε. (θ´ 3)
Ο ΑΠΟΣΤΟΛΟΣ
Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου
τὸ Ἀνάγνωσμα (ε´ 6-8. Γαλ. γ´ 13-14).
Ἀδελφοί, μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ Πάσχα ἡμῶν, ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾿ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Χριστὸς γὰρ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γέγραπται γάρ· «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου»· ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἁβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
Ἀλληλούϊα. Ἦχος πλ. α´. Ψαλμὸς ξζ´ (67).
Στίχ. α´. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. (ξζ´ 2)
Στίχ. β´. Ὡς ἐκλείπει καπνὸς ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. (ξζ´ 3)
Στίχ. γ´. Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν, ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ. (ξζ´ 4)
Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ ἱερεύς· Εἰρήνη πᾶσι.
Ὁ λαός· Καὶ τῷ πνεύματί σου.
Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ὁ λαός· Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ διάκονος· Πρόσχωμεν.
Ὁ ἱερεὺς ἀναγινώσκει τὸ Εὐαγγέλιον.
ΤΟ ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατὰ Ματθαῖον (Ματθ. κζ´ 62-66).
Τῇ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτὸν καὶ εἴπωσι τῷ λαῷ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. Ἔφη αὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.
Ὁ λαός· Δόξα σοι, Κύριε, δόξα σοι.
* * *
Η ΕΚΤΕΝΗΣ ΔΕΗΣΙΣ
Εἶτα ὁ διάκονος (ἢ ὁ ἱερεὺς) τὴν ἐκτενῆ δέησιν, ὁ δὲ λαὸς εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέησον (τρίς), εἰς δὲ τὴν τελευταίαν ἅπαξ.
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας ἐκκλησίας ταύτης.
Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τοῦ ἁγίου ναοῦ τούτου (τῆς ἁγίας μονῆς ταύτης) καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Ἔτι δεόμεθα καὶ ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων, καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Ὁ ἱερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
* * *
Εἶτα ὁ διάκονος λέγει τὰ Πληρωτικά, ὁ δὲ χορὸς ἀποκρίνεται εἰς μὲν τὰς δύο πρώτας δεήσεις διὰ τοῦ Κύριε, ἐλέησον, εἰς τὰς ἑπομένας ἓξ διὰ τοῦ Παράσχου, Κύριε, εἰς δὲ τὴν τελευταίαν διὰ τοῦ Σοί, Κύριε.
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῆ σῇ χάριτι.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ ἱερεὺς ἐκφώνως·
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν καὶ φιλανθρωπίας ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ὁ ἱερεὺς εὐλογῶν τὸν λαόν· Εἰρήνη πᾶσι.
Ὁ χορός· Καὶ τῷ πνεύματί σου.
Ὁ διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ χορός· Σοί, Κύριε.
Ὁ ἱερεὺς τὴν εὐχὴν τῆς κεφαλοκλισίας καὶ τὴν ἐκφώνησιν·
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
* * *
Η ΑΠΟΛΥΣΙΣ
Ὁ διάκονος· Σοφία.
Ὁ ἀναγνώστης· Εὐλόγησον.
Ὁ ἱερεύς·
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ προεστὼς ἢ ὁ ἀναγνώστης·
Στερεώσαι Κύριος ὁ Θεὸς τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ ἁγίᾳ ἐκκλησίᾳ (ἢ μονῇ) ταύτῃ εἰς αἰῶνας αἰώνων.
Ὁ ἱερεύς· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὁ ἀναγνώστης·
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.
Ὁ ἱερεὺς τὴν ἀπόλυσιν·
Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Ὁ ἀναγνώστης· Δόξα. Καὶ νῦν. Κύριε, ἐλέησον γ´. Πάτερ ἅγιε, εὐλόγησον.
Ὁ ἱερεύς· Ὁ δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν τὰ φρικτὰ πάθη καὶ τὸν ζωοποιὸν σταυρὸν καὶ τὴν ἑκούσιον ταφὴν σαρκὶ καταδεξάμενος Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ὁ λαός· Ἀμήν.
* * * * *
Ο ΕΣΠΕΡΙΝΟΣ
μετὰ τῆς θείας Λειτουργίας
τοῦ Μεγάλου Βασιλείου.
(Τελεῖται συνήθως τὴν πρωΐαν
τοῦ Μεγάλου Σαββάτου).
ΕΝΑΡΞΙΣ - ΠΡΟΟΙΜΙΑΚΟΣ ΨΑΛΜΟΣ
Ὁ διάκονος· Εὐλόγησον, δέσποτα.
Ὁ ἱερεύς·
Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Καὶ τὸν προοιμιακὸν ψαλμόν·
Ψαλμὸς ργ´ (103).
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον· Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα.
Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.
Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά.
Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλῦψαι τὴν γῆν.
Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα.
Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
Ἐπ᾿ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει· ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ· ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς.
Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ· καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας.
Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς.
Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
Ἐκεῖ πλοῖα διαπορεύονται· δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον. Δόντος σου αὐτοῖς, συλλέξουσιν.
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος· ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται.
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας· εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται.
ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν.
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα. Καὶ νῦν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (τρίς). Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
* * *
ΤΑ ΕΙΡΗΝΙΚΑ
Πληρωθέντος τοῦ προοιμιακοῦ ψαλμοῦ, ὁ ἱερεὺς λέγει ἐνώπιον τῆς ἁγίας Τραπέζης τὰ εἰρηνικά, τοῦ χοροῦ ψάλλοντος μεθ᾿ ἑκάστην δέησιν τὸ Κύριε, ἐλέησον.
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν.
[Ἐν ταῖς ἱεραῖς μοναῖς προστίθεται·
Ὑπὲρ τοῦ πατρὸς ἡμῶν (δεῖνος) ἱερομονάχου καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος τοῦ Κυρίου δεηθῶμεν.]
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς πόλεως (ἢ τῆς ἁγίας μονῆς ἢ τῆς χώρας ἢ τῆς νήσου) ταύτης, πάσης (μονῆς) πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ χορός· Σοί, Κύριε.
Ὁ ἱερεὺς ἐκφώνως·
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
* * *
ΟΙ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ
Εἰς τὸ Κύριε, ἐκέκραξα ψάλλομεν τὰ στιχηρὰ ἰδιόμελα τῶν αἴνων καὶ τῶν ἀποστίχων.
Ψαλμὸς ρμ´ (140).
Κύριε, ἐκέκραξα πρὸς σέ· εἰσάκουσόν μου. Εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε.
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με· ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς ρμα´ (141).
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου· τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τά δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Εἶτα ψάλλονται τὰ ἑπόμενα
ἀναστάσιμα στιχηρὰ ἰδιόμελα.
Ψαλμὸς ρκθ´ (129).
Ἦχος α´.
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν Ἀνάστασιν.
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νεκρῶν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ, τὴν ἐκ νεκρῶν Ἀνάστασιν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Τῷ Πάθει σου Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ Ἀναστάσει σου, ἐκ φθορᾶς ἐλυτρώθημεν· Κύριε δόξα σοι.
Ἕτερα στιχηρὰ ἰδιόμελα.
Ἰωάννου μοναχοῦ. Ἦχος πλ. δ´.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Σήμερον ὁ ᾍδης στένων βοᾷ· Συνέφερέ μοι, εἰ τὸν ἐκ Μαρίας γεννηθέντα, μὴ ὑπεδεξάμην· ἐλθὼν γὰρ ἐπ᾿ ἐμέ, τὸ κράτος μου ἔλυσε· πύλας χαλκᾶς συνέτριψε· ψυχὰς ἃς κατεῖχον τὸ πρίν, Θεὸς ὢν ἀνέστησε. Δόξα Κύριε τῷ Σταυρῷ σου, καὶ τῇ Ἀναστάσει σου.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Τὸ αὐτό.
Σήμερον ὁ ᾍδης στένων βοᾷ· ...
Ψαλμὸς ριϚ´ (116).
Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη· ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Σήμερον ὁ ᾍδης στένων βοᾷ· Κατελύθη μου ἡ ἐξουσία· ἐδεξάμην θνητόν, ὥσπερ ἕνα τῶν θανόντων· τοῦτον δὲ κατέχειν, ὅλως οὐκ ἰσχύω, ἀλλ᾿ ἀπολῶ μετὰ τούτου, ὧν ἐβασίλευον· ἐγὼ εἶχον τοὺς νεκροὺς ἀπ᾿ αἰῶνος, ἀλλὰ οὗτος ἰδοὺ πάντας ἐγείρει. Δόξα Κύριε τῷ Σταυρῷ σου, καὶ τῇ Ἀναστάσει σου.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Σήμερον ὁ ᾍδης στένων βοᾷ· Κατεπόθη μου τὸ κράτος· ὁ Ποιμὴν ἐσταυρώθη, καὶ τὸν Ἀδὰμ ἀνέστησεν· ὧν περ ἐβασίλευον ἐστέρημαι, καὶ οὓς κατέπιον ἰσχύσας, πάντας ἐξήμεσα· ἐκένωσε τοὺς τάφους ὁ σταυρωθείς· οὐκ ἰσχύει τοῦ θανάτου τὸ κράτος. Δόξα Κύριε τῷ Σταυρῷ σου, καὶ τῇ Ἀναστάσει σου.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι.
Ἦχος πλ. β´
Τὴν σήμερον μυστικῶς, ὁ μέγας Μωϋσῆς, προδιετυποῦτο λέγων· Καὶ εὐλόγησεν ὁ Θεός, τὴν ἡμέραν τὴν ἑβδόμην· τοῦτο γάρ ἐστι, τὸ εὐλογημένον Σάββατον· αὕτη ἐστὶν ἡ τῆς καταπαύσεως ἡμέρα· ἐν ᾗ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὑτοῦ, ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τῆς κατὰ τὸν θάνατον οἰκονομίας, τῇ σαρκὶ σαββατίσας· καὶ εἰς ὃ ἦν πάλιν ἐπανελθών, διὰ τῆς Ἀναστάσεως, ἐδωρήσατο ἡμῖν, ζωὴν τὴν αἰώνιον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον. Ἦχος α´.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον, τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς Πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γὰρ αὐτὸς πολεμήσει, τοὺς ἐχθροὺς ὡς παντοδύναμος.
* * *
ΕΙΣΟΔΟΣ - ΕΠΙΛΥΧΝΙΟΣ ΕΥΧΑΡΙΣΤΙΑ
Ψαλλομένου τοῦ Καὶ νῦν γίνεται ἡ εἴσοδος ὑπὸ τοῦ ἱερέως καὶ τοῦ διακόνου μετὰ τοῦ Εὐαγγελίου.
Ὁ διάκονος· Σοφία· ὀρθοί.
Ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα·
Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅγιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι καιροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει.
* * *
ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ
Ὁ διάκονος· Ἑσπέρας προκείμενον.
Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας.
Ἦχος πλ. β´. (Ψαλμός β´).
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. (Ϟβ´ 1)
Στίχ. α´. Ἐνεδύσατο Κύριος δύναμιν καί περιεζώσατο. (Ϟβ´ 2)
Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ´ 3)
* * *
ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ
* Ἐκ τῶν 15 ἀναγνωσμάτων τοῦ Ἑσπερινοῦ κακῶς εἰς τὰς ἐνορίας ἀναγινώσκονται μόνον 3, τὰ Α´, Δ´ καὶ ΙΕ´.
Α´. Γενέσεως τὸ Ἀνάγνωσμα (α´ 1-13).
Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος, καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς ἀναμέσον τοῦ φωτός, καὶ ἀναμέσον τοῦ σκότους. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία.
Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα· καὶ διεχώρισεν ὁ Θεὸς ἀναμέσον τοῦ ὕδατος, τοῦ ἐπάνω τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος, τοῦ ὑποκάτω τοῦ στερεώματος. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν· καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα.
Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ, τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐγένετο οὕτω. Καὶ συνήχθη τὸ ὕδωρ, τὸ ὑποκάτω τοῦ οὐρανοῦ, εἰς τὰς συναγωγὰς αὑτῶν, καὶ ὤφθη ἡ ξηρά. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας· καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. Καὶ εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς· καὶ ἐγένετο οὕτω. Καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς· καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα τρίτη.
Β´. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(ξ´ 1-16).
Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καλύψει γῆν, καὶ γνόφος ἐπ᾿ ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου.
Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ᾿ ὤμων ἀρθήσονται. Τότε ὄψει, καὶ εὐφρανθήσῃ, καὶ φοβηθήσῃ, καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν· καὶ ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γαιφά· πάντες ἐκ Σαβὰ ἥξουσι, φέροντες χρυσίον, καὶ λίβανον οἴσουσι, καὶ λίθον τίμιον, καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται. Καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονταί σοι, καὶ κριοὶ Ναβαιὼθ ἥξουσί σοι, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. Τίνες οἵδε, ὡς νεφέλαι πέτανται, καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς; Ἐμὲ αἱ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσεῖς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν, καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν αὐτῶν μετ᾿ αὐτῶν, καὶ διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν Ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι.
Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε, καὶ διὰ ἔλεον ἠγάπησά σε. Καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διαπαντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, καὶ βασιλεῖς αὐτῶν ἀγομένους· τὰ γὰρ ἔθνη, καὶ οἱ βασιλεῖς, οἵ τινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσεται. Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸ ἅγιόν μου· καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω. Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες οἱ υἱοὶ τῶν ταπεινωσάντων σε, καὶ παροξυνάντων σε· καὶ προσκυνήσουσι τὰ ἴχνη τῶν ποδῶν σου πάντες, οἳ παρώξυνάν σε.
Καὶ κληθήσῃ πόλις Κυρίου, Σιὼν ἁγίου Ἰσραήλ, διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην, καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν· καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεαῖς γενεῶν· καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι· καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σῴζων σε, καὶ ἐξαιρούμενός σε ὁ Θεὸς Ἰσραήλ.
Γ´. Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα (ιβ´ 1-11).
Εἶπε Κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου, λέγων· Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν πρῶτος ὑμῖν ἐστιν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ· λάλησον πρὸς πᾶσαν συναγωγὴν τῶν υἱῶν Ἰσραήλ, λέγων· Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου, λαβέτωσαν ἕκαστος πρόβατον κατ᾿ οἴκους πατριῶν, ἕκαστος πρόβατον κατ᾿ οἰκίαν· ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν ἐν τῇ οἰκίᾳ, ὥστε μὴ ἱκανοὺς εἶναι εἰς πρόβατον, προσλήψεται μεθ᾿ ἑαυτὸν τὸν γείτονα τὸν πλησίον αὑτοῦ· κατὰ ἀριθμὸν ψυχῶν, ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμηθήσεται εἰς πρόβατον· πρόβατον τέλειον, ἄρσεν, ἄμωμον, ἐνιαύσιον ἔσται ὑμῖν· ἀπὸ τῶν ἀρνῶν, καὶ τῶν ἐρίφων λήψεσθε. Καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου. Καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος τῆς συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν· καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιάν, ἐν τοῖς οἴκοις, ἐν οἷς ἂν φάγωσιν αὐτὸ ἐν αὐτοῖς· καὶ φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρί, καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται. Οὐκ ἔδεσθε ἀπ᾿ αὐτῶν ὠμόν, οὐδὲ ἐψημένον ἐν ὕδατι, ἀλλ᾿ ὀπτὰ πυρὶ κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις. Οὐ καταλείψετε ἀπ᾿ αὐτοῦ ἕως πρωῒ καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ᾿ αὐτοῦ· τὰ δὲ καταλειπόμενα ἀπ᾿ αὐτοῦ εἰς τὸ πρωῒ ἐν πυρὶ κατακαύσετε. Οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· Πάσχα ἐστὶ Κυρίου.
Προκείμενον. Ἦχος γ´. (Ψαλμὸς κϚ´).
Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; (κϚ´ 1)
Στίχ. α´. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; (κϚ´ 1)
Στίχ. β´. Ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον. (κϚ´ 14)
Δ´. Προφητείας Ἰωνᾶ τὸ Ἀνάγνωσμα (α´-δ´).
Ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν, τὸν τοῦ Ἀμαθί, λέγων· Ἀνάστηθι, καὶ πορεύθητι εἰς Νινευΐ τὴν πόλιν τὴν μεγάλην, καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρός με. Καὶ ἀνέστη Ἰωνᾶς τοῦ φυγεῖν εἰς Θαρσεῖς ἐκ προσώπου Κυρίου· καὶ κατέβη εἰς Ἰόππην, καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσεῖς, καὶ ἔδωκε τὸν ναῦλον αὐτοῦ, καὶ ἀνέβη εἰς αὐτό, τοῦ πλεῦσαι μετ᾿ αὐτῶν εἰς Θαρσεῖς ἐκ προσώπου Κυρίου.
Καὶ Κύριος ἐξήγειρε πνεῦμα μέγα εἰς τὴν θάλασσαν· καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευε τοῦ συντριβῆναι. Καὶ ἐφοβήθησαν οἱ ναυτικοί, καὶ ἀνεβόων ἕκαστος πρὸς τὸν Θεὸν αὐτοῦ, καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν, τοῦ κουφισθῆναι ἀπ᾿ αὐτῶν. Ἰωνᾶς δὲ κατέβη εἰς τὴν κοιλίαν τοῦ πλοίου, καὶ ἐκάθευδε, καὶ ἔρεγχε. Καὶ προσῆλθε πρὸς αὐτὸν ὁ πρωρεύς, καὶ εἶπεν αὐτῷ· Τί σὺ ῥέγχεις; ἀνάστα, καὶ ἐπικαλοῦ τὸν Θεόν σου, εἴπως διασώσῃ ὁ Θεὸς ἡμᾶς, καὶ οὐ μὴ ἀπολώμεθα.
Καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· Δεῦτε βάλωμεν κλήρους, καὶ ἐπιγνῶμεν, τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐφ᾿ ἡμᾶς. Καὶ ἔβαλον κλήρους· καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν. Καὶ εἶπον πρὸς αὐτόν· Ἀπάγγειλον ἡμῖν, τίνος ἕνεκεν τὸ κακὸν τοῦτο ἐν ἡμῖν; τίς σου ἡ ἐργασία ἐστί; καὶ πόθεν ἔρχῃ; καὶ ποῦ πορεύῃ; καὶ ἐκ ποίας χώρας, καὶ ἐκ ποίου λαοῦ εἶ σύ; Καὶ εἶπε πρὸς αὐτούς· Δοῦλος Κυρίου εἰμὶ ἐγώ, καὶ Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησε τὴν θάλασσαν καὶ τὴν ξηράν. Καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγα· καὶ εἶπον πρὸς αὐτόν· Τί τοῦτο ἐποίησας; διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς· καὶ εἶπον πρὸς αὐτόν· Τί ποιήσωμέν σοι, καὶ κοπάσει ἡ θάλασσα ἀφ᾿ ἡμῶν; ὅτι ἡ θάλασσα ἐπορεύετο, καὶ ἐξήγειρε μᾶλλον κλύδωνα. Καὶ εἶπεν Ἰωνᾶς πρὸς αὐτούς· Ἄρατέ με, καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ᾿ ὑμῶν· διότι ἔγνωκα ἐγώ, ὅτι δι᾿ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφ᾿ ὑμᾶς ἐστι.
Καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν, καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο, καὶ ἐξηγείρετο μᾶλλον ἐπ᾿ αὐτούς. Καὶ ἀνεβόησαν πρὸς Κύριον, καὶ εἶπον· Μηδαμῶς, Κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ᾿ ἡμᾶς αἷμα δίκαιον· διότι σύ, Κύριε, ὃν τρόπον ἐβούλου, πεποίηκας. Καὶ ἔλαβον τὸν Ἰωνᾶν, καὶ ἐνέβαλον αὐτὸν εἰς τὴν θάλασσαν· καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς. Καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν Κύριον, καὶ ἔθυσαν θυσίαν τῷ Κυρίῳ, καὶ ηὔξαντο τὰς εὐχάς.
Καὶ προσέταξε Κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ἰωνᾶν· καὶ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Καὶ προσηύξατο Ἰωνᾶς πρὸς Κύριον τὸν Θεὸν αὐτοῦ, ἐκ τῆς κοιλίας τοῦ κήτους, καὶ εἶπεν.
Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου· ἐκ κοιλίας ᾍδου κραυγῆς μου, ἤκουσας φωνῆς μου.
Ἀπέῤῥιψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλωσάν με.
Πάντες οἱ μετεωρισμοί σου, καὶ τὰ κύματά σου ἐπ᾿ ἐμὲ διῆλθον.
Κἀγὼ εἶπον· Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου;
Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου, ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη.
Ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων, κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι.
Καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σέ, Κύριε ὁ Θεός μου.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὴν ψυχήν μου, τοῦ Κυρίου ἐμνήσθην· καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου πρὸς ναὸν τὸν ἅγιόν σου.
Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατέλιπον.
Ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι· ὅσα ηὐξάμην, ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ.
Καὶ προσέταξε Κύριος τῷ κήτει, καὶ ἐξέβαλε τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν.
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν ἐκ δευτέρου, λέγων· Ἀνάστηθι, καὶ πορεύθητι εἰς Νινευΐ τὴν πόλιν τὴν μεγάλην, καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ ῥῆμα τὸ ἔμπροσθεν, ὃ ἐγὼ ἐλάλησα πρὸς σέ. Καὶ ἀνέστη Ἰωνᾶς, καὶ ἐπορεύθη εἰς Νινευΐ, καθὰ ἐλάλησεν αὐτῷ Κύριος· ἡ δὲ Νινευΐ ἦν πόλις μεγάλη τῷ Θεῷ, ὡσεὶ πορείας ὁδοῦ τριῶν ἡμερῶν. Καὶ ἤρξατο Ἰωνᾶς τοῦ εἰσπορεύεσθαι εἰς τὴν πόλιν, ὡσεὶ πορείαν ἡμέρας μιᾶς· καὶ ἐκήρυξε, καὶ εἶπεν· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται.
Καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευΐ τῷ Θεῷ, καὶ ἐκήρυξαν νηστείαν, καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν. Καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευΐ, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ περιείλετο τὴν στολὴν αὐτοῦ ἀφ᾿ ἑαυτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ. Καὶ ἐκηρύχθη, καὶ ἐῤῥέθη ἐν τῇ Νινευΐ παρὰ τοῦ βασιλέως, καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ, λεγόντων· Οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, καὶ οἱ βόες, καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν, μηδὲ νεμέσθωσαν, μηδὲ ὕδωρ πιέτωσαν. Καὶ περιεβάλοντο σάκκους οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν, λέγοντες· Τίς οἶδεν εἰ μετανοήσει ὁ Θεός, καὶ παρακληθήσεται, καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα;
Καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὑτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὑτοῖς, καὶ οὐκ ἐποίησε. Καὶ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην· καὶ συνεχύθη, καὶ προσηύξατο πρὸς Κύριον, καὶ εἶπεν. Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου ἐν τῇ γῇ; Διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσεῖς, διότι ἔγνων, ὅτι σὺ ἐλεήμων εἶ, καὶ οἰκτίρμων, μακρόθυμος, καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ κακίαις. Καὶ νῦν, Δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ᾿ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με μᾶλλον, ἢ ζῆν με. Καὶ εἶπε Κύριος πρὸς Ἰωνᾶν· Εἰ σφόδρα λελύπησαι σύ;
Καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως, καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως, καὶ ἐποίησεν ἑαυτῷ σκηνήν, καὶ ἐκάθητο ὑποκάτω αὐτῆς ἐν σκιᾷ, ἕως οὗ ἐπίδῃ τί ἔσται τῇ πόλει. Καὶ προσέταξε Κύριος ὁ Θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς Ἰωνᾶ, τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ, τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ· καὶ ἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην. Καὶ προσέταξεν ὁ Θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξε τὴν κολοκύνθην, καὶ ἐξηράνθη. Καὶ ἐγένετο, ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον, καὶ προσέταξεν ὁ Θεὸς πνεύματι καύσωνι συγκαίοντι· καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ἰωνᾶ· καὶ ὠλιγοψύχησε, καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ, καὶ εἶπε· Καλόν μοι ἀποθανεῖν με, ἢ ζῆν με.
Καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Ἰωνᾶν· Εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; Καὶ εἶπε· Σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου. Καὶ εἶπε Κύριος· Σὺ μὲν ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας, οὐδὲ ἐξέθρεψας αὐτήν, ἣ ἐγενήθη ὑπὸ νύκτα, καὶ ὑπὸ νύκτα ἀπώλετο· ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευΐ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους, ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵ τινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν, ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά;
Ε´. Ἰησοῦ τοῦ Ναυῆ τὸ Ἀνάγνωσμα (ε´ 10-15).
Περενέβαλον οἱ υἱοὶ Ἰσραὴλ ἐν Γαλγάλοις καὶ ἐποίησαν τὸ Πάσχα, τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ πρώτου μηνὸς ἀφ᾿ ἑσπέρας, ἐπὶ δυσμῶν Ἰεριχώ, ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν τῷ πεδίῳ· καὶ ἔφαγον ἀπὸ τοῦ σίτου τῆς γῆς, τῇ ἐπαύριον τοῦ Πάσχα, ἄζυμα καὶ νέα. Ἐν ταύτῃ τῇ ἡμέρᾳ, ἐξέλιπε τὸ μάννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ τοῦ σίτου τῆς γῆς, καὶ οὐκέτι ὑπῆρχε τοῖς υἱοῖς Ἰσραὴλ μάννα· ἐκαρπώσαντο δὲ τὴν χώραν τῶν Φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.
Καὶ ἐγένετο ὡς ἦν Ἰησοῦς ἐν Ἰεριχῷ, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτοῦ, καὶ ἡ ῥομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ· καὶ προσελθὼν Ἰησοῦς, εἶπεν αὐτῷ· Ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων; Ὁ δὲ εἶπεν αὐτῷ· Ἐγὼ Ἀρχιστράτηγος δυνάμεως Κυρίου, νυνὶ παραγέγονα. Καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον αὑτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησε, καὶ εἶπεν αὐτῷ· Δέσποτα, τὶ προστάσσεις τῷ σῷ οἰκέτῃ; Καὶ εἶπεν ὁ Ἀρχιστράτηγος Κυρίου πρὸς Ἰησοῦν· Λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐφ᾿ ᾧ σὺ ἕστηκας ἐπ᾿ αὐτοῦ, ἅγιός ἐστι. Καὶ ἐποίησεν ὁ Ἰησοῦς οὕτως.
Ϛ´. Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα
(ιγ´ 20 - ιε´ 19).
Ἐξάραντες οἱ υἱοὶ Ἰσραὴλ ἐκ Σοκχώθ, ἐστρατοπέδευσαν ἐν Ὠθώμ, παρὰ τὴν ἔρημον. Ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μέν, ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν, τὴν δὲ νύκτα, ἐν στύλῳ πυρὸς τοῦ φαίνειν δὲ αὐτοῖς. Οὐκ ἐξέλιπεν ὁ στῦλος τῆς νεφέλης, ἡμέρας, καὶ ὁ στῦλος τοῦ πυρός, νυκτός, ἐναντίον παντὸς τοῦ λαοῦ.
Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἀποστρέψαντες, στρατοπεδευσάτωσαν ἀπέναντι τῆς ἐπαύλεως, ἀναμέσον Μαγδώλου, καὶ ἀναμέσον τῆς θαλάσσης, ἐξ ἐναντίας Βεελσεπφῶν· ἐνώπιον αὐτῶν στρατοπεδεύσεις ἐπὶ τῆς θαλάσσης. Καὶ ἐρεῖ Φαραὼ τῷ λαῷ αὑτοῦ· Οἱ υἱοὶ Ἰσραὴλ οὗτοι πλανῶνται ἐν τῇ γῇ· συγκέκλεικε γὰρ αὐτοὺς ἡ ἔρημος. Ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ, καὶ καταδιώξεται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασθήσομαι ἐν Φαραώ, καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ· καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι, ὅτι ἐγώ εἰμι Κύριος· καὶ ἐποίησαν οὕτω.
Καὶ ἀνηγγέλη τῷ βασιλεῖ τῶν Αἰγυπτίων, ὅτι πέφευγεν ὁ λαός· καὶ μετεστράφη ἡ καρδία Φαραώ, καὶ τῶν θεραπόντων αὐτοῦ ἐπὶ τὸν λαόν, καὶ εἶπον· Τί τοῦτο πεποιήκαμεν, τοῦ ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραὴλ τοῦ μὴ δουλεύειν ἡμῖν; Ἔζευξεν οὖν Φαραὼ τὰ ἅρματα αὑτοῦ, καὶ πάντα τὸν λαὸν αὑτοῦ συνήγαγε μεθ᾿ ἑαυτοῦ, καὶ ἔλαβεν ἑξακόσια ἅρματα ἐκλεκτά, καὶ πᾶσαν τὴν ἵππον τῶν Αἰγυπτίων, καὶ τριστάτας ἐπὶ πάντων. Καὶ ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατεδίωξεν ὀπίσω τῶν υἱῶν Ἰσραήλ· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐξεπορεύοντο ἐν χειρὶ ὑψηλῇ. Καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω αὐτῶν, καὶ εὗρον αὐτοὺς παραμβεβληκότας παρὰ τὴν θάλασσαν· καὶ πᾶσα ἡ ἵππος, καὶ τὰ ἅρματα Φαραώ, καὶ οἱ ἱππεῖς, καὶ ἡ στρατιὰ αὑτοῦ, ἀπέναντι τῆς ἐπαύλεως, ἐξεναντίας Βεελσεπφῶν· καὶ Φαραὼ προσῆγε.
Καὶ ἀναβλέψαντες οἱ υἱοὶ Ἰσραὴλ τοῖς ὀφθαλμοῖς, ὁρῶσι· καὶ ἰδού, οἱ Αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα· ἀνεβόησαν δὲ οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, καὶ εἶπον πρὸς Μωϋσῆν· Παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ; τί τοῦτο ἐποίησας ἡμῖν, ἐξαγαγὼν ἡμᾶς ἐξ Αἰγύπτου; οὐ τοῦτο ἦν τὸ ῥῆμα, ὃ ἐλαλήσαμεν πρὸς σέ, λέγοντες· Πάρες ἡμᾶς, ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις; κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν τοῖς Αἰγυπτίοις, ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ. Εἶπε δὲ Μωϋσῆς πρὸς τὸν λαόν· Θαρσεῖτε, στῆτε, καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ Κυρίου, ἣν ποιήσει ἡμῖν σήμερον· ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Αἰγυπτίους σήμερον, οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον. Κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσετε.
Εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· Τί βοᾷς πρός με; λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἀναζευξάτωσαν· καὶ σὺ ἔπαρον τὴν ῥάβδον σου, καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, καὶ ῥῆξον αὐτήν· καὶ εἰσελθέτωσαν οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν. Καὶ ἰδοὺ ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραώ, καὶ τῶν Αἰγυπτίων πάντων, καὶ εἰσελεύσονται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασθήσομαι ἐν Φαραώ, καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ, καὶ ἐν τοῖς ἅρμασι, καὶ ἐν τοῖς ἵπποις αὐτοῦ· καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι, ὅτι ἐγώ εἰμι Κύριος, ἐνδοξαζομένου μου ἐν Φαραώ, καὶ ἐν τοῖς ἅρμασι, καὶ ἵπποις αὐτοῦ.
Ἐξῆρε δὲ ὁ Ἄγγελος τοῦ Θεοῦ, ὁ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραήλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν· ἐξῆρε δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν, καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν. Καὶ εἰσῆλθεν ἀναμέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων, καὶ ἀναμέσον τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραήλ, καὶ ἔστη· καὶ ἐγένετο σκότος, καὶ γνόφος· καὶ διῆλθεν ἡ νύξ· καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα.
Ἐξέτεινε δὲ Μωϋσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν· καὶ ἐπήγαγε Κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα, καὶ ἐποίησε τὴν θάλασσαν ξηράν· καὶ ἐσχίσθη τὸ ὕδωρ. Καὶ εἰσῆλθον οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν· καὶ τὸ ὕδωρ αὐτῆς, τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων. Κατεδίωξαν δὲ οἱ Αἰγύπτιοι, καὶ εἰσῆλθον ὀπίσω αὐτῶν, καὶ πᾶσα ἡ ἵππος Φαραώ, καὶ τὰ ἅρματα, καὶ οἱ ἀναβάται εἰς μέσον τῆς θαλάσσης.
Ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ, καὶ ἐπέβλεψε Κύριος εἰς τὴν παρεμβολὴν τῶν Αἰγυπτίων, ἐν στύλῳ πυρὸς καὶ νεφέλης, καὶ συνετάραξε τὴν παρεμβολὴν τῶν Αἰγυπτίων· καὶ συνέδησε τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν, καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας. Καὶ εἶπον οἱ Αἰγύπτιοι· Φύγωμεν ἀπὸ προσώπου Ἰσραήλ· ὁ γὰρ Κύριος πολεμεῖ ὑπὲρ αὐτῶν τοὺς Αἰγυπτίους. Εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· Ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκαταστήτω τὸ ὕδωρ, καὶ ἐπικαλυψάτω τοὺς Αἰγυπτίους, ἐπί τε τὰ ἅρματα, καὶ τοὺς ἀναβάτας. Ἐξέτεινε δὲ Μωϋσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκατεστάθη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας· οἱ δὲ Αἰγύπτιοι ἔφυγον ὑπὸ τὸ ὕδωρ· καὶ ἐξετίναξε Κύριος τοὺς Αἰγυπτίους εἰς μέσον τῆς θαλάσσης· καὶ ἐπαναστρεφὲν τὸ ὕδωρ, ἐκάλυψε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας, καὶ πᾶσαν τὴν δύναμιν Φαραώ, τοὺς εἰσπορευομένους ὀπίσω αὐτῶν εἰς τὴν θάλασσαν, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης· τὸ δὲ ὕδωρ αὐτοῖς, τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων.
Καὶ ἐῤῥύσατο Κύριος τὸν Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρὸς τῶν Αἰγυπτίων· καὶ εἶδεν Ἰσραὴλ τοὺς Αἰγυπτίους τεθνηκότας παρὰ τὸ χεῖλος τῆς θαλάσσης. Εἶδε δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν μεγάλην, ἃ ἐποίησε Κύριος τοῖς Αἰγυπτίοις· καὶ ἐφοβήθη ὁ λαὸς τὸν Κύριον, καὶ ἐπίστευσαν τῷ Θεῷ, καὶ Μωϋσῇ τῷ θεράποντι αὐτοῦ.
Τότε ᾖσε Μωϋσῆς, καὶ οἱ υἱοὶ Ἰσραὴλ τὴν ᾠδὴν ταύτην τῷ Κυρίῳ, καὶ εἶπον·
Ἀνιστάμενοι δὲ ψάλλομεν εἰς ἦχον β´.
ῼΔΗ ΤΟΥ ΜΩΥΣΕΩΣ
Εἶτα ὁ ἀναγνώστης λέγει τοὺς στίχους τῆς ᾠδῆς, μεθ᾿ ἕκαστον δὲ αὐτῶν ψάλλομεν· Ἐνδόξως γὰρ δεδόξασται.
ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν. (ιε´ 1)
Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν· οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν. Θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν.
Κύριος συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ.
Ἅρματα Φαραώ, καὶ τὴν δύναμιν αὐτοῦ ἔῤῥιψεν εἰς θάλασσαν· ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν Ἐρυθρᾷ θαλάσσῃ.
Πόντῳ ἐκάλυψεν αὐτούς· κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος.
Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ· ἡ δεξιά σου χείρ, Κύριε, ἔθραυσεν ἐχθρούς· καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους.
Ἀπέστειλας τὴν ὀργήν σου, κατέφαγεν αὐτοὺς ὡσεὶ καλάμην.
Καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ· ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα, ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης.
Εἶπεν ὁ ἐχθρός· Διώξας, καταλήψομαι, μεριῶ σκῦλα, ἐμπλήσω τὴν ψυχήν μου, ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου.
Ἀπέστειλας τὸ πνεῦμά σου, ἐκάλυψεν αὐτοὺς θάλασσα· ἔδυσαν ὡσεὶ μόλυβδος ἐν ὕδατι σφοδρῷ.
Τίς ὅμοιός σοι ἐν Θεοῖς, Κύριε; τίς ὅμοιός σοι; δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐνδόξως, ποιῶν τέρατα.
Ἐξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ.
Ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω· παρεκάλεσας τῇ ἰσχύϊ σου εἰς κατάλυμα ἅγιόν σου.
Ἤκουσαν ἔθνη, καὶ ὠργίσθησαν· ὠδῖνες ἔλαβον κατοικοῦντας Φιλιστιείμ.
Τότε ἔσπευσαν ἡγεμόνες Ἐδώμ, καὶ ἄρχοντες Μωαβιτῶν· ἔλαβεν αὐτοὺς τρόμος, ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χαναάν.
Ἐπιπέσοι ἐπ᾿ αὐτοὺς φόβος καὶ τρόμος· μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν, ἕως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε, ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος, ὃν ἐκτήσω.
Εἰσαγαγών, καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου, ὃ κατειργάσω, Κύριε, ἁγίασμα, ὃ ἡτοίμασαν αἱ χεῖρές σου.
Κύριος βασιλεύων τῶν αἰώνων, καὶ ἐπ᾿ αἰῶνα, καὶ ἔτι.
Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι, καὶ ἀναβάταις εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπ᾿ αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης.
Ζ´. Προφητείας Σοφονίου τὸ Ἀνάγνωσμα
(γ´ 8-15).
Τάδε λέγει Κύριος· Ὑπόμεινόν με εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. Ἐκ περάτων ποταμῶν Αἰθιοπίας προσδέξομαι τοὺς ἱκετεύοντάς με· υἱοὶ τῶν διεσπαρμένων οἴσουσι θυσίας μοι.
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκέτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. Καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πρᾶον καὶ ταπεινόν· καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος Κυρίου οἱ κατάλοιποι τοῦ Ἰσραήλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν, καὶ οὐ λαλήσουσι μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία· διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.
Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· εὐφραίνου, καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ. Περιεῖλε Κύριος τὰ ἀδικήματά σου· λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου· Βασιλεὺς Ἰσραὴλ Κύριος ἐν μέσῳ σου· οὐκ ὄψει κακὰ οὐκέτι.
Η´. Βασιλειῶν τρίτης τὸ Ἀνάγνωσμα
(ιζ´ 8-24).
Ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιού, λέγων· Ἀνάστηθι, καὶ πορεύθητι εἰς Σαρεφθὰ τῆς Σιδωνίας, καὶ κατοικήσεις ἐκεῖ· ἰδοὺ ἐντέλλομαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε. Καὶ ἀνέστη, καὶ ἐπορεύθη εἰς Σαρεφθά, καὶ ἦλθεν εἰς τὸν πυλῶνα τῆς πόλεως· καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγε ξύλα. Καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιού, καὶ εἶπεν αὐτῇ· Λάβε δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος, καὶ πίομαι. Καὶ ἐπορεύθη λαβεῖν· καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλίου, καὶ εἶπεν αὐτῇ· Λήψῃ δή μοι καὶ ψωμὸν ἄρτου ἐν τῇ χειρί σου. Καὶ εἶπεν ἡ γυνή· Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ᾿ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ· καὶ ἰδοὺ ἐγὼ συλλέξω δύο ξυλάρια, καὶ εἰσελεύσομαι, καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα, καὶ ἀποθανούμεθα. Καὶ εἶπε πρὸς αὐτὴν Ἠλιού· Θάρσει, εἴσελθε, καὶ ποίησον κατὰ τὸ ῥῆμά σου· ἀλλὰ ποίησόν μοι ἐγκρυφίαν μικρὸν ἐκεῖθεν, καὶ ἐξοίσεις μοι ἐν πρώτοις, σαὐτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ᾿ ἐσχάτων· ὅτι τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ. Ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει, ἕως ἡμέρας τοῦ δοῦναι Κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς. Καὶ ἐπορεύθη ἡ γυνή, καὶ ἐποίησε κατὰ τὸ ῥῆμα Ἠλιού· καὶ ἤσθιεν αὐτὴ καὶ αὐτός, καὶ τὰ τέκνα αὐτῆς· καὶ ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπε, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἠλαττονήθη, κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ἠλιού.
Καὶ ἐγένετο μετὰ ταῦτα, καὶ ἠῤῥώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου· καὶ ἦν ἡ ἀῤῥωστία αὐτοῦ κραταιὰ σφόδρα, ἕως οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα. Καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλιού· Τί ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἀδικίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου; Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὴν γυναῖκα· Δός μοι τὸν υἱόν σου· καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς, καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον, ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμησεν αὐτὸν ἐπὶ τῆς κλίνης αὑτοῦ. Καὶ ἀνεβόησεν Ἠλιοὺ πρὸς Κύριον, καὶ εἶπεν· Οἴμοι Κύριε! ὁ μάρτυς τῆς χήρας, μεθ᾿ ἧς ἐγὼ κατοικῶ μετ᾿ αὐτῆς, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς. Καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρίς, καὶ ἐπεκαλέσατο τὸν Κύριον, καὶ εἶπε· Κύριε ὁ Θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτό. Καὶ ἐγένετο οὕτω. Καὶ ἀνεβόησε τὸ παιδάριον· καὶ κατήγαγεν αὐτὸ ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον, καὶ ἔδωκεν αὐτὸ τῇ μητρὶ αὐτοῦ· Καὶ εἶπεν Ἠλιού· Βλέπε, ζῇ ὁ υἱός σου. Καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλιού· Ἰδοὺ ἔγνωκα, ὅτι ἄνθρωπος τοῦ Θεοῦ εἶ σύ, καὶ ῥῆμα Κυρίου ἐν τῷ στόματί σου ἀληθινόν.
Θ´. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(ξα´ 10 - ξβ´ 5).
Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με· ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ· καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἐκβλαστάνει, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.
Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου· καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό· καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Καὶ οὐκέτι κληθήσῃ, Καταλελειμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔτι, Ἔρημος· σοὶ γὰρ κληθήσεται, Θέλημα ἐμόν, καὶ τῇ γῇ σου, Οἰκουμένη· ὅτι εὐδοκήσει Κύριος ἐν σοί, καὶ ἡ γῆ σου συνοικισθήσεται. Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου μετὰ σοῦ· καὶ ἔσται, ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.
Ι´. Γενέσεως τὸ Ἀνάγνωσμα (κβ´ 1-18).
Ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ, καὶ εἶπεν αὐτῷ· Ἀβραὰμ Ἀβραάμ· καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλήν, καὶ ἀνένεγκε αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν, ἐπὶ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω.
Ἀναστὰς δὲ Ἀβραὰμ τὸ πρωΐ, ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέλαβε δὲ μεθ᾿ ἑαυτοῦ δύο παῖδας, καὶ Ἰσαὰκ τὸν υἱὸν αὑτοῦ· καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη· καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, τῇ ἡμέρᾳ τῇ τρίτῃ. Καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν· καὶ εἶπεν Ἀβραὰμ τοῖς παισὶν αὑτοῦ· Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου· ἐγὼ δὲ καὶ τὸ παιδάριον, διελευσόμεθα ἕως ὧδε· καὶ προσκυνήσαντες, ἀναστρέψομεν πρὸς ὑμᾶς.
Ἔλαβε δὲ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὑτοῦ· ἔλαβε δὲ μετὰ χεῖρας τὸ πῦρ, καὶ τὴν μάχαιραν· καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. Εἶπε δὲ Ἰσαὰκ πρὸς Ἀβραὰμ τὸν πατέρα αὑτοῦ. Πάτερ· Ὁ δὲ εἶπε· Τί ἐστι τέκνον; Εἶπε δέ· Ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; Εἶπε δὲ Ἀβραάμ· Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον.
Πορευθέντες δὲ ἀμφότεροι ἅμα, ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός· καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβραὰμ θυσιαστήριον, καὶ ἐπέθηκε τὰ ξύλα· καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὑτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων· καὶ ἐξέτεινεν Ἀβραὰμ τὴν χεῖρα αὑτοῦ λαβεῖν τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὑτοῦ.
Καὶ ἐκάλεσε αὐτὸν Ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῷ· Ἀβραάμ, Ἀβραάμ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ· καὶ εἶπε· Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεόν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ. Καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὑτοῦ, εἶδε· καὶ ἰδού, κριὸς εἷς κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων· καὶ ἐπορεύθη Ἀβραάμ, καὶ ἔλαβε τὸν κριόν, καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν, ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὑτοῦ. Καὶ ἐκάλεσεν Ἀβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν, ἵνα εἴπωσι σήμερον· Ἐν τῷ ὄρει Κύριος ὤφθη.
Καὶ ἐκάλεσεν Ἄγγελος Κυρίου τὸν Ἀβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ, λέγων· Κατ᾿ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος· οὗ ἕνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ, ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον, τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων· καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ᾿ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.
ΙΑ´. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(ξα´ 1-10).
Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης, ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν· καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίους, ἐξηρημωμένας πρότερον ἐξαναστήσουσι, καὶ καινιοῦσι πόλεις ἐρήμους ἐξηρημωμένας εἰς γενεάς. Καὶ ἥξουσιν ἀλλογενεῖς, ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοί. Ὑμεῖς δὲ Ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ· ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. Οὕτως ἐκ δευτέρας κληρονομήσουσι τὴν γῆν, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐγὼ γάρ εἰμι Κύριος, ὁ ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἅρπαγμα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· πᾶς ὁ ὁρῶν αὐτούς, ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ, καὶ εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ Κύριον.
ΙΒ´. Βασιλειῶν τετάρτης τὸ Ἀνάγνωσμα
(δ´ 8-37).
Ἐγένετο ἡμέρα, καὶ διέβη Ἐλισσαιὲ εἰς Σωμάν· καὶ ἐκεῖ γυνὴ μεγάλη, καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον· καὶ ἐγένετο ἀφ᾿ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτόν, ἐξέκλινε τοῦ ἐκεῖ φαγεῖν ἄρτον. Καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὑτῆς· Ἰδοὺ δὴ ἔγνων, ὅτι ἄνθρωπος τοῦ Θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ᾿ ἡμᾶς διὰ παντός· ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον, τόπον μικρόν, καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην, καὶ τράπεζαν, καὶ δίφρον, καὶ λυχνίαν· καί ἔσται ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν πρὸς ἡμᾶς, καὶ ἐκκλινεῖ ἐκεῖ.
Καὶ ἐγένετο ἡμέρα, καὶ εἰσῆλθεν ἐκεῖ, καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον, καὶ ἐκοιμήθη ἐκεῖ. Καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ· Κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην. Καὶ ἐκάλεσεν αὐτήν· καὶ ἔστη ἐνώπιον αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Εἰπὸν δὴ πρὸς αὐτήν· Ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην· τί δεῖ ποιῆσαί σοι; εἰ ἔστι λόγος σοι πρὸς τὸν Βασιλέα ἢ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως; Ἡ δὲ εἶπεν· Ἐν μέσῳ τοῦ λαοῦ μου ἐγώ εἰμι οἴκῳ ἡσυχάζουσα. Καὶ εἶπε πρὸς Γιεζί· Τί δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπε Γιεζὶ τὸ παιδάριον αὐτοῦ· Καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ, καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης. Καὶ εἶπε· Κάλεσον αὐτήν· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν θύραν. Καὶ εἶπεν Ἐλισσαιὲ πρὸς αὐτήν· Εἰς τὸν καιρὸν τοῦτον, ὥρα αὐτὴ ὡς ἡ ζῶσα καὶ σύ, περιειληφυῖα υἱόν. Ἡ δὲ εἶπε· Μή κύριε, ἄνθρωπε τοῦ Θεοῦ, μὴ διαψεύσῃ τὴν δούλην σου. Καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή, καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα ζῶσα, ὡς ἐλάλησε πρὸς αὐτὴν Ἐλισσαιέ.
Καὶ ἠνδρύνθη τὸ παιδάριον· καὶ ἐγένετο ἡνίκα ἐξῆλθε τὸ παιδάριον πρὸς τὸν πατέρα αὐτοῦ, πρὸς τοὺς θερίζοντας, καὶ εἶπε πρὸς τὸν πατέρα αὐτοῦ· Τὴν κεφαλήν μου, τὴν κεφαλήν μου. Καὶ εἶπε τῷ παιδαρίῳ· Ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὑτοῦ. Καὶ ἦραν αὐτὸν πρὸς τὴν μητέρα αὑτοῦ· καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας, καὶ ἀπέθανε. Καὶ ἀνήνεγκεν αὐτόν, καὶ ἐκοίμησεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ Θεοῦ, καὶ ἀπέκλεισε κατ᾿ αὐτοῦ, καὶ ἐξῆλθε. Καὶ ἐκάλεσε τὸν ἄνδρα αὑτῆς, καὶ εἶπεν· Ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων, καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ, καὶ ἐπιστρέψω. Καὶ εἶπε· Τί ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον· οὐ νεομηνία, οὐδὲ Σάββατον. Ἡ δὲ εἶπεν· Εἰρήνη. Καὶ ἐπέσαξε τὴν ὄνον, καὶ εἶπε πρὸς τὸ παιδάριον αὐτῆς· Ἄγε, καὶ πορεύου· μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι, ὅτι ἐὰν εἴπω σοι· δεῦρο, καὶ πορεύσῃ, καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ εἰς ὄρος τὸ Καρμήλιον. Καὶ ἐπορεύθη, καὶ ἦλθεν ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἰς τὸ ὄρος τὸ Καρμήλιον.
Καὶ ἐγένετο, ὡς εἶδεν Ἐλισσαιὲ ἐρχομένην αὐτήν, καὶ εἶπε πρὸς Γιεζί, τὸ παιδάριον αὑτοῦ· Ἴδε ἡ Σωμανῖτις ἐκείνη· νῦν δράμε εἰς ὑπάντησιν αὐτῆς, καὶ ἐρεῖς αὐτῇ· Εἰρήνη σοι· εἰρήνη τῷ ἀνδρί σου· εἰρήνη τῷ παιδαρίῳ. Ἡ δὲ εἶπεν· Εἰρήνη. Καὶ ἦλθε πρὸς τὸν Ἐλισσαιὲ εἰς τὸ ὄρος, καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ· καὶ ἤγγισε Γιεζὶ ἀπώσασθαι αὐτήν. Καὶ εἶπεν Ἐλισσαιέ· Ἄφες αὐτήν, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ Κύριος ἀπέκρυψεν ἀπ᾿ ἐμοῦ, καὶ οὐκ ἀνήγγειλέ μοι. Ἡ δὲ εἶπε· Μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ Κυρίου μου, ὅτι οὐκ εἶπον, οὐ πλανήσεις μετ᾿ ἐμοῦ;
Καὶ εἶπεν Ἐλισσαιὲ τῷ Γιεζί· Ζῶσαι τὴν ὀσφύν σου, καὶ λάβε τὴν βακτηρίαν μου ἐν τῇ χειρί σου, καὶ δεῦρο· ὅτι ἐὰν εὕρῃς ἄνδρα, οὐκ εὐλογήσεις αὐτόν· καὶ ἐὰν εὐλογήσῃ σε ἀνήρ, οὐκ ἀποκριθήσῃ αὐτῷ· καὶ ἐπιθήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου· Καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου· Ζῇ Κύριος, καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε. Καὶ ἀνέστη Ἐλισσαιέ, καὶ ἐπορεύθη ὀπίσω αὐτῆς. Καὶ Γιεζί διῆλθεν ἔμπροσθεν αὐτῆς, καὶ ἐπέθηκε τὴν βακτηρίαν εἰς τὸ πρόσωπον τοῦ παιδαρίου, καὶ οὐκ ἦν φωνή, καὶ οὐκ ἦν ἀκρόασις· καὶ ὑπέστρεψεν εἰς ἀπάντησιν αὐτοῦ, καὶ ἀπήγγειλεν αὐτῷ λέγων· Οὐκ ἠγέρθη τὸ παιδάριον.
Καὶ εἰσῆλθεν Ἐλισσαιὲ εἰς τὸν οἶκον· καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκός, κεκοιμημένον ἐπὶ τὴν κλίνην αὐτοῦ. Καὶ εἰσῆλθεν Ἐλισσαιὲ εἰς τὸν οἶκον, καὶ ἀπέκλεισε τὴν θύραν κατὰ τῶν δύο αὑτῶν, καὶ προσηύξατο πρὸς Κύριον· καὶ ἀνέβη, καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον, καὶ ἔθηκε τὸ στόμα αὑτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς αὑτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ τὰς χεῖρας αὑτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ, καὶ ἐνεφύσησεν αὐτό, καὶ διέκαμψεν ἐπ᾿ αὐτόν, καὶ διεθερμάνθη ἡ σὰρξ τοῦ παιδαρίου. Καὶ ἐπέστρεψε, καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν, καὶ ἔνθεν· καὶ ἀνέβη, καὶ συνεκάλυψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις· καὶ ἤνοιξε τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὑτοῦ.
Καὶ ἐξεβόησεν Ἐλισσαιὲ πρὸς Γιεζί, καὶ εἶπε· Κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ εἰσῆλθε πρὸς αὐτόν. Καὶ εἶπεν Ἐλισσαιέ· Λάβε τὸν υἱόν σου. Καὶ εἰσῆλθεν ἡ γυνή, καὶ ἔπεσε παρὰ τοὺς πόδας αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν· καὶ ἔλαβε τὸν υἱὸν αὐτῆς, καὶ ἐξῆλθεν.
ΙΓ´. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(ξγ´ 11 - ξδ´ 5).
Τάδε λέγει Κύριος· Ποῦ ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων; ποῦ ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον; Ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωϋσῆν, ὁ βραχίων τῆς δόξης αὐτοῦ; κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ποιῆσαι αὐτῷ ὄνομα αἰώνιον. Ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου, ὡς ἵππον δι᾿ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν, καὶ ὡς κτήνη διὰ πεδίου· κατέβη πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου, τοῦ ποιῆσαι σεαυτῷ ὄνομα δόξης.
Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου, καὶ δόξης σου· ποῦ ἐστιν ὁ ζῆλός σου, καὶ ἡ ἰσχύς σου; ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἠνέσχου ἡμῶν; Σὺ γὰρ εἶ πατὴρ ἡμῶν, ὅτι Ἁβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σύ, Κύριε πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς.
Ἀπ᾿ ἀρχῆς τὸ ὄνομά σου ἐφ᾿ ἡμᾶς ἐστι. Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου· οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου· ἐγενόμεθα ὡς τὸ ἀπ᾿ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐκλήθη τὸ ὄνομά σου ἐφ᾿ ἡμᾶς.
Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τήκεται, καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται, ὅταν ποιεῖς τὰ ἔνδοξα· τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεόν, πλήν σου, καὶ τὰ ἔργα σου, ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεος· συναντήσεται γὰρ τοῖς ὑπομένουσι, καὶ τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται.
ΙΔ´. Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα
(λη´ 31-34).
Τάδε λέγει Κύριος· Ἰδοὺ ἡμέραι ἔρχονται, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ, καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος· ὅτι αὕτη ἡ διαθήκη μου, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ, μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὑτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὑτοῦ, λέγων· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με, ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ἐπὶ ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.
ΙΕ´. Προφητείας Δανιὴλ τὸ Ἀνάγνωσμα
(γ´ 1-23 καὶ ὕμνος τῶν Τριῶν Παίδων).
Ἔτους ὀκτωκαιδεκάτου, Ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν· ὕψος αὐτῆς πήχεων ἑξήκοντα, εὖρος αὐτῆς πήχεων ἕξ· καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δεηρᾷ, ἐν χώρᾳ Βαβυλῶνος. Καὶ ἀπέστειλε συναγαγεῖν τοὺς ὑπάτους, καὶ τοὺς στρατηγούς, καὶ τοὺς τοπάρχας, ἡγουμένους, καὶ τυράννους, καὶ τοὺς ἐπ᾿ ἐξουσιῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν, ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος, ἣν ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς. Καὶ συνήχθησαν οἱ τοπάρχαι, ὕπατοι, στρατηγοί, ἡγούμενοι, τύραννοι μεγάλοι, οἱ ἐπ᾿ ἐξουσιῶν, καὶ πάντες οἱ ἄρχοντες τῶν χωρῶν, εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος, ἣν ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς· καὶ εἱστήκεισαν ἐνώπιον τῆς εἰκόνος. Καὶ ὁ κήρυξ ἐβόα ἐν ἰσχύϊ· Ὑμῖν λέγεται, ἔθνη, λαοί, φυλαὶ καὶ γλῶσσαι· ᾟ ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε, καὶ κιθάρας, σαμβύκης τε, καὶ ψαλτηρίου, συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε, τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς· καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. Καὶ ἐγένετο, ὅταν ἤκουον οἱ λαοὶ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε, καὶ κιθάρας, σαμβύκης τε, καὶ ψαλτηρίου, καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, πίπτοντες πάντες οἱ λαοί, φυλαί, γλῶσσαι, προσεκύνουν τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς.
Τότε προσῆλθον ἄνδρες Χαλδαῖοι, καὶ διέβαλον τοὺς Ἰουδαίους· καί ὑπολαβόντες, εἶπον Ναβουχοδονόσορ τῷ βασιλεῖ· Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· σὺ βασιλεῦ, ἔθηκας δόγμα, πάντα ἄνθρωπον, ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε, καὶ κιθάρας, σαμβύκης τε, καὶ ψαλτηρίου, καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ, ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. Εἰσὶν οὖν ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος Σεδράχ, Μισάχ, καὶ Ἀβδεναγώ, οἳ οὐχ ὑπήκουσαν, βασιλεῦ, τῷ δόγματί σου, καὶ τοῖς θεοῖς σου οὐ λατρεύουσι, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦσι.
Τότε ὁ Ναβουχοδονόσορ ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδράχ, Μισάχ, καὶ Ἀβδεναγώ· καὶ ἤχθησαν ἐνώπιον τοῦ βασιλέως· καὶ ἀπεκρίθη Ναβουχοδονόσορ, καὶ εἶπεν αὐτοῖς· Εἰ ἀληθῶς, Σεδράχ, Μισάχ, καὶ Ἀβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησα, οὐ προσκυνεῖτε; Νῦν οὖν ἔχετε ἑτοίμως, ἵνα ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου, καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσητε τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησα· ἐὰν δὲ μὴ προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· καὶ τίς ἐστι θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;
Ἀπεκρίθησαν Σεδράχ, Μισάχ, καὶ Ἀβδεναγώ, λέγοντες τῷ βασιλεῖ Ναβουχοδονόσορ· Οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι· ἔστι γὰρ ὁ Θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς· καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν.
Τότε ὁ Ναβουχοδονόσορ ἐπλήσθη θυμοῦ, καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδράχ, Μισάχ, καὶ Ἀβδεναγώ· καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλασίως, ἕως οὗ εἰς τέλος ἐκκαῇ· καὶ ἄνδρας ἰσχυροὺς ἰσχύϊ εἶπε, πεδήσαντας τὸν Σεδράχ, Μισάχ, καὶ Ἀβδεναγώ, ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. Τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήθησαν σὺν τοῖς σαραβάροις αὐτῶν, καὶ τιάραις, καὶ περικνημῖσι, τοῖς ἐνδύμασιν αὐτῶν, καὶ ἐβλήθησαν εἰς τὸ μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, ἐπεὶ τὸ ῥῆμα τοῦ βασιλέως ὑπερίσχυσε· καὶ ἡ κάμινος ἐξεκαύθη ἐκ περισσοῦ ἑπταπλασίως. Καὶ οἱ τρεῖς οὗτοι, Σεδράχ, Μισάχ, καὶ Ἀβδεναγώ, ἔπεσον ἐν μέσῳ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης πεπεδημένοι, καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογός, ὑμνοῦντες καὶ δοξάζοντες τὸν Θεόν, καὶ εὐλογοῦντες τὸν Κύριον.
Καὶ συστὰς Ἀζαρίας, προσηύξατο οὕτω· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐν μέσῳ τοῦ πυρός, εἶπεν.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετόν, καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας·
Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν· καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθεῖς·
Καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα, ἃ ἐπήγαγες ἡμῖν, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τὴν τῶν Πατέρων ἡμῶν Ἱερουσαλήμ· ὅτι ἐν ἀληθείᾳ, καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα ἐφ᾿ ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν.
Ὅτι ἡμάρτομεν, καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ, καὶ ἐξημάρτομεν ἐν πᾶσι, καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται.
Καὶ πάντα, ὅσα ἐπήγαγες ἡμῖν, καὶ πάντα, ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας· καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ, καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν.
Καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου, καὶ τοῖς σεβομένοις σε.
Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου τὸ ἅγιον, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ᾿ ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸ ἅγιόν σου· οἷς ἐλάλησας πληθῦναι τὸ σπέρμα αὐτῶν, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.
Ὅτι, Δέσποτα, ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη, καὶ ἐσμὲν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον, διὰ τὰς ἁμαρτίας ἡμῶν.
Καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, καὶ προφήτης, καὶ ἡγούμενος· οὐδὲ ὁλοκαύτωσις, οὐδὲ θυσία, οὐδὲ προσφορά, οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου, καὶ εὑρεῖν ἔλεος.
Ἀλλ᾿ ἐν ψυχῇ συντετριμμένῃ, καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν· ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων, καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων, οὕτω γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου σήμερον, καὶ ἐκτελείσθω ὄπισθέν σου· ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σέ.
Καὶ νῦν ἐξακολουθοῦμέν σοι ἐν ὅλῃ καρδίᾳ, καὶ φοβούμεθά σε, καὶ ζητοῦμεν τὸ πρόσωπόν σου·
Μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ᾿ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου·
Ἐξελοῦ ἡμᾶς κατὰ τά θαυμάσιά σου, καὶ δὸς δόξαν τῷ ὀνόματί σου, Κύριε.
Καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακά, καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη·
Καὶ γνώτωσαν, ὅτι σὺ εἶ Κύριος, Θεὸς μόνος, καὶ ἔνδοξος ἐφ᾿ ὅλην τὴν οἰκουμένην.
Καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως, καίοντες τὴν κάμινον νάφθῃ, καὶ πίσσῃ, καὶ στυππίῳ, καὶ κληματίδι. Καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα· καὶ διώδευσε, καὶ ἐνεπύρισεν, οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων. Ὁ δὲ Ἄγγελος Κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον, καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου, καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον· καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ, οὐδὲ ἐλύπησεν, οὐδὲ παρηνώχλησεν αὐτούς. Τότε οἱ Τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν, καὶ εὐλόγουν, καὶ ἐδόξαζον τὸν Θεὸν ἐν τῇ καμίνῳ, λέγοντες·
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ὑπερύμνητος, καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου, τὸ ἅγιον, τὸ ὑπερύμνητον, καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας.
Εὐλογημένος εἶ ἐν τῷ Ναῷ τῆς ἁγίας δόξης σου, ὁ ὑπερύμνητος, καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ὁ ὑπερύμνητος, καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ ὑπερύμνητος, καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὁ ὑπερύμνητος, καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Ἀνιστάμενοι δὲ ψάλλομεν εἰς ἦχον α´.
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Εἶτα ὁ ἀναγνώστης λέγει τοὺς στίχους τοῦ ὕμνου, μεθ᾿ ἕκαστον δὲ αὐτῶν ψάλλομεν· Τὸν Κύριον ὑμνεῖτε...
ΥΜΝΟΣ ΤΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ
Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον.
Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον.
Εὐλογεῖτε, ὕδατα πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ δυνάμεις Κυρίου, τὸν Κύριον.
Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον.
Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον.
Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον.
Εὐλογεῖτε, πῦρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον.
Εὐλογεῖτε, δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον.
Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι, τὸν Κύριον.
Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον.
Εὐλογεῖτε, πηγαὶ, θάλασσα, καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον.
Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία, καὶ πάντα τὰ κτήνη, τὸν Κύριον.
Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραήλ, τὸν Κύριον.
Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον.
Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον.
Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, καὶ Μισαήλ, τὸν Κύριον.
Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον.
Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον. Τὸν Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον. Τὸν Κύριον ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
* * *
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορός· Κύριε, ἐλέησον.
Ὁ ἱερεὺς τὴν εὐχὴν καὶ τὴν ἐκφώνησιν·
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί,
Ὁ διάκονος· Καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ α´ χορός· Ἀμήν.
Καὶ ψάλλεται ἀντὶ τοῦ τρισαγίου ὕμνου, ἀρχομένου τοῦ α´ χοροῦ.
Ἦχος πλ. α´.
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, * Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα. Ἐκ γ´. Εἶτα·
Ὁ β´ χορός· Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Ὁ α´ χορός· Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ β´ χορός· Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.
Ὁ διάκονος· Δύναμις.
Ὁ α´ χορός· Δύναμις. Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε,
Ὁ β´ χορός· Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.
Ὅταν συλλειτουργοῦν δύο ἢ περισσότεροι ἱερεῖς, ὁ ὕμνος ψάλλεται πεντάκις, ἤτοι δὶς ὑπὸ τῶν χορῶν, ἔπειτα ὑπὸ τῶν ἱερέων, εἶτα ὑπὸ τοῦ α´ χοροῦ καὶ πάλιν ὑπὸ τῶν ἱερέων· καὶ μετὰ τοῦτο ὁ β´ χορός· Δόξα Πατρὶ κτλ. ὡς ἀνωτέρω.
Καὶ μετὰ ταῦτα τὸν Ἀπόστολον.
* * *
Ο ΑΠΟΣΤΟΛΟΣ
Εἶτα ὁ ἀναγνώστης·
Προκείμενον. Ἦχος πλ. α´. Ψαλμὸς ξε´ (65).
Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι· ψαλάτωσαν δὴ τῷ ὀνόματί σου, Ὕψιστε. (ξε´ 4)
Στίχ. α´. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει αὐτοῦ. (ξε´ 12)
Στίχ. β´. Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ. (ξε´ 8)
Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (στ´ 3-11).
Ἀδελφοί, ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα, τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνῄσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτούς, νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Καὶ εὐθὺς ἀντὶ τοῦ Ἀλληλούϊα
ψάλλει ὁ ἱερεὺς τὸν κατωτέρω στίχον
σκορπίζων δάφνας καθ᾿ ὅλον τὸν ναόν.
Ἦχος βαρύς. Ψαλμὸς πα´ (81).
Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις, ἐν πᾶσι τοῖς ἔθνεσι. (πα´ 8)
Τὸ αὐτὸ ἐπαναλαμβάνεται ὑπὸ τῶν χορῶν μεθ᾿ ἕκαστον τῶν ἑπομένων στίχων, λεγομένων παρὰ τοῦ ἀναγνώστου χῦμα.
Στίχ. α´. Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. (πα´ 1)
Στίχ. β´. Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; (πα´ 2)
Στίχ. γ´. Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε. (πα´ 3)
Στίχ. δ´. Ἐξέλεσθε πένητα καὶ πτωχόν, ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε αὐτόν. (πα´ 4)
Στίχ. ε´. Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν σκότει διαπορεύονται· σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς. (πα´ 5)
Στίχ. Ϛ´. Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. (πα´ 6-7)
ΕΥΑΓΓΕΛΙΟΝ
Ὁ ἱερεύς· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὁ λαός· Καὶ τῷ πνεύματί σου.
Ὁ διάκονος· Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ὁ λαός· Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ ἱερεύς· Πρόσχωμεν.
Καὶ ὁ διάκονος ἀναγινώσκει τὸ Εὐαγγέλιον.
(Ματθ. κη´ 1-20).
Ὀψὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. Ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών. Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί. Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπε ταῖς γυναιξί· Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ καθὼς εἶπε. Δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος. Καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν.
Καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ, καὶ ἰδοὺ Ἰησοῦς ἀπήντησεν αὐταῖς λέγων· Χαίρετε. Αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν κἀκεῖ με ὄψονται.
Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. Καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις λέγοντες· Εἴπατε ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. Καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. Οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον.
Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.
Ὁ λαός· Δόξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θ. Λειτουργία τοῦ Μεγάλου Βασιλείου.
* * *
Η ΕΚΤΕΝΗΣ ΔΕΗΣΙΣ
Εἶτα ὁ διάκονος (ἢ ὁ ἱερεὺς) τὴν ἐκτενῆ δέησιν, ὁ δὲ λαὸς εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέησον (τρίς), εἰς δὲ τὴν τελευταίαν ἅπαξ.
Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας ἐκκλησίας ταύτης.
Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τοῦ ἁγίου ναοῦ τούτου (τῆς ἁγίας μονῆς ταύτης) καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Ἔτι δεόμεθα καὶ ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων, καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Ὁ ἱερεὺς τὴν εὐχὴν καὶ τὴν ἐκφώνησιν·
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
* * *
ΔΕΗΣΕΙΣ ΥΠΕΡ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ
Ὁ διάκονος λέγει τὰς ὑπὲρ τῶν κατηχουμένων δεήσεις, τοῦ χοροῦ λέγοντος εἰς ἑκάστην τὸ Κύριε, ἐλέησον.
Εὔξασθε, οἱ κατηχούμενοι, τῷ Κυρίῳ.
Οἱ πιστοὶ ὑπὲρ τῶν κατηχουμένων δεηθῶμεν·
Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ·
Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας·
Ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης·
Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ.
Σῶσον, ἐλέησον, ἀντιλαβοῦ καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι.
Οἱ κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Ὁ χορός· Σοί, Κύριε.
Ὁ ἱερεὺς τὴν εὐχὴν καὶ τὴν ἐκφώνησιν·
Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Καὶ ὁ ἱερεὺς ποιήσας διὰ τοῦ ἱ. Εὐαγγελίου σταυρὸν ἐπὶ τοῦ εἰλητοῦ ἀποθέτει αὐτὸ εἰς τὸ ἄνω μέρος τῆς ἁγίας Τραπέζης καὶ ἐξαπλοῖ τὸ εἰλητόν.
Ὁ δὲ διάκονος λέγει·
Ὅσοι κατηχούμενοι προέλθετε· οἱ κατηχούμενοι προέλθετε· ὅσοι κατηχούμενοι προέλθετε· μή τις τῶν κατηχουμένων.
* * *
ΔΕΗΣΕΙΣ ΤΩΝ ΠΙΣΤΩΝ
Ὁ διάκονος·
Ὅσοι πιστοί, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορός· Κύριε, ἐλέησον.
Ὁ διάκονος·
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Ὁ χορός· Κύριε, ἐλέησον.
Ὁ διάκονος· Σοφία.
Ὁ ἱερεὺς τὴν εὐχὴν καὶ τὴν ἐκφώνησιν·
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Καὶ πάλιν ὁ διάκονος·
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορός· Κύριε, ἐλέησον.
Ὁ διάκονος·
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Ὁ χορός· Κύριε, ἐλέησον.
Ὁ διάκονος· Σοφία.
Καὶ εἰσέρχεται εἰς τὸ Ἱερόν.
Ὁ ἱερεὺς τὴν εὐχὴν καὶ τὴν ἐκφώνησιν·
Ὅπως ὑπὸ τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
* * *
Η ΕΙΣΟΔΟΣ ΤΩΝ ΤΙΜΙΩΝ ΔΩΡΩΝ
Ἀντὶ τοῦ συνήθους χερουβικοῦ ὕμνου
ψάλλεται ὁ παρών·
Ἦχος πλ. α´.
Σιγησάτω πᾶσα σὰρξ βροτεία, καὶ στήτω μετὰ φόβου καὶ τρόμου, καὶ μηδὲν γήϊνον, ἐν ἑαυτῇ λογιζέσθω· ὁ γὰρ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, προσέρχεται σφαγιασθῆναι, καὶ δοθῆναι εἰς βρῶσιν τοῖς πιστοῖς· προηγοῦνται δὲ τούτου, οἱ χοροὶ τῶν Ἀγγέλων, μετὰ πάσης ἀρχῆς καὶ ἐξουσίας, τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ, τὰς ὄψεις καλύπτοντα, καὶ βοῶντα τὸν ὕμνον· Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
* * *
ΤΑ ΠΛΗΡΩΤΙΚΑ
Πληρωθέντος τοῦ Χερουβικοῦ ὕμνου λέγει ὁ διάκονος·
Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Ὁ χορός· Κύριε, ἐλέησον.
Ὁμοίως καὶ εἰς τὰς ἐφεξῆς δεήσεις.
Ὑπὲρ τῶν προτεθέντων τιμίων δώρων τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Ὁ χορός· Παράσχου, Κύριε.
Ὁμοίως καὶ εἰς τὰς ἐφεξῆς δεήσεις.
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ χορός· Σοί, Κύριε.
Ὁ ἱερεὺς τὴν εὐχὴν τῆς προσκομιδῆς καὶ τὴν ἐκφώνησιν
Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
* * *
ΑΣΠΑΣΜΟΣ ΚΑΙ ΟΜΟΛΟΓΙΑ
Ὁ ἱερεύς· Εἰρήνη πᾶσι.
Ὁ χορός· Καὶ τῷ πνεύματί σου.
Ὁ διάκονος· Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.
Ὁ χορός· Πατέρα, Υἱὸν * καὶ ἅγιον Πνεῦμα, * Τριάδα ὁμοούσιον * καὶ ἀχώριστον.
Ὁ διάκονος· Τὰς θύρας, τὰς θύρας· ἐν σοφίᾳ πρόσχωμεν.
Ὁ προεστὼς ἀπαγγέλλει μετὰ τοῦ λαοῦ
Τὸ Σύμβολον τῆς πίστεως.
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τόν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
* * *
Η ΑΓΙΑ ΑΝΑΦΟΡΑ
Ὁ διάκονος· Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου· πρόσχωμεν τὴν ἁγίαν ἀναφορὰν ἐν εἰρήνῃ προσφέρειν.
Ὁ α´ χορός· Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
Ὁ ἱερεύς·
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.
Ὁ β´ χορός· Καὶ μετὰ τοῦ πνεύματός σου.
Ὁ ἱερεύς· Ἄνω σχῶμεν τὰς καρδίας.
Ὁ α´ χορός· Ἔχομεν πρὸς τὸν Κύριον.
Ὁ ἱερεύς· Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ὁ β´ χορός· Ἄξιον καὶ δίκαιον.
Καὶ ὁ ἱερεὺς ἀπάρχεται τῆς ἁγίας ἀναφορᾶς, ἐν τέλει λέγει ἐκφώνως·
Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα καὶ λέγοντα.
Ὁ α´ χορός· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ, * πλήρης ὁ οὐρανὸς * καὶ ἡ γῆ τῆς δόξης σου. * Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· * εὐλογημένος ὁ ἐρχόμενος * ἐν ὀνόματι Κυρίου. * Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Ὁ δὲ ἱερεὺς κλινόμενος ἐπεύχεται καὶ εἶτα λέγει ἐκφώνως·
Ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις εἰπών· Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Ὁ χορός· Ἀμήν.
Καὶ πάλιν ἐπεύχεται ὁ ἱερεύς, καὶ εἶτα λέγει ἐκφώνως·
Ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις εἰπών· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ Αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Ὁ χορός· Ἀμήν.
Ὁ ἱερεὺς κλινόμενος ἐπεύχεται καὶ εἶτα λέγει ἐκφώνως·
Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέροντες κατὰ πάντα καὶ διὰ πάντα.
Ὁ β´ χορός· Σὲ ὑμνοῦμεν, * σὲ εὐλογοῦμεν, * σοὶ εὐχαριστοῦμεν, Κύριε, * καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.
Ὁ δὲ ἱερεὺς κλίνας τὴν κεφαλὴν μετὰ πάσης κατανύξεως εὔχεται, σφραγίζει τὰ τίμια δῶρα, εἶτα ἐπεύχεται καὶ θυμιῶν τρὶς ἐκ γ´ τὰ ἅγια λέγει ἐκφώνως·
Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
Ὁ χορὸς τὸ κάτωθι μεγαλυνάριον·
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, * πᾶσα ἡ κτίσις, * ἀγγέλων τὸ σύστημα * καὶ ἀνθρώπων τὸ γένος, * ἡγιασμένε ναὲ * καὶ παράδεισε λογικέ, * παρθενικὸν καύχημα, * ἐξ ἧς Θεὸς ἐσαρκώθη * καὶ παιδίον γέγονεν * ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· * τὴν γὰρ σὴν μήτραν * θρόνον ἐποίησε * καὶ τὴν σὴν γαστέρα * πλατυτέραν οὐρανῶν ἀπειργάσατο. * Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, * πᾶσα ἡ κτίσις· δόξα σοι.
Καὶ πάλιν ἐπεύχεται ὁ ἱερεύς, καὶ εἶτα λέγει ἐκφώνως·
Ἐν πρώτοις μνήσθητι, Κύριε, τοῦ ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.
Ὁ χορός· Κύριε, ἐλέησον.
Ὁ διάκονος· Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.
Ὁ χορός· Καὶ πάντων καὶ πασῶν.
Ὁ ἱερεὺς τὴν εὐχὴν καὶ τὴν ἐκφώνησιν·
Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ὁ ἱερεὺς εὐλογῶν τὸν λαόν·
Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.
Ὁ χορός· Καὶ μετὰ τοῦ πνεύματός σου.
* * *
ΔΕΗΣΕΙΣ - Η ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ
Ὁ διάκονος· Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορός· Κύριε, ἐλέησον. Ὁμοίως καὶ εἰς τὰς ἐφεξῆς δεήσεις.
Ὑπὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων τοῦ Κυρίου δεηθῶμεν.
Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος δεηθῶμεν.
Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ χορός· Σοί, Κύριε.
Ὁ ἱερεὺς τὴν εὐχὴν καὶ τὴν ἐκφώνησιν·
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν·
Ὁ προεστὼς ἀπαγγέλλει μετὰ τοῦ λαοῦ·
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
* * *
ΚΕΦΑΛΟΚΛΙΣΙΑ
Ὁ ἱερεὺς εὐλογῶν τὸν λαόν· Εἰρήνη πᾶσι.
Ὁ χορός· Καὶ τῷ πνεύματί σου.
Ὁ διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ χορός· Σοί, Κύριε.
Ὁ ἱερεὺς κλινόμενος τὴν εὐχὴν καὶ τὴν ἐκφώνησιν·
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
* * *
ΥΨΩΣΙΣ - ΚΛΑΣΙΣ - ΜΕΤΑΛΗΨΙΣ
Ὁ ἱερεὺς ἐπεύχεται καὶ προσκυνεῖ τρὶς λέγων καθ᾿ ἑαυτόν· Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με.
Εἶτα ὁ διάκονος ἐκφωνεῖ· Πρόσχωμεν.
Καὶ ὁ ἱερεὺς ὑψῶν τὸν ἅγιον Ἄρτον ἐκφωνεῖ·
Τὰ ἅγια τοῖς ἁγίοις.
Ὁ χορός· Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καὶ ψάλλει τὸ κοινωνικὸν τῆς ἡμέρας·
Κοινωνικόν. Ἦχος α´. (Ἐκλογή).
Ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, καὶ ἀνέστη σῴζων ἡμᾶς. Ἀλληλούϊα.
Οἱ στίχοι.
Στίχ. α´. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν. (Ϟδ´ 1)
Στίχ. β´. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς. (Ϟε´ 11)
Στίχ. γ´. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος. (Ϟζ´ 1)
Στίχ. δ´. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. (Ϟδ´ 3)
Στίχ. ε´. Παρεδόθη διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν. (Ῥωμ. δ´ 25)
Στίχ. Ϛ´. Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. (Α´ Κορ. ιε´ 20)
Στίχ. ζ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. (Ψαλμ. ριϚ´ 1)
Στίχ. η´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ. (ρϚ´ 12)
Στίχ. θ´. Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου. (ριβ´ 3)
Δόξα. Καὶ νῦν.
Ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, καὶ ἀνέστη σῴζων ἡμᾶς. Ἀλληλούϊα.
Μετὰ τὴν μετάληψιν τῶν ἐν τῷ βήματι ὁ διάκονος ἐμβάλλει εἰς τὸ ἅγιον ποτήριον τὰς μερίδας τοῦ ἁγίου Ἄρτου καὶ ἐκφωνεῖ πρὸς τὸν λαόν·
Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.
Καὶ ὁ ἱερεὺς μεταδίδει εἰς ἕνα ἕκαστον διὰ τῆς λαβίδος.
Μετὰ δὲ τὴν θείαν μετάληψιν, εὐλογεῖ ὁ ἱερεὺς τὸν λαὸν λέγων·
Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Ὁ χορός, ἀντὶ τοῦ· Εἴδομεν·
Ἦχος β´.
Μνήσθητι εὔσπλαγχνε καὶ ἡμῶν, καθὼς ἐμνημόνευσας τοῦ λῃστοῦ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ἦχος β´.
Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
* * *
ΕΥΧΑΡΙΣΤΙΑ
Ὁ διάκονος·
Ὀρθοί· μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Ὁ χορός· Κύριε, ἐλέησον.
Τὴν ἑσπέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ χορός· Σοί, Κύριε.
Ὁ ἱερεὺς τὴν εὐχαριστήριον εὐχὴν καὶ τὴν ἐκφώνησιν·
Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
Καὶ λέγων τοῦτο λαμβάνει τὸ ἱ. Εὐαγγέλιον καὶ ποιήσας δι᾿ αὐτοῦ τὸ σημεῖον τοῦ σταυροῦ ἐπὶ τοῦ ἤδη διπλωθέντος εἰλητοῦ ἐπιθέτει αὐτὸ ἐπ᾿ αὐτοῦ.
Ὁ χορός· Ἀμήν.
* * *
ΑΠΟΛΥΣΙΣ
Ὁ ἱερεύς· Ἐν εἰρήνῃ προέλθωμεν.
Ὁ χορός· Ἐν ὀνόματι Κυρίου.
Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορός· Κύριε, ἐλέησον.
Καὶ ὁ ἱερεὺς ἐξελθὼν τῆς Ὡραίας Πύλης ἀναγινώσκει μεγαλοφώνως ἔμπροσθεν τῆς εἰκόνος τοῦ Χριστοῦ τὴν εὐχὴν ταύτην·
Ὁ θυσίαν αἰνέσεως καὶ λατρείαν εὐάρεστον, τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον θυσίαν προσδεχόμενος παρὰ τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἀμνὸς καὶ Υἱὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ μόσχος ὁ ἄμωμος, ὁ μὴ δεχόμενος ἁμαρτίας ζυγὸν καὶ τυθεὶς δι᾿ ἡμᾶς ἑκών· ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος, ὁ ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος, τοὺς δὲ ἐσθίοντας ἁγιάζων· ὁ εἰς ἀνάμνησιν τοῦ ἑκουσίου πάθους σου καὶ τῆς ζωοποιοῦ τριημέρου ἐγέρσεώς σου κοινωνοὺς ἡμᾶς ἀναδείξας τῶν ἀρρήτων καὶ ἐπουρανίων καὶ φρικτῶν σου μυστηρίων, τοῦ ἁγίου σου Σώματος καὶ τοῦ τιμίου σου Αἵματος· τήρησον ἡμᾶς τοὺς δούλους σου, τοὺς διακόνους καὶ τοὺς πιστοὺς ἡμῶν βασιλεῖς καὶ τὸν φιλόχριστον στρατὸν καὶ τὸν περιεστῶτα λαὸν ἐν τῷ σῷ ἁγιασμῷ.
Καὶ δὸς ἡμῖν ἐν παντὶ χρόνῳ καὶ καιρῷ μελετᾶν τὴν σὴν δικαιοσύνην, ὅπως, πρὸς τὸ σὸν θέλημα ὁδηγηθέντες καὶ τὰ εὐάρεστά σοι ποιήσαντες, ἄξιοι γενώμεθα καὶ τῆς ἐκ δεξιῶν σου παραστάσεως, ὅταν ἐλεύσῃ κρῖναι ζῶντας καὶ νεκρούς. Τοὺς ἐν αἰχμαλωσίᾳ ἀδελφοὺς ἡμῶν ἀνάρρυσαι, τοὺς ἐν ἀσθενείᾳ ἐπίσκεψαι, τοὺς ἐν κινδύνοις θαλάσσης κυβέρνησον καὶ τὰς προαναπαυσαμένας ψυχὰς ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου ἀνάπαυσον, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου, καὶ πάντων τῶν δεομένων τῆς σῆς βοηθείας ἐπάκουσον.
Ὅτι σὺ εἶ ὁ δοτὴρ τῶν ἀγαθῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν. Καὶ ψάλλει εἶς ἦχον β´.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς)
Ὁ δὲ ἱερεὺς ἀπέρχεται εἰς τὴν Πρόθεσιν καὶ λέγει χαμηλοφώνως τὴν εὐχὴν ἐν τῷ συστεῖλαι τὰ ἅγια καὶ τὴν ἐκφώνησιν.
Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορός· Κύριε, ἐλέησον.
Ὁ ἱερεὺς εὐλογῶν τὸν λαόν·
Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφ᾿ ὑμᾶς, τῇ αὐτοῦ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Καὶ μετὰ τοῦτο ὁ ἱερεὺς τὴν ἀπόλυσιν·
Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Ὁ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ὁ λαός· Ἀμήν.
* * * * *
ΠΑΡΑΡΤΗΜΑ
Ἄμωμος. Ψαλμὸς ριη´ (118)
Στάσις πρώτη.
Ἀλληλούϊα.
Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. 2 μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. 3 οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. 4 σὺ ἐνετείλω τὰς ἐντολάς σου τοῦ φυλάξασθαι σφόδρα. 5 ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. 6 τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. 7 ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. 8 τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα. ~ 9 Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. 10 ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. 11 ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. 12 εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 13 ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. 14 ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ. 15 ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου. 16 ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου. ~ 17 Ἀνταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου. 18 ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. 19 πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ τὰς ἐντολάς σου. 20 ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. 21 ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. 22 περίελε ἀπ᾿ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. 23 καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ᾿ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. 24 καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. ~ 25 Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσόν με κατὰ τὸν λόγον σου. 26 τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου. 27 ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. 28 ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου. 29 ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾿ ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με. 30 ὁδὸν ἀληθείας ᾑρετισάμην καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην. 31 ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε· μή με καταισχύνῃς. 32 ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.~ 33 Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός. 34 συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. 35 ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. 36 κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν. 37 ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με. 38 στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. 39 περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα· ὅτι τὰ κρίματά σου χρηστά. 40 ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. ~ 41 Καὶ ἔλθοι ἐπ᾿ ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. 42 καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. 43 καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. 44 καὶ φυλάξω τὸν νόμον σου διαπαντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 45 καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 46 καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην. 47 καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἃς ἠγάπησα σφόδρα. 48 καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. ~ 49 Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με. 50 αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. 51 ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. 52 ἐμνήσθην τῶν κριμάτων σου ἀπ᾿ αἰῶνος, Κύριε, καὶ παρεκλήθην. 53 ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. 54 ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. 55 ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. 56 αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. ~ 57 Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου. 58 ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου· ἐλέησόν με κατὰ τὸ λόγιόν σου. 59 διελογισάμην τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. 60 ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. 61 σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 62 μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 63 μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. 64 τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με. ~ 65 Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου. 66 χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. 67 πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. 68 χρηστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. 69 ἐπληθύνθη ἐπ᾿ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. 70 ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. 71 ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. 72 ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός, Μετανοίας (γ´). Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον. Δόξα... Καὶ νῦν...
Στάσις δευτέρα
73 Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. 74 οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. 75 ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. 76 γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. 77 ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν. 78 αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. 79 ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. 80 γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. ~ 81 Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα. 82 ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες· πότε παρακαλέσεις με; 83 ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 84 πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; 85 διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ᾿ οὐχ ὡς ὁ νόμος σου, Κύριε. 86 πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. 87 παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. 88 κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. ~ 89 Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. 90 εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει. 91 τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. 92 εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. 93 εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. 94 σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. 95 ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα. 96 πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολή σου σφόδρα. ~ 97 Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. 98 ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. 99 ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. 100 ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 101 ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. 102 ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. 103 ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. 104 ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. ~ 105 Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. 106 ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. 107 ἐταπεινώθην ἕως σφόδρα· Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου. 108 τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. 109 ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 110 ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. 111 ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν. 112 ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι᾿ ἀντάμειψιν. ~ 113 Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. 114 βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶ σύ· εἰς τοὺς λόγους σου ἐπήλπισα. 115 ἐκκλίνατε ἀπ᾿ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου.116 ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. 117 βοήθησόν μοι, καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός. 118 ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. 119 παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. 120 καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. ~ 121 Ἐποίησα κρῖμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. 122 ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. 123 οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. 124 ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με. 125 δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. 126 καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ· διεσκέδασαν τὸν νόμον σου. 127 διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. 128 διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. 129 Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου. 130 ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. 131 τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.
Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός, Μετανοίας (γ´). Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον. Δόξα... Καὶ νῦν...
Στάσις τρίτη
132 Ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. 133 τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. 134 λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. 135 τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου. 136 διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου. ~ 137 Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου. 138 ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα. 139 ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. 140 πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. 141 νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 142 ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. 143 θλίψεις καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου. 144 δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι. ~ 145 Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. 146 ἐκέκραξά σοι· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. 147 προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. 148 προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου. 149 τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με. 150 προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. 151 ἐγγὺς εἶ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια. 152 κατ᾿ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. ~ 153 Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 154 κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με. 155 μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. 156 οἱ οἰκτιρμοί σου πολλοί, Κύριε· κατὰ τὸ κρῖμά σου ζῆσόν με. 157 πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. 158 εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. 159 ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα· Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. 160 ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. ~ 161 Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. 162 ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά. 163 ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. 164 ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 165 εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. 166 προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. 167 ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα. 168 ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε. ~ 169 Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με. 170 εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με. 171 ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου. 172 φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. 173 γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. 174 ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστι. 175 ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. 176 ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.
Καὶ ἀμέσως μετὰ τὴν τοῦ Ἀμώμου στιχολογίαν, ψάλλομεν τὰ ἀναστάσιμα εὐλογητάρια.