Τῌ ΔΕΥΤΕΡᾼ ΤΟΥ ΘΩΜΑ
Ἀνάμνησιν ἄγομεν τῆς ἐλεύσεως καὶ ἀνευρέσεως ἐν τῇ πόλει Μονεμβασίας τῆς θαυματουργοῦ Εἰκόνος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπονομαζομένης «Χρυσαφιτίσσης».
ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ
ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ
ΠΑΝΑΓΙΑΣ ΧΡΥΣΑΦΙΤΙΣΣΗΣ
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
[Μέγας Ἑσπερινός] [Ὄρθρος] [Θεία Λειτουργία] [Παρακλητικὸς Κανών]
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους η´ καὶ ψάλλομεν τῆς Ἑορτῆς Προσόμοια δύο, καὶ τῆς Θεοτόκου ἕξ.
Τῆς Ἑορτῆς.
Ἦχος α´. Πανεύφημοι Μάρτυρες.
Μετὰ τὴν ἐκ τάφου σου φρικτήν, Ζωοδότα ἔγερσιν, ὥσπερ σφραγίδας οὐκ ἔλυσας, Χριστὲ τοῦ μνήματος, οὕτω κεκλεισμένων, θυρῶν εἰσελήλυθας, πρὸς τοὺς πανευκλεεῖς Ἀποστόλους σου, χαροποιῶν αὐτούς, καὶ εὐθές σου παρεχόμενος, τούτοις Πνεῦμα, δι᾿ ἄμετρον ἔλεος.
Ὡς θέλεις ψηλάφησον Χριστός, τῷ Θωμᾷ ἐβόησε· βάλε τὴν χεῖρα καὶ γνῶθί με, ὀστέα ἔχοντα καὶ γεῶδες σῶμα· καὶ μὴ γίνου ἄπιστος, ἐπίσης δὲ τοῖς ἄλλοις πιστώθητι· ὁ δὲ ἐβόησεν· Ὁ Θεός μου καὶ ὁ Κύριος, σὺ ὑπάρχεις, δόξα τῇ ἐγέρσει σου.
Τῆς Θεοτόκου.
Ἦχος ὁ αὐτός. Ὢ τοῦ παραδόξου θαύματος!
Ὢ τοῦ παραδόξου θαύματος! ἡ ἁγία Εἰκών, τῆς Ἁγνῆς Θεόπαιδος, ἀῤῥήτῳ τρόπῳ ἡμῖν, πάλαι ἐφέστηκεν. Εὐφράνθητι μυστικῶς, ἐν τῇ εὑρέσει αὐτῆς ἑορτάζουσα, ἐν ὕμνοις πνευματικοῖς, Μονεμβασίας ἡ πόλις κραυγάζουσα· Κεχαριτωμένη χαῖρε, Κόρη Χρυσαφίτισσα, ἡ παρέχουσα πᾶσιν, εὐφροσύνην τε καὶ ἔλεος.
Βαβαὶ τῆς σῆς εὐδοκίας Ἁγνή! σὺ γὰρ ἐκ Χρυσάφων, ἡμῖν ἐπεδήμησας, ὡς Ἄνασσα τοῦ παντός, ἐν τῇ Εἰκόνι σου· διόπερ τὴν πρὸς ἡμᾶς, ὑμνολογοῦμεν πολλήν σου χρηστότητα, καὶ μέλπομεν εὐλαβῶς, πρὸ τῆς σεπτῆς σου Εἰκόνος ἱστάμενοι. Τῆς Μονεμβασίας χαῖρε, κραταιὰ ἀντίληψις, Χρυσαφίτισσα Κόρη, καὶ ἐν πᾶσι καταφύγιον.
Τῆς παναγίας Εἰκόνος σου, ἑορτὴν ἁγίαν, Κόρη συστησάμενοι, κηρύττομεν εὐλαβῶς, ταύτης τὰς χάριτας· πηγάζει γὰρ δαψιλῶς, τοῖς προσιοῦσιν, ἰάσεων νάματα, καὶ λύει παντοδαπῶν, ἀσθενειῶν ἐπηρείας ἑκάστοτε, Κεχαριτωμένη Κόρη, τοῦ ἐλέους πέλαγος, ὀρθοδόξων ἡ δόξα, Χρυσαφίτισσα Πανύμνητε.
Προσόμοια ἕτερα.
Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς θησαύρισμα ἔνθεον, καὶ θερμὸν ἱλαστήριον, τὴν σεπτὴν Εἰκόνα σου Χρυσαφίτισσα, Μονεμβασία ἐδέξατο, καὶ ταύτην κατέχουσα, ἑορτὴν πνευματικήν, πανδημεὶ ἄγει σήμερον, μεγαλύνουσα, τῆς εὐνοίας σου Κόρη τὰς ἐκφάνσεις, καὶ θαυμάτων σου τὰ πλήθη, δι᾿ ὧν ἡμᾶς σώζεις ἅπαντας.
Ὡς ἀνεύρατο Δέσποινα, τὴν ἁγίαν Εἰκόνα σου, ἡ γυνὴ πεπλήρωται πάσης χάριτος, ἐν ᾗ ὁ πλοῦτος τῆς δόξης σου, ὤφθη ἐμφανέστερος, τοῖς προστρέξασι πιστῶς· τὸν γὰρ παῖδα τοῦ δαίμονος, ἐκ τῆς μάστιγος, ἠλευθέρωσε Κόρη καὶ ποικίλας, θεραπεύει ἀσθενείας, τῇ θαυμαστῇ ἀντιλήψει σου.
Ὡς κατεῖδον ἐξέστησαν, τὴν ἁγίαν Εἰκόνα σου, τῇ Μονεμβασίᾳ παλινδρομήσασαν, ἀπὸ Χρυσάφων Πανάμωμε, ῥοπῇ τοῦ σοῦ πνεύματος, καὶ ναόν σοι ἱερόν, εὐλαβῶς ἐδομήσαντο, ἔνθα ἔθεντο, ὡς ἁγίασμα ταύτην τῆς σῆς δόξης, ἀναβλύζουσαν τοῖς πᾶσιν, ἁγιασμὸν τῇ σῇ χάριτι.
Δόξα. Ἦχος πλ. β´.
Σήμερον τῇ τοῦ Υἱοῦ σου ἐγέρσει, ἑορτὴν καινὴν συγκροτεῖ σοι, Μονεμβασίας ἡ πόλις, εἰς αἶνον καὶ δόξαν Πανάχραντε, τῶν πολλῶν μεγαλείων σου· ὅτι ταύτην ἔθου ἐξαιρέτῳ τρόπῳ, τῇ κραταιᾷ προστασίᾳ τῆς σκέπης σου· ἐν τῇ ἀχράντῳ γὰρ Εἰκόνι σου, ταύτῃ παραγέγονας, καὶ παρέχεις αὐτῇ, ὅ,τι ἂν αἰτήσηται· ὡς γὰρ χρυσίον πολύτιμον, ταύτην ἐδεξάμεθα, ἀπὸ Χρυσάφων Παρθένε, τῶν μητρικῶν σου ἀγαθῶν· καὶ Χρυσαφίτισσαν αὐτήν, προσφυῶς καλοῦντες, Χρυσέαις δωρεαῖς πλουτιζόμεθα, καὶ τὸ τοῦ Υἱοῦ σου διὰ σοῦ, ἀπεκδεχόμεθα ἔλεος.
Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Τῶν θυρῶν κεκλεισμένων, ἐπέστης Χριστὲ πρὸς τοὺς μαθητάς σου. Τότε ὁ Θωμᾶς, οἰκονομικῶς οὐχ εὑρέθη μετ᾿ αὐτῶν· ἔλεγε γὰρ· Οὐ μὴ πιστεύσω, ἐὰν μὴ ἴδω κἀγὼ τὸν Δεσπότην· ἴδω τὴν πλευράν, ὅθεν ἐξῆλθε τὸ αἷμα, τὸ ὕδωρ τὸ βάπτισμα· ἴδω τὴν πληγήν, ἐξ ἧς ἰάθη τὸ μέγα τραῦμα ὁ ἄνθρωπος· ἴδω, πῶς οὐκ ἦν ὡς πνεῦμα, ἀλλὰ σὰρξ καὶ ὀστέα. Ὁ τὸν θάνατον πατήσας, καὶ Θωμᾶν πληροφορήσας, Κύριε δόξα σοι.
Εἴσοδος, Φῶς ἱλαρόν, καὶ τὸ Προκείμενον.
Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς οϚ´ (76).
Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος. (οϚ´ 14-15) Στίχ. α´. Ὁ Θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου. (οϚ´ 15) Τίς Θεὸς μέγας... Στίχ. β´. Καὶ εἶπα· Νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. (οϚ´ 11) Τίς Θεὸς μέγας... Στίχ. γ´. Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου. (οϚ´ 12) Τίς Θεὸς μέγας... |
Καὶ τὰ Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα.
(κη´ 10-17).
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὑτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν Οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς· ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς, καὶ εἶπεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ. Ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ λίβα, καὶ βοῤῥᾶν, καὶ ἐπὶ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς· καὶ ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὑτοῦ καὶ εἶπεν· Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
Προφητείας, Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα.
(μγ´ 27, μδ´ 1-4).
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν· καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ᾿ αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεῦσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(θ´ 1-11).
Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ Ἁγίων, σύνεσις. Τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.
Εἰς τὴν Λιτήν. Ἰδιόμελα.
Ἦχος α´.
Εὐφραίνου ἐν Κυρίῳ, Μονεμβασίας ἡ πόλις, λαμπρυνομένῃ τῇ Εἰκόνι, τῆς Ἁγνῆς Χρυσαφιτίσσης· ὡς γὰρ νεφέλην ἀναψυχῆς, καὶ Πνευματοφόρον πέτραν, τὸ μέλι στάζουσαν τῆς χάριτος, κατὰ τὴν πάλαι ἐν ἐρήμῳ τῷ Ἰσραήλ, ταύτην σοι δεδώρηται, ἡ τοῦ Σωτῆρος Μήτηρ· ὅθεν ἅπαν καλὸν καὶ σωτήριον, ἐκ ταύτης καρπουμένη, τὴν Θεοτόκον μεγάλυνον, ἐν εὐφροσύνῃ βοῶσα· Χαῖρε Κεχαριτωμένη Παρθένε, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος β´.
Τῶν δωρεῶν σου τὸν πλοῦτον δεχόμενοι, εὐσήμῳ στόματι κηρύττομεν, τὴν πρὸς ἡμᾶς σου πολλὴν εὔνοιαν, Θεοτόκε Παρθένε· ὅτι ταύτης τεκμήριον, καὶ στηλαγραφίαν ἐμφανῆ, τὴν σὴν Εἰκόναν δέδωκας, οἰκτιρμοῖς ἀῤῥήτοις, ἐν θαυμαστῇ ἐλεύσει· καὶ ταύτης μνείαν ἄγοντες, ἀγαλλόμεθα τῇ δόξῃ σου, τῇ νοερῶς ἐκφαινομένῃ, ἐνεργείᾳ τῶν κρειττόνων· ἰάσεις γὰρ παρέχεις, καὶ δαίμονας ἐλαύνεις, καὶ σώζεις τοὺς βοῶντας· Χαῖρε Κεχαριτωμένη Παρθένε, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος γ´.
Ὡς τῶν ὅλων Ἄνασσαν, ἐν εὐφροσύνῃ ψυχῆς, ἐν τῇ ἁγίᾳ Εἰκόνι σου, Μονεμβασία σε πάλαι ἐδέξατο, Θεοτόκε Πανάχραντε· ἐκ γὰρ Χρυσάφων ηὐδόκησας, παραγενέσθαι αὐτήν, ξενοτρόπῳ ἐπιδημίᾳ, προμηθουμένη ὡς φιλάγαθος, ταύτης τῆς πόλεως· καὶ διὰ πιστῆς γυναικός, ταύτην φανερώσασα, ἐπαλλήλοις θαύμασι, καὶ θαυμαστῇ ἐπανόδῳ, τὴν πρὸς ἡμᾶς ευδοκίαν σου ἐκύρωσας. Ἀλλ᾿ ὦ Πολυΰμνητε Χρυσαφίτισσα, Μονεμβασιτῶν ἡ μόνη ἐλπίς, ἀεὶ σκέπε τοὺς βοῶντάς σοι· Χαῖρε Κεχαριτωμένη Παρθένε, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος δ´.
Ὥσπερ ξύλον ζωῆς, πεφυτευμένον ἐν διεξόδοις ὑδάτων, τῆς πλουσίας σου χάριτος, ἡ σὴ ἁγία πρόκειται Εἰκών, Θεοτόκε Χρυσαφίτισσα· ὡς ζωηφόρους γὰρ καρπούς, ἐξ αὐτῆς δρεπόμεθα, τῶν ἰάσεων τὰς δωρεάς, καὶ θανατηφόρων παθῶν λυτρούμεθα, καὶ πᾶσαν ὄνησιν σωτήριον, ψυχῆς καὶ σώματος λαμβάνομεν· πᾶσι γὰρ παρέχεις Πανύμνητε, πλουτοποιοὺς χορηγίας, καὶ δόσεις ἀγαθάς, καὶ σκέπεις ἀεὶ τοὺς βοῶντάς σοι· Χαῖρε Κεχαριτωμένη Παρθένε, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α´.
Δεῦτε ἅπασα Μονεμβασία, καὶ ἡ ταύτης περίοικος, ἐν τῷ ναῷ συνδράμωμεν, τῆς Κεχαριτωμένης Χρυσαφιτίσσης· ἐν αὐτῷ γὰρ ἐπιφοιτῶσα, ἡ βασίλισσα τῶν ἁπάντων, ἀοράτῳ ἐπιφανείᾳ ἑνὶ ἑκάστῳ διανέμει, τὰ πρὸς σωτηρίαν αἰτήματα· καὶ τὴν χαριτόβρυτον αὐτῆς Εἰκόνα, δέει πολλῷ, καὶ πίστει θερμῇ προσκυνοῦντες, Δαβιτικῶς βοήσωμεν· Δεδοξασμένα περὶ σοῦ, ἐλαλήθη πανταχοῦ, δεδοξασμένη τοῦ Παντάνακτος πόλις. Ἀλλ᾿ ὦ Ὑπερένδοξε Κόρη, ἀδοξίας παθῶν ῥῦσαι, τοὺς δοξάζοντάς σου τὰ θαυμάσια.
Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Φιλάνθρωπε, μέγα καὶ ἀνείκαστον, τὸ πλῆθος τῶν οἰκτιρμῶν σου· ὅτι ἐμακροθύμησας, ὑπὸ Ἰουδαίων ῥαπιζόμενος, ὑπὸ Ἀποστόλου ψηλαφώμενος, καὶ ὑπὸ τῶν ἀθετούντων σε, πολυπραγμονούμενος. Πῶς ἐσαρκώθης; πῶς ἐσταυρώθης ὁ ἀναμάρτητος; ἀλλὰ συνέτισον ἡμᾶς, ὡς τὸν Θωμᾶν βοᾶν σοι· Ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις Θεογεννῆτορ Ἁγνή, Θεοῦ τοῦ ζῶντος ὁ ναὸς ὁ πολύφωτος, παράδεισος ζωηφόρος, ἐν ᾧ τὸ ξύλον ζωῆς, κιβωτὸς τοῦ θείου ἁγιάσματος· πηγὴ ἡ βλυστάνουσα, εὐσπλαγχνίας τὰ νάματα, καὶ τὰς διψώσας, τοῦ Θεοῦ τὴν χρηστότητα, ψυχὰς πάντοτε, δαψιλῶς καταρδεύουσα, Ἄχραντε Χρυσαφίτισσα, ἡμῶν ἡ ἀντίληψις, τῶν ἀσθενούντων ἡ ῥῶσις, τῶν θλιβομένων παράκλησις· Χριστοῦ χαῖρε Μῆτερ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Χαίρει Μονεμβασία ἐν σοί, καὶ ἐγκαυχᾶται τῇ ἁγίᾳ Εἰκόνι σου, καὶ σκέπην σε καὶ προστάτιν, καὶ ἀρωγόν, συμπαθῆ, καὶ παραμυθίαν ἐπιγράφεται· διὸ μετὰ πίστεως, τῷ ναῷ σου προστρέχουσα, ἀεὶ λαμβάνει, τῆς θερμῆς βοηθείας σου, τὰ δωρήματα, καὶ παθῶν ἀπολύτρωσιν, Δέσποινα Χρυσαφίτισσα, καὶ πάσης κακώσεως, καὶ πειρασμῶν καὶ κινδύνων, τάχος τὴν λύσιν κομίζεται, ὑμνοῦσα αἰνοῦσα, καὶ φαιδρῶς δοξολογοῦσα, τὰ μεγαλεῖά σου.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Πάλαι ἐκ τῶν Χρυσάφων Ἁγνή, ὥσπερ χρυσίον τῆς σῆς δόξης πολύτιμον, τῇ πόλει Μονεμβασίας, ἐν ἀοράτῳ ῥοπῇ, ἡ σεπτὴ Εἰκών σου ἐπεδήμησεν· ἐντεῦθεν ὠνόμασται, προσφυῶς Χρυσαφίτισσα, καὶ χρυσαυγείᾳ, τῶν πολλῶν χαρισμάτων σου, τὰς ψυχὰς ἡμῶν, χρυσουργεῖ καὶ τὰ σώματα. Ὅθεν πανηγυρίζοντες, αὐτῆς τὴν ἐπέλευσιν, τὰς πρὸς ἡμᾶς σου ἀπείρους, εὐεργεσίας κηρύττομεν, ὑμνοῦντες αἰνοῦντες, τῶν πολλῶν σου θαυμασίων, Κόρη τὸ μέγεθος.
Δόξα. Ἦχος πλ. δ´.
Θεοτόκε Πανύμνητε, ποία γλῶσσα ἀνυμνήσει, τὴν περὶ ἡμᾶς σου προμήθειαν; ὑπερβαλλούσης γὰρ κηδεμονίας, καθ᾿ ἑκάστην ἀποφαίνεις, σωτηριώδεις ἐκφάνσεις, ψυχῶν ἐξαίρουσα ἄχθος, καὶ σωμάτων ἰωμένη ἄλγη, τῶν εὐλαβῶν προσφύγων σου. Διὸ Μονεμβασία ἡ πόλις σου, τὴν σὴν ἁγίαν περικυκλοῦσα Εἰκόνα, χαρᾶς ἀπείρου πληροῦται, καὶ μεγαλύνει τὴν δόξαν σου, Χρυσαφίτισσα Δέσποινα.
Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνηθροισμένων, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι· καὶ στὰς ἐν μέσῳ αὐτῶν, λέγει τῷ Θωμᾷ· Δεῦρο ψηλάφησον, καὶ ἴδε τοὺς τύπους τῶν ἥλων· ἔκτεινόν σου τὴν χεῖρα, καὶ ἅψαι τῆς πλευρᾶς μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πίστει κήρυξον, τὴν ἐκ νεκρῶν μου Ἀνάστασιν.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον, καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὡς δῶρον οὐράνιον, τῇ εὐδοκίᾳ τῇ σῇ, ἡ πόλις ἐκτήσατο, Μονεμβασίας Ἁγνή, τὴν θείαν Εἰκόνα σου· ᾗ περ καὶ προσιοῦσα, Χρυσαφίτισσα Κόρη, λαμβάνει ἀεὶ ἐκ ταύτης, πᾶσαν χάριν βοῶσα· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Καὶ τὸ τῆς Ἑορτῆς.
Ἐσφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός· καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, Πνεῦμα εὐθὲς δι᾿ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Τὴν θείαν σου μορφήν, ἐν Εἰκόνι ὁρῶντες, πληροῦμεθα χαρᾶς, καὶ πολλῆς εὐφροσύνης, καὶ αἶνόν σοι ἑόρτιον, χαρμοσύνως προσάγομεν, μεγαλύνοντες, ὦ Χρυσαφίτισσα Κόρη, τὴν σὴν ἔλευσιν, τῇ δὲ τῇ πόλει ἥν πάλαι, ἀῤῥήτως ἐτέλεσας.
Τῆς Ἑορτῆς. Ὅμοιον.
Εἰσῆλθες τῶν θυρῶν, κεκλεισμένων Οἰκτίρμον, ἐκ τάφου ἀναστάς, τοῖς σεπτοῖς Μαθηταῖς σου, καὶ χεῖράς τε καὶ πόδας σου, καὶ πλευρᾶς τὴν ἐκκέντησιν, καθυπέδειξας, Θωμᾷ τῷ θείῳ βοῶντι· Σύ μου Κύριος, σὺ καὶ Θεός μου ὑπάρχεις, κἂν σὰρξ Λόγε γέγονας.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἐκ Χρυσάφων τὸ πάλαι τῇ ἐπινεύσει σου, Μονεμβασίας τῇ πόλει ἡ σὴ ἁγία Εἰκών, παραγέγονεν Ἁγνὴ πάντας εὐφραίνουσα, καὶ πηγάζουσα ἀεί, ἰαμάτων δωρεάς, τοῖς πόθῳ σοι ἐκβοῶσι· χαῖρε Παντάνασσα Κόρη, χαῖρε Παρθένε Χρυσαφίτισσα.
Τῆς Ἑορτῆς. Ὅμοιον.
Μεθ᾿ ἡμέρας Οἰκτίρμον ὀκτὼ ἐλήλυθας, τῆς φρικτῆς σου Ἐγέρσεως τῷ οἰκήματι, ἔνθα ἦσαν Ἀγαθὲ οἱ σοὶ Ἀπόστολοι, καὶ ἐβόας τῷ Θωμᾷ· Δεῦρο ἴδε Μαθητά, πλευράν μου τὴν ὀρυχθεῖσαν, ὁ δὲ πεισθεὶς ὡμολόγει, τὰ μεγαλεῖά σου Φιλάνθρωπε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ´. Τὸ προσταχθὲν μυστικῶς.
Τῇ θαυμαστῇ σου Χρυσαφίτισσα Εἰκόνι, προσπεφευγὼς ἐν θερμοτάτῃ εὐλαβείᾳ, τοῦ παιδὸς ᾐτεῖτο τὴν ἴασιν δοθῆναι, ὁ τούτου τοκεὺς Παρθένε καὶ ἐν χαρᾷ, τῆς χάριτος ἠξιώθη τῆς παρὰ σοῦ, καὶ τὸν παῖδα ὡς ἔβλεψε, θεραπευθέντα θαυμαστῶς, ἐβόα γηθοσύνως σοι· χαῖρε νύμφη ἀνύμφευτε.
Τῆς Ἑορτῆς. Ὅμοιον.
Ὡς κατιδόντες οἱ Ἀπόστολοί σε Σῶτερ, ἄφνω αὐτοῖς ἐπιδημήσαντα ὡς οἶδας, τὴν σὴν Ἔγερσιν ἀνύμνουν μεγαλοφώνως· Θωμᾶς δὲ ὁ ἀπιστήσας πρὶν Ἀγαθέ, ἐπλήσθη ἀγαλλιάσεως καὶ χαρᾶς, καὶ πιστῶς ἀνεβόα σοι, προσψηλαφήσας σε Χριστέ· Δοξάζω σου Μακρόθυμε, τὴν πολλὴν ἀγαθότητα.
Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. |
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (α´ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι.
Ὁ Ν´ Ψαλμός.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον. Ἦχος πλ. β´.
Τῶν χαρίτων τῶν σῶν, τὰς διαδόσεις καρπούμενοι, εὐχαριστήριον αἶνόν σοι ᾄδομεν, Παρθένε Χρυσαφίτισσα· πᾶσι γὰρ παρέχεις ὧν ἕκαστος αἰτεῖται, καὶ κινδύνων ἐξαίρεις, τοὺς τῷ ναῷ σου προστρέχοντας, καὶ μεγαλύνοντας τὴν δόξαν σου.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...
Οἱ Κανόνες· τοῦ Πάσχα καὶ εἶτα τῆς Χρυσαφιτίσσης.
Κανὼν τοῦ Πάσχα.
ᾨδὴ α´. Ἦχος α´. Ὁ Εἱρμός.
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί· Πάσχα Κυρίου Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.
Τῆς Θεοτόκου, ὁ αὐτός, ἔχων ἀκροστιχίδα ἐν τοῖς τελευταίοις τροπαρίοις, «Γερασίμου».
Ἀναστάσεως ἡμέραν, τοῦ Σωτῆρος Χριστοῦ, ἄγοντες χαρμοσύνως, Μονεμβασίας ὁ λαός, ἑορτὴν πνευματικήν, τῇ τούτου Μητρί, κροτήσωμεν μέλποντες, τὴν Ἁγνὴν Χρυσαφίτισσαν.
Καθαρθῶμεν τὰς αἰσθήσεις καὶ προσέλθωμεν, πάντες ἐν εὐλαβείᾳ, Χρυσαφιτίσσης τῆς Ἁγνῆς, Εἰκόνι τῇ περιφανεῖ, ὡς ἂν ἐξ αὐτῆς, πλουσίας χρηστότητος, δωρεὰς κομισώμεθα.
Οὐρανοὶ μὲν τῇ σῇ δόξῃ ἐπαγάλλονται, Κόρη δεδοξασμένη, Μονεμβασία δὲ πιστῶς, Εἰκόνι σου τῇ εὐκλεεῖ, χαρᾶς ἀληθοῦς, πληροῦται ἑκάστοτε, Χρυσαφίτισσα Ἄχραντε.
Γέρας ἅγιον καὶ δόξαν, καὶ χαρὰν καὶ τρυφήν, σκέπην καὶ προστασίαν καὶ γλυκερὰν καταφυγήν, Μονεμβασίας ὁ λαός, Παρθένε Ἁγνή, τὴν θείαν Εἰκόνα σου, θησαυρίσας ἀγάλλεται.
Καταβασία. Ἀναστάσεως ἡμέρα.
ᾨδὴ γ´. Ὁ Εἱρμός.
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ᾿ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.
Χθὲς συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι· συνεσταυρούμην σοι χθές· αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.
Τῆς Θεοτόκου. Ὁ αὐτός.
Δεῦτε ὕμνον ᾄσωμεν καινόν, τὴν παράδοξον ἔλευσιν ἑορτάζοντες, Χρυσαφιτίσσης φαιδρῶς, Εἰκόνος ἡμῖν τῆς εὐκλεοῦς, ἐν ᾗ στερεούμεθα.
Νῦν πέπλησται χάριτος πολλῆς, ἡ γυνὴ ἡ φιλόθεος Χρυσαφίτισσα, ὡς τὴν Εἰκόνα τὴν σήν, εὑροῦσα τῇ σῇ ἐπισκοπῇ, ἐν ᾗ στερεούμεθα.
Χθὲς μὲν ἐκ Χρυσάφων θαυμαστῶς, τῇ ἁγίᾳ Εἰκόνι σου ἐπεδήμησας, σήμερον δὲ δαψιλῶς, παρέχεις τὴν χάριν σου ἡμῖν, ὡς μήτηρ φιλόστοργος.
Ἔφριξαν ἰδόντες οἱ πιστοί, ἐν τῷ τόπῳ οὗ εὗρον πρὶν τὴν Εἰκόνα σου, μετενεχθεῖσαν φρικτῶς, καὶ θεῖόν σοι ἤγειραν ναόν, Ἁγνὴ Χρυσαφίτισσα.
Καταβασία. Δεῦτε πόμα πίωμεν καινόν.
Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὡς Μήτηρ πανάφθορος, τοῦ Ζωοδότου Χριστοῦ, φθορᾶς πάσης Ἄχραντε, καὶ χαλεπῶν πειρασμῶν, καὶ νόσων καὶ θλίψεων, ἅπαντας ἐκλυτροῦσαι, τοὺς ἐν πίστει τελείᾳ, σπεύδοντας καθ᾿ ἑκάστην, τῷ ἁγίῳ ναῷ σου, Παρθένε Χρυσαφίτισσα, Μονεμβασιτῶν καύχημα.
Τῆς Ἑορτῆς. Ὅμοιον.
Ἐξαίφνης ἐφέστηκας, τοῖς Μαθηταῖς σου Χριστέ, χειρῶν δὲ τοὺς μώλωπας, καὶ τὴν πληγὴν τῆς πλευρᾶς, δι᾿ ἄκρα χρηστότητα, ἔδειξας Ἐλεῆμον, τῷ Θωμᾷ ἐκβοῶντι· Κύριος σύ μου πέλεις, καὶ Θεὸς καὶ Δεσπότης· διό σου τὴν ἁγίαν, προσκυνῶ Ἀνάστασιν.
ᾨδὴ δ´. Ὁ Εἱρμός.
Επὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ᾿ ἡμῶν καὶ δεικνύτω φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός· ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται· ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα· καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.
Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον· καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.
Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Τῆς Θεοτόκου. Ὁ αὐτός.
Ἐπὶ τῇ σῇ ξενοπρεπεῖ, ἐλεύσει ἅπας ὁ λαός, τῆς Μονεμβασίας Παρθένε, ὕμνησε τὴν δόξαν σου· ὅτι δι᾿ ἀγαθότητα, τῇ πόλει ἡμῶν ἦλθες ἀφράστως, διὰ τοῦ σοῦ Χρυσαφίτισσα μορφώματος.
Ἀπὸ Χρυσάφων μυστικῶς, ἔνθα μετέφερον Ἁγνή, τὴν σὴν παναγίαν Εἰκόνα, ἧκεν αὖθις Δέσποινα, αὕτη τῇ εὐδοκίᾳ σου, τῇ πόλει ἥν σεπτῶς ᾑρετίσω, Μονεμβασίας πιστῶν εἰς περιποίησιν.
Ὡς ἐνιαύσιος Ἁγνή, πηγὴ χαρᾶς πνευματικῆς, ἡ σὴ φωτοφόρος ἡμέρα, ὤφθη Χρυσαφίτισσα, Μονεμβασῖταις σήμερον, ἐν ᾗ λαμπροφανῶς ἀνυμνοῦμεν, τὴν πρὸς ἡμᾶς σου Παρθένε ξένην ἔλευσιν.
Ὁ προφητάναξ μὲν Δαβίδ, πρὸ τῆς τοῦ νόμου κιβωτοῦ, ἥλατο σκιρτῶν, ὁ λαὸς δέ, ὁ πιστὸς τῆς πόλεως, Μονεμβασίας γάνυται, ἑστὼς πρὸ τῆς σεπτῆς σου Εἰκόνος, καὶ ἐξ αὐτῆς πᾶσαν ὄνησιν καρπούμενος.
Ῥῶσιν παρέχεις δαψιλῆ, ψυχῆς καὶ σώματος Ἁγνή, καὶ ἀπαλλαγὴν τῶν κινδύνων, καὶ πταισμάτων λύτρωσιν, τοῖς πίστει καταφεύγουσι, τῷ θείῳ καὶ πανσέπτῳ ναῷ σου, καὶ σὲ ὑμνοῦσι, Παρθένε Χρυσαφίτισσα.
Καταβασία. Ἐπὶ τῆς θείας φυλακῆς.
ᾨδὴ ε´. Ὁ Εἱρμός.
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον, προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ Ἅδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.
Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.
Τῆς Θεοτόκου. Ὁ αὐτός.
Ὀρθρίζουσα πρὸς ὕμνον σου Κόρη, ἡ μοναχὴ ἡ θεόφρων, ἑώρα σε ἐπὶ θρόνου, καθημένην Ἄχραντε, καὶ τῷ σεπτῷ σου νεύματι, ῥύσεως αἱμάτων ἐξίαται.
Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, ὁ εὐσεβὴς πατὴρ ὕμνει, κηρύττων πᾶσι τὸ θαῦμα, ὅτε ὑγιαίνοντα, τῆς μάστιγος τοῦ δαίμονος, εἶδε τὸν υἱὸν τῇ σῇ χάριτι.
Προσέλθωμεν ἐν εὐλαβείᾳ, Μονεμβασῖται ἐν οἴκῳ, ἁγίῳ τῆς Θεοτόκου, καὶ πιστῶς προσπέσωμεν, ταύτῃ ἀνακραυγάζοντες· χαῖρε Μαριὰμ Χρυσαφίτισσα.
Ἁγίων Ἁγία Παρθένε, ἁγιασμὸν καὶ εἰρήνην, καὶ πλῆθος θείου ἐλέους, βλῦσον τοῖς ἱκέταις σου, τοῖς προσιοῦσι πάντοτε, Κόρη τῷ ἁγίῳ τεμένει σου.
Καταβασία. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
ᾨδὴ Ϛ´. Ὁ Εἱρμός.
Κατῆλθες, ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.
Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.
Τῆς Θεοτόκου. Ὁ αὐτός.
Κατῆρεν, οἷα μυροφόρος ὁλκάς, ἡ ἁγία σου Εἰκὼν ἐκ Χρυσάφων, τῇ πόλει Μονεμβασίας ποτέ, καὶ τὴν χάριν σου, ὡς ἀρώματα ζωῆς, διαπνέει τοῖς πᾶσι.
Φυλάττοις, πάσης προσβολῆς χαλεπῆς, καὶ δεινῶν ἐπηρειῶν ἀνωτέραν, τὴν πόλιν Μονεμβασίας ἀεί, Χρυσαφίτισσα, ᾗ δεδώρησαι τὴν σήν, παναγίαν Εἰκόνα.
Σῶτέρ μου, ταῖς τῆς σῆς Ἀχράντου Μητρός, ἥν καλοῦμεν Χρυσαφίτισσαν πόθῳ, παράσχου τῷδε πιστῷ σου λαῷ, τῶν πλουσίων σου, οἰκτιρμῶν τὰς δωρεάς, καὶ πταισμάτων τὴν λύσιν.
Σὲ σκέπην, καὶ καταφυγὴν κραταιάν, καὶ ἀντίληψιν γλυκεῖαν πλουτοῦντες, Παρθένε Μονεμβασῖται ἀεί, καταφεύγουσι, τῷ ἁγίῳ σου ναῷ, καὶ δεινῶν ἐκλυτροῦνται.
Καταβασία. Κατῆλθες, ἐν τοῖς κατωτάτοις.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῇ προστασίᾳ σου Παρθένε Χρυσαφίτισσα Ἀεὶ προστρέχοντες κινδύνων ἐκλυτρούμεθα Τὰς πολλάς σου ἀνυμνοῦντες εὐεργεσίας. Ἀλλ᾿ ὡς σκέπη καὶ θερμὸν ἡμῶν προσφύγιον Πᾶσι δίδου τὰ αἰτήματα ἑκάστοτε Τοῖς βοῶσί σοι, χαῖρε πάντων ἡ ἄνασσα. |
Ὁ Οἶκος.
Ἄχραντε Θεοτόκε, Χρυσαφίτισσα Κόρη, θερμὴ Μονεμβασίας προστάτις, μὴ παύσῃ προστατεύειν ἀεὶ, τῶν προστρεχόντων τῇ θείᾳ Εἰκόνι σου, καὶ νέμειν τὰ σωτήρια, τοῖς ἐκβοῶσί σοι τοιαῦτα·
Χαῖρε ἡ δόξα τῆς Ἐκκλησίας,
Χαῖρε ἡ σκέπη Μονεμβασίας.
Χαῖρε ἰαμάτων κρουνὸς Χρυσαφίτισσα,
Χαῖρε νοσημάτων παντοίων ἡ λύτειρα.
Χαῖρε ὅτι παραγέγονας ἐκ Χρυσάφων θαυμαστῶς,
Χαῖρε ὅτι τὰ αἰτήματα πληροῖς πάντων συμπαθῶς.
Χαῖρε τῆς εὐσπλαγχνίας ἡ ἀκένωτος βρύσις,
Χαῖρε πάσης ἀνάγκης πολυθρύλητος λύσις.
Χαῖρε πιστῶν χαρὰ καὶ ἐντρύφημα,
Χαῖρε ἡμῶν ἀσίγητον ὕμνημα.
Χαῖρε δι᾿ ἧς ὁ Θεὸς ἐσαρκώθη,
Χαῖρε δι᾿ ἧς ὁ Ἀδὰμ ἐθεώθη·
Χαῖρε πάντων ἡ ἄνασσα.
Συναξάριον.
Πρῶτον τὸ τοῦ μηναίου καὶ εἶτα τὸ ἑξῆς·
Τῇ Δευτέρᾳ μετὰ τὴν Κυριακὴν τοῦ Ἀντίπασχα, ἑορτάζομεν τὴν ἀνεύρεσιν τῆς ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπονομαζομένης «Χρυσαφιτίσσης», ἥτις πάλαι παραδόξως παραγέγονεν ἐκ Χρυσάφων τῇ Μονεμβασίᾳ, ἐν ᾗ καὶ τεθησαύρισται.
Στίχοι.
Ἧκε θαυμαστῶς ἀπὸ Χρυσάφων πάλαι Τῇ Μονεμβασίᾳ ἡ Εἰκών σου Κόρη. |
Ταῖς τῆς Παναχράντου σου Μητρός, τῆς καὶ ἐξαιρέτου προστάτιδος ἡμῶν, Ἀειπαρθένου Χρυσαφιτίσσης, πρεσβείαις Χριστέ, τήν δε τὴν πόλιν σου σκέπε καὶ διάσῳζε πάντοτε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. Ἀμήν.
ᾨδὴ ζ´. Ὁ Εἱρμός.
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον· ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικόν, σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.
Θανάτου ἑορτάζομεν νέκρωσιν, Ἅδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.
Τῆς Θεοτόκου. Ὁ αὐτός.
Ὁ θέλων βεβηλῶσαι τὸν οἶκόν σου, τῆς Ἄγαρ ἀπόγονος, ἔλαβεν Ἁγνή, τῆς ἀσεβείας ἑαυτοῦ, τὰ ἐπίχειρα κρίσει ἐνδίκῳ σου, καὶ πάντες ἐξεπλάγησαν Κόρη, τὸ κράτος τῆς σῆς χάριτος.
Γυναῖκες ἀντὶ μύρων θεόφρονες, θερμῶς σοι προσάγουσι, πίστιν ἀληθῆ, ἐν εὐλαβείᾳ καὶ σπουδῇ, τῷ ναῷ σου προστρέχουσαι Δέσποινα, καὶ χαῖρέ σοι πιστῶς ἐκβοῶσι, Παρθένε Χρυσαφίτισσα.
Θανάτου ἑορτάζοντες νέκρωσιν, δεῦτε τὴν ἐπέλευσιν, καὶ τὴν θαυμαστήν, φανέρωσιν ὡς ἀληθῶς, τῆς Εἰκόνος τῆς μόνης Θεόπαιδος, ὑμνήσωμεν φαιδρῷ τῷ προσώπῳ, Μονεμβασῖται σήμερον.
Ὡς ὤφθη γυναικὶ τῇ θεόφρονι, Εἰκών σου ἡ πάντιμος, ἔπλησε χαρᾶς, Μονεμβασίας τὸν λαόν, Χρυσαφίτισσα Κόρη βοῶντά σοι· Ὡς κρήνη ἀγαθῶν ἡμῖν ἧκεν, Ἁγνὴ τὸ σὸν Ἐκτύπωμα.
Ἰδοὺ τῷ σῷ ναῷ Χρυσαφίτισσα, προστρέχομεν ἅπαντες, καὶ πανευλαβῶς, περιπτυσσόμεθα τὴν σήν, παναγίαν Εἰκόνα κραυγάζοντες· Ἀεὶ δίδου ἡμῖν τὰς αἰτήσεις, τῇ δαψιλεῖ σου χάριτι.
Καταβασία. Ὁ Παῖδας ἐκ καμίνου.
ᾨδὴ η´. Ὁ Εἱρμός.
Αὕτη ἡ κλητή, καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν Χριστόν, εἰς τοὺς αἰῶνας.
Δεῦτε τοῦ καὶ νοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεὸν εἰς τοὺς αἰῶνας.
Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τῆς Θεοτόκου. Ὁ αὐτός.
Αὕτη ἡ φαιδρὰ καὶ φωσφόρος ἡμέρα, ἐν ᾗ Μονεμβασία, χαρμοσύνως γεραίρει, τῆς Εἰκόνος τῆς σῆς, Χρυσαφίτισσα τὰ ἄπειρα θαύματα, χάριν ἀπαστράπτει, καὶ φῶς παραμυθίας.
Δεῦτε τοῦ καινοῦ νεκταρώδους τε ῥείθρου, τοῦ θείᾳ χορηγίᾳ, νοερῶς προϊόντος, ἐκ τῆς θείας μορφῆς, τῆς Ἁγνῆς Χρυσαφιτίσσης τρυφήσωμεν, τὴν τῶν παθημάτων, ἐμέσαντες πικρίαν.
Ἆρον Κόρη ἐκ τῆς σεπτῆς σου Εἰκόνος, τοὺς πλήρεις συμπαθείας, καὶ οἰκτιρμῶν ὀφθαλμούς σου, καὶ ἡμᾶς τοὺς πιστούς, Χρυσαφίτισσα ὡς τέκνα σου θέασαι, καὶ παράσχου πᾶσι, χαρὰν καὶ σωτηρίαν.
Πάτερ καὶ Υἱὲ καὶ τὸ Ἅγιον Πνεῦμα, ὁμόδοξε Θεότης, ὁμοβασίλειον κράτος, βασιλείας τῆς σῆς, καταξίωσον ἡμᾶς ταῖς δεήσεσι, τῆς Ἁγνῆς Παρθένου, Χρυσαφιτίσσης Κόρης.
Μνήμην ἱεράν, τῆς ἐλεύσεως Κόρη, Μονεμβασία ἄγει, τῆς σεπτῆς σου Εἰκόνος, καὶ γεραίρει φαιδρῶς, τὴν φανέρωσιν αὐτῆς Χρυσαφίτισσα, τὴν γεγενημένην, τῷ εὐσεβεῖ γυναίῳ.
Καταβασία. Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα.
ᾨδὴ θ´. Ὁ Εἱρμός.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου Σιών· σὺ δὲ Ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Ὢ θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς· μεθ᾿ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.
Χαῖρε, Παρθένε, χαῖρε· χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη· σὸς γὰρ Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Τῆς Θεοτόκου. Ὁ αὐτός.
Φαιδρύνου, ἀγάλλου, Μονεμβασίας ὁ λαός, τὴν ἁγίαν Εἰκόνα, τῆς Ἁγνῆς Θεόπαιδος, ὡς θησαυρόν, κεκτημένος σεπτόν, καὶ ἐν χαρᾷ, ὕμνει κατὰ χρέος, τὴν συμπαθῆ Χρυσαφίτισσαν.
Ὢ θείας εὐνοίας! ὢ προμηθείας σου πολλῆς! σὺ γὰρ ἦλθες Παρθένε, διὰ τῆς Εἰκόνος σου, χάριν ἀεί, καὶ πηγὴν οἰκτιρμῶν, ταύτῃ Ἁγνή, νέμουσα τῇ πόλει, ὡς ἀληθῶς Χρυσαφίτισσα.
Ὦ Ἄχραντε Κόρη, ὦ Χρυσαφίτισσα Ἁγνή, τὴν παροῦσάν σου πόλιν, ὡς ἀνακειμένην σοι, σκέπε θερμῶς, ἀπὸ πάσης ὀργῆς, καὶ δαψιλῶς, δίδου ἀεὶ ταύτῃ, τὰ σὰ ἐλέη Χρυσαφίτισσα.
Οἱ νόσεις ποικίλοις, κατατρυχόμενοι δεινῶς, τῷ ναῷ τῆς Παρθένου, εὐλαβῶς προσδράμετε· νέμει καὶ γὰρ θαυμαστῶς ἐν αὐτῷ, ῥῶσιν ψυχῆς, καὶ ἴασιν σωμάτων, ἡ Χρυσαφίτισσα Δέσποινα.
Ὑψόθεν Παρθένε, βλέψον κἀμοὶ τῷ ταπεινῷ, Χρυσαφίτισσα Κόρη, τῷ σὲ ἀνυμνήσαντι, καὶ φωτισμόν, τῷ νοΐ μου ἀεί, δίδου Ἁγνή, ὡς ἂν εὐσχημόνως, ζωῆς τελέσω τὸ ὑπόλοιπον.
Καταβασία. Φωτίζου, φωτίζου.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ σὸς ναὸς Παρθένε, χάριν καὶ ἔλεος ἀεί, βλυστάνει τοῖς προσιοῦσιν, ἐν εὐλαβείᾳ καὶ σπουδῇ, διὸ αἰνοῦμέν σε πόθῳ, ὦ Χρυσαφίτισσα Κόρη.
Καὶ τὸ τῆς Ἑορτῆς. Ὅμοιον.
Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ· σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν.
Εἰς τοὺς Αἴνους.
Ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Μονεμβασίας ἡ πόλις σκίρτα καὶ χόρευε, τὴν θαυμαστὴν Εἰκόνα, τῆς Ἁγνῆς Θεοτόκου, κατέχουσα ἐν κόλποις ὡς θησαυρόν, χαρισμάτων τοῦ Πνεύματος, καὶ εὐχαρίστως ἀνύμνησον πανδημεί, τὴν Παρθένον Χρυσαφίτισσαν.
Τῇ λαμπροφόρῳ ἡμέρᾳ τῆς Ἀναστάσεως, Χριστοῦ τοῦ Βασιλέως, ἑορτὴν δεῦτε θείαν, εἰς δόξαν τε καὶ αἶνον τῆς τούτου Μητρός, ἑορτάσωμεν σήμερον, Χρυσαφιτίσσης ὑμνοῦντες τὰς πρὸς ἡμᾶς, ἀντιλήψεις καὶ τὰς χάριτας.
Ἀπὸ Χρυσάφων τὸ πάλαι ἡ εὐκλεής σου Εἰκών, Μονεμβασίᾳ ἧκεν, ἀοράτῳ ῥοπῇ σου, καὶ ταύτην ὡς εὑροῦσα γυνὴ ἡ σεμνή, εὐφροσύνης πεπλήρωται, ὁ σὸς λαὸς Χρυσαφίτισσα ὁ πιστός, ἀνυμνῶν τὰ μεγαλεῖά σου.
Τοὺς τῷ ἁγίῳ ναῷ σου Παρθένε σπεύδοντας, καὶ πίστει αἰτουμένους, τὴν θερμὴν ἀρωγήν σου, φύλαττε καὶ σκέπε πάσης ὀργῆς, Χρυσαφίτισσα Δέσποινα, Μονεμβασίᾳ δὲ δίδου ὡς συμπαθής, καθ᾿ ἑκάστην τὰ ἐλέη σου.
Δόξα. Ἦχος πλ. α´.
Πανηγύρεως ἡμέραν, Μονεμβασία ἄγει σήμερον, ἐν τῇ τοῦ Σωτῆρος φαιδρᾷ ἐγέρσει, τῆς Μητρὸς αὐτοῦ τὴν δόξαν αἰνοῦσα· ἡ γὰρ Ἄχραντος Παρθένος, ἐν τῇ σεπτῇ αὐτῆς Εἰκόνι, παραδόξως ἡμῖν ἧκε, προμηθείᾳ ἀῤῥήτῳ· καὶ ἐν πλείστοις τεκμηρίοις, καὶ θαυμάτων ἐνεργείαις, τὴν ἐναργῆ πρὸς ἡμᾶς, κηδεμονίαν αὐτῆς ἐμφαίνει. Ὅθεν μνείαν τούτων τελοῦντες τῇ Θεοτόκῳ βοήσωμεν· Χρυσαφίτισσα Δέσποινα, ἄχρι τερμάτων αἰῶνος σκέπε, τὴν παροῦσαν πόλιν σου.
Καὶ νῦν. Ὁ αὐτός.
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ κανόνος τῆς Θεοτόκου ἡ γ´ καὶ ἡ στ´ ᾠδή.
Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ 21ῃ Νοεμβρίου.
Ὁ Ἀπόστολος (Εβρ. θ´, 1-7)
Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (ι´ 38-42, ια´ 27-28).
Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά· Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ· ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ, ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς, εἶπεν αὐτῇ· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου, εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· Μενοῦν γε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.
Κοινωνικόν.
Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Μεγαλυνάριον.
Χαῖρε Χρυσαφίτισσα Μαριάμ, τῆς Μονεμβασίας, ἡ ἀντίληψις ἡ θερμή· χαῖρε ἡ διδοῦσα, ἰάσεις τοῖς αἰτοῦσι, τῶν θλιβομένων χαῖρε τὸ παραμύθιον.
Δίστιχον.
Ὕμνον Χρυσαφίτισσα καινόν σοι ᾄδει Γεράσιμος σπεύδων τῇ σῇ προστασίᾳ. |
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ
ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ
ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ
ΠΑΝΑΓΙΑΣ ΧΡΥΣΑΦΙΤΙΣΣΗΣ
Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε, εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς καταφεύγοντας τῇ σῇ εἰκόνι καὶ αἰτουμένοις τὴν σὴν ἐπιστασίαν, ὦ Μῆτερ, Χρυσαφίτισσα, τὴν ὑγείαν χάριζε, πλήρου πάσας αἰτήσεις, σώους διαφύλαττε τοῦ ὑμνεῖν τὴν σὴν χάριν, ὅτι ὑπάρχεις πᾶσιν χορηγὸς παντὸς καλοῦ, Θεοτόκε Πανάχραντε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός, καὶ ἀρχόμεθα τοῦ Κανόνος.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ὑγείαν καὶ ῥῶσιν σωματικὴν καὶ νοῦ φωτισμόν τε καὶ βασάνων ἀπαλλαγήν, ἡμῖν τοῖς σοῖς δούλοις παράσχου, Χρυσαφίτισσα Μῆτερ Πανάχραντε.
Ἐλέους ἀνέδειξας τὴν πηγὴν καὶ τῆς σῆς φροντίδος τὴν εἰκόνα σου τοῖς πιστοῖς, τοῖς ἐπιζητοῦσιν ἀρωγήν σου, ὦ Χρυσαφίτισσα Μῆτερ Πανάχραντε.
Δόξα.
Χαῖρε Πύλη Θεία, Μῆτερ σεμνή, δι᾿ ἧς ὁ Θεός μας ἐσαρκώθη ἐπὶ τῆς γῆς, δι᾿ οὗ ἐν παντὶ ζωοποιοῦνται πάντες πιστοί σου, Μῆτερ Πανάχραντε.
Καὶ νῦν.
Τὸ ἔλεος δίδεις πᾶσιν πιστοῖς, ὦ συμπαθεστάτη καὶ χαρίζεις τὰς δωρεάς, καὶ σῴζεις ἡμᾶς παντὸς κινδύνου, ὦ Χρυσαφίτισσα Μῆτερ Πανάχραντε.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἐκ ποικίλων παγίδων τοῦ πονηροῦ δαίμονος, καὶ τῆς ψυχοφθόρου κακίας, ἡμᾶς ἀπάλλαξον, Μῆτερ Θεόνυμφε, ὦ Χρυσαφίτισσα Μῆτερ, τοὺς θερμῶς προστρέχοντας τῇ προστασίᾳ σου.
Τοὺς τὴν σὴν προστασίαν αἰτουμένους βοήθησον τῇ σῇ ἰσχυρᾷ βοηθείᾳ, Κόρῃ Πανύμνητε, πρὸς σὲ γὰρ σπεύδουσιν, ὦ Χρυσαφίτισσα Μῆτερ, τὸ σεπτόν σου ὄνομα ἐπικαλούμενοι.
Δόξα.
Τοῦ Υἱοῦ σου ἡ χάρις τοῖς πιστοῖς σου παρέχεται, ἐκ τῆς σῆς Ἁγίας Εἰκόνος, Μῆτερ Πανάχραντε, βοηθοῦσα ἅπαντας καὶ ἀναψύχουσα πάντας, τοὺς πυρὶ τῶν θλίψεων κατακαιομένους.
Καὶ νῦν.
Τὴν εἰρήνην παράσχου, Παρθένε Ἄχραντε, τῇ σῇ ἰσχυρᾷ βοηθείᾳ, πᾶσιν αἰτοῦσιν σε, ὦ Χρυσαφίτισσα καὶ ἐν εἰρήνῃ καὶ πίστει τὴν ζωὴν κυβέρνησον ἡμῶν δεόμεθα.
Διάσωσον, Χρυσαφίτισσα Κόρη Θεογεννῆτορ, ἐκ παντοίων κινδύνων καὶ περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ χάριτί σου.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Πρεσβεία θερμὴ καὶ τεῖχος ἰσχυρότατον, ἐλέους πηγή, πιστῶν σου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα πρόφθασον καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Πιεζόμενοι θλίψεσιν πρὸς τὴν σὴν βοήθειαν καταφεύγομεν, καὶ λυτρούμεθα, Πανάχραντε, πάσης ἐπηρείας τοῦ ἀλάστορος.
Πειρασμῶν ἐλευθέρωσον, θλίψεων, κινδύνων καὶ περιστάσεων, πάντας, Μῆτερ Χρυσαφίτισσα, τοὺς τὰ μεγαλεῖά σου δοξάζοντας.
Δόξα.
Νόσους καὶ φθορὰς ἀπομάκρυνον καὶ ὑγείαν πᾶσιν ἡμῖν χορήγησον, μητρικῇ σου ἀγαθότητι, τοὺς τὰ μεγαλεῖά σου δοξάζοντας.
Καὶ νῦν.
Τὴν χαρὰν πᾶσιν δώριζε, καὶ τὴν Υἱοῦ σου χάριν Πανάχραντε, Θεοτόκε Χρυσαφίτισσα, τοὺς σὲ μεγαλύνοντας Θεόνυμφε.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Πάντες οἱ πιστοί, μεγαλύνουσί σε Κυρία ὡς προστάτιδα, καὶ ἐν πᾶσιν βοηθόν· σὺ γὰρ πάντας ἐλεεῖς, ὦ Χρυσαφίτισσα.
Θεῖον θησαυρόν, τὴν Εἰκόνα σου κατέχοντες, πάντες οἱ ἐν Μονεμβασίᾳ, σεμνή, δαψιλῶς τὰς δωρεὰς ἀπολαμβάνουσιν.
Δόξα.
Τὴν σὴν ἑορτὴν καὶ μετάστασιν Πανάχραντε, ἑορτάζομεν καὶ χαίρομεν πιστοί, ἔχοντές σε τὴν θερμήν, ἡμῶν προστάτιδα.
Καὶ νῦν.
Σκέπασον σεμνή, Χρυσαφίτισσα Μῆτερ ἡμῶν τοὺς πιστούς Σου, Λακωνίας τὰ παιδία, καὶ χορήγησον αὐτοῖς ἀφειδῶς προστασίαν.
ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Μαστίγων καὶ κινδύνων ποικίλων καὶ δεινῶν φοβερῶν τε καὶ νόσων, Χρυσαφίτισσα Πάναγνε Κόρη, καὶ βασκανίας δεινῆς ἐλευθέρωσον τοὺς καταφεύγοντας πιστῶς πρὸς τὴν σὴν ταχυτάτην ἀντίληψιν.
Ἐν πίστει τῷ σῶ ναῷ προσιόντες, πανταχόθεν, Θεοτόκε τῆς Ἑλλάδος, ἀπὸ βαθέων ψυχῆς σοι βοῶμεν· ἀσθενειῶν καὶ ποικίλων κακώσεων ἐλεύθερον καὶ γαληνόν, ἡμῶν τήρει τὸν βίον δεόμεθα.
Δόξα.
Χαράν, κόρη πιστοῖς σου παρέσχες καὶ ταχεῖαν τὴν λύσιν ζητημάτων, καὶ ἐν θλίψεσι παρηγορίαν καὶ ἐκ κινδύνων ταχεῖαν τὴν λύτρωσιν, σὺ Χρυσαφίτισσα, διὸ πᾶς πιστὸς σοι προσφεύγει καὶ σῴζεται.
Καὶ νῦν.
Διάσωσον βασκανίας καὶ νόσου καὶ ποικίλων παγίδων τοῦ ἐχθροῦ μας καὶ χάριτός σου πλήρωσον πάντας, Χρυσαφίτισσα Μῆτερ Πανάχραντε· καὶ ζώωσον ἡμᾶς συμπαθῶς, τῇ τοῦ Υἱοῦ σου δυνάμει, ὦ Πάναγνε.
Διάσωσον, Χρυσαφίτισσα Πανύμνητε Κόρη, ἐκ ποικίλων κινδύνων καὶ περιστάσεων τοὺς καταφεύγοντας, πίστει τῇ χάριτί σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Τῇ προστασίᾳ σου Κόρη προστρέχοντες, ἐλευθερούμεθα πάσης κακώσεως, διό σου τὴν χάριν κηρύττομεν, ὦ Χρυσαφίτισσα πίστει καλοῦντες σε· σὺ γὰρ ἡμῶν καταφύγιον.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου. |
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (α´ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς Χρυσαφιτίσσης, ταῖς θείαις ἱκεσίαις, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Προστασίαν φοβεράν, καὶ βοήθειαν Κόρη, ἰσχυρὸν προπύργιον ἐν παντὶ τῶν βίῳ, ὦ Μῆτερ σε ἔχοντες· ἐκ κινδύνων, θλίψεων καὶ ὀλισθημάτων, καὶ παγίδων τοῦ ἐχθροῦ, καὶ πάσης, Δέσποινα, ἄλλης συμφορᾶς τε καὶ μάστιγος· ταχέως ἐκλυτρούμεθα, τῇ σῇ βοηθείᾳ Πανάχραντε. Ὅθεν μὴ ἐλλείπῃς παρέχειν τὰς ἰάσεις συμπαθῶς, τοῖς πρὸς τὴν σὴν ἀγαθότητα, Κόρη ἀτενίζουσιν.
Ἕτερα Θεοτοκία.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε· ἀλλ᾿ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων, ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῶζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...
Εἶτα, ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Χάριζε τὴν ὑγείαν τῶν ψυχῶν καὶ σωμάτων τε καὶ βοήθειαν, Μητέρα τοῦ Κυρίου, τῇ σῇ θερμῇ πρεσβείᾳ τοῖς πίστει ἀδιστάκτῳ προσιοῦσιν καὶ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Χρυσαφίτισσα Μῆτερ, ἡ Θεὸν σαρκωθέντα ἀσπόρως τέξασα, ταῖς θείαις σου πρεσβείαις περιφρουρεῖ Μονεμβασίας Κάστρον, ἵνα ὑμνοῦσί σε πιστοί, σῳθέντες χάριτί σου.
Δόξα.
Ὡς ἐβοήθησας πάντας τοὺς πιστοὺς ἐν κινδύνοις ὦ Χρυσαφίτισσα, οὕτω καὶ νῦν κινδύνοις, παγίδας, ἀπειλάς τε, δίωξον, σύντριψον, ὦ Προστασία Φοβερά, Κυρία τῶν Ἀγγέλων.
Καὶ νῦν.
Ὡς μετέβης τὸ πάλαι ἐκ χωρίου εἰς Κάστρον τῆς Μονεμβάσιας, νῦν πέταξον ταχέως ἐν ὥρᾳ τοῦ κινδύνου, ὦ Χρυσαφίτισσα, καὶ σῷζε πάντας πιστοὺς βοήθειαν αἰτοῦντος.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Σῶσόν με Κόρη, τῆς φρικτῆς μαγγανίας καὶ δεινῆς βασκανίας με ῥῦσαι, νῦν τῆς ἀπειλούσης ζωήν μου τὴν ἀθλίαν.
Χάριτι θείᾳ βοηθείας σου Μῆτερ, παραμύθησαι τὴν θλῖψιν τῆς ψυχῆς μου, ἵνα σε δοξάζω· Ὑπερδεδοξασμένη.
Δόξα.
Σὴν προστασίαν, Χρυσαφίτισσα Μῆτερ, νῦν πλουτίσαντες ἐν τῷ παρόντι βίῳ, θερμῶς εὐχαριστοῦμεν· μεγαλύνοντές σε.
Καὶ νῦν.
Ἴδε εὐσπλάγχνως, Χρυσαφίτισσα Μῆτερ, τοὺς προστρέχοντας εἰκόνι σου τῇ θείᾳ, σπεῦσον, δὸς πᾶσιν τὸ μέγα ἔλεός σου.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Οὖσα ἡ Προστάτις τῆς οἰκογενείας, Χρυσαφίτισσα Μῆτερ, εὐλόγησον, νέους τοὺς πιστούς σου, ἐν ἀρχῇ, συνεχείᾳ, ἐγγάμου βίου τους.
Ἔκτεινον τὴν χεῖρα πᾶσι τοῖς δεομένοις καὶ ἐκ κινδύνων πιστούς σου διάσῳζε, ὦ Χρυσαφίτισσα Μῆτερ ἡμῶν πανθαύμαστε.
Ὢ Χρυσαφίτισσα Μῆτερ, σῶσον ἡμᾶς.
Μητέρα τοῦ Θεοῦ μας, Κυρία τῶν Ἀγγέλων, τῇ χάριτί σου πιστῶς καταφεύγουσιν, πλήθη πιστῶν Ὀρθοδόξων καὶ διασῴζονται.
Ὢ Χρυσαφίτισσα Μῆτερ, σῶσον ἡμᾶς.
Ὑμνοῦμέν σου τὴν χάριν, Κεχαριτωμένη, ὦ Χρυσαφίτισσα Μῆτερ Πανάχραντε, ὅτι ἡμᾶς περισκέπεις καὶ σῴζεις πάντοτε.
Ἄξιόν ἐστι... καὶ τὰ παρόντα Μεγαλυνάρια·
Τὴν ὑψηλοτέραν τῶν Οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
Ὦ Θεοῦ Μητέρα καὶ θαυμαστή, Ἄχραντε Παρθένε, σὺ τὸ καύχημα τῶν πιστῶν, πλήρου τὰς αἰτήσεις τῶν προσερχομένων τῇ θείᾳ σου εἰκόνι, ὦ Χρυσαφίτισσα.
Δέξου, ὦ Μητέρα μας εὐμενῶς, πρὸς τοὺς νέους πάντας, τοὺς προστρέχοντας εὐλαβῶς, πρὸς τὴν σὴν εἰκόνα, ἐν πίστει ἀδιστάκτῳ καὶ λύτρωσαι κινδύνων, ὦ Χρυσαφίτισσα.
Τῆς Χρυσαφιτίσσης τῇ θαυμαστῇ καὶ σεπτῇ εἰκόνι καταφύγωμεν εὐλαβῶς, ἵνα φυλαχθῶμεν ἐκ πάσης ἐπηρείας καὶ πάσης ἐνεργείας τοῦ πολεμήτορος.
Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή, χαῖρε τῶν πιστῶν σου ἡ ταχεία καταφυγή, τῶν πασχόντων, χαῖρε, ἡ ἴασις Παρθένε, καὶ τῆς Μονεμβασίας, Μῆτερ, Ὑπέρμαχε.
Δεῦτε Ὀρθοδόξων αἱ στρατιαί, τῇ σεπτῇ εἰκόνι Χρυσαφίτισσας τῆς Μητρός, κλίνοντες τὸ γόνυ μεγαλύνομέν την, ὡς τοῦ Θεοῦ Μητέρα καὶ προστασίαν μας.
Πάσης Λακωνίας ἡ βοηθός, δέξαι μου τοὺς ὕμνους, ὦ Παρθένε Μῆτερ σεμνή, ὦ Χρυσαφίτισσα δέομαί σου, τὴν ἔκβασιν παράσχου παντὸς αἰτήματος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Εἰκόνα Σου ἁγίαν, Χρυσαφίτισσα Ἄχραντε, νῦν πανευλαβῶς προσκυνοῦντες γεραίρομεν Παρθένε, ἐπέστη γὰρ Πρόμαχος ἡμῶν, παρέχουσα θαυμάτων ποταμόν· ἐκ κινδύνων παντοίων ἡμᾶς ἀπαλλάττουσα, εὐχαρίστως βοῶμεν· Δόξα τῷ Σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ Σὲ μεγαλύναντι, δόξα τῷ παρέχοντι ἡμῖν τὴν χάριν διὰ Σοῦ.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ᾿ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς τὴν θείαν καὶ σεπτήν, κατασπαζομένους εἰκόνα σου Χρυσαφίτισσα, ἥνπερ θεωροῦμεν νῦν ἡμῶν προστάτιδα, πειρασμῶν ἐλευθέρωσον καὶ νόσων παντοίων καὶ πταισμάτων αἴτησαι ἡμῶν τὴν ἄφεσιν, ἵνα μεγαλύνωμεν πάντες τὰ σὰ μεγαλεῖα, Παρθένε, καὶ τὴν πρὸς ἡμᾶς κηδεμονίαν σου.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλατε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν καταφεύγομεν Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ᾿ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.