Μεγάλη Τετάρτη (27 Απριλίου 2020)

27 ΑΠΡΙΛΙΟΥ 2020

Η ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΕΤΑΡΤΗ

καθ᾿ ἣν μνεί­αν ποι­ού­με­θα τῆς ἀ­λει­ψά­σης
τὸν Κύ­ρι­ον μύ­ρῳ (πόρ­νης) γυ­ναι­κός.

Κρή­σκεν­τος μάρ­τυ­ρος. Λε­ω­νί­δου μάρ­τυ­ρος (ἐ­πι­σκό­που Ἀ­θη­νῶν).

* * * * *

Ο ΟΡΘΡΟΣ

(Τε­λεῖ­ται συ­νή­θως τῇ Μεγ. Τρί­τῃ ἑ­σπέ­ρας).

Ὁ ἱ­ε­ρεύς· Εὐ­λο­γη­τὸς ὁ Θε­ὸς ἡ­μῶν, πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεύς· Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Βα­σι­λεῦ οὐ­ρά­νι­ε, Πα­ρά­κλη­τε, τὸ Πνεῦ­μα τῆς ἀ­λη­θεί­ας, ὁ παν­τα­χοῦ πα­ρὼν καὶ τὰ πάν­τα πλη­ρῶν, ὁ θη­σαυ­ρὸς τῶν ἀ­γα­θῶν καὶ ζω­ῆς χο­ρη­γός, ἐλ­θὲ καὶ σκή­νω­σον ἐν ἡ­μῖν καὶ κα­θά­ρι­σον ἡ­μᾶς ἀ­πὸ πά­σης κη­λῖ­δος καὶ σῶ­σον, ἀ­γα­θέ, τὰς ψυ­χὰς ἡ­μῶν.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (12άκις).

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ Χρι­στῷ τῷ βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Καὶ τοὺς ἑ­ξῆς ψαλ­μοὺς (ὧν ἀ­να­γι­νω­σκο­μέ­νων ὁ ἱ­ε­ρεὺς θυ­μι­ᾷ δι­ὰ κατ­ζί­ου).

Ψαλ­μὸς ιθ´ (19).

Ἐ­πα­κού­σαι σου Κύ­ρι­ος ἐν ἡ­μέ­ρᾳ θλί­ψε­ως· ὑ­πε­ρα­σπί­σαι σου τὸ ὄ­νο­μα τοῦ Θε­οῦ Ἰ­α­κώβ.

Ἐ­ξα­πο­στεί­λαι σοι βο­ή­θει­αν ἐξ ἁ­γί­ου, καὶ ἐκ Σι­ὼν ἀν­τι­λά­βοι­τό σου.

Μνη­σθεί­η πά­σης θυ­σί­ας σου, καὶ τὸ ὁ­λο­καύ­τω­μά σου πι­α­νά­τω.

Δῴ­η σοι Κύ­ρι­ος κα­τὰ τὴν καρ­δί­αν σου, καὶ πᾶ­σαν τὴν βου­λήν σου πλη­ρώ­σαι.

Ἀ­γαλ­λι­α­σό­με­θα ἐ­πὶ τῷ σω­τη­ρί­ῳ σου, καὶ ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου Θε­οῦ ἡ­μῶν με­γα­λυν­θη­σό­με­θα.

Πλη­ρώ­σαι Κύ­ρι­ος πάν­τα τὰ αἰ­τή­μα­τά σου· νῦν ἔ­γνων ὅ­τι ἔ­σω­σε Κύ­ρι­ος τὸν χρι­στὸν αὐ­τοῦ.

Ἐ­πα­κού­σε­ται αὐ­τοῦ ἐξ οὐ­ρα­νοῦ ἁ­γί­ου αὐ­τοῦ· ἐν δυ­να­στεί­αις ἡ σω­τη­ρί­α τῆς δε­ξι­ᾶς αὐ­τοῦ.

Οὗ­τοι ἐν ἅρ­μα­σι καὶ οὗ­τοι ἐν ἵπ­ποις· ἡ­μεῖς δὲ ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου Θε­οῦ ἡ­μῶν με­γα­λυν­θη­σό­με­θα.

Αὐ­τοὶ συ­νε­πο­δί­σθη­σαν καὶ ἔ­πε­σον· ἡ­μεῖς δὲ ἀ­νέ­στη­μεν καὶ ἀ­νωρ­θώ­θη­μεν.

Κύ­ρι­ε, σῶ­σον τὸν βα­σι­λέ­α, καὶ ἐ­πά­κου­σον ἡ­μῶν, ἐν ᾗ ἂν ἡ­μέ­ρᾳ ἐ­πι­κα­λε­σώ­με­θά σε.

Ψαλ­μὸς κ´ (20).

Κύ­ρι­ε, ἐν τῇ δυ­νά­μει σου εὐ­φραν­θή­σε­ται ὁ βα­σι­λεύς, καὶ ἐ­πὶ τῷ σω­τη­ρί­ῳ σου ἀ­γαλ­λι­ά­σε­ται σφό­δρα.

Τὴν ἐ­πι­θυ­μί­αν τῆς καρ­δί­ας αὐ­τοῦ ἔ­δω­κας αὐ­τῷ, καὶ τὴν θέ­λη­σιν τῶν χει­λέ­ων αὐ­τοῦ οὐκ ἐ­στέ­ρη­σας αὐ­τόν.

Ὅ­τι προ­έ­φθα­σας αὐ­τὸν ἐν εὐ­λο­γί­αις χρη­στό­τη­τος· ἔ­θη­κας ἐ­πὶ τὴν κε­φα­λὴν αὐ­τοῦ στέ­φα­νον ἐκ λί­θου τι­μί­ου.

Ζω­ὴν ᾐ­τή­σα­τό σε καὶ ἔ­δω­κας αὐ­τῷ, μα­κρό­τη­τα ἡ­με­ρῶν εἰς αἰ­ῶ­να αἰ­ῶ­νος.

Με­γά­λη ἡ δό­ξα αὐ­τοῦ ἐν τῷ σω­τη­ρί­ῳ σου, δό­ξαν καὶ με­γα­λο­πρέ­πει­αν ἐ­πι­θή­σεις ἐπ᾿ αὐ­τόν.

Ὅ­τι δώ­σεις αὐ­τῷ εὐ­λο­γί­αν εἰς αἰ­ῶ­να αἰ­ῶ­νος· εὐ­φρα­νεῖς αὐ­τὸν ἐν χα­ρᾷ με­τὰ τοῦ προ­σώ­που σου.

Ὅ­τι ὁ βα­σι­λεὺς ἐλ­πί­ζει ἐ­πὶ Κύ­ρι­ον, καὶ ἐν τῷ ἐ­λέ­ει τοῦ Ὑ­ψί­στου οὐ μὴ σα­λευ­θῇ.

Εὑ­ρε­θεί­η ἡ χείρ σου πᾶ­σι τοῖς ἐ­χθροῖς σου· ἡ δε­ξι­ά σου εὕ­ροι πάν­τας τοὺς μι­σοῦν­τάς σε.

Ὅ­τι θή­σεις αὐ­τοὺς εἰς κλί­βα­νον πυ­ρός, εἰς και­ρὸν τοῦ προ­σώ­που σου.

Κύ­ρι­ος ἐν ὀρ­γῇ αὐ­τοῦ συν­τα­ρά­ξει αὐ­τούς, καὶ κα­τα­φά­γε­ται αὐ­τοὺς πῦρ.

Τὸν καρ­πὸν αὐ­τῶν ἀ­πὸ τῆς γῆς ἀ­πο­λεῖς, καὶ τὸ σπέρ­μα αὐ­τῶν ἀ­πὸ υἱ­ῶν ἀν­θρώ­πων.

Ὅ­τι ἔ­κλι­ναν εἰς σὲ κα­κά, δι­ε­λο­γί­σαν­το βου­λάς, αἷς οὐ μὴ δύ­νων­ται στῆ­ναι.

Ὅ­τι θή­σεις αὐ­τοὺς νῶ­τον· ἐν τοῖς πε­ρι­λοί­ποις σου ἑ­τοι­μά­σεις τὸ πρό­σω­πον αὐ­τῶν.

Ὑ­ψώ­θη­τι, Κύ­ρι­ε, ἐν τῇ δυ­νά­μει σου· ᾄ­σο­μεν καὶ ψα­λοῦ­μεν τὰς δυ­να­στεί­ας σου.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ὁ ἀ­να­γνώ­στης τὸ τρι­σά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ τὰ τρο­πά­ρι­α·

Σῶ­σον, Κύ­ρι­ε, τὸν λα­όν σου, καὶ εὐ­λό­γη­σον τὴν κλη­ρο­νο­μί­αν σου, νί­κας τοῖς βα­σι­λεῦ­σι, κα­τὰ βαρ­βά­ρων δω­ρού­με­νος, καὶ τὸ σὸν φυ­λάτ­των, δι­ὰ τοῦ Σταυ­ροῦ σου πο­λί­τευ­μα.

Δό­ξα.

Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυ­ρῷ ἑ­κου­σί­ως, τῇ ἐ­πω­νύ­μῳ σου και­νῇ πο­λι­τεί­ᾳ, τοὺς οἰ­κτιρ­μούς σου δώ­ρη­σαι, Χρι­στὲ ὁ Θε­ός· εὔ­φρα­νον ἐν τῇ δυ­νά­μει σου, τοὺς πι­στοὺς βα­σι­λεῖς ἡ­μῶν, νί­κας χο­ρη­γῶν αὐ­τοῖς, κα­τὰ τῶν πο­λε­μί­ων. Τὴν συμ­μα­χί­αν ἔ­χοι­εν τὴν σήν, ὅ­πλον εἰ­ρή­νης ἀ­ήτ­τη­τον τρό­παι­ον.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Προ­στα­σί­α φο­βε­ρὰ καὶ ἀ­κα­ταί­σχυν­τε, μὴ πα­ρί­δῃς ἀ­γα­θή, τὰς ἱ­κε­σί­ας ἡ­μῶν, πα­νύ­μνη­τε Θε­ο­τό­κε· στή­ρι­ξον ὀρ­θο­δό­ξων πο­λι­τεί­αν, σῷ­ζε οὓς ἐ­κέ­λευ­σας βα­σι­λεύ­ειν, καὶ χο­ρή­γει αὐ­τοῖς οὐ­ρα­νό­θεν τὴν νί­κην· δι­ό­τι ἔ­τε­κες τὸν Θε­όν, μό­νη εὐ­λο­γη­μέ­νη.

Ὁ ἱ­ε­ρεύς· Ἐ­λέ­η­σον ἡ­μᾶς, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου· δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.

Ὁ ἀ­να­γνώ­στης· Κύ­ρι­ε, ἐ­λέ­η­σον γ´.

Ὁ ἱ­ε­ρεύς· Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.

Ὁ ἀ­να­γνώ­στης· Κύ­ρι­ε, ἐ­λέ­η­σον γ´.

Ὁ ἱ­ε­ρεύς· Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος).

Ὁ ἀ­να­γνώ­στης· Κύ­ρι­ε, ἐ­λέ­η­σον γ´.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως· Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

* * *

Ο ΕΞΑΨΑΛΜΟΣ - ΑΙ ΕΥΧΑΙ

Ὁ ἀ­να­γνώ­στης· Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Καὶ εὐ­θὺς ἐκ­φω­νεῖ ὁ ἱ­ε­ρεύς·

Δό­ξα τῇ ἁ­γί­ᾳ καὶ ὁ­μο­ου­σί­ῳ καὶ ζω­ο­ποι­ῷ καὶ ἀ­δι­αι­ρέ­τῳ Τρι­ά­δι πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ ἀ­να­γι­νώ­σκει ὁ προ­ε­στὼς (ἢ ὁ ἀ­να­γνώ­στης) τὸν Ἑ­ξά­ψαλ­μον.

Ὁ δὲ ἱ­ε­ρεὺς ἀ­να­γι­νώ­σκει μυ­στι­κῶς τὰς εὐ­χὰς τοῦ Ὄρ­θρου ἐ­νώ­πι­ον τῆς ἁ­γί­ας Τρα­πέ­ζης· με­τὰ δὲ τὴν πρώ­την τρι­ά­δα τῶν Ψαλ­μῶν ἐ­ξελ­θὼν συ­νε­χί­ζει τὴν ἀ­νά­γνω­σιν ἐ­νώ­πι­ον τῆς εἰ­κό­νος τοῦ Κυ­ρί­ου.

Ὁ ἀ­να­γνώ­στης·

Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α. (τρίς)

Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου. (δίς)

Ψαλ­μὸς γ´ (3).

Κύ­ρι­ε, τί ἐ­πλη­θύν­θη­σαν οἱ θλί­βον­τές με; Πολ­λοὶ ἐ­πα­νί­σταν­ται ἐπ᾿ ἐ­μέ.

Πολ­λοὶ λέ­γου­σι τῇ ψυ­χῇ μου· Οὐκ ἔ­στι σω­τη­ρί­α αὐ­τῷ ἐν τῷ Θε­ῷ αὐ­τοῦ.

Σὺ δέ, Κύ­ρι­ε, ἀν­τι­λή­πτωρ μου εἶ· δό­ξα μου καὶ ὑ­ψῶν τὴν κε­φα­λήν μου.

Φω­νῇ μου πρὸς Κύ­ρι­ον ἐ­κέ­κρα­ξα, καὶ ἐ­πή­κου­σέ μου ἐξ ὄ­ρους ἁ­γί­ου αὐ­τοῦ.

Ἐ­γὼ δὲ ἐ­κοι­μή­θην καὶ ὕ­πνω­σα· ἐ­ξη­γέρ­θην, ὅ­τι Κύ­ρι­ος ἀν­τι­λή­ψε­ταί μου.

Οὐ φο­βη­θή­σο­μαι ἀ­πὸ μυ­ρι­ά­δων λα­οῦ, τῶν κύ­κλῳ συ­νε­πι­τι­θε­μέ­νων μοι.

Ἀ­νά­στα, Κύ­ρι­ε, σῶ­σόν με, ὁ Θε­ός μου.

Ὅ­τι σὺ ἐ­πά­τα­ξας πάν­τας τοὺς ἐ­χθραί­νον­τάς μοι μα­ταί­ως, ὀ­δόν­τας ἁ­μαρ­τω­λῶν συ­νέ­τρι­ψας.

Τοῦ Κυ­ρί­ου ἡ σω­τη­ρί­α, καὶ ἐ­πὶ τὸν λα­όν σου ἡ εὐ­λο­γί­α σου.

Καί πά­λιν.

Ἐ­γὼ ἐ­κοι­μή­θην καὶ ὕ­πνω­σα· ἐ­ξη­γέρ­θην, ὅ­τι Κύ­ρι­ος ἀν­τι­λή­ψε­ταί μου.

Ψαλ­μὸς λζ´ (37).

Κύ­ρι­ε, μὴ τῷ θυ­μῷ σου ἐ­λέγ­ξῃς με, μη­δὲ τῇ ὀρ­γῇ σου παι­δεύ­σῃς με.

Ὅ­τι τὰ βέ­λη σου ἐ­νε­πά­γη­σάν μοι, καὶ ἐ­πε­στή­ρι­ξας ἐπ᾿ ἐ­μὲ τὴν χεῖ­ρά σου.

Οὐκ ἔ­στιν ἴ­α­σις ἐν τῇ σαρ­κί μου ἀ­πὸ προ­σώ­που τῆς ὀρ­γῆς σου· οὐκ ἔ­στιν εἰ­ρή­νη ἐν τοῖς ὀ­στέ­οις μου ἀ­πὸ προ­σώ­που τῶν ἁ­μαρ­τι­ῶν μου.

Ὅ­τι αἱ ἀ­νο­μί­αι μου ὑ­πε­ρῆ­ραν τὴν κε­φα­λήν μου, ὡ­σεὶ φορ­τί­ον βα­ρὺ ἐ­βα­ρύν­θη­σαν ἐπ᾿ ἐ­μέ.

Προ­σώ­ζε­σαν καὶ ἐ­σά­πη­σαν οἱ μώ­λω­πές μου ἀ­πὸ προ­σώ­που τῆς ἀ­φρο­σύ­νης μου.

Ἐ­τα­λαι­πώ­ρη­σα καὶ κα­τε­κάμ­φθην ἕ­ως τέ­λους, ὅ­λην τὴν ἡ­μέ­ραν σκυ­θρω­πά­ζων ἐ­πο­ρευ­ό­μην.

Ὅ­τι αἱ ψό­αι μου ἐ­πλή­σθη­σαν ἐμ­παιγ­μά­των καὶ οὐκ ἔ­στιν ἴ­α­σις ἐν τῇ σαρ­κί μου.

Ἐ­κα­κώ­θην καὶ ἐ­τα­πει­νώ­θην ἕ­ως σφό­δρα· ὠ­ρυ­ό­μην ἀ­πὸ στε­ναγ­μοῦ τῆς καρ­δί­ας μου.

Κύ­ρι­ε, ἐ­ναν­τί­ον σου πᾶ­σα ἡ ἐ­πι­θυ­μί­α μου, καὶ ὁ στε­ναγ­μός μου ἀ­πὸ σοῦ οὐκ ἀ­πε­κρύ­βη.

Ἡ καρ­δί­α μου ἐ­τα­ρά­χθη, ἐγ­κα­τέ­λι­πέ με ἡ ἰ­σχύς μου, καὶ τὸ φῶς τῶν ὀ­φθαλ­μῶν μου, καὶ αὐ­τὸ οὐκ ἔ­στι μετ᾿ ἐ­μοῦ.

Οἱ φί­λοι μου καὶ οἱ πλη­σί­ον μου ἐξ ἐ­ναν­τί­ας μου ἤγ­γι­σαν καὶ ἔ­στη­σαν, καὶ οἱ ἔγ­γι­στά μου ἀ­πὸ μα­κρό­θεν ἔ­στη­σαν.

Καὶ ἐ­ξε­βι­ά­ζον­το οἱ ζη­τοῦν­τες τὴν ψυ­χήν μου, καὶ οἱ ζη­τοῦν­τες τὰ κα­κά μοι ἐ­λά­λη­σαν μα­ται­ό­τη­τας, καὶ δο­λι­ό­τη­τας ὅ­λην τὴν ἡ­μέ­ραν ἐ­με­λέ­τη­σαν.

Ἐ­γὼ δὲ ὡ­σεὶ κω­φὸς οὐκ ἤ­κου­ον, καὶ ὡ­σεὶ ἄ­λα­λος οὐκ ἀ­νοί­γων τὸ στό­μα αὐ­τοῦ.

Καὶ ἐ­γε­νό­μην ὡ­σεὶ ἄν­θρω­πος οὐκ ἀ­κού­ων, καὶ οὐκ ἔ­χων ἐν τῷ στό­μα­τι αὐ­τοῦ ἐ­λεγ­μούς.

Ὅ­τι ἐ­πὶ σοί, Κύ­ρι­ε, ἤλ­πι­σα, σὺ εἰ­σα­κού­σῃ, Κύ­ρι­ε, ὁ Θε­ός μου.

Ὅ­τι εἶ­πον· Μή­πο­τε ἐ­πι­χα­ρῶ­σί μοι οἱ ἐ­χθροί μου, καὶ ἐν τῷ σα­λευ­θῆ­ναι πό­δας μου ἐπ᾿ ἐ­μὲ ἐ­με­γα­λοῤ­ῥη­μό­νη­σαν.

Ὅ­τι ἐ­γὼ εἰς μά­στι­γας ἕ­τοι­μος, καὶ ἡ ἀλ­γη­δών μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­α­παν­τός.

Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ ἀ­ναγ­γε­λῶ καὶ με­ρι­μνή­σω ὑ­πὲρ τῆς ἁ­μαρ­τί­ας μου.

Οἱ δὲ ἐ­χθροί μου ζῶ­σι καὶ κε­κρα­ταί­ων­ται ὑ­πὲρ ἐ­μέ, καὶ ἐ­πλη­θύν­θη­σαν οἱ μι­σοῦν­τές με ἀ­δί­κως.

Οἱ ἀν­τα­πο­δι­δόν­τες μοι κα­κὰ ἀν­τὶ ἀ­γα­θῶν ἐν­δι­έ­βαλ­λόν με, ἐ­πεὶ κα­τε­δί­ω­κον ἀ­γα­θω­σύ­νην.

Μὴ ἐγ­κα­τα­λί­πῃς με, Κύ­ρι­ε, ὁ Θε­ός μου, μὴ ἀ­πο­στῇς ἀπ᾿ ἐ­μοῦ.

Πρό­σχες εἰς τὴν βο­ή­θει­άν μου, Κύ­ρι­ε, τῆς σω­τη­ρί­ας μου.

Καὶ πά­λιν.

Μὴ ἐγ­κα­τα­λί­πῃς με, Κύ­ρι­ε, ὁ Θε­ός μου, μὴ ἀ­πο­στῇς ἀπ᾿ ἐ­μοῦ.

Πρό­σχες εἰς τὴν βο­ή­θει­άν μου, Κύ­ρι­ε τῆς σω­τη­ρί­ας μου.

Ψαλ­μὸς ξβ´ (62).

Ὁ Θε­ός, ὁ Θε­ός μου, πρὸς σὲ ὀρ­θρί­ζω.

Ἐ­δί­ψη­σέ σε ἡ ψυ­χή μου, πο­σα­πλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐ­ρή­μῳ καὶ ἀ­βά­τῳ καὶ ἀ­νύ­δρῳ.

Οὕ­τως ἐν τῷ ἁ­γί­ῳ ὤ­φθην σοι, τοῦ ἰ­δεῖν τὴν δύ­να­μίν σου καὶ τὴν δό­ξαν σου.

Ὅ­τι κρεῖσ­σον τὸ ἔ­λε­ός σου ὑ­πὲρ ζω­άς· τὰ χεί­λη μου ἐ­παι­νέ­σου­σί σε.

Οὕ­τως εὐ­λο­γή­σω σε ἐν τῇ ζω­ῇ μου, καὶ ἐν τῷ ὀ­νό­μα­τί σου ἀ­ρῶ τὰς χεῖ­ράς μου.

Ὡς ἐκ στέ­α­τος καὶ πι­ό­τη­τος ἐμ­πλη­σθεί­η ἡ ψυ­χή μου, καὶ χεί­λη ἀ­γαλ­λι­ά­σε­ως αἰ­νέ­σει τὸ στό­μα μου.

Εἰ ἐ­μνη­μό­νευ­όν σου ἐ­πὶ τῆς στρω­μνῆς μου, ἐν τοῖς ὄρ­θροις ἐ­με­λέ­των εἰς σέ.

Ὅ­τι ἐ­γε­νή­θης βο­η­θός μου, καὶ ἐν τῇ σκέ­πῃ τῶν πτε­ρύ­γων σου ἀ­γαλ­λι­ά­σο­μαι.

Ἐ­κολ­λή­θη ἡ ψυ­χή μου ὀ­πί­σω σου, ἐ­μοῦ δέ ἀν­τε­λά­βε­το ἡ δε­ξι­ά σου.

Αὐ­τοὶ δὲ εἰς μά­την ἐ­ζή­τη­σαν τὴν ψυ­χήν μου· εἰ­σε­λεύ­σον­ται εἰς τὰ κα­τώ­τα­τα τῆς γῆς· πα­ρα­δο­θή­σον­ται εἰς χεῖ­ρας ῥομ­φαί­ας, με­ρί­δες ἀ­λω­πέ­κων ἔ­σον­ται.

Ὁ δὲ βα­σι­λεὺς εὐ­φραν­θή­σε­ται ἐ­πὶ τῷ Θε­ῷ, ἐ­παι­νε­θή­σε­ται πᾶς ὁ ὀ­μνύ­ων ἐν αὐ­τῷ, ὅ­τι ἐ­νε­φρά­γη στό­μα λα­λούν­των ἄ­δι­κα.

Καὶ πά­λιν.

Ἐν τοῖς ὄρ­θροις ἐ­με­λέ­των εἰς σέ, ὅ­τι ἐ­γε­νή­θης βο­η­θός μου, καὶ ἐν τῇ σκέ­πῃ τῶν πτε­ρύ­γων σου ἀ­γαλ­λι­ά­σο­μαι.

Ἐ­κολ­λή­θη ἡ ψυ­χή μου ὀ­πί­σω σου· ἐ­μοῦ δὲ ἀν­τε­λά­βε­το ἡ δε­ξι­ά σου.

Καὶ τὰ ἑ­ξῆς ἄ­νευ με­τα­νοι­ῶν·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ψαλ­μὸς πζ´ (87).

Κύ­ρι­ε, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου, ἡ­μέ­ρας ἐ­κέ­κρα­ξα καὶ ἐν νυ­κτὶ ἐ­ναν­τί­ον σου.

Εἰ­σελ­θέ­τω ἐ­νώ­πι­όν σου ἡ προ­σευ­χή μου, κλῖ­νον τὸ οὖς σου εἰς τὴν δέ­η­σίν μου.

Ὅ­τι ἐ­πλή­σθη κα­κῶν ἡ ψυ­χή μου, καὶ ἡ ζω­ή μου τῷ ᾍ­δῃ ἤγ­γι­σε.

Προ­σε­λο­γί­σθην με­τὰ τῶν κα­τα­βαι­νόν­των εἰς λάκ­κον, ἐ­γε­νή­θην ὡ­σεὶ ἄν­θρω­πος ἀ­βο­ή­θη­τος, ἐν νε­κροῖς ἐ­λεύ­θε­ρος.

Ὡ­σεὶ τραυ­μα­τί­αι κα­θεύ­δον­τες ἐν τά­φῳ, ὧν οὐκ ἐ­μνή­σθης ἔ­τι, καὶ αὐ­τοὶ ἐκ τῆς χει­ρός σου ἀ­πώ­σθη­σαν.

Ἔ­θεν­τό με ἐν λάκ­κῳ κα­τω­τά­τῳ, ἐν σκο­τει­νοῖς καὶ ἐν σκι­ᾷ θα­νά­του.

Ἐπ᾿ ἐ­μὲ ἐ­πε­στη­ρί­χθη ὁ θυ­μός σου, καὶ πάν­τας τοὺς με­τε­ω­ρι­σμούς σου ἐ­πή­γα­γες ἐπ᾿ ἐ­μέ.

Ἐ­μά­κρυ­νας τοὺς γνω­στούς μου ἀπ᾿ ἐ­μοῦ, ἔ­θεν­τό με βδέ­λυγ­μα ἑ­αυ­τοῖς.

Πα­ρε­δό­θην καὶ οὐκ ἐ­ξε­πο­ρευ­ό­μην· οἱ ὀ­φθαλ­μοί μου ἠ­σθέ­νη­σαν ἀ­πὸ πτω­χεί­ας.

Ἐ­κέ­κρα­ξα πρὸς σέ, Κύ­ρι­ε, ὅ­λην τὴν ἡ­μέ­ραν, δι­ε­πέ­τα­σα πρὸς σὲ τὰς χεῖ­ράς μου.

Μὴ τοῖς νε­κροῖς ποι­ή­σεις θαυ­μά­σι­α; ἢ ἰ­α­τροὶ ἀ­να­στή­σου­σι, καὶ ἐ­ξο­μο­λο­γή­σον­ταί σοι;

Μὴ δι­η­γή­σε­ταί τις ἐν τῷ τά­φῳ τὸ ἔ­λε­ός σου, καὶ τὴν ἀ­λή­θει­άν σου ἐν τῇ ἀ­πω­λεί­ᾳ;

Μὴ γνω­σθή­σε­ται ἐν τῷ σκό­τει τὰ θαυ­μά­σι­ά σου καὶ ἡ δι­και­ο­σύ­νη σου ἐν γῇ ἐ­πι­λε­λη­σμέ­νῃ;

Κἀ­γὼ πρὸς σέ, Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα, καὶ τὸ πρω­ῒ ἡ προ­σευ­χή μου προ­φθά­σει σε.

Ἵ­να τί, Κύ­ρι­ε, ἀ­πω­θῇ τὴν ψυ­χήν μου; ἀ­πο­στρέ­φεις τὸ πρό­σω­πόν σου ἀπ᾿ ἐ­μοῦ;

Πτω­χός εἰ­μι ἐ­γώ, καὶ ἐν κό­ποις ἐκ νε­ό­τη­τός μου· ὑ­ψω­θεὶς δὲ ἐ­τα­πει­νώ­θην καὶ ἐ­ξη­πο­ρή­θην.

Ἐπ᾿ ἐ­μὲ δι­ῆλ­θον αἱ ὀρ­γαί σου, οἱ φο­βε­ρι­σμοί σου ἐ­ξε­τά­ρα­ξάν με.

Ἐ­κύ­κλω­σάν με ὡ­σεὶ ὕ­δωρ, ὅ­λην τὴν ἡ­μέ­ραν πε­ρι­έ­σχον με ἅ­μα.

Ἐ­μά­κρυ­νας ἀπ᾿ ἐ­μοῦ φί­λον καὶ πλη­σί­ον, καὶ τοὺς γνω­στούς μου ἀ­πὸ τα­λαι­πω­ρί­ας.

Καὶ πά­λιν.

Κύ­ρι­ε, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου, ἡ­μέ­ρας ἐ­κέ­κρα­ξα καὶ ἐν νυ­κτὶ ἐ­ναν­τί­ον σου.

Εἰ­σελ­θέ­τω ἐ­νώ­πι­όν σου ἡ προ­σευ­χή μου, κλῖ­νον τὸ οὖς σου εἰς τὴν δέ­η­σίν μου.

Ψαλ­μὸς ρβ´ (102).

Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ πάν­τα τὰ ἐν­τός μου τὸ ὄ­νο­μα τὸ ἅ­γι­ον αὐ­τοῦ.

Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ μὴ ἐ­πι­λαν­θά­νου πά­σας τὰς ἀν­τα­πο­δό­σεις αὐ­τοῦ.

Τὸν εὐ­ϊ­λα­τεύ­ον­τα πά­σας τὰς ἀ­νο­μί­ας σου, τὸν ἰ­ώ­με­νον πά­σας τὰς νό­σους σου.

Τὸν λυ­τρού­με­νον ἐκ φθο­ρᾶς τὴν ζω­ήν σου, τὸν στε­φα­νοῦν­τά σε ἐν ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς.

Τὸν ἐμ­πι­πλῶν­τα ἐν ἀ­γα­θοῖς τὴν ἐ­πι­θυ­μί­αν σου, ἀ­να­και­νι­σθή­σε­ται ὡς ἀ­ε­τοῦ ἡ νε­ό­της σου.

Ποι­ῶν ἐ­λε­η­μο­σύ­νας ὁ Κύ­ρι­ος, καὶ κρῖ­μα πᾶ­σι τοῖς ἀ­δι­κου­μέ­νοις.

Ἐ­γνώ­ρι­σε τὰς ὁ­δοὺς αὐ­τοῦ τῷ Μω­ϋ­σῇ, τοῖς υἱ­οῖς Ἰσ­ρα­ὴλ τὰ θε­λή­μα­τα αὐ­τοῦ.

Οἰ­κτίρ­μων καὶ ἐ­λε­ή­μων ὁ Κύ­ρι­ος, μα­κρό­θυ­μος καὶ πο­λυ­έ­λε­ος· οὐκ εἰς τέ­λος ὀρ­γι­σθή­σε­ται, οὐ­δὲ εἰς τὸν αἰ­ῶ­να μη­νι­εῖ.

Οὐ κα­τὰ τὰς ἀ­νο­μί­ας ἡ­μῶν ἐ­ποί­η­σεν ἡ­μῖν, οὐ­δὲ κα­τὰ τὰς ἁ­μαρ­τί­ας ἡ­μῶν ἀν­τα­πέ­δω­κεν ἡ­μῖν.

Ὅ­τι κα­τὰ τὸ ὕ­ψος τοῦ οὐ­ρα­νοῦ ἀ­πὸ τῆς γῆς, ἐ­κρα­ταί­ω­σε Κύ­ρι­ος τὸ ἔ­λε­ος αὐ­τοῦ ἐ­πὶ τοὺς φο­βου­μέ­νους αὐ­τόν.

Κα­θό­σον ἀ­πέ­χου­σιν ἀ­να­το­λαὶ ἀ­πὸ δυ­σμῶν, ἐ­μά­κρυ­νεν ἀφ᾿ ἡ­μῶν τὰς ἀ­νο­μί­ας ἡ­μῶν.

Κα­θὼς οἰ­κτεί­ρει πα­τὴρ υἱ­ούς, ᾠ­κτεί­ρη­σε Κύ­ρι­ος τοὺς φο­βου­μέ­νους αὐ­τόν· ὅ­τι αὐ­τὸς ἔ­γνω τὸ πλά­σμα ἡ­μῶν, ἐ­μνή­σθη ὅ­τι χοῦς ἐ­σμεν.

Ἄν­θρω­πος ὡ­σεὶ χόρ­τος αἱ ἡ­μέ­ραι αὐ­τοῦ, ὡ­σεὶ ἄν­θος τοῦ ἀ­γροῦ οὕ­τως ἐ­ξαν­θή­σει.

Ὅ­τι πνεῦ­μα δι­ῆλ­θεν ἐν αὐ­τῷ καὶ οὐχ ὑ­πάρ­ξει, καὶ οὐκ ἐ­πι­γνώ­σε­ται ἔ­τι τὸν τό­πον αὐ­τοῦ.

Τὸ δὲ ἔ­λε­ος τοῦ Κυ­ρί­ου ἀ­πὸ τοῦ αἰ­ῶ­νος καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος, ἐ­πὶ τοὺς φο­βου­μέ­νους αὐ­τόν.

Καὶ ἡ δι­και­ο­σύ­νη αὐ­τοῦ ἐ­πὶ υἱ­οῖς υἱ­ῶν, τοῖς φυ­λάσ­σου­σι τὴν δι­α­θή­κην αὐ­τοῦ, καὶ με­μνη­μέ­νοις τῶν ἐν­το­λῶν αὐ­τοῦ τοῦ ποι­ῆ­σαι αὐ­τάς.

Κύ­ρι­ος ἐν τῷ οὐ­ρα­νῷ ἡ­τοί­μα­σε τὸν θρό­νον αὐ­τοῦ, καὶ ἡ βα­σι­λεί­α αὐ­τοῦ πάν­των δε­σπό­ζει.

Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον πάν­τες οἱ Ἄγ­γε­λοι αὐ­τοῦ, δυ­να­τοὶ ἰ­σχύ­ϊ, ποι­οῦν­τες τὸν λό­γον αὐ­τοῦ, τοῦ ἀ­κοῦ­σαι τῆς φω­νῆς τῶν λό­γων αὐ­τοῦ.

Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον, πᾶ­σαι αἱ Δυ­νά­μεις αὐ­τοῦ, λει­τουρ­γοὶ αὐ­τοῦ οἱ ποι­οῦν­τες τὸ θέ­λη­μα αὐ­τοῦ.

Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τα τὰ ἔρ­γα αὐ­τοῦ, ἐν παν­τὶ τό­πῳ τῆς δε­σπο­τεί­ας αὐ­τοῦ· εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον.

Καὶ πά­λιν.

Ἐν παν­τὶ τό­πῳ τῆς δε­σπο­τεί­ας αὐ­τοῦ· εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον.

Ψαλ­μὸς ρμβ´ (142).

Κύ­ρι­ε, εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι τὴν δέ­η­σίν μου ἐν τῇ ἀ­λη­θεί­ᾳ σου, εἰ­σά­κου­σόν μου ἐν τῇ δι­και­ο­σύ­νῃ σου·

Καὶ μὴ εἰ­σέλ­θῃς εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σου, ὅ­τι οὐ δι­και­ω­θή­σε­ται ἐ­νώ­πι­όν σου πᾶς ζῶν.

Ὅ­τι κα­τε­δί­ω­ξεν ὁ ἐ­χθρὸς τὴν ψυ­χήν μου· ἐ­τα­πεί­νω­σεν εἰς γῆν τὴν ζω­ήν μου.

Ἐ­κά­θι­σέ με ἐν σκο­τει­νοῖς, ὡς νε­κροὺς αἰ­ῶ­νος, καὶ ἠ­κη­δί­α­σεν ἐπ᾿ ἐ­μὲ τὸ πνεῦ­μά μου, ἐν ἐ­μοὶ ἐ­τα­ρά­χθη ἡ καρ­δί­α μου.

Ἐ­μνή­σθην ἡ­με­ρῶν ἀρ­χαί­ων, ἐ­με­λέ­τη­σα ἐν πᾶ­σι τοῖς ἔρ­γοις σου, ἐν ποι­ή­μα­σι τῶν χει­ρῶν σου ἐ­με­λέ­των.

Δι­ε­πέ­τα­σα πρὸς σὲ τὰς χεῖ­ράς μου· ἡ ψυ­χή μου ὡς γῆ ἄ­νυ­δρός σοι.

Τα­χὺ εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐ­ξέ­λι­πε τὸ πνεῦ­μά μου.

Μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀπ᾿ ἐ­μοῦ, καὶ ὁ­μοι­ω­θή­σο­μαι τοῖς κα­τα­βαί­νου­σιν εἰς λάκ­κον.

Ἀ­κου­στὸν ποί­η­σόν μοι τὸ πρω­ῒ τὸ ἔ­λε­ός σου, ὅ­τι ἐ­πὶ σοὶ ἤλ­πι­σα.

Γνώ­ρι­σόν μοι, Κύ­ρι­ε, ὁ­δὸν ἐν ᾗ πο­ρεύ­σο­μαι, ὅ­τι πρὸς σὲ ἦ­ρα τὴν ψυ­χήν μου.

Ἐ­ξε­λοῦ με ἐκ τῶν ἐ­χθρῶν μου, Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.

Τὸ Πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει με ἐν γῇ εὐ­θεί­ᾳ· ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου, Κύ­ρι­ε, ζή­σεις με.

Ἐν τῇ δι­και­ο­σύ­νῃ σου ἐ­ξά­ξεις ἐκ θλί­ψε­ως τὴν ψυ­χήν μου· καὶ ἐν τῷ ἐ­λέ­ει σου ἐ­ξο­λο­θρεύ­σεις τοὺς ἐ­χθρούς μου.

Καὶ ἀ­πο­λεῖς πάν­τας τοὺς θλί­βον­τας τὴν ψυ­χήν μου, ὅ­τι ἐ­γώ δοῦ­λός σού εἰ­μι.

Καὶ πά­λιν.

Εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐν τῇ δι­και­ο­σύ­νῃ σου, καὶ μὴ εἰ­σέλ­θῃς εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σου. (δίς)

Εἶ­τα·

Τὸ Πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει με ἐν γῇ εὐ­θεί­ᾳ.

Καὶ τὰ ἑ­ξῆς με­τὰ με­τα­νοι­ῶν γ´,
ἤ­τοι κε­φα­λο­κλι­σι­ῶν καὶ σταυ­ρῶν.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι, ὁ Θε­ός. (τρίς)

Καὶ με­τὰ τὴν ἀ­νά­γνω­σιν τῶν εὐ­χῶν ὁ ἱ­ε­ρεὺς ἀ­σπα­σά­με­νος τὴν δε­σπο­τι­κὴν εἰ­κό­να εἰ­σέρ­χε­ται δι­ὰ τῆς νο­τί­ου πύ­λης εἰς τὸ Ἱ­ε­ρόν.

* * *

ΤΑ ΕΙΡΗΝΙΚΑ

Πλη­ρω­θέν­τος τοῦ ἑ­ξα­ψάλ­μου, ὁ ἱ­ε­ρεὺς λέ­γει ἐ­νώ­πι­ον τῆς ἁ­γί­ας Τρα­πέ­ζης τὰ εἰ­ρη­νι­κά, τοῦ χο­ροῦ ψάλ­λον­τος μεθ᾿ ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς ἄ­νω­θεν εἰ­ρή­νης καὶ τῆς σω­τη­ρί­ας τῶν ψυ­χῶν ἡ­μῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς εἰ­ρή­νης τοῦ σύμ­παν­τος κό­σμου, εὐ­στα­θεί­ας τῶν ἁ­γί­ων τοῦ Θε­οῦ Ἐκ­κλη­σι­ῶν καὶ τῆς τῶν πάν­των ἑ­νώ­σε­ως τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ἁ­γί­ου οἴ­κου τού­του καὶ τῶν με­τὰ πί­στε­ως, εὐ­λα­βεί­ας καὶ φό­βου Θε­οῦ εἰ­σι­όν­των ἐν αὐ­τῷ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος), τοῦ τι­μί­ου πρε­σβυ­τε­ρί­ου, τῆς ἐν Χρι­στῷ δι­α­κο­νί­ας, παν­τὸς τοῦ κλή­ρου καὶ τοῦ λα­οῦ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

[Ἐν ταῖς ἱ­ε­ραῖς μο­ναῖς προ­στί­θε­ται·

Ὑ­πὲρ τοῦ πα­τρὸς ἡ­μῶν (δεῖ­νος) ἱ­ε­ρο­μο­νά­χου καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.]

Ὑ­πὲρ τοῦ εὐ­σε­βοῦς ἡ­μῶν ἔ­θνους, πά­σης ἀρ­χῆς καὶ ἐ­ξου­σί­ας ἐν αὐ­τῷ καὶ τοῦ κα­τὰ ξη­ράν, θά­λασ­σαν καὶ ἀ­έ­ρα φι­λο­χρί­στου ἡ­μῶν στρα­τοῦ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς πό­λε­ως (ἢ τῆς ἁ­γί­ας μο­νῆς ἢ τῆς χώ­ρας ἢ τῆς νή­σου) ταύ­της, πά­σης (μο­νῆς) πό­λε­ως καὶ χώ­ρας καὶ τῶν πί­στει οἰ­κούν­των ἐν αὐ­ταῖς τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ εὐ­κρα­σί­ας ἀ­έ­ρων, εὐ­φο­ρί­ας τῶν καρ­πῶν τῆς γῆς καὶ και­ρῶν εἰ­ρη­νι­κῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ πλε­όν­των, ὁ­δοι­πο­ρούν­των, νο­σούν­των, κα­μνόν­των, αἰχ­μα­λώ­των καὶ τῆς σω­τη­ρί­ας αὐ­τῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ῥυ­σθῆ­ναι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, ὀρ­γῆς, κιν­δύ­νου καὶ ἀ­νάγ­κης τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα, τι­μὴ καὶ προ­σκύ­νη­σις, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΑΛΛΗΛΟΥΪΑ ΚΑΙ ΤΡΟΠΑΡΙΑ

Καὶ ψάλ­λο­μεν τὸ Ἀλ­λη­λού­ϊ­α εἰς ἦ­χον πλ. δ´ τε­τρά­κις ἀ­νὰ τρὶς μεθ᾿ ἕ­κα­στον τῶν ἑ­πο­μέ­νων στί­χων· ἄρ­χε­ται δὲ ὁ α´ χο­ρός.

Στίχ. α´. Ἐκ νυ­κτὸς ὀρ­θρί­ζει τὸ πνεῦ­μά μου πρὸς σέ, ὁ Θε­ός, δι­ό­τι φῶς τὰ προ­στάγ­μα­τά σου ἐ­πὶ τῆς γῆς.

Στίχ. β´. Δι­και­ο­σύ­νην μά­θε­τε, οἱ ἐ­νοι­κοῦν­τες ἐ­πὶ τῆς γῆς.

Στίχ. γ´. Ζῆ­λος λή­ψε­ται λα­ὸν ἀ­παί­δευ­τον, καὶ νῦν πῦρ τοὺς ὑ­πε­ναν­τί­ους ἔ­δε­ται.

Στίχ. δ´. Πρό­σθες αὐ­τοῖς κα­κά, Κύ­ρι­ε, πρό­σθες αὐ­τοῖς κα­κά, τοῖς ἐν­δό­ξοις τῆς γῆς.

Καὶ τὸ πα­ρὸν τρο­πά­ρι­ον. Ἦ­χος πλ. δ´.

Ἰ­δοὺ ὁ Νυμ­φί­ος ἔρ­χε­ται, ἐν τῷ μέ­σῳ τῆς νυ­κτός· καὶ μα­κά­ρι­ος ὁ δοῦ­λος, ὃν εὑ­ρή­σει γρη­γο­ροῦν­τα· ἀ­νά­ξι­ος δὲ πά­λιν, ὃν εὑ­ρή­σει ῥα­θυ­μοῦν­τα. Βλέ­πε οὖν ψυ­χή μου, μὴ τῷ ὕ­πνῳ κα­τε­νε­χθῇς, ἵ­να μὴ τῷ θα­νά­τῳ πα­ρα­δο­θῇς, καὶ τῆς Βα­σι­λεί­ας ἔ­ξω κλει­σθῇς· ἀλ­λὰ ἀ­νά­νη­ψον κρά­ζου­σα· Ἅ­γι­ος, Ἅ­γι­ος, Ἅ­γι­ος εἶ ὁ Θε­ός· δυ­νά­μει τοῦ Σταυ­ροῦ σου σῶ­σον ἡ­μᾶς. (τρίς)

Εἰς τὸ τέ­λος τοῦ β´ λέ­γο­μεν τὸ χα­ρα­κτη­ρι­στι­κὸν τοῦ ἁ­γί­ου τοῦ Να­οῦ· Πρε­σβεί­αις τοῦ ἁ­γί­ου (ἢ τοῦ ὁ­σί­ου ἢ τοῦ ἱ­ε­ράρ­χου) σῶ­σον ἡ­μᾶς.

Εἰς δὲ τὸ τέ­λος τοῦ γ´· Δι­ὰ τῆς Θε­ο­τό­κου ἐ­λέ­η­σον ἡ­μᾶς.

Εἶ­τα, συ­να­πτὴ μι­κρὰ ὑπὸ τοῦ διακόνου, τοῦ χο­ροῦ ψάλ­λον­τος μεθ᾿ ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι σὸν τὸ κρά­τος καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΚΑΘΙΣΜΑΤΑ

[Τὸ Ψαλ­τή­ρι­ον]

Καὶ ψάλ­λο­μεν τὰ πα­ρόν­τα Κα­θί­σμα­τα.

Ἦ­χος γ´. Τὴν ὡ­ραι­ό­τη­τα.

Πόρ­νη προ­σῆλ­θέ σοι, μύ­ρα σὺν δά­κρυ­σι, κα­τα­κε­νοῦ­σά σου, πο­σὶ Φι­λάν­θρω­πε, καὶ δυ­σω­δί­ας τῶν κα­κῶν, λυ­τροῦ­ται τῇ κε­λεύ­σει σου· πνέ­ων δὲ τὴν χά­ριν σου, μα­θη­τὴς ὁ ἀ­χά­ρι­στος, ταύ­την ἀ­πο­βάλ­λε­ται, καὶ βορ­βό­ρῳ συμ­φύ­ρε­ται, φι­λαρ­γυ­ρί­ᾳ ἀ­πεμ­πο­λῶν σε. Δό­ξα Χρι­στὲ τῇ εὐ­σπλαγ­χνί­ᾳ σου.

Δό­ξα. Καὶ νῦν. Τὸ αὐ­τό.

Πόρ­νη προ­σῆλ­θέ σοι, ...

Ἕ­τε­ρον. Ἦ­χος δ´. Τα­χὺ προ­κα­τά­λα­βε.

Ἰ­ού­δας ὁ δό­λι­ος, φι­λαρ­γυ­ρί­ας ἐ­ρῶν, προ­δοῦ­ναί σε Κύ­ρι­ε, τὸν θη­σαυ­ρὸν τῆς ζω­ῆς, δο­λί­ως ἐ­με­λέ­τη­σεν. Ὅ­θεν καὶ πα­ροι­νή­σας, τρέ­χει πρὸς Ἰ­ου­δαί­ους, λέ­γει τοῖς πα­ρα­νό­μοις· Τί μοι θέ­λε­τε δοῦ­ναι, κἀ­γὼ πα­ρα­δώ­σω ὑ­μῖν, εἰς τὸ σταυ­ρῶ­σαι αὐ­τόν;

Δό­ξα. Καὶ νῦν. Τὸ αὐ­τό.

Ἰ­ού­δας ὁ δό­λι­ος, ...

Ἕ­τε­ρον. Ἦ­χος α´. Τὸν τά­φον σου Σω­τήρ.

Ἡ πόρ­νη ἐν κλαυθ­μῷ, ἀ­νε­βό­α Οἰ­κτίρ­μον, ἐ­κμάσ­σου­σα θερ­μῶς, τοὺς ἀ­χράν­τους σου πό­δας, θρι­ξὶ τῆς κε­φα­λῆς αὑ­τῆς, καὶ ἐκ βά­θους στε­νά­ζου­σα· Μὴ ἀ­πώ­σῃ με, μη­δὲ βδε­λύ­ξῃ Θε­έ μου, ἀλ­λὰ δέ­ξαι με, με­τα­νο­οῦ­σαν καὶ σῶ­σον, ὡς μό­νος φι­λάν­θρω­πος.

Δό­ξα. Καὶ νῦν. Τὸ αὐ­τό.

Ἡ πόρ­νη ἐν κλαυθ­μῷ, ...

* * *

ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ

Ὁ δι­ά­κο­νος· Καὶ ὑ­πὲρ τοῦ κα­τα­ξι­ω­θῆ­ναι ἡ­μᾶς τῆς ἀ­κρο­ά­σε­ως τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν ἱ­κε­τεύ­σω­μεν.

Ὁ λα­ός· Κύ­ρι­ε, ἐ­λέ­η­σον. (γ´)

Ὁ δι­ά­κο­νος· Σο­φί­α· ὀρ­θοί· ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου.

Ὁ ἱ­ε­ρεύς· Εἰ­ρή­νη πᾶ­σι.

Ὁ λα­ός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ ἱ­ε­ρεύς· Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου τὸ ἀ­νά­γνω­σμα.

Ὁ δι­ά­κο­νος· Πρό­σχω­μεν.

Ὁ λα­ός· Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Ὁ ἱ­ε­ρεὺς ἀ­να­γι­νώ­σκει τὸ Εὐ­αγ­γέ­λι­ον.

(Ἰω. ιβ´ 17-50).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἐ­μαρ­τύ­ρει ὁ ὄ­χλος ὁ ὢν με­τὰ τοῦ Ἰ­η­σοῦ ὅ­τε τὸν Λά­ζα­ρον ἐ­φώ­νη­σεν ἐκ τοῦ μνη­μεί­ου καὶ ἤ­γει­ρεν αὐ­τὸν ἐκ νε­κρῶν. Δι­ὰ τοῦ­το καὶ ὑ­πήν­τη­σεν αὐ­τῷ ὁ ὄ­χλος, ὅ­τι ἤ­κου­σαν τοῦ­το αὐ­τὸν πε­ποι­η­κέ­ναι τὸ ση­μεῖ­ον. Οἱ οὖν Φα­ρι­σαῖ­οι εἶ­πον πρὸς ἑ­αυ­τούς· Θε­ω­ρεῖ­τε ὅ­τι οὐκ ὠ­φε­λεῖ­τε οὐ­δέν; ἴ­δε ὁ κό­σμος ὀ­πί­σω αὐ­τοῦ ἀ­πῆλ­θεν.

Ἦ­σαν δέ τι­νες Ἕλ­λη­νες ἐκ τῶν ἀ­να­βαι­νόν­των ἵ­να προ­σκυ­νή­σω­σιν ἐν τῇ ἑ­ορ­τῇ. Οὗ­τοι οὖν προ­σῆλ­θον Φι­λίπ­πῳ τῷ ἀ­πὸ Βηθ­σα­ϊ­δὰ τῆς Γα­λι­λαί­ας, καὶ ἠ­ρώ­των αὐ­τὸν λέ­γον­τες· Κύ­ρι­ε, θέ­λο­μεν τὸν Ἰ­η­σοῦν ἰ­δεῖν. Ἔρ­χε­ται Φί­λιπ­πος καὶ λέ­γει τῷ Ἀν­δρέ­ᾳ, καὶ πά­λιν Ἀν­δρέ­ας καὶ Φί­λιπ­πος λέ­γου­σι τῷ Ἰ­η­σοῦ· ὁ δὲ Ἰ­η­σοῦς ἀ­πε­κρί­να­το αὐ­τοῖς λέ­γων· Ἐ­λή­λυ­θεν ἡ ὥ­ρα ἵ­να δο­ξα­σθῇ ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που. Ἀ­μὴν ἀ­μὴν λέ­γω ὑ­μῖν, ἐ­ὰν μὴ ὁ κόκ­κος τοῦ σί­του πε­σὼν εἰς τὴν γῆν ἀ­πο­θά­νῃ, αὐ­τὸς μό­νος μέ­νει· ἐ­ὰν δὲ ἀ­πο­θά­νῃ, πο­λὺν καρ­πὸν φέ­ρει. Ὁ φι­λῶν τὴν ψυ­χὴν αὐ­τοῦ ἀ­πο­λέ­σει αὐ­τήν, καὶ ὁ μι­σῶν τὴν ψυ­χὴν αὐ­τοῦ ἐν τῷ κό­σμῳ τού­τῳ, εἰς ζω­ὴν αἰ­ώ­νι­ον φυ­λά­ξει αὐ­τήν. Ἐ­ὰν ἐ­μοὶ δι­α­κο­νῇ τις, ἐ­μοὶ ἀ­κο­λου­θεί­τω, καὶ ὅ­που εἰ­μὶ ἐ­γώ, ἐ­κεῖ καὶ ὁ δι­ά­κο­νος ὁ ἐ­μὸς ἔ­σται· καὶ ἐ­άν τις ἐ­μοὶ δι­α­κο­νῇ, τι­μή­σει αὐ­τὸν ὁ πα­τήρ. Νῦν ἡ ψυ­χή μου τε­τά­ρα­κται, καὶ τί εἴ­πω; πά­τερ, σῶ­σόν με ἐκ τῆς ὥ­ρας ταύ­της. Ἀλ­λὰ δι­ὰ τοῦ­το ἦλ­θον εἰς τὴν ὥ­ραν ταύ­την. Πά­τερ, δό­ξα­σόν σου τὸ ὄ­νο­μα.

Ἦλ­θεν οὖν φω­νὴ ἐκ τοῦ οὐ­ρα­νοῦ· καὶ ἐ­δό­ξα­σα καὶ πά­λιν δο­ξά­σω. Ὁ οὖν ὄ­χλος ὁ ἑ­στὼς καὶ ἀ­κού­σας ἔ­λε­γε βρον­τὴν γε­γο­νέ­ναι· ἄλ­λοι ἔ­λε­γον· ἄγ­γε­λος αὐ­τῷ λε­λά­λη­κεν. Ἀ­πε­κρί­θη ὁ Ἰ­η­σοῦς καὶ εἶ­πεν· Οὐ δι᾿ ἐ­μὲ αὕ­τη ἡ φω­νὴ γέ­γο­νεν, ἀλ­λὰ δι᾿ ὑ­μᾶς. Νῦν κρί­σις ἐ­στὶ τοῦ κό­σμου τού­του, νῦν ὁ ἄρ­χων τοῦ κό­σμου τού­του ἐκ­βλη­θή­σε­ται ἔ­ξω· κἀ­γὼ ἐ­ὰν ὑ­ψω­θῶ ἐκ τῆς γῆς, πάν­τας ἑλ­κύ­σω πρὸς ἐ­μαυ­τόν. Τοῦ­το δὲ ἔ­λε­γε ση­μαί­νων ποί­ῳ θα­νά­τῳ ἤ­μελ­λεν ἀ­πο­θνή­σκειν. Ἀ­πε­κρί­θη αὐ­τῷ ὁ ὄ­χλος· ἡ­μεῖς ἠ­κού­σα­μεν ἐκ τοῦ νό­μου ὅ­τι ὁ Χρι­στὸς μέ­νει εἰς τὸν αἰ­ῶ­να, καὶ πῶς σὺ λέ­γεις, δεῖ ὑ­ψω­θῆ­ναι τὸν υἱ­ὸν τοῦ ἀν­θρώ­που; τίς ἐ­στιν οὗ­τος ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που; Εἶ­πεν οὖν αὐ­τοῖς ὁ Ἰ­η­σοῦς· Ἔ­τι μι­κρὸν χρό­νον τὸ φῶς μεθ᾿ ὑ­μῶν ἐ­στι· πε­ρι­πα­τεῖ­τε ἕ­ως τὸ φῶς ἔ­χε­τε, ἵ­να μὴ σκο­τί­α ὑ­μᾶς κα­τα­λά­βῃ· καὶ ὁ πε­ρι­πα­τῶν ἐν τῇ σκο­τί­ᾳ οὐκ οἶ­δε ποῦ ὑ­πά­γει. Ἕ­ως τὸ φῶς ἔ­χε­τε, πι­στεύ­ε­τε εἰς τὸ φῶς, ἵ­να υἱ­οὶ φω­τὸς γέ­νη­σθε.

Ταῦ­τα ἐ­λά­λη­σεν ὁ Ἰ­η­σοῦς, καὶ ἀ­πελ­θὼν ἐ­κρύ­βη ἀπ᾿ αὐ­τῶν. Το­σαῦ­τα δὲ αὐ­τοῦ ση­μεῖ­α πε­ποι­η­κό­τος ἔμ­προ­σθεν αὐ­τῶν οὐκ ἐ­πί­στευ­ον εἰς αὐ­τόν, ἵ­να ὁ λό­γος Ἡ­σα­ΐ­ου τοῦ προ­φή­του πλη­ρω­θῇ ὃν εἶ­πε· «Κύ­ρι­ε, τίς ἐ­πί­στευ­σε τῇ ἀ­κο­ῇ ἡ­μῶν; καὶ ὁ βρα­χί­ων Κυ­ρί­ου τί­νι ἀ­πε­κα­λύ­φθη;». Δι­ὰ τοῦ­το οὐκ ἠ­δύ­ναν­το πι­στεύ­ειν, ὅ­τι πά­λιν εἶ­πεν Ἡ­σα­ΐ­ας· «Τε­τύ­φλω­κεν αὐ­τῶν τοὺς ὀ­φθαλ­μοὺς καὶ πε­πώ­ρω­κεν αὐ­τῶν τὴν καρ­δί­αν, ἵ­να μὴ ἴ­δω­σι τοῖς ὀ­φθαλ­μοῖς καὶ νο­ή­σω­σι τῇ καρ­δί­ᾳ καὶ ἐ­πι­στρα­φῶ­σι, καὶ ἰ­ά­σω­μαι αὐ­τούς». Ταῦ­τα εἶ­πεν Ἡ­σα­ΐ­ας ὅ­τε εἶ­δε τὴν δό­ξαν αὐ­τοῦ καὶ ἐ­λά­λη­σε πε­ρὶ αὐ­τοῦ. Ὅ­μως μέν­τοι καὶ ἐκ τῶν ἀρ­χόν­των πολ­λοὶ ἐ­πί­στευ­σαν εἰς αὐ­τόν, ἀλ­λὰ δι­ὰ τοὺς Φα­ρι­σαί­ους οὐχ ὡ­μο­λό­γουν, ἵ­να μὴ ἀ­πο­συ­νά­γω­γοι γέ­νων­ται· ἠ­γά­πη­σαν γὰρ τὴν δό­ξαν τῶν ἀν­θρώ­πων μᾶλ­λον ἤ­περ τὴν δό­ξαν τοῦ Θε­οῦ.

Ἰ­η­σοῦς δὲ ἔ­κρα­ξε καὶ εἶ­πεν· ὁ πι­στεύ­ων εἰς ἐ­μὲ οὐ πι­στεύ­ει εἰς ἐ­μέ, ἀλλ᾿ εἰς τὸν πέμ­ψαν­τά με, καὶ ὁ θε­ω­ρῶν ἐ­μὲ θε­ω­ρεῖ τὸν πέμ­ψαν­τά με. Ἐ­γὼ φῶς εἰς τὸν κό­σμον ἐ­λή­λυ­θα, ἵ­να πᾶς ὁ πι­στεύ­ων εἰς ἐ­μὲ ἐν τῇ σκο­τί­ᾳ μὴ μεί­νῃ. Καὶ ἐ­ὰν τίς μου ἀ­κού­σῃ τῶν ρη­μά­των καὶ μὴ πι­στεύ­σῃ, ἐ­γὼ οὐ κρί­νω αὐ­τόν· οὐ γὰρ ἦλ­θον ἵ­να κρί­νω τὸν κό­σμον, ἀλλ᾿ ἵ­να σώ­σω τὸν κό­σμον. Ὁ ἀ­θε­τῶν ἐ­μὲ καὶ μὴ λαμ­βά­νων τὰ ρή­μα­τά μου, ἔ­χει τὸν κρί­νον­τα αὐ­τόν· ὁ λό­γος ὃν ἐ­λά­λη­σα, ἐ­κεῖ­νος κρι­νεῖ αὐ­τὸν ἐν τῇ ἐ­σχά­τῃ ἡ­μέ­ρᾳ· ὅ­τι ἐ­γὼ ἐξ ἐ­μαυ­τοῦ οὐκ ἐ­λά­λη­σα, ἀλλ᾿ ὁ πέμ­ψας με πα­τὴρ αὐ­τός μοι ἐν­το­λὴν ἔ­δω­κε τί εἴ­πω καὶ τί λα­λή­σω· καὶ οἶ­δα ὅ­τι ἡ ἐν­το­λὴ αὐ­τοῦ ζω­ὴ αἰ­ώ­νι­ός ἐ­στιν. Ἃ οὖν λα­λῶ ἐ­γώ, κα­θὼς εἴ­ρη­κέ μοι ὁ πα­τήρ, οὕ­τω λα­λῶ.

Ὁ λα­ός· Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Ὁ ἀ­να­γνώ­στης τὸν ν´ (50) ψαλ­μόν.

Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

Ἐ­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με.

Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­ὰ παν­τός.

Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα, ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε.

Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου.

Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας, τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι.

Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ, καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι.

Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να.

Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον.

Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου.

Μὴ ἀ­ποῤ­ῥί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ Πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ.

Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με.

Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι.

Ῥῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου.

Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου.

Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις.

Θυ­σί­α τῷ Θε­ῷ πνεῦ­μα συν­τε­τριμ­μέ­νον· καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει.

Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ.

Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα.

Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.

* * *

Ο ΤΡΙΩΔΙΟΣ ΚΑΝΩΝ

Καὶ ψάλ­λο­μεν τὸ πα­ρὸν τρι­ῴ­δι­ον
ἔ­χον ἀ­κρο­στι­χί­δα· Τε­τρά­δι ψα­λῶ.
Ποί­η­μα Κο­σμᾶ μο­να­χοῦ.

* Ἑ­κά­στης ᾠ­δῆς τὰ τρο­πά­ρι­α με­τὰ τοῦ εἱρ­μοῦ ψάλ­λον­ται εἰς ἓξ ἢ χά­ριν συν­το­μί­ας εἰς τέσ­σα­ρα. Ὁ εἱρ­μὸς ψάλ­λε­ται ἄ­νευ τι­νὸς στί­χου· τῶν δύ­ο τε­λευ­ταί­ων τρο­πα­ρί­ων προ­τάσ­σε­ται τὸ Δό­ξα Πα­τρὶ καὶ τὸ Καὶ νῦν, τῶν δὲ ἐν­δι­α­μέ­σων τρο­πα­ρί­ων τὸ Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι. Εἰς τὸ τέ­λος ἐ­πα­να­λαμ­βά­νε­ται ὁ εἱρ­μὸς ὡς κα­τα­βα­σί­α. Τὰ αὐ­τὰ ἰ­σχύ­ουν δι᾿ ὅ­λους τοὺς κα­νό­νας τῆς Μ. Ἑ­βδο­μά­δος.

ᾨ­δὴ γ´. Ἦ­χος β´. Ὁ εἱρ­μός.

Τῆς πί­στε­ως ἐν πέ­τρᾳ με στε­ρε­ώ­σας, ἐ­πλά­τυ­νας τὸ στό­μα μου ἐπ᾿ ἐ­χθρούς μου· εὐ­φράν­θη γὰρ τὸ πνεῦ­μά μου ἐν τῷ ψάλ­λειν· Οὐκ ἔ­στιν ἅ­γι­ος, ὡς ὁ Θε­ὸς ἡ­μῶν, καὶ οὐκ ἔ­στι δί­και­ος, πλήν σου Κύ­ρι­ε.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Ἐν κε­νοῖς τὸ συ­νέ­δρι­ον τῶν ἀ­νό­μων, καὶ γνώ­μῃ συ­να­θροί­ζε­ται κα­κο­τρό­πῳ, κα­τά­κρι­τον τὸν ῥύ­στην σε ἀ­πο­φῆ­ναι, Χρι­στὲ ᾧ ψάλ­λο­μεν· Σὺ εἶ Θε­ὸς ἡ­μῶν, καὶ οὐκ ἔ­στιν ἅ­γι­ος, πλήν σου Κύ­ρι­ε.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Τὸ δει­νὸν βου­λευ­τή­ρι­ον τῶν ἀ­νό­μων, σκέ­πτε­ται θε­ο­μά­χου ψυ­χῆς ὑ­πάρ­χον, ὡς δύ­σχρη­στον τὸν δί­και­ον ἀ­πο­κτεῖ­ναι, Χρι­στὸν ᾧ ψάλ­λο­μεν· Σὺ εἶ Θε­ὸς ἡ­μῶν, καὶ οὐκ ἔ­στιν ἅ­γι­ος, πλήν σου Κύ­ρι­ε.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὸ δει­νὸν βου­λευ­τή­ρι­ον τῶν ἀ­νό­μων, ...

Κα­τα­βα­σί­α.

Τῆς πί­στε­ως ἐν πέ­τρᾳ με στε­ρε­ώ­σας, ἐ­πλά­τυ­νας τὸ στό­μα μου ἐπ᾿ ἐ­χθρούς μου· εὐ­φράν­θη γὰρ τὸ πνεῦ­μά μου ἐν τῷ ψάλ­λειν· Οὐκ ἔ­στιν ἅ­γι­ος, ὡς ὁ Θε­ὸς ἡ­μῶν, καὶ οὐκ ἔ­στι δί­και­ος, πλήν σου Κύ­ρι­ε.

Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Σὺ γὰρ εἶ ὁ βα­σι­λεὺς τῆς εἰ­ρή­νης...

* * *

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ

Ὁ ἀ­να­γνώ­στης τὸ Κον­τά­κι­ον.

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυ­ρῷ.

Ὑ­πὲρ τὴν πόρ­νην Ἀ­γα­θὲ ἀ­νο­μή­σας, δα­κρύ­ων ὄμ­βρους οὐ­δα­μῶς σοι προ­σῆ­ξα· ἀλ­λὰ σι­γῇ δε­ό­με­νος, προ­σπί­πτω σοι, πό­θῳ ἀ­σπα­ζό­με­νος, τοὺς ἀ­χράν­τους σου πό­δας, ὅ­πως μοι τὴν ἄ­φε­σιν, ὡς Δε­σπό­της πα­ρά­σχῃς, τῶν ὀ­φλη­μά­των κρά­ζον­τι Σω­τήρ· Ἐκ τοῦ βορ­βό­ρου, τῶν ἔρ­γων μου ῥῦ­σαί με.

Ὁ Οἶ­κος. Ὁ με­τὰ τρί­τον οὐ­ρα­νόν.

Ἡ πρῴ­ην ἄ­σω­τος γυ­νή, ἐ­ξαίφ­νης σώ­φρων ὤ­φθη, μι­σή­σα­σα τὰ ἔρ­γα, τῆς αἰ­σχρᾶς ἁ­μαρ­τί­ας, καὶ ἡ­δο­νὰς τοῦ σώ­μα­τος, δι­εν­θυ­μου­μέ­νη τὴν αἰ­σχύ­νην τὴν πολ­λήν, καὶ κρί­σιν τῆς κο­λά­σε­ως, ἣν ὑ­πο­στῶ­σι πόρ­νοι καὶ ἄ­σω­τοι· ὧν περ πρῶ­τος πέ­λω, καὶ πτο­οῦ­μαι, ἀλλ᾿ ἐμ­μέ­νω τῇ φαύ­λῃ, συ­νη­θεί­ᾳ ὁ ἄ­φρων· ἡ πόρ­νη δὲ γυ­νή, καὶ πτο­η­θεῖ­σα, καὶ σπου­δά­σα­σα τα­χύ, ἦλ­θε βο­ῶ­σα, πρὸς τὸν Λυ­τρω­τήν· Φι­λάν­θρω­πε καὶ οἰ­κτίρ­μον, ἐκ τοῦ βορ­βό­ρου τῶν ἔρ­γων μου ῥῦ­σαί με.

Συ­να­ξά­ρι­ον. Πρῶ­τον τοῦ Μη­ναί­ου.

Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, Ἐπισκόπου Ἱεροσολύμων, συγγενοῦς τοῦ Κυρίου.

Στίχοι
Ἀδελφὰ πάσχεις, Συμεών, τῷ Κυρίῳ,
Ξύλῳ κρεμασθείς, ὡς ἀδελφὸς Κυρίου.
Ἐν ξύλῳ ἑβδόμη Συμεὼν πάγη εἰκάδι μακρῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Ἰωάννου, Ἡγουμένου τῆς Μονῆς τῶν Καθαρῶν.
Στίχοι
Παθῶν καθαρθείς, ὦ Ἰωάννη Μάκαρ,
Μονῆς προέστης τῶν Καθαρῶν εἰκότως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ποπλίωνος, μαχαίρᾳ τελειωθέντος.
Στίχοι
Σφαγεὶς Ποπλίων, αἷμα σὸν Χριστῷ χέεις,
'Ὃς ἠγοράσθης αἵματι Χριστοῦ πάλαι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐλογίου τοῦ ξενοδόχου, ἐν εἰρήνῃ τελειωθέντος.
Στίχοι
Τὸν Εὐλόγιον, τὸν ξενιστὴν τῶν ξένων,
Θεοῦ ξενιστὴς Ἀβραὰμ ξενιζέτω.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λολλίωνος τοῦ Νέου, ὃς κατὰ γῆς συρόμενος τελειοῦται.
Στίχοι
Κονίεται τὸ σῶμα, Μάρτυς Λολλίων,
Κόνιν φύρεσθαι τὴν ἀπ' αὐτοῦ δοὺς κόνιν.

Καὶ τοῦ Τρι­ῳ­δί­ου τὸ πα­ρόν.

Τῇ ἁ­γί­ᾳ καὶ Με­γά­λῃ Τε­τάρ­τῃ, τῆς ἀ­λει­ψά­σης τὸν Κύ­ρι­ον μύ­ρῳ πόρ­νης γυ­ναι­κός, μνεί­αν ποι­εῖ­σθαι οἱ θει­ό­τα­τοι Πα­τέ­ρες ἐ­θέ­σπι­σαν, ὅ­τι πρὸ τοῦ σω­τη­ρί­ου Πά­θους μι­κρὸν τοῦ­το γέ­γο­νε.

Στίχ. Γυ­νὴ βα­λοῦ­σα σώ­μα­τι Χρι­στοῦ μύ­ρον,
Τὴν Νι­κο­δή­μου προὔ­λα­βε σμυρ­να­λό­ην.

Ἀλλ᾿ ὁ τῷ νο­η­τῷ μύ­ρῳ χρι­σθείς, Χρι­στὲ ὁ Θε­ός, τῶν ἐ­πιῤ­ῥύ­των πα­θῶν ἐ­λευ­θέ­ρω­σον καὶ ἐ­λέ­η­σον ἡ­μᾶς, ὡς μό­νος ἅ­γι­ος καὶ φι­λάν­θρω­πος. Ἀ­μήν.

* * *

ᾨ­δὴ η´. Ἦ­χος β´. Ὁ εἱρ­μός.

Ῥῆ­μα τυ­ράν­νου, ἐ­πεὶ ὑ­πε­ρί­σχυ­σεν, ἑ­πτα­πλα­σί­ως κά­μι­νος, ἐ­ξε­καύ­θη πο­τέ· ἐν ᾗ Παῖ­δες οὐκ ἐ­φλέ­χθη­σαν, βα­σι­λέ­ως πα­τή­σαν­τες δόγ­μα, ἀλλ᾿ ἐ­βό­ων· Πάν­τα τὰ ἔρ­γα Κυ­ρί­ου, τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε, καὶ ὑ­πε­ρυ­ψοῦ­τε, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Ἀ­πο­κε­νοῦ­σα, γυ­νὴ μύ­ρον ἔν­τι­μον, δε­σπο­τι­κῇ καὶ θεί­ᾳ, φρι­κτῇ κο­ρυ­φῇ, Χρι­στὲ τῶν ἰ­χνῶν σου ἐ­πε­λά­βε­το, τῶν ἀ­χράν­των κε­χρα­μέ­ναις πα­λά­μαις, καὶ ἐ­βό­α· Πάν­τα τὰ ἔρ­γα Κυ­ρί­ου, τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε, καὶ ὑ­πε­ρυ­ψοῦ­τε, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Εὐ­λο­γοῦ­μεν Πα­τέ­ρα, Υἱ­ὸν
καὶ ἅ­γι­ον Πνεῦ­μα, τὸν Κύ­ρι­ον·
ὑ­μνοῦ­μεν καὶ ὑ­πε­ρυ­ψοῦ­μεν
αὐ­τὸν εἰς τοὺς αἰ­ῶ­νας.

Δά­κρυ­σι πλύ­νει, τοὺς πό­δας τοῦ Πλά­σαν­τος, ἁ­μαρ­τί­αις ὑ­πεύ­θυ­νος, καὶ ἐ­κμάσ­σει θρι­ξί· δι­ὸ τῶν ἐν βί­ῳ οὐ δι­ή­μαρ­τε, πε­πραγ­μέ­νων τῆς ἀ­πο­λυ­τρώ­σε­ως, ἀλλ᾿ ἐ­βό­α· Πάν­τα τὰ ἔρ­γα Κυ­ρί­ου, τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε, καὶ ὑ­πε­ρυ­ψοῦ­τε, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἱ­ε­ρουρ­γεῖ­ται, τὸ λύ­τρον εὐ­γνώ­μο­νι, ἐκ σω­τη­ρί­ων σπλάγ­χνων τε, καὶ δα­κρύ­ων πη­γῆς· ἐν ᾗ δι­ὰ τῆς ἐ­ξα­γο­ρεύ­σε­ως, ἐκ­πλυ­θεῖ­σα οὐ κα­τῃ­σχύ­νε­το, ἀλλ᾿ ἐ­βό­α· Πάν­τα τὰ ἔρ­γα Κυ­ρί­ου, τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε, καὶ ὑ­πε­ρυ­ψοῦ­τε, εἰς πάν­τας τούς αἰ­ῶ­νας.

Κα­τα­βα­σί­α.

Αἰ­νοῦ­μεν, εὐ­λο­γοῦ­μεν,
προ­σκυ­νοῦ­μεν τὸν Κύ­ρι­ον·
ὑ­μνοῦν­τες καὶ ὑ­πε­ρυ­ψοῦν­τες
αὐ­τὸν εἰς τοὺς αἰ­ῶ­νας.

Ῥῆ­μα τυ­ράν­νου, ἐ­πεὶ ὑ­πε­ρί­σχυ­σεν, ἑ­πτα­πλα­σί­ως κά­μι­νος, ἐ­ξε­καύ­θη πο­τέ· ἐν ᾗ Παῖ­δες οὐκ ἐ­φλέ­χθη­σαν, βα­σι­λέ­ως πα­τή­σαν­τες δόγ­μα, ἀλλ᾿ ἐ­βό­ων· Πάν­τα τὰ ἔρ­γα Κυ­ρί­ου, τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε, καὶ ὑ­πε­ρυ­ψοῦ­τε, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

* * *

Ὁ δι­ά­κο­νος· Τὴν Θε­ο­τό­κον ἐν ὕ­μνοις με­γα­λύ­νο­μεν.

Ἡ Τι­μι­ω­τέ­ρα οὐ στι­χο­λο­γεῖ­ται.

Καὶ ψάλ­λε­ται ἡ

ᾨ­δὴ θ´. Ἦ­χος β´. Ὁ εἱρ­μός.

Ψυ­χαῖς κα­θα­ραῖς, καὶ ἀῤ­ῥυ­πώ­τοις χεί­λε­σι, δεῦ­τε με­γα­λύ­νω­μεν, τὴν ἀ­κη­λί­δω­τον, καὶ ὑ­πέ­ρα­γνον Μη­τέ­ρα τοῦ Ἐμ­μα­νου­ήλ, δι᾿ αὐ­τῆς τῷ ἐξ αὐ­τῆς, προ­σφέ­ρον­τες πρε­σβεί­αν τε­χθέν­τι· Φεῖ­σαι τῶν ψυ­χῶν ἡ­μῶν, Χρι­στὲ ὁ Θε­ός, καὶ σῶ­σον ἡ­μᾶς.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Ἀ­γνώ­μων φα­νείς, καὶ πο­νη­ρὸς ζη­λό­τυ­πος, δῶ­ρον ἀ­ξι­ό­θε­ον λο­γο­πρα­γεῖ δι᾿ οὗ, ὀ­φει­λέ­σι­ον ἐ­λύ­θη ἁ­μαρ­τη­μά­των, κα­πη­λεύ­ων ὁ δει­νός, Ἰ­ού­δας τὴν φι­λό­θε­ον χά­ριν· Φεῖ­σαι τῶν ψυ­χῶν ἡ­μῶν, Χρι­στὲ ὁ Θε­ός, καὶ σῶ­σον ἡ­μᾶς.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Λέ­γει πο­ρευ­θείς, τοῖς πα­ρα­νό­μοις ἄρ­χου­σι· Τί μοι δοῦ­ναι θέ­λε­τε, κἀ­γὼ Χρι­στὸν ὑ­μῖν, τὸν ζη­τού­με­νον τοῖς θέ­λου­σι πα­ρα­δώ­σω; οἰ­κει­ό­τη­τα Χρι­στοῦ, Ἰ­ού­δας ἀν­τω­σά­με­νος χρυ­σοῦ. Φεῖ­σαι τῶν ψυ­χῶν ἡ­μῶν, Χρι­στὲ ὁ Θε­ός, καὶ σῶ­σον ἡ­μᾶς.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ὢ πη­ρω­τι­κῆς, φι­λαρ­γυ­ρί­ας ἄ­σπον­δε! λή­θης ὅ­θεν ἔ­τυ­χες, ὅ­τι ψυ­χῆς οὐδ᾿ ὅς, ἰ­σο­στά­σι­ος ὁ κό­σμος, ὡς ἐ­δι­δά­χθης· ἀ­πο­γνώ­σει γὰρ σαυ­τόν, ἐ­βρό­χι­σας ἀ­νά­ψας προ­δό­τα. Φεῖ­σαι τῶν ψυ­χῶν ἡ­μῶν, Χρι­στὲ ὁ Θε­ός, καὶ σῶ­σον ἡ­μᾶς.

Κα­τα­βα­σί­α.

Ψυ­χαῖς κα­θα­ραῖς, καὶ ἀῤ­ῥυ­πώ­τοις χεί­λε­σι, δεῦ­τε με­γα­λύ­νω­μεν, τὴν ἀ­κη­λί­δω­τον, καὶ ὑ­πέ­ρα­γνον Μη­τέ­ρα τοῦ Ἐμ­μα­νου­ήλ, δι᾿ αὐ­τῆς τῷ ἐξ αὐ­τῆς, προ­σφέ­ρον­τες πρε­σβεί­αν τε­χθέν­τι· Φεῖ­σαι τῶν ψυ­χῶν ἡ­μῶν, Χρι­στὲ ὁ Θε­ός, καὶ σῶ­σον ἡ­μᾶς.

Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὲ αἰ­νοῦ­σι πᾶ­σαι αἱ δυ­νά­μεις...

* * *

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Ἐ­ξα­πο­στει­λά­ρι­ον. Αὐ­τό­με­λον. Ἦ­χος γ´.

Τὸν νυμ­φῶ­νά σου βλέ­πω, Σω­τήρ μου κε­κο­σμη­μέ­νον, καὶ ἔν­δυ­μα οὐκ ἔ­χω, ἵ­να εἰ­σέλ­θω ἐν αὐ­τῷ· λάμ­πρυ­νόν μου, τὴν στο­λὴν τῆς ψυ­χῆς, Φω­το­δό­τα, καὶ σῶ­σόν με. (τρίς)

* * *

ΑΙΝΟΙ

Ἦ­χος α´.

Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον. Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν, αἰ­νεῖ­τε αὐ­τὸν ἐν τοῖς ὑ­ψί­στοις. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.

Αἰ­νεῖ­τε αὐ­τόν, πάν­τες οἱ ἄγ­γε­λοι αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τόν, πᾶ­σαι αἱ δυ­νά­μεις αὐ­τοῦ. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.

Ἡ Στι­χο­λο­γί­α (Ψαλ­μοὶ ρμη´, ρμθ´, ρν´).

Ψαλ­μὸς ρμη´ (148).

Αἰ­νεῖ­τε αὐ­τόν, ἥ­λι­ος καὶ σε­λή­νη· αἰ­νεῖ­τε αὐ­τόν, πάν­τα τὰ ἄ­στρα καὶ τὸ φῶς.

Αἰ­νεῖ­τε αὐ­τόν, οἱ οὐ­ρα­νοὶ τῶν οὐ­ρα­νῶν καὶ τὸ ὕ­δωρ τὸ ὑ­πε­ρά­νω τῶν οὐ­ρα­νῶν.

Αἰ­νε­σά­τω­σαν τὸ ὄ­νο­μα Κυ­ρί­ου, ὅ­τι αὐ­τὸς εἶ­πε, καὶ ἐ­γε­νή­θη­σαν, αὐ­τὸς ἐ­νε­τεί­λα­το, καὶ ἐ­κτί­σθη­σαν.

Ἔ­στη­σεν αὐ­τὰ εἰς τὸν αἰ­ῶ­να καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος· πρό­σταγ­μα ἔ­θε­το, καὶ οὐ πα­ρε­λεύ­σε­ται.

Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῆς γῆς, δρά­κον­τες καὶ πᾶ­σαι ἄ­βυσ­σοι.

Πῦρ, χά­λα­ζα, χι­ών, κρύ­σταλ­λος, πνεῦ­μα κα­ται­γί­δος, τὰ ποι­οῦν­τα τὸν λό­γον αὐ­τοῦ.

Τὰ ὄ­ρη καὶ πάν­τες οἱ βου­νοί, ξύ­λα καρ­πο­φό­ρα καὶ πᾶ­σαι κέ­δροι.

Τὰ θη­ρί­α καὶ πάν­τα τὰ κτή­νη, ἑρ­πε­τὰ καὶ πε­τει­νὰ πτε­ρω­τά.

Βα­σι­λεῖς τῆς γῆς καὶ πάν­τες λα­οί, ἄρ­χον­τες καὶ πάν­τες κρι­ταὶ γῆς.

Νε­α­νί­σκοι καὶ παρ­θέ­νοι, πρε­σβύ­τε­ροι με­τὰ νε­ω­τέ­ρων, αἰ­νε­σά­τω­σαν τὸ ὄ­νο­μα Κυ­ρί­ου, ὅ­τι ὑ­ψώ­θη τὸ ὄ­νο­μα αὐ­τοῦ μό­νου.

Ἡ ἐ­ξο­μο­λό­γη­σις αὐ­τοῦ ἐ­πὶ γῆς καὶ οὐ­ρα­νοῦ, καὶ ὑ­ψώ­σει κέ­ρας λα­οῦ αὐ­τοῦ.

Ὕ­μνος πᾶ­σι τοῖς ὁ­σί­οις αὐ­τοῦ, τοῖς υἱ­οῖς Ἰσ­ρα­ήλ, λα­ῷ ἐγ­γί­ζον­τι αὐ­τῷ.

Ψαλ­μὸς ρμθ´ (149).

ᾌ­σα­τε τῷ Κυ­ρί­ῳ ᾆ­σμα και­νὸν ἡ αἴ­νε­σις αὐ­τοῦ ἐν ἐκ­κλη­σί­ᾳ ὁ­σί­ων.

Εὐ­φραν­θή­τω Ἰσ­ρα­ὴλ ἐ­πὶ τῷ ποι­ή­σαν­τι αὐ­τόν, καὶ υἱ­οὶ Σι­ὼν ἀ­γαλ­λι­ά­σθω­σαν ἐ­πὶ τῷ βα­σι­λεῖ αὐ­τῶν.

Αἰ­νε­σά­τω­σαν τὸ ὄ­νο­μα αὐ­τοῦ ἐν χο­ρῷ, ἐν τυμ­πά­νῳ καὶ ψαλ­τη­ρί­ῳ ψα­λά­τω­σαν αὐ­τῷ.

Ὅ­τι εὐ­δο­κεῖ Κύ­ρι­ος ἐν τῷ λα­ῷ αὐ­τοῦ καὶ ὑ­ψώ­σει πρα­εῖς ἐν σω­τη­ρί­ᾳ.

Καυ­χή­σον­ται ὅ­σι­οι ἐν δό­ξῃ καὶ ἀ­γαλ­λι­ά­σον­ται ἐ­πὶ τῶν κοι­τῶν αὐ­τῶν.

Αἱ ὑ­ψώ­σεις τοῦ Θε­οῦ ἐν τῷ λά­ρυγ­γι αὐ­τῶν, καὶ ῥομ­φαῖ­αι δί­στο­μοι ἐν ταῖς χερ­σὶν αὐ­τῶν,

Τοῦ ποι­ῆ­σαι ἐκ­δί­κη­σιν ἐν τοῖς ἔ­θνε­σιν, ἐ­λεγ­μοὺς ἐν τοῖς λα­οῖς,

Τοῦ δῆ­σαι τοὺς βα­σι­λεῖς αὐ­τῶν ἐν πέ­δαις καὶ τοὺς ἐν­δό­ξους αὐ­τῶν ἐν χει­ρο­πέ­δαις σι­δη­ραῖς.

Τοῦ ποι­ῆ­σαι ἐν αὐ­τοῖς κρῖ­μα ἔγ­γρα­πτον· δό­ξα αὕ­τη ἔ­σται πᾶ­σι τοῖς ὁ­σί­οις αὐ­τοῦ.

Ψαλ­μὸς ρν´ (150).

Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.

Ἱ­στῶ­μεν Στί­χους δ´, καὶ ψάλ­λο­μεν
τὰ ἑ­πό­με­να Στι­χη­ρὰ Ἰ­δι­ό­με­λα.

Ἦ­χος α´. Κο­σμᾶ μο­να­χοῦ.

Στίχ. α´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐ­πὶ ταῖς δυ­να­στεί­αις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν κα­τὰ τὸ πλῆ­θος τῆς με­γα­λω­σύ­νης αὐ­τοῦ.

Σὲ τὸν τῆς Παρ­θέ­νου Υἱ­όν, πόρ­νη ἐ­πι­γνοῦ­σα Θε­ὸν ἔ­λε­γεν, ἐν κλαυθ­μῷ δυ­σω­ποῦ­σα, ὡς δα­κρύ­ων ἄ­ξι­α πρά­ξα­σα· Δι­ά­λυ­σον τὸ χρέ­ος, ὡς κἀ­γὼ τοὺς πλο­κά­μους· ἀ­γά­πη­σον φι­λοῦ­σαν, τὴν δι­καί­ως μι­σου­μέ­νην, καὶ πλη­σί­ον τε­λω­νῶν σε κη­ρύ­ξω, Εὐ­ερ­γέ­τα φι­λάν­θρω­πε.

Στίχ. β´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν ἤ­χῳ σάλ­πιγ­γος· αἰ­νεῖ­τε αὐ­τὸν ἐν ψαλ­τη­ρί­ῳ καὶ κι­θά­ρᾳ.

Τὸ πο­λυ­τί­μη­τον μύ­ρον, ἡ πόρ­νη ἔ­μι­ξε με­τὰ δα­κρύ­ων, καὶ ἐ­ξέ­χε­εν εἰς τοὺς ἀ­χράν­τους πό­δας σου, κα­τα­φι­λοῦ­σα· ἐ­κεί­νην εὐ­θὺς ἐ­δι­καί­ω­σας, ἡ­μῖν δὲ συγ­χώ­ρη­σιν δώ­ρη­σαι, ὁ πα­θὼν ὑ­πὲρ ἡ­μῶν, καὶ σῶ­σον ἡ­μᾶς.

Στίχ. γ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν τυμ­πά­νῳ καὶ χο­ρῷ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν χορ­δαῖς καὶ ὀρ­γά­νῳ.

Ὅ­τε ἡ ἁ­μαρ­τω­λός, προ­σέ­φε­ρε τὸ μύ­ρον, τό­τε ὁ μα­θη­τής, συ­νε­φώ­νει τοῖς πα­ρα­νό­μοις· ἡ μὲν ἔ­χαι­ρε, κε­νοῦ­σα τὸ πο­λύ­τι­μον, ὁ δὲ ἔ­σπευ­δε πω­λῆ­σαι τὸν ἀ­τί­μη­τον· αὕ­τη τὸν Δε­σπό­την ἐ­πε­γί­νω­σκεν, οὗ­τος τοῦ Δε­σπό­του ἐ­χω­ρί­ζε­το· αὕ­τη ἠ­λευ­θε­ροῦ­το, καὶ ὁ Ἰ­ού­δας δοῦ­λος ἐ­γε­γό­νει τοῦ ἐ­χθροῦ· δει­νὸν ἡ ῥα­θυ­μί­α! με­γά­λη ἡ με­τά­νοι­α! ἥν μοι δώ­ρη­σαι Σω­τήρ, ὁ πα­θὼν ὑ­πὲρ ἡ­μῶν, καὶ σῶ­σον ἡ­μᾶς.

Στίχ. δ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις εὐ­ή­χοις· αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις ἀ­λα­λαγ­μοῦ. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.

Ὢ τῆς Ἰ­ού­δα ἀ­θλι­ό­τη­τος! ἐ­θε­ώ­ρει τὴν πόρ­νην, φι­λοῦ­σαν τὰ ἴ­χνη, καὶ ἐ­σκέ­πτε­το δό­λῳ, τῆς προ­δο­σί­ας τὸ φί­λη­μα· ἐ­κεί­νη τοὺς πλο­κά­μους δι­έ­λυ­σε, καὶ οὗ­τος τῷ θυ­μῷ ἐ­δε­σμεῖ­το, φέ­ρων ἀν­τὶ μύ­ρου, τὴν δυ­σώ­δη κα­κί­αν· φθό­νος γὰρ οὐκ οἶ­δε, προ­τι­μᾶν τὸ συμ­φέ­ρον. Ὢ τῆς Ἰ­ού­δα ἀ­θλι­ό­τη­τος! ἀφ᾿ ἧς ῥῦ­σαι ὁ Θε­ὸς τὰς ψυ­χὰς ἡ­μῶν.

Δό­ξα. Τοῦ αὐ­τοῦ. Ἦ­χος β´.

Ἡ ἁ­μαρ­τω­λὸς ἔ­δρα­με πρὸς τὸ μύ­ρον, πρι­ά­σα­σθαι πο­λύ­τι­μον μύ­ρον, τοῦ μυ­ρί­σαι τὸν εὐ­ερ­γέ­την, καὶ τῷ μυ­ρε­ψῷ ἐ­βό­α· Δός μοι τὸ μύ­ρον, ἵ­να ἀ­λεί­ψω κἀ­γώ, τὸν ἐ­ξα­λεί­ψαν­τά μου πά­σας τὰς ἁ­μαρ­τί­ας.

Καὶ νῦν. Ἦ­χος πλ. β´. Ἡ ἀ­πε­γνω­σμέ­νη.

Ἡ βε­βυ­θι­σμέ­νη τῇ ἁ­μαρ­τί­ᾳ, εὗ­ρέ σε λι­μέ­να τῆς σω­τη­ρί­ας, καὶ μύ­ρον σὺν δά­κρυ­σι, κε­νοῦ­σά σοι ἐ­βό­α· Ἴ­δε ὁ ἔ­χων ἐ­ξου­σί­αν, συγ­χω­ρεῖν ἁ­μαρ­τί­ας· ἴ­δε ὁ τῶν ἁ­μαρ­τα­νόν­των, τὴν με­τά­νοι­αν φέ­ρων· ἀλ­λὰ Δέ­σπο­τα, δι­ά­σω­σόν με, ἐκ τοῦ κλύ­δω­νος, τῆς ἁ­μαρ­τί­ας μου δέ­ο­μαι, δι­ὰ τὸ μέ­γα σου ἔ­λε­ος.

* * *

ΔΟΞΟΛΟΓΙΑ

Ὁ προ­ε­στὼς ἢ ὁ ἀ­να­γνώ­στης ἀ­να­γι­νώ­σκει χῦ­μα τὴν μι­κρὰν δο­ξο­λο­γί­αν ὡς ἀ­κο­λού­θως.

Σοὶ δό­ξα πρέ­πει, Κύ­ρι­ε, ὁ Θε­ὸς ἡ­μῶν, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ, καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α.

Ὑ­μνοῦ­μέν σε, εὐ­λο­γοῦ­μέν σε, προ­σκυ­νοῦ­μέν σε, δο­ξο­λο­γοῦ­μέν σε, εὐ­χα­ρι­στοῦ­μέν σοι, δι­ὰ τὴν με­γά­λην σου δό­ξαν.

Κύ­ρι­ε Βα­σι­λεῦ, ἐ­που­ρά­νι­ε Θε­έ, Πά­τερ παν­το­κρά­τορ· Κύ­ρι­ε Υἱ­ὲ μο­νο­γε­νές, Ἰ­η­σοῦ Χρι­στέ, καὶ Ἅ­γι­ον Πνεῦ­μα.

Κύ­ρι­ε ὁ Θε­ός, ὁ ἀ­μνὸς τοῦ Θε­οῦ, ὁ Υἱ­ὸς τοῦ Πα­τρός, ὁ αἴ­ρων τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, ἐ­λέ­η­σον ἡ­μᾶς, ὁ αἴ­ρων τὰς ἁ­μαρ­τί­ας τοῦ κό­σμου.

Πρόσ­δε­ξαι τὴν δέ­η­σιν ἡ­μῶν, ὁ κα­θή­με­νος ἐν δε­ξι­ᾷ τοῦ Πα­τρός, καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὅ­τι σὺ εἶ μό­νος Ἅ­γι­ος, σὺ εἶ μό­νος Κύ­ρι­ος, Ἰ­η­σοῦς Χρι­στός, εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.

Καθ᾿ ἑ­κά­στην ἡ­μέ­ραν εὐ­λο­γή­σω σε, καὶ αἰ­νέ­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να, καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Κύ­ρι­ε, κα­τα­φυ­γὴ ἐ­γε­νή­θης ἡ­μῖν, ἐν γε­νε­ᾷ καὶ γε­νε­ᾷ. Ἐ­γὼ εἶ­πα· Κύ­ρι­ε, ἐ­λέ­η­σόν με· ἴ­α­σαι τὴν ψυ­χήν μου, ὅ­τι ἥ­μαρ­τόν σοι.

Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.

Ὅ­τι πα­ρὰ σοὶ πη­γὴ ζω­ῆς· ἐν τῷ φω­τί σου ὀ­ψό­με­θα φῶς.

Πα­ρά­τει­νον τὸ ἔ­λε­ός σου τοῖς γι­νώ­σκου­σί σε.

Κα­τα­ξί­ω­σον, Κύ­ρι­ε, ἐν τῇ ἡ­μέ­ρᾳ ταύ­τῃ ἀ­να­μαρ­τή­τους φυ­λα­χθῆ­ναι ἡ­μᾶς.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν Πα­τέ­ρων ἡ­μῶν, καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου εἰς τοὺς αἰ­ῶ­νας. Ἀ­μήν.

Γέ­νοι­το, Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου ἐφ᾿ ἡ­μᾶς, κα­θά­περ ἠλ­πί­σα­μεν ἐ­πὶ σέ.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Εὐ­λο­γη­τὸς εἶ, Δέ­σπο­τα· συ­νέ­τι­σόν με τὰ δι­και­ώ­μα­τά σου.

Εὐ­λο­γη­τὸς εἶ, Ἅ­γι­ε· φώ­τι­σόν με τοῖς δι­και­ώ­μα­σί σου.

Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου εἰς τὸν αἰ­ῶ­να· τὰ ἔρ­γα τῶν χει­ρῶν σου μὴ πα­ρί­δῃς.

Σοὶ πρέ­πει αἶ­νος, σοὶ πρέ­πει ὕ­μνος, σοὶ δό­ξα πρέ­πει, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

* * *

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

Εἶ­τα ὁ δι­ά­κο­νος λέ­γει τὰ Πλη­ρω­τι­κά, ὁ δὲ χο­ρὸς ἀ­πο­κρί­νε­ται εἰς μὲν τὰς δύ­ο πρώ­τας δε­ή­σεις δι­ὰ τοῦ Κύ­ρι­ε, ἐ­λέ­η­σον, εἰς τὰς ἑ­πο­μέ­νας ἓξ δι­ὰ τοῦ Πα­ρά­σχου, Κύ­ρι­ε, εἰς δὲ τὴν τε­λευ­ταί­αν δι­ὰ τοῦ Σοί, Κύ­ρι­ε.

Πλη­ρώ­σω­μεν τὴν ἑ­ω­θι­νὴν δέ­η­σιν ἡ­μῶν τῷ Κυ­ρί­ῳ.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῆ σῇ χά­ρι­τι.

Τὴν ἡ­μέ­ραν πᾶ­σαν, τε­λεί­αν, ἁ­γί­αν, εἰ­ρη­νι­κὴν καὶ ἀ­να­μάρ­τη­τον πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Ἄγ­γε­λον εἰ­ρή­νης, πι­στὸν ὁ­δη­γόν, φύ­λα­κα τῶν ψυ­χῶν καὶ τῶν σω­μά­των ἡ­μῶν πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Συγ­γνώ­μην καὶ ἄ­φε­σιν τῶν ἁ­μαρ­τι­ῶν καὶ τῶν πλημ­με­λη­μά­των ἡ­μῶν πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Τὰ κα­λὰ καὶ συμ­φέ­ρον­τα ταῖς ψυ­χαῖς ἡ­μῶν καὶ εἰ­ρή­νην τῷ κό­σμῳ πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Τὸν ὑ­πό­λοι­πον χρό­νον τῆς ζω­ῆς ἡ­μῶν ἐν εἰ­ρή­νῃ καὶ με­τα­νοί­ᾳ ἐ­κτε­λέ­σαι πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Χρι­στι­α­νὰ τὰ τέ­λη τῆς ζω­ῆς ἡ­μῶν, ἀ­νώ­δυ­να, ἀ­νε­παί­σχυν­τα, εἰ­ρη­νι­κὰ καὶ κα­λὴν ἀ­πο­λο­γί­αν τὴν ἐ­πὶ τοῦ φο­βε­ροῦ βή­μα­τος τοῦ Χρι­στοῦ αἰ­τη­σώ­με­θα.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι Θε­ὸς ἐ­λέ­ους, οἰ­κτιρ­μῶν καὶ φι­λαν­θρω­πί­ας ὑ­πάρ­χεις καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεὺς εὐ­λο­γῶν τὸν λα­όν· Εἰ­ρή­νη πᾶ­σι.

Ὁ χο­ρός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ δι­ά­κο­νος· Τὰς κε­φα­λὰς ἡ­μῶν τῷ Κυ­ρί­ῳ κλί­νω­μεν.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν τῆς κεφαλοκλισίας καὶ τὴν ἐκ­φώ­νη­σιν·

Σὸν γάρ ἐ­στι τὸ ἐ­λε­εῖν καὶ σῴ­ζειν ἡ­μᾶς, ὁ Θε­ὸς ἡ­μῶν, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΤΑ ΑΠΟΣΤΙΧΑ

Καὶ με­τὰ τὴν ἐκ­φώ­νη­σιν ψάλ­λο­μεν
τὰ ἀ­πό­στι­χα. Ἄρ­χε­ται δὲ ὁ β´ χο­ρός.

Βυ­ζαν­τί­ου. Ἦ­χος πλ. β´.

Σή­με­ρον ὁ Χρι­στὸς πα­ρα­γί­νε­ται, ἐν τῇ οἰ­κί­ᾳ τοῦ Φα­ρι­σαί­ου, καὶ γυ­νὴ ἁ­μαρ­τω­λὸς προ­σελ­θοῦ­σα, τοῖς πο­σὶν ἐ­κυ­λιν­δοῦ­το βο­ῶ­σα· Ἴ­δε τὴν βε­βυ­θι­σμέ­νην τῇ ἁ­μαρ­τί­ᾳ, τὴν ἀ­πηλ­πι­σμέ­νην δι­ὰ τὰς πρά­ξεις, τὴν μὴ βδε­λυ­χθεῖ­σαν, πα­ρὰ τῆς σῆς ἀ­γα­θό­τη­τος· καὶ δός μοι Κύ­ρι­ε, τὴν ἄ­φε­σιν τῶν κα­κῶν, καὶ σῶ­σόν με.

Ἰ­ω­άν­νου μο­να­χοῦ. Ἦ­χος ὁ αὐ­τός.

Στίχ. Ἐ­νε­πλή­σθη­μεν τὸ πρω­ῒ τοῦ ἐ­λέ­ους σου, Κύ­ρι­ε, καὶ ἠ­γαλ­λι­α­σά­με­θα καὶ εὐ­φράν­θη­μεν, ἐν πά­σαις ταῖς ἡ­μέ­ραις ἡ­μῶν.

Ἥ­πλω­σεν ἡ πόρ­νη, τὰς τρί­χας σοι τῷ Δε­σπό­τῃ· ἥ­πλω­σεν Ἰ­ού­δας, τὰς χεῖ­ρας τοῖς πα­ρα­νό­μοις· ἡ μὲν λα­βεῖν τὴν ἄ­φε­σιν· ὁ δὲ λα­βεῖν ἀρ­γύ­ρι­α. Δι­ό σοι βο­ῶ­μεν, τῷ πρα­θέν­τι καὶ ἐ­λευ­θε­ρώ­σαν­τι ἡ­μᾶς, Κύ­ρι­ε δό­ξα σοι.

Βυ­ζαν­τί­ου. Ἦ­χος ὁ αὐ­τός.

Στίχ. Εὐ­φραν­θεί­η­μεν ἀνθ᾿ ὧν ἡ­με­ρῶν ἐ­τα­πεί­νω­σας ἡ­μᾶς, ἐ­τῶν ὧν εἴ­δο­μεν κα­κά· καὶ ἴ­δε ἐ­πὶ τοὺς δού­λους σου καὶ ἐ­πὶ τὰ ἔρ­γα σου, καὶ ὁ­δή­γη­σον τοὺς υἱ­οὺς αὐ­τῶν.

Προ­σῆλ­θε γυ­νή, δυ­σώ­δης καὶ βε­βορ­βο­ρω­μέ­νη, δά­κρυ­α προ­χέ­ου­σα, πο­σί σου Σω­τήρ, τὸ πά­θος κα­ταγ­γέλ­λου­σα· Πῶς ἀ­τε­νί­σω σοι τῷ Δε­σπό­τῃ; αὐ­τὸς γὰρ ἐ­λή­λυ­θας σῶ­σαι πόρ­νην· ἐκ βυ­θοῦ θα­νοῦ­σάν με ἀ­νά­στη­σον, ὁ τὸν Λά­ζα­ρον ἐ­γεί­ρας, ἐκ τά­φου τε­τρα­ή­με­ρον· δέ­ξαι με τὴν τά­λαι­ναν, Κύ­ρι­ε καὶ σῶ­σόν με.

Ἰ­ω­άν­νου μο­να­χοῦ. Ἦ­χος ὁ αὐ­τός.

Στίχ. Καὶ ἔ­στω ἡ λαμ­πρό­της Κυ­ρί­ου τοῦ Θε­οῦ ἡ­μῶν ἐφ᾿ ἡ­μᾶς, καὶ τὰ ἔρ­γα τῶν χει­ρῶν ἡ­μῶν κα­τεύ­θυ­νον ἐφ᾿ ἡ­μᾶς, καὶ τὸ ἔρ­γον τῶν χει­ρῶν ἡ­μῶν κα­τεύ­θυ­νον.

Ἡ ἀ­πε­γνω­σμέ­νη δι­ὰ τὸν βί­ον, καὶ ἐ­πε­γνω­σμέ­νη δι­ὰ τὸν τρό­πον, τὸ μύ­ρον βα­στά­ζου­σα, προ­σῆλ­θέ σοι βο­ῶ­σα· Μή με τὴν πόρ­νην ἀ­ποῤ­ῥί­ψῃς, ὁ τε­χθεὶς ἐκ Παρ­θέ­νου· μή μου τὰ δά­κρυ­α πα­ρί­δῃς, ἡ χα­ρὰ τῶν Ἀγ­γέ­λων· ἀλ­λὰ δέ­ξαι με, με­τα­νο­οῦ­σαν, ἣν οὐκ ἀ­πώ­σω ἁ­μαρ­τά­νου­σαν Κύ­ρι­ε, δι­ὰ τὸ μέ­γα σου ἔ­λε­ος.

Δό­ξα. Καὶ νῦν.
Ποί­η­μα Κασ­σι­α­νῆς μο­να­χῆς. Ἦ­χος πλ. δ´.

Κύ­ρι­ε, ἡ ἐν πολ­λαῖς ἁ­μαρ­τί­αις, πε­ρι­πε­σοῦ­σα γυ­νή, τὴν σὴν αἰ­σθο­μέ­νη Θε­ό­τη­τα, μυ­ρο­φό­ρου ἀ­να­λα­βοῦ­σα τά­ξιν, ὀ­δυ­ρο­μέ­νη μύ­ρα σοι, πρὸ τοῦ ἐν­τα­φι­α­σμοῦ κο­μί­ζει. Οἴ­μοι! λέ­γου­σα, ὅ­τι νύξ μοι ὑ­πάρ­χει, οἶ­στρος ἀ­κο­λα­σί­ας, ζο­φώ­δης τε καὶ ἀ­σέ­λη­νος, ἔ­ρως τῆς ἁ­μαρ­τί­ας. Δέ­ξαι μου τὰς πη­γὰς τῶν δα­κρύ­ων, ὁ νε­φέ­λαις δι­ε­ξά­γων, τῆς θα­λάσ­σης τὸ ὕ­δωρ· κάμ­φθη­τί μοι, πρὸς τοὺς στε­ναγ­μοὺς τῆς καρ­δί­ας, ὁ κλί­νας τοὺς οὐ­ρα­νούς, τῇ ἀ­φά­τῳ σου κε­νώ­σει· κα­τα­φι­λή­σω τοὺς ἀ­χράν­τους σου πό­δας, ἀ­πο­σμή­ξω τού­τους δὲ πά­λιν, τοῖς τῆς κε­φα­λῆς μου βο­στρύ­χοις· ὧν ἐν τῷ Πα­ρα­δεί­σῳ, Εὔ­α τὸ δει­λι­νόν, κρό­τον τοῖς ὠ­σὶν ἠ­χη­θεῖ­σα, τῷ φό­βῳ ἐ­κρύ­βη. Ἁ­μαρ­τι­ῶν μου τὰ πλή­θη, καὶ κρι­μά­των σου ἀ­βύσ­σους, τίς ἐ­ξι­χνι­ά­σει, ψυ­χο­σῶ­στα Σω­τήρ μου; Μή με τὴν σὴν δού­λην πα­ρί­δῃς, ὁ ἀ­μέ­τρη­τον ἔ­χων τὸ ἔ­λε­ος.

* * *

Εἶ­τα ὁ προ­ε­στὼς ἢ ὁ ἱ­ε­ρεύς·

Ἀ­γα­θὸν τὸ ἐ­ξο­μο­λο­γεῖ­σθαι τῷ Κυ­ρί­ῳ, καὶ ψάλ­λειν τῷ ὀ­νό­μα­τί σου, Ὕ­ψι­στε, τοῦ ἀ­ναγ­γέλ­λειν τὸ πρω­ῒ τὸ ἔ­λε­ός σου καὶ τὴν ἀ­λή­θει­άν σου κα­τὰ νύ­κτα. (Ψαλμ. Ϟα´ 2-3)

Ὁ ἀ­να­γνώ­στης τὸ τρι­σά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Τὸ Κον­τά­κι­ον.

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυ­ρῷ.

Ὑ­πὲρ τὴν πόρ­νην Ἀ­γα­θὲ ἀ­νο­μή­σας, δα­κρύ­ων ὄμ­βρους οὐ­δα­μῶς σοι προ­σῆ­ξα· ἀλ­λὰ σι­γῇ δε­ό­με­νος, προ­σπί­πτω σοι, πό­θῳ ἀ­σπα­ζό­με­νος, τοὺς ἀ­χράν­τους σου πό­δας, ὅ­πως μοι τὴν ἄ­φε­σιν, ὡς Δε­σπό­της πα­ρά­σχῃς, τῶν ὀ­φλη­μά­των κρά­ζον­τι Σω­τήρ· Ἐκ τοῦ βορ­βό­ρου, τῶν ἔρ­γων μου ῥῦ­σαί με.

Τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (40άκις).

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Ὁ ἱ­ε­ρεύς·

Ὁ ὢν εὐ­λο­γη­τὸς Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεύς·

Ἐ­που­ρά­νι­ε Βα­σι­λεῦ, τοὺς πι­στοὺς βα­σι­λεῖς ἡ­μῶν στε­ρέ­ω­σον· τὴν πί­στιν στή­ρι­ξον· τὰ ἔ­θνη πρά­ϋ­νον· τὸν κό­σμον εἰ­ρή­νευ­σον· τὴν ἁ­γί­αν ἐκ­κλη­σί­αν (ἢ μο­νὴν) καὶ τὴν πό­λιν (ἢ νῆ­σον, ἢ κώ­μην) ταύ­την κα­λῶς δι­α­φύ­λα­ξον· τοὺς προ­α­πελ­θόν­τας πα­τέ­ρας καὶ ἀ­δελ­φοὺς ἡ­μῶν ἐν σκη­ναῖς δι­καί­ων τά­ξον· καὶ ἡ­μᾶς ἐν με­τα­νοί­ᾳ καὶ ἐ­ξο­μο­λο­γή­σει πα­ρά­λα­βε, ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Καὶ ποι­οῦ­μεν με­τα­νοί­ας με­γά­λας τρεῖς λέ­γον­τες καθ᾿ ἑ­αυ­τοὺς ἀ­νὰ ἕ­να στί­χον τῆς εὐ­χῆς τοῦ ἁ­γί­ου Ἐ­φραίμ.

Κύ­ρι­ε καὶ Δέ­σπο­τα τῆς ζω­ῆς μου, πνεῦ­μα ἀρ­γί­ας, πε­ρι­ερ­γί­ας, φι­λαρ­χί­ας καὶ ἀρ­γο­λο­γί­ας μή μοι δῷς.

Πνεῦ­μα δὲ σω­φρο­σύ­νης, τα­πει­νο­φρο­σύ­νης, ὑ­πο­μο­νῆς καὶ ἀ­γά­πης χά­ρι­σαί μοι τῷ σῷ δού­λῳ.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Εἶ­τα ποι­οῦ­μεν με­τα­νοί­ας μι­κρὰς δώ­δε­κα καὶ πά­λιν με­τά­νοι­αν με­γά­λην μί­αν ἐ­πα­να­λαμ­βά­νον­τες τὸν τε­λευ­ταῖ­ον στί­χον τῆς εὐ­χῆς.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ με­τὰ τοῦ­το ὁ ἱ­ε­ρεὺς τὴν ἀ­πό­λυ­σιν·

Δό­ξα σοι, ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.

Ἐρ­χό­με­νος ὁ Κύ­ρι­ος ἐ­πὶ τὸ ἑ­κού­σι­ον πά­θος δι­ὰ τὴν ἡ­μῶν σω­τη­ρί­αν, Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν, ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του καὶ πα­να­μώ­μου αὐ­τοῦ μη­τρός, δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ σταυ­ροῦ, προ­στα­σί­αις τῶν τι­μί­ων ἐ­που­ρα­νί­ων δυ­νά­με­ων ἀ­σω­μά­των, ἱ­κε­σί­αις τοῦ τι­μί­ου καὶ ἐν­δό­ξου, προ­δρό­μου καὶ βα­πτι­στοῦ Ἰ­ω­άν­νου, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων ἀ­πο­στό­λων, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ καλ­λι­νί­κων μαρ­τύ­ρων, τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων πα­τέ­ρων ἡ­μῶν, τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης καὶ πάν­των τῶν ἁ­γί­ων ἐ­λε­ή­σαι καὶ σώ­σαι ἡ­μᾶς ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὁ λα­ός· Ἀ­μήν.

* * * * *

ΑΙ ΩΡΑΙ

(Τε­λοῦν­ται τῇ Μ. Τρί­τῃ πρω­ΐ
με­τὰ τοῦ Ἑ­σπε­ρι­νοῦ).

ΩΡΑ ΠΡΩΤΗ

Ὁ ἱ­ε­ρεύς· Εὐ­λο­γη­τὸς ὁ Θε­ὸς ἡ­μῶν, πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεύς· Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Βα­σι­λεῦ οὐ­ρά­νι­ε, Πα­ρά­κλη­τε, τὸ Πνεῦ­μα τῆς ἀ­λη­θεί­ας, ὁ παν­τα­χοῦ πα­ρὼν καὶ τὰ πάν­τα πλη­ρῶν, ὁ θη­σαυ­ρὸς τῶν ἀ­γα­θῶν καὶ ζω­ῆς χο­ρη­γός, ἐλ­θὲ καὶ σκή­νω­σον ἐν ἡ­μῖν καὶ κα­θά­ρι­σον ἡ­μᾶς ἀ­πὸ πά­σης κη­λῖ­δος καὶ σῶ­σον, ἀ­γα­θέ, τὰς ψυ­χὰς ἡ­μῶν.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Τὸ τρι­σά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (12άκις).

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ Χρι­στῷ τῷ βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Καὶ τοὺς Ψαλ­μούς·

Ψαλ­μὸς ε´ (5).

Τὰ ῥή­μα­τά μου ἐ­νώ­τι­σαι, Κύ­ρι­ε, σύ­νες τῆς κραυ­γῆς μου.

Πρό­σχες τῇ φω­νῇ τῆς δε­ή­σε­ώς μου, ὁ βα­σι­λεύς μου καὶ ὁ Θε­ός μου· ὅ­τι πρὸς σὲ προ­σεύ­ξο­μαι, Κύ­ρι­ε.

Τὸ πρω­ῒ εἰ­σα­κού­σῃ τῆς φω­νῆς μου· τὸ πρω­ῒ πα­ρα­στή­σο­μαί σοι καὶ ἐ­πό­ψει με· ὅ­τι οὐ­χὶ Θε­ὸς θέ­λων ἀ­νο­μί­αν σὺ εἶ.

Οὐ πα­ροι­κή­σει σοι πο­νη­ρευ­ό­με­νος, οὐ­δὲ δι­α­με­νοῦ­σι πα­ρά­νο­μοι κα­τέ­ναν­τι τῶν ὀ­φθαλ­μῶν σου.

Ἐ­μί­ση­σας πάν­τας τοὺς ἐρ­γα­ζο­μέ­νους τὴν ἀ­νο­μί­αν· ἀ­πο­λεῖς πάν­τας τοὺς λα­λοῦν­τας τὸ ψεῦ­δος.

Ἄν­δρα αἱ­μά­των καὶ δό­λι­ον βδε­λύσ­σε­ται Κύ­ρι­ος.

Ἐ­γὼ δὲ ἐν τῷ πλή­θει τοῦ ἐ­λέ­ους σου εἰ­σε­λεύ­σο­μαι εἰς τὸν οἶ­κόν σου, προ­σκυ­νή­σω πρὸς να­ὸν ἅ­γι­όν σου ἐν φό­βῳ σου.

Κύ­ρι­ε, ὁ­δή­γη­σόν με ἐν τῇ δι­και­ο­σύ­νῃ σου ἕ­νε­κα τῶν ἐ­χθρῶν μου, κα­τεύ­θυ­νον ἐ­νώ­πι­όν σου τὴν ὁ­δόν μου.

Ὅ­τι οὐκ ἔ­στιν ἐν τῷ στό­μα­τι αὐ­τῶν ἀ­λή­θει­α· ἡ καρ­δί­α αὐ­τῶν μα­ταί­α.

Τά­φος ἀ­νε­ῳγ­μέ­νος ὁ λά­ρυγξ αὐ­τῶν, ταῖς γλώσ­σαις αὐ­τῶν ἐ­δο­λι­οῦ­σαν.

Κρῖ­νον αὐ­τούς, ὁ Θε­ός· ἀ­πο­πε­σά­τω­σαν ἀ­πὸ τῶν δι­α­βου­λι­ῶν αὐ­τῶν.

Κα­τὰ τὸ πλῆ­θος τῶν ἀ­σε­βει­ῶν αὐ­τῶν ἔ­ξω­σον αὐ­τούς, ὅ­τι πα­ρε­πί­κρα­νάν σε, Κύ­ρι­ε.

Καὶ εὐ­φραν­θεί­η­σαν πάν­τες οἱ ἐλ­πί­ζον­τες ἐ­πὶ σέ· εἰς αἰ­ῶ­να ἀ­γαλ­λι­ά­σον­ται, καὶ κα­τα­σκη­νώ­σεις ἐν αὐ­τοῖς, καὶ καυ­χή­σον­ται ἐν σοὶ πάν­τες οἱ ἀ­γα­πῶν­τες τὸ ὄ­νο­μά σου.

Ὅ­τι σὺ εὐ­λο­γή­σεις δί­και­ον· Κύ­ρι­ε, ὡς ὅ­πλῳ εὐ­δο­κί­ας ἐ­στε­φά­νω­σας ἡ­μᾶς.

Ψαλ­μὸς πθ´ (89).

Κύ­ρι­ε, κα­τα­φυ­γὴ ἐ­γε­νή­θης ἡ­μῖν ἐν γε­νε­ᾷ καὶ γε­νε­ᾷ.

Πρὸ τοῦ ὄ­ρη γε­νη­θῆ­ναι καὶ πλα­σθῆ­ναι τὴν γῆν καὶ τὴν οἰ­κου­μέ­νην, καὶ ἀ­πὸ τοῦ αἰ­ῶ­νος καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος σὺ εἶ.

Μὴ ἀ­πο­στρέ­ψῃς ἄν­θρω­πον εἰς τα­πεί­νω­σιν· καὶ εἶ­πας· Ἐ­πι­στρέ­ψα­τε υἱ­οὶ τῶν ἀν­θρώ­πων.

Ὅ­τι χί­λι­α ἔ­τη ἐν ὀ­φθαλ­μοῖς σου, Κύ­ρι­ε, ὡς ἡ­μέ­ρα ἡ ἐ­χθές, ἥ­τις δι­ῆλ­θε, καὶ φυ­λα­κὴ ἐν νυ­κτί.

Τὰ ἐ­ξου­δε­νώ­μα­τα αὐ­τῶν ἔ­τη ἔ­σον­ται, τὸ πρω­ῒ ὡ­σεὶ χλό­η πα­ρέλ­θοι.

Τὸ πρω­ῒ ἀν­θή­σαι καὶ πα­ρέλ­θοι, τὸ ἑ­σπέ­ρας ἀ­πο­πέ­σοι, σκλη­ρυν­θεί­η καὶ ξη­ραν­θεί­η.

Ὅ­τι ἐ­ξε­λί­πο­μεν ἐν τῇ ὀρ­γῇ σου καὶ ἐν τῷ θυ­μῷ σου ἐ­τα­ρά­χθη­μεν.

Ἔ­θου τὰς ἀ­νο­μί­ας ἡ­μῶν ἐ­ναν­τί­ον σου· αἰ­ὼν ἡ­μῶν εἰς φω­τι­σμὸν τοῦ προ­σώ­που σου.

Ὅ­τι πᾶ­σαι αἱ ἡ­μέ­ραι ἡ­μῶν ἐ­ξέ­λι­πον, καὶ ἐν τῇ ὀρ­γῇ σου ἐ­ξε­λί­πο­μεν· τὰ ἔ­τη ἡ­μῶν ὡ­σεὶ ἀ­ρά­χνη ἐ­με­λέ­των.

Αἱ ἡ­μέ­ραι τῶν ἐ­τῶν ἡ­μῶν ἐν αὐ­τοῖς ἑ­βδο­μή­κον­τα ἔ­τη, ἐ­ὰν δὲ ἐν δυ­να­στεί­αις, ὀ­γδο­ή­κον­τα ἔ­τη, καὶ τὸ πλεῖ­ον αὐ­τῶν κό­πος καὶ πό­νος· ὅ­τι ἐ­πῆλ­θε πρᾳ­ό­της ἐφ᾿ ἡ­μᾶς καὶ παι­δευ­θη­σό­με­θα.

Τίς γι­νώ­σκει τὸ κρά­τος τῆς ὀρ­γῆς σου; καὶ ἀ­πὸ τοῦ φό­βου σου τὸν θυ­μόν σου ἐ­ξα­ριθ­μή­σα­σθαι;

Τὴν δε­ξι­άν σου οὕ­τω γνώ­ρι­σόν μοι, καὶ τοὺς πε­παι­δευ­μέ­νους τῇ καρ­δί­ᾳ ἐν σο­φί­ᾳ.

Ἐ­πί­στρε­ψον, Κύ­ρι­ε, ἕ­ως πό­τε; καὶ πα­ρα­κλή­θη­τι ἐ­πὶ τοῖς δού­λοις σου.

Ἐ­νε­πλή­σθη­μεν τὸ πρω­ῒ τοῦ ἐ­λέ­ους σου, Κύ­ρι­ε, καὶ ἠ­γαλ­λι­α­σά­με­θα καὶ εὐ­φράν­θη­μεν. Ἐν πά­σαις ταῖς ἡ­μέ­ραις ἡ­μῶν.

Εὐ­φραν­θεί­η­μεν ἀνθ᾿ ὧν ἡ­με­ρῶν ἐ­τα­πεί­νω­σας ἡ­μᾶς, ἐ­τῶν, ὧν εἴ­δο­μεν κα­κά.

Καὶ ἴ­δε ἐ­πὶ τοὺς δού­λους σου καὶ ἐ­πὶ τὰ ἔρ­γα σου, καὶ ὁ­δή­γη­σον τοὺς υἱ­οὺς αὐ­τῶν.

Καὶ ἔ­στω ἡ λαμ­πρό­της Κυ­ρί­ου τοῦ Θε­οῦ ἡ­μῶν ἐφ᾿ ἡ­μᾶς, καὶ τὰ ἔρ­γα τῶν χει­ρῶν ἡ­μῶν κα­τεύ­θυ­νον ἐφ᾿ ἡ­μᾶς, καὶ τὸ ἔρ­γον τῶν χει­ρῶν ἡ­μῶν κα­τεύ­θυ­νον.

Ψαλ­μὸς ρ´ (100).

Ἔ­λε­ος καὶ κρί­σιν ᾄ­σο­μαί σοι, Κύ­ρι­ε. Ψα­λῶ καὶ συ­νή­σω ἐν ὁ­δῷ ἀ­μώ­μῳ· πό­τε ἥ­ξεις πρός με;

Δι­ε­πο­ρευ­ό­μην ἐν ἀ­κα­κί­ᾳ καρ­δί­ας μου, ἐν μέ­σῳ τοῦ οἴ­κου μου.

Οὐ προ­ε­θέ­μην πρὸ ὀ­φθαλ­μῶν μου πρᾶγ­μα πα­ρά­νο­μον, ποι­οῦν­τας πα­ρα­βά­σεις ἐ­μί­ση­σα.

Οὐκ ἐ­κολ­λή­θη μοι καρ­δί­α σκαμ­βή· ἐκ­κλί­νον­τος ἀπ᾿ ἐ­μοῦ τοῦ πο­νη­ροῦ, οὐκ ἐ­γί­νω­σκον.

Τὸν κα­τα­λα­λοῦν­τα λά­θρᾳ τὸν πλη­σί­ον αὐ­τοῦ, τοῦ­τον ἐ­ξε­δί­ω­κον.

Ὑ­πε­ρη­φά­νῳ ὀ­φθαλ­μῷ καὶ ἀ­πλή­στῳ καρ­δί­ᾳ τού­τῳ οὐ συ­νή­σθι­ον.

Οἱ ὀ­φθαλ­μοί μου ἐ­πὶ τοὺς πι­στοὺς τῆς γῆς, τοῦ συγ­κα­θῆ­σθαι αὐ­τοὺς μετ᾿ ἐ­μοῦ· πο­ρευ­ό­με­νος ἐν ὁ­δῷ ἀ­μώ­μῳ, οὗ­τός μοι ἐ­λει­τούρ­γει.

Οὐ κα­τῴ­κει ἐν μέ­σῳ τῆς οἰ­κί­ας μου ποι­ῶν ὑ­πε­ρη­φα­νί­αν· λα­λῶν ἄ­δι­κα οὐ κα­τεύ­θυ­νεν ἐ­νώ­πι­ον τῶν ὀ­φθαλ­μῶν μου.

Εἰς τὰς πρω­ί­ας ἀ­πέ­κτει­νον πάν­τας τοὺς ἁ­μαρ­τω­λοὺς τῆς γῆς, τοῦ ἐ­ξο­λο­θρεῦ­σαι ἐκ πό­λε­ως Κυ­ρί­ου πάν­τας τοὺς ἐρ­γα­ζο­μέ­νους τὴν ἀ­νο­μί­αν.

Καὶ τὰ ἑ­ξῆς ἄ­νευ με­τα­νοι­ῶν·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα.

Ἰ­δοὺ ὁ Νυμ­φί­ος ἔρ­χε­ται, ἐν τῷ μέ­σῳ τῆς νυ­κτός· καὶ μα­κά­ρι­ος ὁ δοῦ­λος, ὃν εὑ­ρή­σει γρη­γο­ροῦν­τα· ἀ­νά­ξι­ος δὲ πά­λιν, ὃν εὑ­ρή­σει ῥα­θυ­μοῦν­τα. Βλέ­πε οὖν ψυ­χή μου, μὴ τῷ ὕ­πνῳ κα­τε­νε­χθῇς, ἵ­να μὴ τῷ θα­νά­τῳ πα­ρα­δο­θῇς, καὶ τῆς βα­σι­λεί­ας ἔ­ξω κλει­σθῇς· ἀλ­λὰ ἀ­νά­νη­ψον κρά­ζου­σα· Ἅ­γι­ος, Ἅ­γι­ος, Ἅ­γι­ος εἶ ὁ Θε­ός· δι­ὰ τῆς Θε­ο­τό­κου ἐ­λέ­η­σον ἡ­μᾶς.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τί σε κα­λέ­σω­μεν, ὦ Κε­χα­ρι­τω­μέ­νη; Οὐ­ρα­νόν; ὅ­τι ἀ­νέ­τει­λας τὸν ἥ­λι­ον τῆς δι­και­ο­σύ­νης. Πα­ρά­δει­σον; ὅ­τι ἐ­βλά­στη­σας τὸ ἄν­θος τῆς ἀ­φθαρ­σί­ας. Παρ­θέ­νον; ὅ­τι ἔ­μει­νας ἄ­φθο­ρος. Ἁ­γνὴν μη­τέ­ρα; ὅ­τι ἔ­σχες σαῖς ἁ­γί­αις ἀγ­κά­λαις Υἱ­όν, τὸν πάν­των Θε­όν. Αὐ­τὸν ἱ­κέ­τευ­ε, σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

Καὶ εὐ­θύς·

Τὰ δι­α­βή­μα­τά μου κα­τεύ­θυ­νον κα­τὰ τὸ λό­γι­όν σου, καὶ μὴ κα­τα­κυ­ρι­ευ­σά­τω μου πᾶ­σα ἀ­νο­μί­α.

Λύ­τρω­σαί με ἀ­πὸ συ­κο­φαν­τί­ας ἀν­θρώ­πων, καὶ φυ­λά­ξω τὰς ἐν­το­λάς σου.

Τὸ πρό­σω­πόν σου ἐ­πί­φα­νον ἐ­πὶ τὸν δοῦ­λόν σου, καὶ δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Πλη­ρω­θή­τω τὸ στό­μα μου αἰ­νέ­σε­ώς σου, Κύ­ρι­ε, ὅ­πως ὑ­μνή­σω τὴν δό­ξαν σου, ὅ­λην τὴν ἡ­μέ­ραν τὴν με­γα­λο­πρέ­πει­άν σου.

Τὸ τρισά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Τὸ κον­τά­κι­ον τῆς ἡ­μέ­ρας·

Τῇ Με­γά­λῃ Τε­τάρ­τῃ.

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυ­ρῷ.

Ὑ­πὲρ τὴν πόρ­νην Ἀ­γα­θὲ ἀ­νο­μή­σας, δα­κρύ­ων ὄμ­βρους οὐ­δα­μῶς σοι προ­σῆ­ξα· ἀλ­λὰ σι­γῇ δε­ό­με­νος, προ­σπί­πτω σοι, πό­θῳ ἀ­σπα­ζό­με­νος, τοὺς ἀ­χράν­τους σου πό­δας, ὅ­πως μοι τὴν ἄ­φε­σιν, ὡς Δε­σπό­της πα­ρά­σχῃς, τῶν ὀ­φλη­μά­των κρά­ζον­τι Σω­τήρ· Ἐκ τοῦ βορ­βό­ρου, τῶν ἔρ­γων μου ῥῦ­σαί με.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (40άκις).

Καὶ τὴν πα­ροῦ­σαν εὐ­χήν.

Ὁ ἐν παν­τὶ και­ρῷ καὶ πά­σῃ ὥ­ρᾳ ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ γῆς προ­σκυ­νού­με­νος καὶ δο­ξα­ζό­με­νος Χρι­στὸς ὁ Θε­ός, ὁ μα­κρό­θυ­μος, ὁ πο­λυ­έ­λε­ος, ὁ πο­λυ­εύ­σπλαγ­χνος, ὁ τοὺς δι­καί­ους ἀ­γα­πῶν καὶ τοὺς ἁ­μαρ­τω­λοὺς ἐ­λε­ῶν, ὁ πάν­τας κα­λῶν πρὸς σω­τη­ρί­αν δι­ὰ τῆς ἐ­παγ­γε­λί­ας τῶν μελ­λόν­των ἀ­γα­θῶν· αὐ­τός, Κύ­ρι­ε, πρόσ­δε­ξαι καὶ ἡ­μῶν ἐν τῇ ὥ­ρᾳ ταύ­τῃ τὰς ἐν­τεύ­ξεις καὶ ἴ­θυ­νον τὴν ζω­ὴν ἡ­μῶν πρὸς τὰς ἐν­το­λάς σου. Τὰς ψυ­χὰς ἡ­μῶν ἁ­γί­α­σον· τὰ σώ­μα­τα ἅ­γνι­σον· τοὺς λο­γι­σμοὺς δι­όρ­θω­σον· τὰς ἐν­νοί­ας κά­θα­ρον· καὶ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, κα­κῶν καὶ ὀ­δύ­νης. Τεί­χι­σον ἡ­μᾶς ἁ­γί­οις σου ἀγ­γέ­λοις, ἵ­να, τῇ πα­ρεμ­βο­λῇ αὐ­τῶν φρου­ρού­με­νοι καὶ ὁ­δη­γού­με­νοι, κα­ταν­τή­σω­μεν εἰς τὴν ἑ­νό­τη­τα τῆς πί­στε­ως καὶ εἰς τὴν ἐ­πί­γνω­σιν τῆς ἀ­προ­σί­του σου δό­ξης· ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Ὁ ἱ­ε­ρεύς·

Ὁ Θε­ὸς οἰ­κτει­ρή­σαι ἡ­μᾶς καὶ εὐ­λο­γή­σαι ἡ­μᾶς, ἐ­πι­φά­ναι τὸ πρό­σω­πον αὐ­τοῦ ἐφ᾿ ἡ­μᾶς καὶ ἐ­λε­ή­σαι ἡ­μᾶς.

Καὶ ποι­οῦ­μεν με­τα­νοί­ας με­γά­λας τρεῖς λέ­γον­τες καθ᾿ ἑ­αυ­τοὺς ἀ­νὰ ἕ­να στί­χον τῆς εὐ­χῆς τοῦ ἁ­γί­ου Ἐ­φραίμ.

Κύ­ρι­ε καὶ Δέ­σπο­τα τῆς ζω­ῆς μου, πνεῦ­μα ἀρ­γί­ας, πε­ρι­ερ­γί­ας, φι­λαρ­χί­ας καὶ ἀρ­γο­λο­γί­ας μή μοι δῷς.

Πνεῦ­μα δὲ σω­φρο­σύ­νης, τα­πει­νο­φρο­σύ­νης, ὑ­πο­μο­νῆς καὶ ἀ­γά­πης χά­ρι­σαί μοι τῷ σῷ δού­λῳ.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Εἶ­τα ποι­οῦ­μεν με­τα­νοί­ας μι­κρὰς δώ­δε­κα καὶ πά­λιν με­τά­νοι­αν με­γά­λην μί­αν ἐ­πα­να­λαμ­βά­νον­τες τὸν τε­λευ­ταῖ­ον στί­χον τῆς εὐ­χῆς.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ ὁ προ­ε­στὼς τὴν ἑ­πο­μέ­νην εὐ­χήν·

Χρι­στέ, τὸ φῶς τὸ ἀ­λη­θι­νόν, τὸ φω­τί­ζον καὶ ἁ­γι­ά­ζον πάν­τα ἄν­θρω­πον ἐρ­χό­με­νον εἰς τὸν κό­σμον, ση­μει­ω­θή­τω ἐφ᾿ ἡ­μᾶς τό φῶς τοῦ προ­σώ­που σου, ἵ­να ἐν αὐ­τῷ ὀ­ψώ­με­θα φῶς τὸ ἀ­πρό­σι­τον· καὶ κα­τεύ­θυ­νον τὰ δι­α­βή­μα­τα ἡ­μῶν πρὸς ἐρ­γα­σί­αν τῶν ἐν­το­λῶν σου· πρε­σβεί­αις τῆς πα­να­χράν­του σου μη­τρὸς καὶ πάν­των σου τῶν ἁ­γί­ων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

* * * * *

ΩΡΑ ΤΡΙΤΗ

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ Χρι­στῷ τῷ βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Καὶ τοὺς Ψαλ­μούς·

Ψαλ­μὸς ιϚ´ (16).

Εἰ­σά­κου­σον, Κύ­ρι­ε, τῆς δι­και­ο­σύ­νης μου, πρό­σχες τῇ δε­ή­σει μου, ἐ­νώ­τι­σαι τὴν προ­σευ­χήν μου, οὐκ ἐν χεί­λε­σι δο­λί­οις.

Ἐκ προ­σώ­που σου τὸ κρῖ­μά μου ἐ­ξέλ­θοι, οἱ ὀ­φθαλ­μοί μου ἰ­δέ­τω­σαν εὐ­θύ­τη­τας.

Ἐ­δο­κί­μα­σας τὴν καρ­δί­αν μου, ἐ­πε­σκέ­ψω νυ­κτός· ἐ­πύ­ρω­σάς με καὶ οὐχ εὑ­ρέ­θη ἐν ἐ­μοὶ ἀ­δι­κί­α.

Ὅ­πως ἂν μὴ λα­λή­σῃ τὸ στό­μα μου τὰ ἔρ­γα τῶν ἀν­θρώ­πων, δι­ὰ τοὺς λό­γους τῶν χει­λέ­ων σου ἐ­γὼ ἐ­φύ­λα­ξα ὁ­δοὺς σκλη­ράς.

Κα­τάρ­τι­σαι τὰ δι­α­βή­μα­τά μου ἐν ταῖς τρί­βοις σου, ἵ­να μὴ σα­λευ­θῶ­σι τὰ δι­α­βή­μα­τά μου.

Ἐ­γὼ ἐ­κέ­κρα­ξα, ὅ­τι ἐ­πή­κου­σάς μου, ὁ Θε­ός· κλῖ­νον τὸ οὖς σου ἐ­μοί, καὶ εἰ­σά­κου­σον τῶν ῥη­μά­των μου.

Θαυ­μά­στω­σον τὰ ἐ­λέ­η σου, ὁ σῴ­ζων τοὺς ἐλ­πί­ζον­τας ἐ­πὶ σέ.

Ἐκ τῶν ἀν­θε­στη­κό­των τῇ δε­ξι­ᾷ σου φύ­λα­ξόν με, Κύ­ρι­ε, ὡς κό­ρην ὀ­φθαλ­μοῦ.

Ἐν σκέ­πῃ τῶν πτε­ρύ­γων σου σκε­πά­σεις με, ἀ­πὸ προ­σώ­που ἀ­σε­βῶν τῶν τα­λαι­πω­ρη­σάν­των με.

Οἱ ἐ­χθροί μου τὴν ψυ­χήν μου πε­ρι­έ­σχον· τὸ στέ­αρ αὐ­τῶν συ­νέ­κλει­σαν, τὸ στό­μα αὐ­τῶν ἐ­λά­λη­σεν ὑ­πε­ρη­φα­νί­αν.

Ἐκ­βα­λόν­τες με νυ­νὶ πε­ρι­ε­κύ­κλω­σάν με, τοὺς ὀ­φθαλ­μοὺς αὐ­τῶν ἔ­θεν­το ἐκ­κλῖ­ναι ἐν τῇ γῇ.

Ὑ­πέ­λα­βόν με ὡ­σεὶ λέ­ων ἕ­τοι­μος εἰς θή­ραν, καὶ ὡ­σεὶ σκύ­μνος οἰ­κῶν ἐν ἀ­πο­κρύ­φοις.

Ἀ­νά­στη­θι, Κύ­ρι­ε, πρό­φθα­σον αὐ­τοὺς καὶ ὑ­πο­σκέ­λι­σον αὐ­τούς· ῥῦ­σαι τὴν ψυ­χήν μου ἀ­πὸ ἀ­σε­βοῦς, ῥομ­φαί­αν σου ἀ­πὸ ἐ­χθρῶν τῆς χει­ρός σου.

Κύ­ρι­ε, ἀ­πὸ ὀ­λί­γων ἀ­πὸ γῆς δι­α­μέ­ρι­σον αὐ­τοὺς ἐν τῇ ζω­ῇ αὐ­τῶν, καὶ τῶν κε­κρυμ­μέ­νων σου ἐ­πλή­σθη ἡ γα­στὴρ αὐ­τῶν.

Ἐ­χορ­τά­σθη­σαν ὑ­εί­ων, καὶ ἀ­φῆ­καν τὰ κα­τά­λοι­πα τοῖς νη­πί­οις αὐ­τῶν.

Ἐ­γὼ δὲ ἐν δι­και­ο­σύ­νῃ ὀ­φθή­σο­μαι τῷ προ­σώ­πῳ σου· χορ­τα­σθή­σο­μαι ἐν τῷ ὀ­φθῆ­ναί μοι τὴν δό­ξαν σου.

Ψαλ­μὸς κδ´ (24).

Πρὸς σέ, Κύ­ρι­ε, ἦ­ρα τὴν ψυ­χήν μου· ὁ Θε­ός μου, ἐ­πὶ σοὶ πέ­ποι­θα.

Μὴ κα­ται­σχυν­θεί­ην εἰς τὸν αἰ­ῶ­να, μη­δὲ κα­τα­γε­λα­σά­τω­σάν με οἱ ἐ­χθροί μου.

Καὶ γὰρ πάν­τες οἱ ὑ­πο­μέ­νον­τές σε οὐ μὴ κα­ται­σχυν­θῶ­σιν. Αἰ­σχυν­θή­τω­σαν οἱ ἀ­νο­μοῦν­τες δι­α­κε­νῆς.

Τὰς ὁ­δούς σου, Κύ­ρι­ε, γνώ­ρι­σόν μοι, καὶ τὰς τρί­βους σου δί­δα­ξόν με.

Ὁ­δή­γη­σόν με ἐ­πὶ τὴν ἀ­λή­θει­άν σου καὶ δί­δα­ξόν με, ὅ­τι σὺ εἶ ὁ Θε­ὸς ὁ σω­τήρ μου· καὶ σὲ ὑ­πέ­μει­να ὅ­λην τὴν ἡ­μέ­ραν.

Μνή­σθη­τι τῶν οἰ­κτιρ­μῶν σου, Κύ­ρι­ε, καὶ τὰ ἐ­λέ­η σου, ὅ­τι ἀ­πὸ τοῦ αἰ­ῶ­νός εἰ­σιν.

Ἁ­μαρ­τί­ας νε­ό­τη­τός μου καὶ ἀ­γνοί­ας μου μὴ μνη­σθῇς, κα­τὰ τὸ ἔ­λε­ός σου μνή­σθη­τί μου, σύ, ἕ­νε­κεν χρη­στό­τη­τός σου, Κύ­ρι­ε.

Χρη­στὸς καὶ εὐ­θὺς ὁ Κύ­ρι­ος· δι­ὰ τοῦ­το νο­μο­θε­τή­σει ἁ­μαρ­τά­νον­τας ἐν ὁ­δῷ.

Ὁ­δη­γή­σει πρα­εῖς ἐν κρί­σει, δι­δά­ξει πρα­εῖς ὁ­δοὺς αὐ­τοῦ.

Πᾶ­σαι αἱ ὁ­δοὶ Κυ­ρί­ου ἔ­λε­ος καὶ ἀ­λή­θει­α, τοῖς ἐκ­ζη­τοῦ­σι τὴν δι­α­θή­κην αὐ­τοῦ καὶ τὰ μαρ­τύ­ρι­α αὐ­τοῦ.

Ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου, Κύ­ρι­ε, καὶ ἱ­λά­σθη­τι τῇ ἁ­μαρ­τί­ᾳ μου· πολ­λὴ γάρ ἐ­στι.

Τίς ἐ­στιν ἄν­θρω­πος ὁ φο­βού­με­νος τὸν Κύ­ρι­ον; νο­μο­θε­τή­σει αὐ­τῷ ἐν ὁ­δῷ, ᾗ ᾑ­ρε­τί­σα­το.

Ἡ ψυ­χὴ αὐ­τοῦ ἐν ἀ­γα­θοῖς αὐ­λι­σθή­σε­ται, καὶ τὸ σπέρ­μα αὐ­τοῦ κλη­ρο­νο­μή­σει γῆν.

Κρα­ταί­ω­μα Κύ­ρι­ος τῶν φο­βου­μέ­νων αὐ­τόν, καὶ ἡ δι­α­θή­κη αὐ­τοῦ δη­λώ­σει αὐ­τοῖς.

Οἱ ὀ­φθαλ­μοί μου δι­ὰ παν­τὸς πρὸς τὸν Κύ­ρι­ον, ὅ­τι αὐ­τὸς ἐκ­σπά­σει ἐκ πα­γί­δος τοὺς πό­δας μου.

Ἐ­πί­βλε­ψον ἐπ᾿ ἐ­μὲ καὶ ἐ­λέ­η­σόν με· ὅ­τι μο­νο­γε­νὴς καὶ πτω­χός εἰ­μι ἐ­γώ.

Αἱ θλί­ψεις τῆς καρ­δί­ας μου ἐ­πλη­θύν­θη­σαν· ἐκ τῶν ἀ­ναγ­κῶν μου ἐ­ξά­γα­γέ με.

Ἴ­δε τὴν τα­πεί­νω­σίν μου καὶ τὸν κό­πον μου· καὶ ἄ­φες πά­σας τὰς ἁ­μαρ­τί­ας μου.

Ἴ­δε τοὺς ἐ­χθρούς μου, ὅ­τι ἐ­πλη­θύν­θη­σαν, καὶ μῖ­σος ἄ­δι­κον ἐ­μί­ση­σάν με.

Φύ­λα­ξον τὴν ψυ­χήν μου, καὶ ῥῦ­σαί με· μὴ κα­ται­σχυν­θεί­ην, ὅ­τι ἤλ­πι­σα ἐ­πὶ σέ.

Ἄ­κα­κοι καὶ εὐ­θεῖς ἐ­κολ­λῶν­τό μοι, ὅ­τι ὑ­πέ­μει­νά σε, Κύ­ρι­ε.

Λύ­τρω­σαι, ὁ Θε­ός, τὸν Ἰσ­ρα­ήλ, ἐκ πα­σῶν τῶν θλί­ψε­ων αὐ­τοῦ.

Ψαλ­μὸς ν´ (50).

Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

Ἐ­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με.

Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­ὰ παν­τός.

Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα, ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε.

Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου.

Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας, τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι.

Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ, καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι.

Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να.

Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον.

Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου.

Μὴ ἀ­ποῤ­ῥί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ Πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ.

Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με.

Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι.

Ῥῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου.

Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου.

Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις.

Θυ­σί­α τῷ Θε­ῷ πνεῦ­μα συν­τε­τριμ­μέ­νον· καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει.

Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ.

Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα.

Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.

Καὶ τὰ ἑ­ξῆς ἄ­νευ με­τα­νοι­ῶν·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα.

Ἰ­δοὺ ὁ Νυμ­φί­ος ἔρ­χε­ται, ἐν τῷ μέ­σῳ τῆς νυ­κτός· καὶ μα­κά­ρι­ος ὁ δοῦ­λος, ὃν εὑ­ρή­σει γρη­γο­ροῦν­τα· ἀ­νά­ξι­ος δὲ πά­λιν, ὃν εὑ­ρή­σει ῥα­θυ­μοῦν­τα. Βλέ­πε οὖν ψυ­χή μου, μὴ τῷ ὕ­πνῳ κα­τε­νε­χθῇς, ἵ­να μὴ τῷ θα­νά­τῳ πα­ρα­δο­θῇς, καὶ τῆς βα­σι­λεί­ας ἔ­ξω κλει­σθῇς· ἀλ­λὰ ἀ­νά­νη­ψον κρά­ζου­σα· Ἅ­γι­ος, Ἅ­γι­ος, Ἅ­γι­ος εἶ ὁ Θε­ός· δι­ὰ τῆς Θε­ο­τό­κου ἐ­λέ­η­σον ἡ­μᾶς.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Θε­ο­τό­κε, σὺ εἶ ἡ ἄμ­πε­λος ἡ ἀ­λη­θι­νή, ἡ βλα­στή­σα­σα τὸν καρ­πὸν τῆς ζω­ῆς. Σὲ ἱ­κε­τεύ­ο­μεν, πρέ­σβευ­ε Δέ­σποι­να, με­τὰ τῶν Ἀ­πο­στό­λων, καὶ πάν­των τῶν Ἁ­γί­ων, ἐ­λε­η­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

Καὶ εὐ­θύς·

Κύ­ρι­ος ὁ Θε­ὸς εὐ­λο­γη­τός, εὐ­λο­γη­τὸς Κύ­ρι­ος ἡ­μέ­ραν καθ᾿ ἡ­μέ­ραν· κα­τευ­ο­δώ­σαι ἡ­μῖν ὁ Θε­ὸς τῶν σω­τη­ρί­ων ἡ­μῶν, ὁ Θε­ὸς ἡ­μῶν, ὁ Θε­ὸς τοῦ σῴ­ζειν.

Τὸ τρισά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Τὸ κον­τά­κι­ον τῆς ἡ­μέ­ρας·

Τῇ Με­γά­λῃ Τε­τάρ­τῃ.

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυ­ρῷ.

Ὑ­πὲρ τὴν πόρ­νην Ἀ­γα­θὲ ἀ­νο­μή­σας, δα­κρύ­ων ὄμ­βρους οὐ­δα­μῶς σοι προ­σῆ­ξα· ἀλ­λὰ σι­γῇ δε­ό­με­νος, προ­σπί­πτω σοι, πό­θῳ ἀ­σπα­ζό­με­νος, τοὺς ἀ­χράν­τους σου πό­δας, ὅ­πως μοι τὴν ἄ­φε­σιν, ὡς Δε­σπό­της πα­ρά­σχῃς, τῶν ὀ­φλη­μά­των κρά­ζον­τι Σω­τήρ· Ἐκ τοῦ βορ­βό­ρου, τῶν ἔρ­γων μου ῥῦ­σαί με.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (40άκις).

Καὶ τὴν πα­ροῦ­σαν εὐ­χήν.

Ὁ ἐν παν­τὶ και­ρῷ καὶ πά­σῃ ὥ­ρᾳ ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ γῆς προ­σκυ­νού­με­νος καὶ δο­ξα­ζό­με­νος Χρι­στὸς ὁ Θε­ός, ὁ μα­κρό­θυ­μος, ὁ πο­λυ­έ­λε­ος, ὁ πο­λυ­εύ­σπλαγ­χνος, ὁ τοὺς δι­καί­ους ἀ­γα­πῶν καὶ τοὺς ἁ­μαρ­τω­λοὺς ἐ­λε­ῶν, ὁ πάν­τας κα­λῶν πρὸς σω­τη­ρί­αν δι­ὰ τῆς ἐ­παγ­γε­λί­ας τῶν μελ­λόν­των ἀ­γα­θῶν· αὐ­τός, Κύ­ρι­ε, πρόσ­δε­ξαι καὶ ἡ­μῶν ἐν τῇ ὥ­ρᾳ ταύ­τῃ τὰς ἐν­τεύ­ξεις καὶ ἴ­θυ­νον τὴν ζω­ὴν ἡ­μῶν πρὸς τὰς ἐν­το­λάς σου. Τὰς ψυ­χὰς ἡ­μῶν ἁ­γί­α­σον· τὰ σώ­μα­τα ἅ­γνι­σον· τοὺς λο­γι­σμοὺς δι­όρ­θω­σον· τὰς ἐν­νοί­ας κά­θα­ρον· καὶ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, κα­κῶν καὶ ὀ­δύ­νης. Τεί­χι­σον ἡ­μᾶς ἁ­γί­οις σου ἀγ­γέ­λοις, ἵ­να, τῇ πα­ρεμ­βο­λῇ αὐ­τῶν φρου­ρού­με­νοι καὶ ὁ­δη­γού­με­νοι, κα­ταν­τή­σω­μεν εἰς τὴν ἑ­νό­τη­τα τῆς πί­στε­ως καὶ εἰς τὴν ἐ­πί­γνω­σιν τῆς ἀ­προ­σί­του σου δό­ξης· ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Ὁ ἱ­ε­ρεύς·

Ὁ Θε­ὸς οἰ­κτει­ρή­σαι ἡ­μᾶς καὶ εὐ­λο­γή­σαι ἡ­μᾶς, ἐ­πι­φά­ναι τὸ πρό­σω­πον αὐ­τοῦ ἐφ᾿ ἡ­μᾶς καὶ ἐ­λε­ή­σαι ἡ­μᾶς.

Καὶ ποι­οῦ­μεν με­τα­νοί­ας με­γά­λας τρεῖς λέ­γον­τες καθ᾿ ἑ­αυ­τοὺς ἀ­νὰ ἕ­να στί­χον τῆς εὐ­χῆς τοῦ ἁ­γί­ου Ἐ­φραίμ.

Κύ­ρι­ε καὶ Δέ­σπο­τα τῆς ζω­ῆς μου, πνεῦ­μα ἀρ­γί­ας, πε­ρι­ερ­γί­ας, φι­λαρ­χί­ας καὶ ἀρ­γο­λο­γί­ας μή μοι δῷς.

Πνεῦ­μα δὲ σω­φρο­σύ­νης, τα­πει­νο­φρο­σύ­νης, ὑ­πο­μο­νῆς καὶ ἀ­γά­πης χά­ρι­σαί μοι τῷ σῷ δού­λῳ.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Εἶ­τα ποι­οῦ­μεν με­τα­νοί­ας μι­κρὰς δώ­δε­κα καὶ πά­λιν με­τά­νοι­αν με­γά­λην μί­αν ἐ­πα­να­λαμ­βά­νον­τες τὸν τε­λευ­ταῖ­ον στί­χον τῆς εὐ­χῆς.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ ὁ προ­ε­στὼς τὴν ἑ­πο­μέ­νην εὐ­χήν·

(τοῦ ἁ­γί­ου Μαρ­δα­ρί­ου)

Δέ­σπο­τα Θε­έ, Πά­τερ παν­το­κρά­τορ, Κύ­ρι­ε Υἱ­ὲ μο­νο­γε­νές, Ἰ­η­σοῦ Χρι­στέ, καὶ ἅ­γι­ον Πνεῦ­μα, μί­α Θε­ό­της, μί­α Δύ­να­μις, ἐ­λέ­η­σόν με τὸν ἁ­μαρ­τω­λόν· καί, οἷς ἐ­πί­στα­σαι κρί­μα­σι, σῶ­σόν με τὸν ἀ­νά­ξι­ον δοῦ­λόν σου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ, εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

* * * * *

ΩΡΑ ΕΚΤΗ

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ Χρι­στῷ τῷ βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Καὶ τοὺς Ψαλ­μούς·

Ψαλ­μὸς νγ´ (53).

Ὁ Θε­ὸς ἐν τῷ ὀ­νό­μα­τί σου σῶ­σόν με, καὶ ἐν τῇ δυ­νά­μει σου κρι­νεῖς με.

Ὁ Θε­ός, εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι τὰ ῥή­μα­τα τοῦ στό­μα­τός μου.

Ὅ­τι ἀλ­λό­τρι­οι ἐ­πα­νέ­στη­σαν ἐπ᾿ ἐ­μέ, καὶ κρα­ται­οὶ ἐ­ζή­τη­σαν τὴν ψυ­χήν μου, καὶ οὐ προ­έ­θεν­το τὸν Θε­ὸν ἐ­νώ­πι­ον αὐ­τῶν.

Ἰ­δοὺ γὰρ ὁ Θε­ὸς βο­η­θεῖ μοι, καὶ ὁ Κύ­ρι­ος ἀν­τι­λή­πτωρ τῆς ψυ­χῆς μου.

Ἀ­πο­στρέ­ψει τὰ κα­κὰ τοῖς ἐ­χθροῖς μου, ἐν τῇ ἀ­λη­θεί­ᾳ σου ἐ­ξο­λό­θρευ­σον αὐ­τούς.

Ἑ­κου­σί­ως θύ­σω σοι, ἐ­ξο­μο­λο­γή­σο­μαι τῷ ὀ­νό­μα­τί σου, Κύ­ρι­ε, ὅ­τι ἀ­γα­θόν.

Ὅ­τι ἐκ πά­σης θλί­ψε­ως ἐῤ­ῥύ­σω με, καὶ ἐν τοῖς ἐ­χθροῖς μου ἐ­πεῖ­δεν ὁ ὀ­φθαλ­μός μου.

Ψαλ­μὸς νδ´ (54).

Ἐ­νώ­τι­σαι, ὁ Θε­ός, τὴν προ­σευ­χήν μου, καὶ μὴ ὑ­πε­ρί­δῃς τὴν δέ­η­σίν μου· πρό­σχες μοι καὶ εἰ­σά­κου­σόν μου.

Ἐ­λυ­πή­θην ἐν τῇ ἀ­δο­λε­σχί­ᾳ μου καὶ ἐ­τα­ρά­χθην ἀ­πὸ φω­νῆς ἐ­χθροῦ καὶ ἀ­πὸ θλί­ψε­ως ἁ­μαρ­τω­λοῦ.

Ὅ­τι ἐ­ξέ­κλι­ναν ἐπ᾿ ἐ­μὲ ἀ­νο­μί­αν, καὶ ἐν ὀρ­γῇ ἐ­νε­κό­τουν μοι.

Ἡ καρ­δί­α μου ἐ­τα­ρά­χθη ἐν ἐ­μοί, καὶ δει­λί­α θα­νά­του ἐ­πέ­πε­σεν ἐπ᾿ ἐ­μέ.

Φό­βος καὶ τρό­μος ἦλ­θεν ἐπ᾿ ἐ­μέ, καὶ ἐ­κά­λυ­ψέ με σκό­τος.

Καὶ εἶ­πα· Τίς δώ­σει μοι πτέ­ρυ­γας ὡ­σεὶ πε­ρι­στε­ρᾶς, καὶ πε­τα­σθή­σο­μαι καὶ κα­τα­παύ­σω;

Ἰ­δοὺ ἐ­μά­κρυ­να φυ­γα­δεύ­ων καὶ ηὐ­λί­σθην ἐν τῇ ἐ­ρή­μῳ.

Προ­σε­δε­χό­μην τὸν Θε­όν, τὸν σῴ­ζον­τά με ἀ­πὸ ὀ­λι­γο­ψυ­χί­ας καὶ ἀ­πὸ κα­ται­γί­δος.

Κα­τα­πόν­τι­σον, Κύ­ρι­ε, καὶ κα­τα­δί­ε­λε τὰς γλώσ­σας αὐ­τῶν, ὅ­τι εἶ­δον ἀ­νο­μί­αν καὶ ἀν­τι­λο­γί­αν ἐν τῇ πό­λει.

Ἡ­μέ­ρας καὶ νυ­κτὸς κυ­κλώ­σει αὐ­τὴν ἐ­πὶ τὰ τεί­χη αὐ­τῆς· ἀ­νο­μί­α καὶ κό­πος ἐν μέ­σῳ αὐ­τῆς καὶ ἀ­δι­κί­α. Καὶ οὐκ ἐ­ξέ­λι­πεν ἐκ τῶν πλα­τει­ῶν αὐ­τῆς τό­κος καὶ δό­λος.

Ὅ­τι εἰ ὁ ἐ­χθρὸς ὠ­νεί­δι­σέ με, ὑ­πή­νεγ­κα ἄν· καὶ εἰ ὁ μι­σῶν ἐπ᾿ ἐ­μὲ ἐ­με­γα­λοῤ­ῥη­μό­νη­σεν, ἐ­κρύ­βην ἂν ἀπ᾿ αὐ­τοῦ.

Σὺ δέ, ἄν­θρω­πε ἰ­σό­ψυ­χε, ἡ­γε­μών μου καὶ γνω­στέ μου.

Ὃς ἐ­πὶ τὸ αὐ­τὸ ἐ­γλύ­κα­νάς μοι ἐ­δέ­σμα­τα, ἐν τῷ οἴ­κῳ τοῦ Θε­οῦ ἐ­πο­ρεύ­θην ἐν ὁ­μο­νοί­ᾳ.

Ἐλ­θέ­τω δὴ θά­να­τος ἐπ᾿ αὐ­τούς, καὶ κα­τα­βή­τω­σαν εἰς ᾅ­δου ζῶν­τες.

Ὅ­τι πο­νη­ρί­α ἐν ταῖς πα­ροι­κί­αις αὐ­τῶν, ἐν μέ­σῳ αὐ­τῶν.

Ἐ­γὼ πρὸς τὸν Θε­ὸν ἐ­κέ­κρα­ξα, καὶ ὁ Κύ­ρι­ος εἰ­σή­κου­σέ μου.

Ἑ­σπέ­ρας καὶ πρω­ῒ καὶ με­σημ­βρί­ας δι­η­γή­σο­μαι καὶ ἀ­παγ­γε­λῶ, καὶ εἰ­σα­κού­σε­ται τῆς φω­νῆς μου.

Λυ­τρώ­σε­ται ἐν εἰ­ρή­νῃ τὴν ψυ­χήν μου ἀ­πὸ τῶν ἐγ­γι­ζόν­των μοι, ὅ­τι ἐν πολ­λοῖς ἦ­σαν σὺν ἐ­μοί.

Εἰ­σα­κού­σε­ται ὁ Θε­ός, καὶ τα­πει­νώ­σει αὐ­τοὺς ὁ ὑ­πάρ­χων πρὸ τῶν αἰ­ώ­νων.

Οὐ γάρ ἐ­στιν αὐ­τοῖς ἀν­τάλ­λαγ­μα, ὅ­τι οὐκ ἐ­φο­βή­θη­σαν τὸν Θε­όν.

Ἐ­ξέ­τει­νε τὴν χεῖ­ρα αὐ­τοῦ ἐν τῷ ἀ­πο­δι­δό­ναι· ἐ­βε­βή­λω­σαν τὴν δι­α­θή­κην αὐ­τοῦ.

Δι­ε­με­ρί­σθη­σαν ἀ­πὸ ὀρ­γῆς τοῦ προ­σώ­που αὐ­τοῦ, καὶ ἤγ­γι­σαν αἱ καρ­δί­αι αὐ­τῶν.

Ἡ­πα­λύν­θη­σαν οἱ λό­γοι αὐ­τῶν ὑ­πὲρ ἔ­λαι­ον, καὶ αὐ­τοί εἰ­σι βο­λί­δες.

Ἐ­πίῤ­ῥι­ψον ἐ­πὶ Κύ­ρι­ον τὴν μέ­ρι­μνάν σου, καὶ αὐ­τός σε δι­α­θρέ­ψει· οὐ δώ­σει εἰς τὸν αἰ­ῶ­να σά­λον τῷ δι­καί­ῳ.

Σὺ δέ, ὁ Θε­ός, κα­τά­ξεις αὐ­τοὺς εἰς φρέ­αρ δι­α­φθο­ρᾶς.

Ἄν­δρες αἱ­μά­των καὶ δο­λι­ό­τη­τος οὐ μὴ ἡ­μι­σεύ­σω­σι τὰς ἡ­μέ­ρας αὐ­τῶν· ἐ­γὼ δέ, Κύ­ρι­ε, ἐλ­πι­ῶ ἐ­πὶ σέ.

Ψαλ­μὸς Ϟ´ (90).

Ὁ κα­τοι­κῶν ἐν βο­η­θεί­ᾳ τοῦ Ὑ­ψί­στου, ἐν σκέ­πῃ τοῦ Θε­οῦ τοῦ οὐ­ρα­νοῦ αὐ­λι­σθή­σε­ται.

Ἐ­ρεῖ τῷ Κυ­ρί­ῳ· Ἀν­τι­λή­πτωρ μου εἶ καὶ κα­τα­φυ­γή μου, ὁ Θε­ός μου, καὶ ἐλ­πι­ῶ ἐπ᾿ αὐ­τόν.

Ὅ­τι αὐ­τὸς ῥύ­σε­ταί σε ἐκ πα­γί­δος θη­ρευ­τῶν, καὶ ἀ­πὸ λό­γου τα­ρα­χώ­δους.

Ἐν τοῖς με­τα­φρέ­νοις αὐ­τοῦ ἐ­πι­σκι­ά­σει σοι, καὶ ὑ­πὸ τὰς πτέ­ρυ­γας αὐ­τοῦ ἐλ­πι­εῖς· ὅ­πλῳ κυ­κλώ­σει σε ἡ ἀ­λή­θει­α αὐ­τοῦ.

Οὐ φο­βη­θή­σῃ ἀ­πὸ φό­βου νυ­κτε­ρι­νοῦ, ἀ­πὸ βέ­λους πε­το­μέ­νου ἡ­μέ­ρας, ἀ­πὸ πράγ­μα­τος ἐν σκό­τει δι­α­πο­ρευ­ο­μέ­νου, ἀ­πὸ συμ­πτώ­μα­τος καὶ δαι­μο­νί­ου με­σημ­βρι­νοῦ.

Πε­σεῖ­ται ἐκ τοῦ κλί­τους σου χι­λι­άς, καὶ μυ­ρι­ὰς ἐκ δε­ξι­ῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγ­γι­εῖ.

Πλὴν τοῖς ὀ­φθαλ­μοῖς σου κα­τα­νο­ή­σεις, καὶ ἀν­τα­πό­δο­σιν ἁ­μαρ­τω­λῶν ὄ­ψει.

Ὅ­τι σύ, Κύ­ρι­ε, ἡ ἐλ­πίς μου· τὸν Ὕ­ψι­στον ἔ­θου κα­τα­φυ­γήν σου.

Οὐ προ­σε­λεύ­σε­ται πρὸς σὲ κα­κά, καὶ μά­στιξ οὐκ ἐγ­γι­εῖ ἐν τῷ σκη­νώ­μα­τί σου.

Ὅ­τι τοῖς ἀγ­γέ­λοις αὐ­τοῦ ἐν­τε­λεῖ­ται πε­ρὶ σοῦ, τοῦ δι­α­φυ­λά­ξαι σε ἐν πά­σαις ταῖς ὁ­δοῖς σου.

Ἐ­πὶ χει­ρῶν ἀ­ροῦ­σί σε, μή­πο­τε προ­σκό­ψῃς πρὸς λί­θον τὸν πό­δα σου.

Ἐ­πὶ ἀ­σπί­δα καὶ βα­σι­λί­σκον ἐ­πι­βή­σῃ, καὶ κα­τα­πα­τή­σεις λέ­ον­τα καὶ δρά­κον­τα.

Ὅ­τι ἐπ᾿ ἐ­μὲ ἤλ­πι­σε καὶ ῥύ­σο­μαι αὐ­τόν, σκε­πά­σω αὐ­τόν, ὅ­τι ἔ­γνω τὸ ὄ­νο­μά μου.

Κε­κρά­ξε­ται πρός με, καὶ ἐ­πα­κού­σο­μαι αὐ­τοῦ· μετ᾿ αὐ­τοῦ εἰ­μι ἐν θλί­ψει, ἐ­ξε­λοῦ­μαι αὐ­τόν, καὶ δο­ξά­σω αὐ­τόν.

Μα­κρό­τη­τα ἡ­με­ρῶν ἐμ­πλή­σω αὐ­τόν, καὶ δεί­ξω αὐ­τῷ τὸ σω­τή­ρι­όν μου.

Καὶ τὰ ἑ­ξῆς ἄ­νευ με­τα­νοι­ῶν·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα.

Ἰ­δοὺ ὁ Νυμ­φί­ος ἔρ­χε­ται, ἐν τῷ μέ­σῳ τῆς νυ­κτός· καὶ μα­κά­ρι­ος ὁ δοῦ­λος, ὃν εὑ­ρή­σει γρη­γο­ροῦν­τα· ἀ­νά­ξι­ος δὲ πά­λιν, ὃν εὑ­ρή­σει ῥα­θυ­μοῦν­τα. Βλέ­πε οὖν ψυ­χή μου, μὴ τῷ ὕ­πνῳ κα­τε­νε­χθῇς, ἵ­να μὴ τῷ θα­νά­τῳ πα­ρα­δο­θῇς, καὶ τῆς βα­σι­λεί­ας ἔ­ξω κλει­σθῇς· ἀλ­λὰ ἀ­νά­νη­ψον κρά­ζου­σα· Ἅ­γι­ος, Ἅ­γι­ος, Ἅ­γι­ος εἶ ὁ Θε­ός· δι­ὰ τῆς Θε­ο­τό­κου ἐ­λέ­η­σον ἡ­μᾶς.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὅ­τι οὐκ ἔ­χο­μεν παῤ­ῥη­σί­αν, δι­ὰ τὰ πολ­λὰ ἡ­μῶν ἁ­μαρ­τή­μα­τα, σὺ τὸν ἐκ σοῦ γεν­νη­θέν­τα δυ­σώ­πη­σον, Θε­ο­τό­κε Παρ­θέ­νε· πολ­λὰ γὰρ ἰ­σχύ­ει δέ­η­σις Μη­τρός, πρὸς εὐ­μέ­νει­αν Δε­σπό­του. Μὴ πα­ρί­δῃς, ἁ­μαρ­τω­λῶν ἱ­κε­σί­ας, ἡ Πάν­σε­μνος, ὅ­τι ἐ­λε­ή­μων ἐ­στί, καὶ σῴ­ζειν δυ­νά­με­νος, ὁ καὶ πα­θεῖν ὑ­πὲρ ἡ­μῶν κα­τα­δε­ξά­με­νος.

* * *

Καὶ εὐ­θὺς τὸ τρο­πά­ρι­ον τῆς προ­φη­τεί­ας καὶ τὸ ἀ­νά­γνω­σμα τῆς ἡ­μέ­ρας.

Τρο­πά­ρι­ον τῆς προ­φη­τεί­ας. Ἦ­χος β´.

Σή­με­ρον τὸ πο­νη­ρὸν συ­νή­χθη συ­νέ­δρι­ον, καὶ κα­τὰ σοῦ κε­νὰ ἐ­με­λέ­τη­σε· σή­με­ρον ἐκ συμ­φώ­νου, τὸν βρό­χον Ἰ­ού­δας ἀῤ­ῥα­βω­νί­ζε­ται· Κα­ϊ­ά­φας δὲ ἄ­κων ὁ­μο­λο­γεῖ, ὅ­τι εἷς ὑ­πὲρ πάν­των, ἀ­να­δέ­χῃ τὸ πά­θος ἑ­κού­σι­ον· Λυ­τρω­τὰ ἡ­μῶν, Χρι­στὲ ὁ Θε­ὸς δό­ξα σοι.

Δό­ξα. Καὶ νῦν. Τὸ αὐ­τό.

Καὶ εὐ­θὺς ὁ ἀ­να­γνώ­στης·

Προ­κεί­με­νον.
Ἦ­χος πλ. δ´. Ψαλ­μὸς ρλγ´ (133).

Εὐ­λο­γή­σαι σε Κύ­ρι­ος ἐκ Σι­ών, ὁ ποι­ή­σας τὸν οὐ­ρα­νὸν καὶ τὴν γῆν.

Στίχ. Ἰ­δοὺ δή, εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον πάν­τες οἱ δοῦ­λοι Κυ­ρί­ου , οἱ ἑ­στῶ­τες ἐν οἴ­κῳ Κυ­ρί­ου, ἐν αὐ­λαῖς οἴ­κου Θε­οῦ ἡ­μῶν.

Προ­φη­τεί­ας Ἰ­ε­ζε­κι­ὴλ τὸ Ἀ­νά­γνω­σμα
(β´ 3-10, γ´ 1-3).

Εἶ­πε Κύ­ρι­ος πρός με· Υἱ­ὲ ἀν­θρώ­που, ἐ­ξα­πο­στε­λῶ ἐ­γώ σε πρὸς τοὺς υἱ­οὺς Ἰσ­ρα­ήλ, τοὺς πα­ρα­πι­κραί­νον­τάς με· οἵ­τι­νες πα­ρε­πί­κρα­νάν με, αὐ­τοὶ καὶ οἱ πα­τέ­ρες αὐ­τῶν ἠ­θέ­τη­σαν εἰς ἐ­μέ, ἕ­ως τῆς σή­με­ρον ἡ­μέ­ρας· καὶ υἱ­οὶ σκλη­ρο­πρό­σω­ποι, καὶ στε­ρε­ο­κάρ­δι­οι ἐ­γέ­νον­το. Ἐ­γὼ ἀ­πο­στε­λῶ σε πρὸς αὐ­τούς, καὶ ἐ­ρεῖς· Τά­δε λέ­γει Κύ­ρι­ος· Ἐ­ὰν ἄ­ρα ἀ­κού­σω­σιν, ἢ πτο­η­θῶ­σι, δι­ό­τι οἶ­κος πα­ρα­πι­κραί­νων ἐ­στί, καὶ γνώ­σον­ται, ὅ­τι προ­φή­της εἶ σὺ ἐν μέ­σῳ αὐ­τῶν. Καὶ σύ, υἱ­ὲ ἀν­θρώ­που, μὴ φο­βη­θῇς αὐ­τούς, μη­δὲ ἐκ­στῇς ἀ­πὸ προ­σώ­που αὐ­τῶν· δι­ό­τι πα­ροι­στρή­σου­σι, καὶ ἐ­πι­στή­σον­ται ἐ­πὶ σὲ κύ­κλῳ, καὶ ἐν μέ­σῳ σκορ­πί­ων σὺ κα­τοι­κεῖς· τοὺς λό­γους αὐ­τῶν μὴ φο­βη­θῇς, καὶ ἀ­πὸ προ­σώ­που αὐ­τῶν μὴ ἐκ­στῇς, δι­ό­τι οἶ­κος πα­ρα­πι­κραί­νων ἐ­στί· καὶ λα­λή­σεις τοὺς λό­γους μου πρὸς αὐ­τούς, ἐ­ὰν ἄ­ρα ἀ­κού­σω­σιν ἢ πτο­η­θῶ­σιν, ὅ­τι οἶ­κος πα­ρα­πι­κραί­νων ἐ­στί. Καὶ σύ, υἱ­ὲ ἀν­θρώ­που, ἄ­κου­ε τοῦ λα­λοῦν­τος πρὸς σέ, καὶ μὴ γί­νου πα­ρα­πι­κραί­νων, κα­θὼς ὁ οἶ­κος ὁ πα­ρα­πι­κραί­νων· χά­νε τὸ στό­μα σου, καὶ φά­γε, ἃ ἐ­γὼ δί­δω­μί σοι.

Καὶ εἶ­δον, καὶ ἰ­δοὺ χεὶρ ἐ­κτε­τα­μέ­νη πρός με, καὶ ἐν αὐ­τῇ κε­φα­λὶς βι­βλί­ου· καὶ ἀ­νεί­λισ­σεν αὐ­τὴν ἐ­νώ­πι­όν μου, καὶ ἦν ἐν αὐ­τῇ γε­γραμ­μέ­να τὰ ἔμ­προ­σθεν, καὶ τὰ ὄ­πι­σθεν· καὶ ἐ­γέ­γρα­πτο ἐν αὐ­τῇ θρῆ­νος, καὶ μέ­λος, καὶ οὐ­αί. Καὶ εἶ­πε πρός με· Υἱ­ὲ ἀν­θρώ­που, κα­τά­φα­γε τὴν κε­φα­λί­δα ταύ­την, καὶ πο­ρεύ­θη­τι, καὶ λά­λη­σον τοῖς υἱ­οῖς Ἰσ­ρα­ήλ. Καὶ δι­ή­νοι­ξε τὸ στό­μα μου καὶ ἐ­ψώ­μι­σέ με τὴν κε­φα­λί­δα ταύ­την· καὶ εἶ­πε πρός με· Υἱ­ὲ ἀν­θρώ­που, τὸ στό­μα σου φά­γε­ται, καὶ ἡ κοι­λί­α σου πλη­σθή­σε­ται τῆς κε­φα­λί­δος ταύ­της, τῆς δε­δο­μέ­νης εἰς σέ. Καὶ ἔ­φα­γον αὐ­τήν· καὶ ἐ­γέ­νε­το ἐν τῷ στό­μα­τί μου, ὡς μέ­λι γλυ­κά­ζον.

Προ­κεί­με­νον. Ἦ­χος β´. Ψαλ­μὸς ρλδ´ (134).

Οἱ φο­βού­με­νοι τὸν Κύ­ρι­ον, εὐ­λο­γή­σα­τε τὸν Κύ­ρι­ον.

Στίχ. Αἰ­νεῖ­τε τὸ ὄ­νο­μα Κυ­ρί­ου, αἰ­νεῖ­τε δοῦ­λοι Κύ­ρι­ον.

* * *

Με­τὰ δὲ τὴν προ­φη­τεί­αν·

Τα­χὺ προ­κα­τα­λα­βέ­τω­σαν ἡ­μᾶς οἱ οἰ­κτιρ­μοί σου, Κύ­ρι­ε, ὅ­τι ἐ­πτω­χεύ­σα­μεν σφό­δρα· βο­ή­θη­σον ἡ­μῖν, ὁ Θε­ός, ὁ Σω­τὴρ ἡ­μῶν, ἕ­νε­κεν τῆς δό­ξης τοῦ ὀ­νό­μα­τός σου· Κύ­ρι­ε, ῥῦ­σαι ἡ­μᾶς, καὶ ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν, ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

* * *

Τὸ τρισά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Τὸ κον­τά­κι­ον τῆς ἡ­μέ­ρας·

Τῇ Με­γά­λῃ Τε­τάρ­τῃ.

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυ­ρῷ.

Ὑ­πὲρ τὴν πόρ­νην Ἀ­γα­θὲ ἀ­νο­μή­σας, δα­κρύ­ων ὄμ­βρους οὐ­δα­μῶς σοι προ­σῆ­ξα· ἀλ­λὰ σι­γῇ δε­ό­με­νος, προ­σπί­πτω σοι, πό­θῳ ἀ­σπα­ζό­με­νος, τοὺς ἀ­χράν­τους σου πό­δας, ὅ­πως μοι τὴν ἄ­φε­σιν, ὡς Δε­σπό­της πα­ρά­σχῃς, τῶν ὀ­φλη­μά­των κρά­ζον­τι Σω­τήρ· Ἐκ τοῦ βορ­βό­ρου, τῶν ἔρ­γων μου ῥῦ­σαί με.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (40άκις).

Καὶ τὴν πα­ροῦ­σαν εὐ­χήν.

Ὁ ἐν παν­τὶ και­ρῷ καὶ πά­σῃ ὥ­ρᾳ ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ γῆς προ­σκυ­νού­με­νος καὶ δο­ξα­ζό­με­νος Χρι­στὸς ὁ Θε­ός, ὁ μα­κρό­θυ­μος, ὁ πο­λυ­έ­λε­ος, ὁ πο­λυ­εύ­σπλαγ­χνος, ὁ τοὺς δι­καί­ους ἀ­γα­πῶν καὶ τοὺς ἁ­μαρ­τω­λοὺς ἐ­λε­ῶν, ὁ πάν­τας κα­λῶν πρὸς σω­τη­ρί­αν δι­ὰ τῆς ἐ­παγ­γε­λί­ας τῶν μελ­λόν­των ἀ­γα­θῶν· αὐ­τός, Κύ­ρι­ε, πρόσ­δε­ξαι καὶ ἡ­μῶν ἐν τῇ ὥ­ρᾳ ταύ­τῃ τὰς ἐν­τεύ­ξεις καὶ ἴ­θυ­νον τὴν ζω­ὴν ἡ­μῶν πρὸς τὰς ἐν­το­λάς σου. Τὰς ψυ­χὰς ἡ­μῶν ἁ­γί­α­σον· τὰ σώ­μα­τα ἅ­γνι­σον· τοὺς λο­γι­σμοὺς δι­όρ­θω­σον· τὰς ἐν­νοί­ας κά­θα­ρον· καὶ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, κα­κῶν καὶ ὀ­δύ­νης. Τεί­χι­σον ἡ­μᾶς ἁ­γί­οις σου ἀγ­γέ­λοις, ἵ­να, τῇ πα­ρεμ­βο­λῇ αὐ­τῶν φρου­ρού­με­νοι καὶ ὁ­δη­γού­με­νοι, κα­ταν­τή­σω­μεν εἰς τὴν ἑ­νό­τη­τα τῆς πί­στε­ως καὶ εἰς τὴν ἐ­πί­γνω­σιν τῆς ἀ­προ­σί­του σου δό­ξης· ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Ὁ ἱ­ε­ρεύς·

Ὁ Θε­ὸς οἰ­κτει­ρή­σαι ἡ­μᾶς καὶ εὐ­λο­γή­σαι ἡ­μᾶς, ἐ­πι­φά­ναι τὸ πρό­σω­πον αὐ­τοῦ ἐφ᾿ ἡ­μᾶς καὶ ἐ­λε­ή­σαι ἡ­μᾶς.

Καὶ ποι­οῦ­μεν με­τα­νοί­ας με­γά­λας τρεῖς λέ­γον­τες καθ᾿ ἑ­αυ­τοὺς ἀ­νὰ ἕ­να στί­χον τῆς εὐ­χῆς τοῦ ἁ­γί­ου Ἐ­φραίμ.

Κύ­ρι­ε καὶ Δέ­σπο­τα τῆς ζω­ῆς μου, πνεῦ­μα ἀρ­γί­ας, πε­ρι­ερ­γί­ας, φι­λαρ­χί­ας καὶ ἀρ­γο­λο­γί­ας μή μοι δῷς.

Πνεῦ­μα δὲ σω­φρο­σύ­νης, τα­πει­νο­φρο­σύ­νης, ὑ­πο­μο­νῆς καὶ ἀ­γά­πης χά­ρι­σαί μοι τῷ σῷ δού­λῳ.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Εἶ­τα ποι­οῦ­μεν με­τα­νοί­ας μι­κρὰς δώ­δε­κα καὶ πά­λιν με­τά­νοι­αν με­γά­λην μί­αν ἐ­πα­να­λαμ­βά­νον­τες τὸν τε­λευ­ταῖ­ον στί­χον τῆς εὐ­χῆς.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ ὁ προ­ε­στὼς τὴν ἑ­πο­μέ­νην εὐ­χήν·

(τοῦ Με­γά­λου Βα­σι­λεί­ου)

Θε­ὲ καὶ Κύ­ρι­ε τῶν Δυ­νά­με­ων, καὶ πά­σης κτί­σε­ως Δη­μι­ουρ­γέ, ὁ δι­ὰ σπλάγ­χνα ἀ­νει­κά­στου ἐ­λέ­ους σου τὸν μο­νο­γε­νῆ σου Υἱ­όν, τὸν Κύ­ρι­ον ἡ­μῶν Ἰ­η­σοῦν Χρι­στόν, κα­τα­πέμ­ψας ἐ­πὶ σω­τη­ρί­ᾳ τοῦ γέ­νους ἡ­μῶν, καὶ δι­ὰ τοῦ τι­μί­ου αὐ­τοῦ Σταυ­ροῦ τὸ χει­ρό­γρα­φον τῶν ἁ­μαρ­τι­ῶν ἡ­μῶν δι­αῤ­ῥή­ξας, καὶ θρι­αμ­βεύ­σας ἐν αὐ­τῷ τὰς ἀρ­χὰς καὶ ἐ­ξου­σί­ας τοῦ σκό­τους, Αὐ­τός, Δέ­σπο­τα φι­λάν­θρω­πε, πρόσ­δε­ξαι καὶ ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν τὰς εὐ­χα­ρι­στη­ρί­ους ταύ­τας καὶ ἱ­κε­τη­ρί­ους ἐν­τεύ­ξεις· καὶ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ παν­τὸς ὀ­λε­θρί­ου καὶ σκο­τει­νοῦ πα­ρα­πτώ­μα­τος, καὶ πάν­των τῶν κα­κῶ­σαι ἡ­μᾶς ζη­τούν­των, ὁ­ρα­τῶν καὶ ἀ­ο­ρά­των ἐ­χθρῶν. Κα­θή­λω­σον ἐκ τοῦ φό­βου σου τὰς σάρ­κας ἡ­μῶν, καὶ μὴ ἐκ­κλί­νῃς τὰς καρ­δί­ας ἡ­μῶν εἰς λό­γους ἢ εἰς λο­γι­σμοὺς πο­νη­ρί­ας, ἀλ­λὰ τῷ πό­θῳ σου τρῶ­σον ἡ­μῶν τὰς ψυ­χάς, ἵ­να πρὸς σὲ δι­ὰ παν­τὸς ἀ­τε­νί­ζον­τες, καὶ τῷ πα­ρὰ σοῦ φω­τὶ ὁ­δη­γού­με­νοι, σὲ τὸ ἀ­πρό­σι­τον καὶ ἀ­ΐ­δι­ον κα­το­πτεύ­ον­τες φῶς, ἀ­κα­τά­παυ­στόν σοι τὴν ἐ­ξο­μο­λό­γη­σιν καὶ εὐ­χα­ρι­στί­αν ἀ­να­πέμ­πω­μεν, τῷ ἀ­νάρ­χῳ Πα­τρί, σὺν τῷ μο­νο­γε­νεῖ σου Υἱ­ῷ καὶ τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

* * * * *

ΩΡΑ ΕΝΑΤΗ

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ Χρι­στῷ τῷ βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Καὶ τοὺς ψαλ­μούς·

Ψαλ­μὸς πγ´ (83).

Ὡς ἀ­γα­πη­τὰ τὰ σκη­νώ­μα­τά σου, Κύ­ρι­ε, τῶν δυ­νά­με­ων!

Ἐ­πι­πο­θεῖ καὶ ἐ­κλεί­πει ἡ ψυ­χή μου εἰς τὰς αὐ­λὰς τοῦ Κυ­ρί­ου· ἡ καρ­δί­α μου καὶ ἡ σάρξ μου ἠ­γαλ­λι­ά­σαν­το ἐ­πὶ Θε­ὸν ζῶν­τα.

Καὶ γὰρ στρου­θί­ον εὗ­ρεν ἑ­αυ­τῷ οἰ­κί­αν, καὶ τρυ­γὼν νοσ­σι­ὰν ἑ­αυ­τῇ, οὗ θή­σει τὰ νοσ­σί­α ἑ­αυ­τῆς· τὰ θυ­σι­α­στή­ρι­ά σου, Κύ­ρι­ε τῶν δυ­νά­με­ων, ὁ Βα­σι­λεύς μου καὶ ὁ Θε­ός μου.

Μα­κά­ρι­οι οἱ κα­τοι­κοῦν­τες ἐν τῷ οἴ­κῳ σου, εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων αἰ­νέ­σου­σί σε.

Μα­κά­ρι­ος ἀ­νήρ, ᾧ ἐ­στιν ἀν­τί­λη­ψις αὐ­τῷ πα­ρὰ σοῦ· ἀ­να­βά­σεις ἐν τῇ καρ­δί­ᾳ αὐ­τοῦ δι­έ­θε­το, εἰς τὴν κοι­λά­δα τοῦ κλαυθ­μῶ­νος, εἰς τὸν τό­πον, ὃν ἔ­θε­το.

Καὶ γὰρ εὐ­λο­γί­ας δώ­σει ὁ νο­μο­θε­τῶν· πο­ρεύ­σον­ται ἐκ δυ­νά­με­ως εἰς δύ­να­μιν· ὀ­φθή­σε­ται ὁ Θε­ὸς τῶν θε­ῶν ἐν Σι­ών.

Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν δυ­νά­με­ων, εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι ὁ Θε­ὸς Ἰ­α­κώβ.

Ὑ­πε­ρα­σπι­στὰ ἡ­μῶν ἴ­δε, ὁ Θε­ός, καὶ ἐ­πί­βλε­ψον εἰς τὸ πρό­σω­πον τοῦ χρι­στοῦ σου.

Ὅ­τι κρείσ­σων ἡ­μέ­ρα μί­α ἐν ταῖς αὐ­λαῖς σου ὑ­πὲρ χι­λι­ά­δας.

Ἐ­ξε­λε­ξά­μην πα­ραῤ­ῥι­πτεῖ­σθαι ἐν τῷ οἴ­κῳ τοῦ Θε­οῦ μου μᾶλ­λον, ἢ οἰ­κεῖν με ἐν σκη­νώ­μα­σιν ἁ­μαρ­τω­λῶν.

Ὅ­τι ἔ­λε­ος καὶ ἀ­λή­θει­αν ἀ­γα­πᾷ Κύ­ρι­ος ὁ Θε­ός, χά­ριν καὶ δό­ξαν δώ­σει· Κύ­ρι­ος οὐ στε­ρή­σει τὰ ἀ­γα­θὰ τοῖς πο­ρευ­ο­μέ­νοις ἐν ἀ­κα­κί­ᾳ.

Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν δυ­νά­με­ων, μα­κά­ρι­ος ἄν­θρω­πος ὁ ἐλ­πί­ζων ἐ­πὶ σέ.

Ψαλ­μὸς πδ´ (84).

Εὐ­δό­κη­σας, Κύ­ρι­ε, τὴν γῆν σου, ἀ­πέ­στρε­ψας τὴν αἰχ­μα­λω­σί­αν Ἰ­α­κώβ.

Ἀ­φῆ­κας τὰς ἀ­νο­μί­ας τῷ λα­ῷ σου, ἐ­κά­λυ­ψας πά­σας τὰς ἁ­μαρ­τί­ας αὐ­τῶν.

Κα­τέ­παυ­σας πᾶ­σαν τὴν ὀρ­γήν σου, ἀ­πέ­στρε­ψας ἀ­πὸ ὀρ­γῆς θυ­μοῦ σου.

Ἐ­πί­στρε­ψον ἡ­μᾶς, ὁ Θε­ὸς τῶν σω­τη­ρί­ων ἡ­μῶν, καὶ ἀ­πό­στρε­ψον τὸν θυ­μόν σου ἀφ᾿ ἡ­μῶν.

Μὴ εἰς τοὺς αἰ­ῶ­νας ὀρ­γι­σθῇς ἡ­μῖν; ἢ δι­α­τε­νεῖς τὴν ὀρ­γήν σου ἀ­πὸ γε­νε­ᾶς εἰς γε­νε­άν;

Ὁ Θε­ός, σὺ ἐ­πι­στρέ­ψας ζω­ώ­σεις ἡ­μᾶς, καὶ ὁ λα­ός σου εὐ­φραν­θή­σε­ται ἐ­πὶ σοί.

Δεῖ­ξον ἡ­μῖν, Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου, καὶ τὸ σω­τή­ρι­όν σου δῴ­ης ἡ­μῖν.

Ἀ­κού­σο­μαι τί λα­λή­σει ἐν ἐ­μοὶ Κύ­ρι­ος ὁ Θε­ός· ὅ­τι λα­λή­σει εἰ­ρή­νην ἐ­πὶ τὸν λα­ὸν αὐ­τοῦ, καὶ ἐ­πὶ τοὺς ὁ­σί­ους αὐ­τοῦ, καὶ ἐ­πὶ τοὺς ἐ­πι­στρέ­φον­τας καρ­δί­αν ἐπ᾿ αὐ­τόν.

Πλὴν ἐγ­γὺς τῶν φο­βου­μέ­νων αὐ­τὸν τὸ σω­τή­ρι­ον αὐ­τοῦ, τοῦ κα­τα­σκη­νῶ­σαι δό­ξαν ἐν τῇ γῇ ἡ­μῶν.

Ἔ­λε­ος καὶ ἀ­λή­θει­α συ­νήν­τη­σαν, δι­και­ο­σύ­νη καὶ εἰ­ρή­νη κα­τε­φί­λη­σαν.

Ἀ­λή­θει­α ἐκ τῆς γῆς ἀ­νέ­τει­λε, καὶ δι­και­ο­σύ­νη ἐκ τοῦ οὐ­ρα­νοῦ δι­έ­κυ­ψε.

Καὶ γὰρ ὁ Κύ­ρι­ος δώ­σει χρη­στό­τη­τα, καὶ ἡ γῆ ἡ­μῶν δώ­σει τὸν καρ­πὸν αὐ­τῆς.

Δι­και­ο­σύ­νη ἐ­νώ­πι­ον αὐ­τοῦ προ­πο­ρεύ­σε­ται, καὶ θή­σει εἰς ὁ­δὸν τὰ δι­α­βή­μα­τα αὐ­τοῦ.

Ψαλ­μὸς πε´ (85).

Κλῖ­νον, Κύ­ρι­ε, τὸ οὖς σου καὶ ἐ­πά­κου­σόν μου, ὅ­τι πτω­χὸς καὶ πέ­νης εἰ­μὶ ἐ­γώ.

Φύ­λα­ξον τὴν ψυ­χήν μου, ὅ­τι ὅ­σι­ός εἰ­μι· σῶ­σον τὸν δοῦ­λόν σου, ὁ Θε­ός μου, τὸν ἐλ­πί­ζον­τα ἐ­πὶ σέ.

Ἐ­λέ­η­σόν με, Κύ­ρι­ε, ὅ­τι πρὸς σὲ κε­κρά­ξο­μαι ὅ­λην τὴν ἡ­μέ­ραν. Εὔ­φρα­νον τὴν ψυ­χὴν τοῦ δού­λου σου, ὅ­τι πρὸς σὲ ἦ­ρα τὴν ψυ­χήν μου.

Ὅ­τι σύ, Κύ­ρι­ε, χρη­στὸς καὶ ἐ­πι­ει­κὴς καὶ πο­λυ­έ­λε­ος, πᾶ­σι τοῖς ἐ­πι­κα­λου­μέ­νοις σε.

Ἐ­νώ­τι­σαι, Κύ­ρι­ε, τὴν προ­σευ­χήν μου, καὶ πρό­σχες τῇ φω­νῇ τῆς δε­ή­σε­ώς μου.

Ἐν ἡ­μέ­ρᾳ θλί­ψε­ώς μου ἐ­κέ­κρα­ξα πρὸς σέ, ὅ­τι ἐ­πή­κου­σάς μου.

Οὐκ ἔ­στιν ὅ­μοι­ός σοι ἐν θε­οῖς, Κύ­ρι­ε, καὶ οὐκ ἔ­στι κα­τὰ τὰ ἔρ­γα σου.

Πάν­τα τὰ ἔ­θνη, ὅ­σα ἐ­ποί­η­σας, ἥ­ξου­σι καὶ προ­σκυ­νή­σου­σιν ἐ­νώ­πι­όν σου, Κύ­ρι­ε, καὶ δο­ξά­σου­σι τὸ ὄ­νο­μά σου.

Ὅ­τι μέ­γας εἶ σὺ καὶ ποι­ῶν θαυ­μά­σι­α· σὺ εἶ Θε­ὸς μό­νος.

Ὁ­δή­γη­σόν με, Κύ­ρι­ε, ἐν τῇ ὁ­δῷ σου, καὶ πο­ρεύ­σο­μαι ἐν τῇ ἀ­λη­θεί­ᾳ σου· εὐ­φραν­θή­τω ἡ καρ­δί­α μου, τοῦ φο­βεῖ­σθαι τὸ ὄ­νο­μά σου.

Ἐ­ξο­μο­λο­γή­σο­μαί σοι, Κύ­ρι­ε ὁ Θε­ός μου, ἐν ὅ­λῃ καρ­δί­ᾳ μου, καὶ δο­ξά­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να.

Ὅ­τι τὸ ἔ­λε­ός σου μέ­γα ἐπ᾿ ἐ­μέ, καὶ ἐῤ­ῥύ­σω τὴν ψυ­χήν μου ἐξ ᾅ­δου κα­τω­τά­του.

Ὁ Θε­ός, πα­ρά­νο­μοι ἐ­πα­νέ­στη­σαν ἐπ᾿ ἐ­μὲ καὶ συ­να­γω­γὴ κρα­ται­ῶν ἐ­ζή­τη­σαν τὴν ψυ­χήν μου, καὶ οὐ προ­έ­θεν­τό σε ἐ­νώ­πι­ον αὐ­τῶν.

Καὶ σύ, Κύ­ρι­ε ὁ Θε­ός μου, οἰ­κτίρ­μων καὶ ἐ­λε­ή­μων, μα­κρό­θυ­μος καὶ πο­λυ­έ­λε­ος καὶ ἀ­λη­θι­νός.

Ἐ­πί­βλε­ψον ἐπ᾿ ἐ­μὲ καὶ ἐ­λέ­η­σόν με· δὸς τὸ κρά­τος σου τῷ παι­δί σου καὶ σῶ­σον τὸν υἱ­ὸν τῆς παι­δί­σκης σου.

Ποί­η­σον μετ᾿ ἐ­μοῦ ση­μεῖ­ον εἰς ἀ­γα­θόν· καὶ ἰ­δέ­τω­σαν οἱ μι­σοῦν­τές με, καὶ αἰ­σχυν­θή­τω­σαν· ὅ­τι σύ, Κύ­ρι­ε, ἐ­βο­ή­θη­σάς μοι, καὶ πα­ρε­κά­λε­σάς με.

Καὶ πά­λιν·

Ποί­η­σον μετ᾿ ἐ­μοῦ ση­μεῖ­ον εἰς ἀ­γα­θόν· καὶ ἰ­δέ­τω­σαν οἱ μι­σοῦν­τές με, καὶ αἰ­σχυν­θή­τω­σαν· ὅ­τι σύ, Κύ­ρι­ε, ἐ­βο­ή­θη­σάς μοι, καὶ πα­ρε­κά­λε­σάς με.

Καὶ τὰ ἑ­ξῆς ἄ­νευ με­τα­νοι­ῶν·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα.

Ἰ­δοὺ ὁ Νυμ­φί­ος ἔρ­χε­ται, ἐν τῷ μέ­σῳ τῆς νυ­κτός· καὶ μα­κά­ρι­ος ὁ δοῦ­λος, ὃν εὑ­ρή­σει γρη­γο­ροῦν­τα· ἀ­νά­ξι­ος δὲ πά­λιν, ὃν εὑ­ρή­σει ῥα­θυ­μοῦν­τα. Βλέ­πε οὖν ψυ­χή μου, μὴ τῷ ὕ­πνῳ κα­τε­νε­χθῇς, ἵ­να μὴ τῷ θα­νά­τῳ πα­ρα­δο­θῇς, καὶ τῆς βα­σι­λεί­ας ἔ­ξω κλει­σθῇς· ἀλ­λὰ ἀ­νά­νη­ψον κρά­ζου­σα· Ἅ­γι­ος, Ἅ­γι­ος, Ἅ­γι­ος εἶ ὁ Θε­ός· δι­ὰ τῆς Θε­ο­τό­κου ἐ­λέ­η­σον ἡ­μᾶς.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὁ δι᾿ ἡ­μᾶς γεν­νη­θεὶς ἐκ Παρ­θέ­νου, καὶ σταύ­ρω­σιν ὑ­πο­μεί­νας, ἀ­γα­θέ· ὁ θα­νά­τῳ τὸν θά­να­τον σκυ­λεύ­σας, καὶ ἔ­γερ­σιν δεί­ξας ὡς Θε­ός, μὴ πα­ρί­δῃς οὓς ἔ­πλα­σας τῇ χει­ρί σου· δεῖ­ξον τὴν φι­λαν­θρω­πί­αν σου, ἐ­λε­ῆ­μον· δέ­ξαι τὴν τε­κοῦ­σάν σε, Θε­ο­τό­κον, πρε­σβεύ­ου­σαν ὑ­πὲρ ἡ­μῶν, καὶ σῶ­σον, Σω­τὴρ ἡ­μῶν, λα­ὸν ἀ­πε­γνω­σμέ­νον.

Καὶ εὐ­θύς·

Μὴ δὴ πα­ρα­δώ­ῃς ἡ­μᾶς εἰς τέ­λος δι­ὰ τὸ ὄ­νο­μά σου τὸ ἅ­γι­ον, καὶ μὴ δι­α­σκε­δά­σῃς τὴν δι­α­θή­κην σου, καὶ μὴ ἀ­πο­στή­σῃς τὸ ἔ­λε­ός σου ἀφ᾿ ἡ­μῶν, δι­ὰ Ἀ­βρα­ὰμ τὸν ἠ­γα­πη­μέ­νον ὑ­πὸ σοῦ, καὶ δι­ὰ Ἰ­σα­ὰκ τὸν δοῦ­λόν σου, καὶ Ἰσ­ρα­ὴλ τὸν ἅ­γι­όν σου.

Τὸ τρισά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Τὸ κον­τά­κι­ον τῆς ἡ­μέ­ρας·

Τῇ Με­γά­λῃ Τε­τάρ­τῃ.

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυ­ρῷ.

Ὑ­πὲρ τὴν πόρ­νην Ἀ­γα­θὲ ἀ­νο­μή­σας, δα­κρύ­ων ὄμ­βρους οὐ­δα­μῶς σοι προ­σῆ­ξα· ἀλ­λὰ σι­γῇ δε­ό­με­νος, προ­σπί­πτω σοι, πό­θῳ ἀ­σπα­ζό­με­νος, τοὺς ἀ­χράν­τους σου πό­δας, ὅ­πως μοι τὴν ἄ­φε­σιν, ὡς Δε­σπό­της πα­ρά­σχῃς, τῶν ὀ­φλη­μά­των κρά­ζον­τι Σω­τήρ· Ἐκ τοῦ βορ­βό­ρου, τῶν ἔρ­γων μου ῥῦ­σαί με.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (40άκις).

Καὶ τὴν πα­ροῦ­σαν εὐ­χήν.

Ὁ ἐν παν­τὶ και­ρῷ καὶ πά­σῃ ὥ­ρᾳ ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ γῆς προ­σκυ­νού­με­νος καὶ δο­ξα­ζό­με­νος Χρι­στὸς ὁ Θε­ός, ὁ μα­κρό­θυ­μος, ὁ πο­λυ­έ­λε­ος, ὁ πο­λυ­εύ­σπλαγ­χνος, ὁ τοὺς δι­καί­ους ἀ­γα­πῶν καὶ τοὺς ἁ­μαρ­τω­λοὺς ἐ­λε­ῶν, ὁ πάν­τας κα­λῶν πρὸς σω­τη­ρί­αν δι­ὰ τῆς ἐ­παγ­γε­λί­ας τῶν μελ­λόν­των ἀ­γα­θῶν· αὐ­τός, Κύ­ρι­ε, πρόσ­δε­ξαι καὶ ἡ­μῶν ἐν τῇ ὥ­ρᾳ ταύ­τῃ τὰς ἐν­τεύ­ξεις καὶ ἴ­θυ­νον τὴν ζω­ὴν ἡ­μῶν πρὸς τὰς ἐν­το­λάς σου. Τὰς ψυ­χὰς ἡ­μῶν ἁ­γί­α­σον· τὰ σώ­μα­τα ἅ­γνι­σον· τοὺς λο­γι­σμοὺς δι­όρ­θω­σον· τὰς ἐν­νοί­ας κά­θα­ρον· καὶ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, κα­κῶν καὶ ὀ­δύ­νης. Τεί­χι­σον ἡ­μᾶς ἁ­γί­οις σου ἀγ­γέ­λοις, ἵ­να, τῇ πα­ρεμ­βο­λῇ αὐ­τῶν φρου­ρού­με­νοι καὶ ὁ­δη­γού­με­νοι, κα­ταν­τή­σω­μεν εἰς τὴν ἑ­νό­τη­τα τῆς πί­στε­ως καὶ εἰς τὴν ἐ­πί­γνω­σιν τῆς ἀ­προ­σί­του σου δό­ξης· ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Ὁ ἱ­ε­ρεύς·

Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στὲ ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς. Ἀ­μήν.

Καὶ ποι­οῦ­μεν με­τα­νοί­ας με­γά­λας τρεῖς λέ­γον­τες καθ᾿ ἑ­αυ­τοὺς ἀ­νὰ ἕ­να στί­χον τῆς εὐ­χῆς τοῦ ἁ­γί­ου Ἐ­φραίμ.

Κύ­ρι­ε καὶ Δέ­σπο­τα τῆς ζω­ῆς μου, πνεῦ­μα ἀρ­γί­ας, πε­ρι­ερ­γί­ας, φι­λαρ­χί­ας καὶ ἀρ­γο­λο­γί­ας μή μοι δῷς.

Πνεῦ­μα δὲ σω­φρο­σύ­νης, τα­πει­νο­φρο­σύ­νης, ὑ­πο­μο­νῆς καὶ ἀ­γά­πης χά­ρι­σαί μοι τῷ σῷ δού­λῳ.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Εἶ­τα ποι­οῦ­μεν με­τα­νοί­ας μι­κρὰς δώ­δε­κα καὶ πά­λιν με­τά­νοι­αν με­γά­λην μί­αν ἐ­πα­να­λαμ­βά­νον­τες τὸν τε­λευ­ταῖ­ον στί­χον τῆς εὐ­χῆς.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

(τοῦ Με­γά­λου Βα­σι­λεί­ου)

Δέ­σπο­τα, Κύ­ρι­ε, Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ὸς ἡ­μῶν, ὁ μα­κρο­θυ­μή­σας ἐ­πὶ τοῖς ἡ­μῶν πλημ­με­λή­μα­σι, καὶ ἄ­χρι τῆς πα­ρού­σης ὥ­ρας ἀ­γα­γὼν ἡ­μᾶς, ἐν ᾗ ἐ­πὶ τοῦ ζω­ο­ποι­οῦ ξύ­λου κρε­μά­με­νος, τῷ εὐ­γνώ­μο­νι λῃ­στῇ τὴν εἰς τὸν Πα­ρά­δει­σον ὡ­δο­ποί­η­σας εἴ­σο­δον, καὶ θα­νά­τῳ τὸν θά­να­τον ὤ­λε­σας, ἱ­λά­σθη­τι ἡ­μῖν τοῖς ἁ­μαρ­τω­λοῖς καὶ ἀ­να­ξί­οις δού­λοις σου· ἡ­μάρ­το­μεν γὰρ καὶ ἠ­νο­μή­σα­μεν, καὶ οὐκ ἐ­σμὲν ἄ­ξι­οι ἆ­ραι τὰ ὄμ­μα­τα ἡ­μῶν καὶ βλέ­ψαι εἰς τὸ ὕ­ψος τοῦ οὐ­ρα­νοῦ· δι­ό­τι κα­τε­λί­πο­μεν τὴν ὁ­δὸν τῆς δι­και­ο­σύ­νης σου, καὶ ἐ­πο­ρεύ­θη­μεν ἐν τοῖς θε­λή­μα­σι τῶν καρ­δι­ῶν ἡ­μῶν. Ἀλλ᾿ ἱ­κε­τεύ­ο­μεν τὴν σὴν ἀ­νεί­κα­στον ἀ­γα­θό­τη­τα. Φεῖ­σαι ἡ­μῶν, Κύ­ρι­ε, κα­τὰ τὸ πλῆ­θος τοῦ ἐ­λέ­ους σου, καὶ σῶ­σον ἡ­μᾶς δι­ὰ τὸ ὄ­νο­μά σου τὸ ἅ­γι­ον, ὅ­τι ἐ­ξέ­λι­πον ἐν μα­ται­ό­τη­τι αἱ ἡ­μέ­ραι ἡ­μῶν. Ἐ­ξε­λοῦ ἡ­μᾶς τῆς τοῦ ἀν­τι­κει­μέ­νου χει­ρός, καὶ ἄ­φες ἡ­μῖν τὰ ἁ­μαρ­τή­μα­τα, καὶ νέ­κρω­σον τὸ σαρ­κι­κὸν ἡ­μῶν φρό­νη­μα· ἵ­να, τὸν πα­λαι­ὸν ἀ­πο­θέ­με­νοι ἄν­θρω­πον, τὸν νέ­ον ἐν­δυ­σώ­με­θα καὶ σοὶ ζή­σω­μεν, τῷ ἡ­με­τέ­ρῳ Δε­σπό­τῃ καὶ κη­δε­μό­νι· καὶ οὕ­τω τοῖς σοῖς ἀ­κο­λου­θοῦν­τες προ­στάγ­μα­σιν, εἰς τὴν αἰ­ώ­νι­ον ἀ­νά­παυ­σιν κα­ταν­τή­σω­μεν, ἔν­θα πάν­των ἐ­στὶν εὐ­φραι­νο­μέ­νων ἡ κα­τοι­κί­α. Σὺ γὰρ εἶ ἡ ὄν­τως ἀ­λη­θι­νὴ εὐ­φρο­σύ­νη καὶ ἀ­γαλ­λί­α­σις τῶν ἀ­γα­πών­των σε, Χρι­στέ, ὁ Θε­ὸς ἡ­μῶν, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, σὺν τῷ ἀ­νάρ­χῳ σου Πα­τρὶ καὶ τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

* * *

ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ

Καὶ εὐ­θὺς ψάλ­λο­μεν τοὺς Μα­κα­ρι­σμοὺς λέ­γον­τες ἐν ἑ­κά­στῳ τό· Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου, καὶ ποι­οῦν­τες με­τά­νοι­αν μι­κρὰν μί­αν.

Ἦ­χος πλ. δ´.

Ἐν τῇ βα­σι­λεί­ᾳ σου μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μα­κά­ρι­οι οἱ πτω­χοὶ τῷ πνεύ­μα­τι, ὅ­τι αὐ­τῶν ἐ­στιν ἡ βα­σι­λεί­α τῶν οὐ­ρα­νῶν. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μα­κά­ρι­οι οἱ πεν­θοῦν­τες, ὅ­τι αὐ­τοὶ πα­ρα­κλη­θή­σον­ται. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μα­κά­ρι­οι οἱ πρα­εῖς, ὅ­τι αὐ­τοὶ κλη­ρο­νο­μή­σου­σι τὴν γῆν. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μα­κά­ρι­οι οἱ πει­νῶν­τες καὶ δι­ψῶν­τες τὴν δι­και­ο­σύ­νην, ὅ­τι αὐ­τοὶ χορ­τα­σθή­σον­ται. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μα­κά­ρι­οι οἱ ἐ­λε­ή­μο­νες, ὅ­τι αὐ­τοὶ ἐ­λε­η­θή­σον­ται. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μα­κά­ρι­οι οἱ κα­θα­ροὶ τῇ καρ­δί­ᾳ, ὅ­τι αὐ­τοὶ τὸν Θε­ὸν ὄ­ψον­ται. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μα­κά­ρι­οι οἱ εἰ­ρη­νο­ποι­οί, ὅ­τι αὐ­τοὶ υἱ­οὶ Θε­οῦ κλη­θή­σον­ται. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μα­κά­ρι­οι οἱ δε­δι­ωγ­μέ­νοι ἕ­νε­κεν δι­και­ο­σύ­νης, ὅ­τι αὐ­τῶν ἐ­στιν ἡ βα­σι­λεί­α τῶν οὐ­ρα­νῶν. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μα­κά­ρι­οί ἐ­στε, ὅ­ταν ὀ­νει­δί­σω­σιν ὑ­μᾶς, καὶ δι­ώ­ξω­σι, καὶ εἴ­πω­σι πᾶν πο­νη­ρὸν ῥῆ­μα καθ᾿ ἡ­μῶν, ψευ­δό­με­νοι ἕ­νε­κεν ἐ­μοῦ. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Χαί­ρε­τε καὶ ἀ­γαλ­λι­ᾶ­σθε, ὅ­τι ὁ μι­σθὸς ὑ­μῶν πο­λὺς ἐν τοῖς οὐ­ρα­νοῖς. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν. Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Εἶ­τα ποι­οῦ­μεν τρεῖς με­γά­λας με­τα­νοί­ας λέ­γον­τες·

Μνή­σθη­τι ἡ­μῶν, Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μνή­σθη­τι ἡ­μῶν, Δέ­σπο­τα, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Μνή­σθη­τι ἡ­μῶν, Ἅ­γι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Ὁ ἀ­να­γνώ­στης·

Χο­ρὸς ὁ ἐ­που­ρά­νι­ος ὑ­μνεῖ σε καὶ λέ­γει· Ἅ­γι­ος, ἅ­γι­ος, ἅ­γι­ος Κύ­ρι­ος Σα­βα­ώθ, πλή­ρης ὁ οὐ­ρα­νὸς καὶ ἡ γῆ τῆς δό­ξης σου.

Στίχ. Προ­σέλ­θε­τε πρὸς αὐ­τὸν καὶ φω­τί­σθη­τε, καὶ τὰ πρό­σω­πα ὑ­μῶν οὐ μὴ κα­ται­σχυν­θῇ.

Χο­ρὸς ὁ ἐ­που­ρά­νι­ος ὑ­μνεῖ σε καὶ λέ­γει· Ἅ­γι­ος, ἅ­γι­ος, ἅ­γι­ος Κύ­ρι­ος Σα­βα­ώθ, πλή­ρης ὁ οὐ­ρα­νὸς καὶ ἡ γῆ τῆς δό­ξης σου.

Δό­ξα.

Χο­ρὸς ἁ­γί­ων ἀγ­γέ­λων καὶ ἀρ­χαγ­γέ­λων, με­τὰ πα­σῶν τῶν ἐ­που­ρα­νί­ων δυ­νά­με­ων, ὑ­μνεῖ σε καὶ λέ­γει· Ἅ­γι­ος, ἅ­γι­ος, ἅ­γι­ος Κύ­ρι­ος Σα­βα­ώθ, πλή­ρης ὁ οὐ­ρα­νὸς καὶ ἡ γῆ τῆς δό­ξης σου.

Καὶ νῦν.

Πι­στεύ­ω εἰς ἕ­να Θε­όν, Πα­τέ­ρα, παν­το­κρά­το­ρα, ποι­η­τὴν οὐ­ρα­νοῦ καὶ γῆς, ὁ­ρα­τῶν τε πάν­των καὶ ἀ­ο­ρά­των. Καὶ εἰς ἕ­να Κύ­ρι­ον Ἰ­η­σοῦν Χρι­στόν, τὸν Υἱ­ὸν τοῦ Θε­οῦ τόν μο­νο­γε­νῆ, τὸν ἐκ τοῦ Πα­τρὸς γεν­νη­θέν­τα πρὸ πάν­των τῶν αἰ­ώ­νων· φῶς ἐκ φω­τός, Θε­ὸν ἀ­λη­θι­νὸν ἐκ Θε­οῦ ἀ­λη­θι­νοῦ, γεν­νη­θέν­τα, οὐ ποι­η­θέν­τα, ὁ­μο­ού­σι­ον τῷ Πα­τρί, δι᾿ οὗ τὰ πάν­τα ἐ­γέ­νε­το. Τὸν δι᾿ ἡ­μᾶς τοὺς ἀν­θρώ­πους καὶ δι­ὰ τὴν ἡ­με­τέ­ραν σω­τη­ρί­αν κα­τελ­θόν­τα ἐκ τῶν οὐ­ρα­νῶν καὶ σαρ­κω­θέν­τα ἐκ Πνεύ­μα­τος ἁ­γί­ου καὶ Μα­ρί­ας τῆς Παρ­θέ­νου καὶ ἐ­ναν­θρω­πή­σαν­τα. Σταυ­ρω­θέν­τα τε ὑ­πὲρ ἡ­μῶν ἐ­πὶ Πον­τί­ου Πι­λά­του καὶ πα­θόν­τα καὶ τα­φέν­τα. Καὶ ἀ­να­στάν­τα τῇ τρί­τῃ ἡ­μέ­ρᾳ κα­τὰ τὰς Γρα­φάς. Καὶ ἀ­νελ­θόν­τα εἰς τοὺς οὐ­ρα­νοὺς καὶ κα­θε­ζό­με­νον ἐκ δε­ξι­ῶν τοῦ Πα­τρός. Καὶ πά­λιν ἐρ­χό­με­νον με­τὰ δό­ξης κρῖ­ναι ζῶν­τας καὶ νε­κρούς, οὗ τῆς βα­σι­λεί­ας οὐκ ἔ­σται τέ­λος. Καὶ εἰς τὸ Πνεῦ­μα τὸ ἅ­γι­ον, τὸ Κύ­ρι­ον, τὸ ζω­ο­ποι­όν, τὸ ἐκ τοῦ Πα­τρὸς ἐκ­πο­ρευ­ό­με­νον, τὸ σὺν Πα­τρὶ καὶ Υἱ­ῷ συμ­προ­σκυ­νού­με­νον καὶ συν­δο­ξα­ζό­με­νον, τὸ λα­λῆ­σαν δι­ὰ τῶν προ­φη­τῶν. Εἰς μί­αν, ἁ­γί­αν, κα­θο­λι­κὴν καὶ ἀ­πο­στο­λι­κὴν Ἐκ­κλη­σί­αν. Ὁ­μο­λο­γῶ ἓν βά­πτι­σμα εἰς ἄ­φε­σιν ἁ­μαρ­τι­ῶν. Προσ­δο­κῶ ἀ­νά­στα­σιν νε­κρῶν καὶ ζω­ὴν τοῦ μέλ­λον­τος αἰ­ῶ­νος. Ἀ­μήν.

Εἶ­τα·

Ἄ­νες, ἄ­φες, συγ­χώ­ρη­σον, ὁ Θε­ός, τὰ πα­ρα­πτώ­μα­τα ἡ­μῶν, τὰ ἑ­κού­σι­α καὶ τὰ ἀ­κού­σι­α, τὰ ἐν ἔρ­γῳ καὶ λό­γῳ, τὰ ἐν γνώ­σει καὶ ἀ­γνοί­ᾳ, τὰ ἐν νυ­κτὶ καὶ ἡ­μέ­ρᾳ, τὰ κα­τὰ νοῦν καὶ δι­ά­νοι­αν· τὰ πάν­τα ἡ­μῖν συγ­χώ­ρη­σον ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Καί·

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Τὸ κον­τά­κι­ον τῆς ἡ­μέ­ρας·

Τῇ Με­γά­λῃ Τε­τάρ­τῃ.

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυ­ρῷ.

Ὑ­πὲρ τὴν πόρ­νην Ἀ­γα­θὲ ἀ­νο­μή­σας, δα­κρύ­ων ὄμ­βρους οὐ­δα­μῶς σοι προ­σῆ­ξα· ἀλ­λὰ σι­γῇ δε­ό­με­νος, προ­σπί­πτω σοι, πό­θῳ ἀ­σπα­ζό­με­νος, τοὺς ἀ­χράν­τους σου πό­δας, ὅ­πως μοι τὴν ἄ­φε­σιν, ὡς Δε­σπό­της πα­ρά­σχῃς, τῶν ὀ­φλη­μά­των κρά­ζον­τι Σω­τήρ· Ἐκ τοῦ βορ­βό­ρου, τῶν ἔρ­γων μου ῥῦ­σαί με.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (40άκις).

Καὶ τὴν πα­ροῦ­σαν εὐ­χήν.

Ὁ ἐν παν­τὶ και­ρῷ καὶ πά­σῃ ὥ­ρᾳ ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ γῆς προ­σκυ­νού­με­νος καὶ δο­ξα­ζό­με­νος Χρι­στὸς ὁ Θε­ός, ὁ μα­κρό­θυ­μος, ὁ πο­λυ­έ­λε­ος, ὁ πο­λυ­εύ­σπλαγ­χνος, ὁ τοὺς δι­καί­ους ἀ­γα­πῶν καὶ τοὺς ἁ­μαρ­τω­λοὺς ἐ­λε­ῶν, ὁ πάν­τας κα­λῶν πρὸς σω­τη­ρί­αν δι­ὰ τῆς ἐ­παγ­γε­λί­ας τῶν μελ­λόν­των ἀ­γα­θῶν· αὐ­τός, Κύ­ρι­ε, πρόσ­δε­ξαι καὶ ἡ­μῶν ἐν τῇ ὥ­ρᾳ ταύ­τῃ τὰς ἐν­τεύ­ξεις καὶ ἴ­θυ­νον τὴν ζω­ὴν ἡ­μῶν πρὸς τὰς ἐν­το­λάς σου. Τὰς ψυ­χὰς ἡ­μῶν ἁ­γί­α­σον· τὰ σώ­μα­τα ἅ­γνι­σον· τοὺς λο­γι­σμοὺς δι­όρ­θω­σον· τὰς ἐν­νοί­ας κά­θα­ρον· καὶ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, κα­κῶν καὶ ὀ­δύ­νης. Τεί­χι­σον ἡ­μᾶς ἁ­γί­οις σου ἀγ­γέ­λοις, ἵ­να, τῇ πα­ρεμ­βο­λῇ αὐ­τῶν φρου­ρού­με­νοι καὶ ὁ­δη­γού­με­νοι, κα­ταν­τή­σω­μεν εἰς τὴν ἑ­νό­τη­τα τῆς πί­στε­ως καὶ εἰς τὴν ἐ­πί­γνω­σιν τῆς ἀ­προ­σί­του σου δό­ξης· ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Ὁ ἱ­ε­ρεύς·

Ὁ Θε­ὸς οἰ­κτει­ρή­σαι ἡ­μᾶς καὶ εὐ­λο­γή­σαι ἡ­μᾶς, ἐ­πι­φά­ναι τὸ πρό­σω­πον αὐ­τοῦ ἐφ᾿ ἡ­μᾶς καὶ ἐ­λε­ή­σαι ἡ­μᾶς.

Καὶ ποι­οῦ­μεν με­τα­νοί­ας με­γά­λας τρεῖς λέ­γον­τες καθ᾿ ἑ­αυ­τοὺς ἀ­νὰ ἕ­να στί­χον τῆς εὐ­χῆς τοῦ ἁ­γί­ου Ἐ­φραίμ.

Κύ­ρι­ε καὶ Δέ­σπο­τα τῆς ζω­ῆς μου, πνεῦ­μα ἀρ­γί­ας, πε­ρι­ερ­γί­ας, φι­λαρ­χί­ας καὶ ἀρ­γο­λο­γί­ας μή μοι δῷς.

Πνεῦ­μα δὲ σω­φρο­σύ­νης, τα­πει­νο­φρο­σύ­νης, ὑ­πο­μο­νῆς καὶ ἀ­γά­πης χά­ρι­σαί μοι τῷ σῷ δού­λῳ.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Εἶ­τα ποι­οῦ­μεν με­τα­νοί­ας μι­κρὰς δώ­δε­κα καὶ πά­λιν με­τά­νοι­αν με­γά­λην μί­αν ἐ­πα­να­λαμ­βά­νον­τες τὸν τε­λευ­ταῖ­ον στί­χον τῆς εὐ­χῆς.

Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου, ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

[Καὶ πά­λιν τρισά­γι­ον κ.λπ. Κύ­ρι­ε, ἐ­λέ­η­σον (12άκις).]

* Τὸ δεύ­τε­ρον τοῦ­το τρισά­γι­ον τῆς Θ´ Ὥ­ρας πα­ρα­λεί­πε­ται συ­νή­θως χά­ριν συν­το­μί­ας.

Καὶ ὁ προ­ε­στὼς τὴν ἑ­πο­μέ­νην εὐ­χήν·

Πα­να­γί­α Τρι­άς, τὸ ὁ­μο­ού­σι­ον κρά­τος, ἡ ἀ­δι­αί­ρε­τος βα­σι­λεί­α, ἡ πάν­των τῶν ἀ­γα­θῶν αἰ­τί­α, εὐ­δό­κη­σον δὴ καὶ ἐπ᾿ ἐ­μοὶ τῷ ἁ­μαρ­τω­λῷ· στή­ρι­ξον, συ­νέ­τι­σον τὴν καρ­δί­αν μου καὶ πᾶ­σαν πε­ρί­ε­λέ μου τὴν βε­βη­λό­τη­τα· φώ­τι­σόν μου τὴν δι­ά­νοι­αν, ἵ­να δι­ὰ παν­τὸς δο­ξά­ζω, ὑ­μνῶ, προ­σκυ­νῶ καὶ λέ­γω· Εἷς ἅ­γι­ος, εἷς Κύ­ρι­ος, Ἰ­η­σοῦς Χρι­στός, εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.

Καὶ ποι­εῖ ὁ ἱ­ε­ρεὺς μι­κρὰν ἀ­πό­λυ­σιν·

Δό­ξα σοι, Χρι­στὲ ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.

Ἐρ­χό­με­νος ὁ Κύ­ρι­ος ἐ­πὶ τὸ ἑ­κού­σι­ον πά­θος δι­ὰ τὴν ἡ­μῶν σω­τη­ρί­αν, Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν, ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του αὐ­τοῦ μη­τρός, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων ἀ­πο­στό­λων καὶ πάν­των τῶν ἁ­γί­ων ἐ­λε­ή­σαι καὶ σώ­σαι ἡ­μᾶς ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὁ λα­ός· Ἀ­μήν.

* * * * *

Με­τὰ δὲ τὴν ἀ­πό­λυ­σιν ἄρ­χε­ται

Ο ΕΣΠΕΡΙΝΟΣ

με­τὰ τῆς Λει­τουρ­γί­ας τῶν Προ­η­γι­α­σμέ­νων.

ΕΝΑΡΞΙΣ - ΠΡΟΟΙΜΙΑΚΟΣ ΨΑΛΜΟΣ

Ὁ δι­ά­κο­νος· Εὐ­λό­γη­σον, δέ­σπο­τα.

Ὁ ἱ­ε­ρεύς·

Εὐ­λο­γη­μέ­νη ἡ βα­σι­λεί­α τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ Βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ Βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ, Χρι­στῷ τῷ Βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Καὶ τὸν προ­οι­μι­α­κὸν ψαλ­μόν·

Ψαλ­μὸς ργ´ (103).

Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον· Κύ­ρι­ε ὁ Θε­ός μου, ἐ­με­γα­λύν­θης σφό­δρα.

Ἐ­ξο­μο­λό­γη­σιν καὶ με­γα­λο­πρέ­πει­αν ἐ­νε­δύ­σω, ἀ­να­βαλ­λό­με­νος φῶς ὡς ἱ­μά­τι­ον.

Ἐ­κτεί­νων τὸν οὐ­ρα­νὸν ὡ­σεὶ δέῤ­ῥιν, ὁ στε­γά­ζων ἐν ὕ­δα­σι τὰ ὑ­πε­ρῷ­α αὐ­τοῦ.

Ὁ τι­θεὶς νέ­φη τὴν ἐ­πί­βα­σιν αὐ­τοῦ, ὁ πε­ρι­πα­τῶν ἐ­πὶ πτε­ρύ­γων ἀ­νέ­μων.

Ὁ ποι­ῶν τοὺς Ἀγ­γέ­λους αὐ­τοῦ πνεύ­μα­τα, καὶ τοὺς λει­τουρ­γοὺς αὐ­τοῦ πυ­ρὸς φλό­γα.

Ὁ θε­με­λι­ῶν τὴν γῆν ἐ­πὶ τὴν ἀ­σφά­λει­αν αὐ­τῆς, οὐ κλι­θή­σε­ται εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Ἄ­βυσ­σος ὡς ἱ­μά­τι­ον τὸ πε­ρι­βό­λαι­ον αὐ­τοῦ, ἐ­πὶ τῶν ὀ­ρέ­ων στή­σον­ται ὕ­δα­τα.

Ἀ­πὸ ἐ­πι­τι­μή­σε­ώς σου φεύ­ξον­ται, ἀ­πὸ φω­νῆς βρον­τῆς σου δει­λι­ά­σου­σιν.

Ἀ­να­βαί­νου­σιν ὄ­ρη καὶ κα­τα­βαί­νου­σι πε­δί­α εἰς τὸν τό­πον, ὃν ἐ­θε­με­λί­ω­σας αὐ­τά.

Ὅ­ρι­ον ἔ­θου, ὃ οὐ πα­ρε­λεύ­σον­ται, οὐ­δὲ ἐ­πι­στρέ­ψου­σι κα­λῦ­ψαι τὴν γῆν.

Ὁ ἐ­ξα­πο­στέλ­λων πη­γὰς ἐν φά­ραγ­ξιν, ἀ­να­μέ­σον τῶν ὀ­ρέ­ων δι­ε­λεύ­σον­ται ὕ­δα­τα.

Πο­τι­οῦ­σι πάν­τα τὰ θη­ρί­α τοῦ ἀ­γροῦ, προσ­δέ­ξον­ται ὄ­να­γροι εἰς δί­ψαν αὐ­τῶν.

Ἐπ᾿ αὐ­τὰ τὰ πε­τει­νὰ τοῦ οὐ­ρα­νοῦ κα­τα­σκη­νώ­σει· ἐκ μέ­σου τῶν πε­τρῶν δώ­σου­σι φω­νήν.

Πο­τί­ζων ὄ­ρη ἐκ τῶν ὑ­πε­ρῴ­ων αὐ­τοῦ· ἀ­πὸ καρ­ποῦ τῶν ἔρ­γων σου χορ­τα­σθή­σε­ται ἡ γῆ.

Ὁ ἐ­ξα­να­τέλ­λων χόρ­τον τοῖς κτή­νε­σι, καὶ χλό­ην τῇ δου­λεί­ᾳ τῶν ἀν­θρώ­πων, τοῦ ἐ­ξα­γα­γεῖν ἄρ­τον ἐκ τῆς γῆς.

Καὶ οἶ­νος εὐ­φραί­νει καρ­δί­αν ἀν­θρώ­που, τοῦ ἱ­λα­ρῦ­ναι πρό­σω­πον ἐν ἐ­λαί­ῳ· καὶ ἄρ­τος καρ­δί­αν ἀν­θρώ­που στη­ρί­ζει.

Χορ­τα­σθή­σον­ται τὰ ξύ­λα τοῦ πε­δί­ου, αἱ κέ­δροι τοῦ Λι­βά­νου ἃς ἐ­φύ­τευ­σας.

Ἐ­κεῖ στρου­θί­α ἐν­νοσ­σεύ­σου­σι, τοῦ ἐ­ρω­δι­οῦ ἡ κα­τοι­κί­α ἡ­γεῖ­ται αὐ­τῶν.

Ὄ­ρη τὰ ὑ­ψη­λὰ ταῖς ἐ­λά­φοις, πέ­τρα κα­τα­φυ­γὴ τοῖς λα­γω­οῖς.

Ἐ­ποί­η­σε σε­λή­νην εἰς και­ρούς· ὁ ἥ­λι­ος ἔ­γνω τὴν δύ­σιν αὐ­τοῦ.

Ἔ­θου σκό­τος, καὶ ἐ­γέ­νε­το νύξ· ἐν αὐ­τῇ δι­ε­λεύ­σον­ται πάν­τα τὰ θη­ρί­α τοῦ δρυ­μοῦ.

Σκύ­μνοι ὠ­ρυ­ό­με­νοι τοῦ ἁρ­πά­σαι, καὶ ζη­τῆ­σαι πα­ρὰ τῷ Θε­ῷ βρῶ­σιν αὐ­τοῖς.

Ἀ­νέ­τει­λεν ὁ ἥ­λι­ος, καὶ συ­νή­χθη­σαν, καὶ εἰς τὰς μάν­δρας αὐ­τῶν κοι­τα­σθή­σον­ται.

Ἐ­ξε­λεύ­σε­ται ἄν­θρω­πος ἐ­πὶ τὸ ἔρ­γον αὐ­τοῦ, καὶ ἐ­πὶ τὴν ἐρ­γα­σί­αν αὐ­τοῦ ἕ­ως ἑ­σπέ­ρας.

Ὡς ἐ­με­γα­λύν­θη τὰ ἔρ­γα σου, Κύ­ρι­ε· πάν­τα ἐν σο­φί­ᾳ ἐ­ποί­η­σας· ἐ­πλη­ρώ­θη ἡ γῆ τῆς κτί­σε­ώς σου.

Αὕ­τη ἡ θά­λασ­σα ἡ με­γά­λη καὶ εὐ­ρύ­χω­ρος· ἐ­κεῖ ἑρ­πε­τά, ὧν οὐκ ἔ­στιν ἀ­ριθ­μός, ζῷ­α μι­κρὰ με­τὰ με­γά­λων.

Ἐ­κεῖ πλοῖ­α δι­α­πο­ρεύ­ον­ται· δρά­κων οὗ­τος, ὃν ἔ­πλα­σας ἐμ­παί­ζειν αὐ­τῇ.

Πάν­τα πρὸς σὲ προσ­δο­κῶ­σι, δοῦ­ναι τὴν τρο­φὴν αὐ­τῶν εἰς εὔ­και­ρον. Δόν­τος σου αὐ­τοῖς, συλ­λέ­ξου­σιν.

Ἀ­νοί­ξαν­τός σου τὴν χεῖ­ρα, τὰ σύμ­παν­τα πλη­σθή­σον­ται χρη­στό­τη­τος· ἀ­πο­στρέ­ψαν­τος δέ σου τὸ πρό­σω­πον τα­ρα­χθή­σον­ται.

Ἀν­τα­νε­λεῖς τὸ πνεῦ­μα αὐ­τῶν, καὶ ἐ­κλεί­ψου­σι, καὶ εἰς τὸν χοῦν αὐ­τῶν ἐ­πι­στρέ­ψου­σιν.

Ἐ­ξα­πο­στε­λεῖς τὸ πνεῦ­μά σου, καὶ κτι­σθή­σον­ται, καὶ ἀ­να­και­νι­εῖς τὸ πρό­σω­πον τῆς γῆς.

Ἤ­τω ἡ δό­ξα Κυ­ρί­ου εἰς τοὺς αἰ­ῶ­νας· εὐ­φραν­θή­σε­ται Κύ­ρι­ος ἐ­πὶ τοῖς ἔρ­γοις αὐ­τοῦ.

Ὁ ἐ­πι­βλέ­πων ἐ­πὶ τὴν γῆν, καὶ ποι­ῶν αὐ­τὴν τρέ­μειν· ὁ ἁ­πτό­με­νος τῶν ὀ­ρέ­ων καὶ κα­πνί­ζον­ται.

ᾌ­σω τῷ Κυ­ρί­ῳ ἐν τῇ ζω­ῇ μου, ψα­λῶ τῷ Θε­ῷ μου ἕ­ως ὑ­πάρ­χω.

Ἡ­δυν­θεί­η αὐ­τῷ ἡ δι­α­λο­γή μου, ἐ­γὼ δὲ εὐ­φραν­θή­σο­μαι ἐ­πὶ τῷ Κυ­ρί­ῳ.

Ἐ­κλεί­ποι­εν ἁ­μαρ­τω­λοὶ ἀ­πὸ τῆς γῆς, καὶ ἄ­νο­μοι, ὥ­στε μὴ ὑ­πάρ­χειν αὐ­τούς. Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον.

Καὶ πά­λιν.

Ὁ ἥ­λι­ος ἔ­γνω τὴν δύ­σιν αὐ­τοῦ· ἔ­θου σκό­τος, καὶ ἐ­γέ­νε­το νύξ. Ὡς ἐ­με­γα­λύν­θη τὰ ἔρ­γα σου, Κύ­ρι­ε· πάν­τα ἐν σο­φί­ᾳ ἐ­ποί­η­σας.

Δό­ξα. Καὶ νῦν. Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α. Δό­ξα σοι ὁ Θε­ός (τρίς). Ἡ ἐλ­πὶς ἡ­μῶν, Κύ­ρι­ε, δό­ξα σοι.

* * *

ΤΑ ΕΙΡΗΝΙΚΑ

Πλη­ρω­θέν­τος τοῦ προ­οι­μι­α­κοῦ ψαλ­μοῦ, ὁ ἱ­ε­ρεὺς λέ­γει ἐ­νώ­πι­ον τῆς ἁ­γί­ας Τρα­πέ­ζης τὰ εἰ­ρη­νι­κά, τοῦ χο­ροῦ ψάλ­λον­τος μεθ᾿ ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς ἄ­νω­θεν εἰ­ρή­νης καὶ τῆς σω­τη­ρί­ας τῶν ψυ­χῶν ἡ­μῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς εἰ­ρή­νης τοῦ σύμ­παν­τος κό­σμου, εὐ­στα­θεί­ας τῶν ἁ­γί­ων τοῦ Θε­οῦ Ἐκ­κλη­σι­ῶν καὶ τῆς τῶν πάν­των ἑ­νώ­σε­ως τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ἁ­γί­ου οἴ­κου τού­του καὶ τῶν με­τὰ πί­στε­ως, εὐ­λα­βεί­ας καὶ φό­βου Θε­οῦ εἰ­σι­όν­των ἐν αὐ­τῷ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος), τοῦ τι­μί­ου πρε­σβυ­τε­ρί­ου, τῆς ἐν Χρι­στῷ δι­α­κο­νί­ας, παν­τὸς τοῦ κλή­ρου καὶ τοῦ λα­οῦ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

[Ἐν ταῖς ἱ­ε­ραῖς μο­ναῖς προ­στί­θε­ται·

Ὑ­πὲρ τοῦ πα­τρὸς ἡ­μῶν (δεῖ­νος) ἱ­ε­ρο­μο­νά­χου καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.]

Ὑ­πὲρ τοῦ εὐ­σε­βοῦς ἡ­μῶν ἔ­θνους, πά­σης ἀρ­χῆς καὶ ἐ­ξου­σί­ας ἐν αὐ­τῷ καὶ τοῦ κα­τὰ ξη­ράν, θά­λασ­σαν καὶ ἀ­έ­ρα φι­λο­χρί­στου ἡ­μῶν στρα­τοῦ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς πό­λε­ως (ἢ τῆς ἁ­γί­ας μο­νῆς ἢ τῆς χώ­ρας ἢ τῆς νή­σου) ταύ­της, πά­σης (μο­νῆς) πό­λε­ως καὶ χώ­ρας καὶ τῶν πί­στει οἰ­κούν­των ἐν αὐ­ταῖς τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ εὐ­κρα­σί­ας ἀ­έ­ρων, εὐ­φο­ρί­ας τῶν καρ­πῶν τῆς γῆς καὶ και­ρῶν εἰ­ρη­νι­κῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ πλε­όν­των, ὁ­δοι­πο­ρούν­των, νο­σούν­των, κα­μνόν­των, αἰχ­μα­λώ­των καὶ τῆς σω­τη­ρί­ας αὐ­τῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ῥυ­σθῆ­ναι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, ὀρ­γῆς, κιν­δύ­νου καὶ ἀ­νάγ­κης τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα, τι­μὴ καὶ προ­σκύ­νη­σις, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

Η ΣΤΙΧΟΛΟΓΙΑ ΤΟΥ ΨΑΛΤΗΡΙΟΥ

Κα­τὰ τὰς Προ­η­γι­α­σμέ­νας με­τὰ τὴν με­γά­λην συ­να­πτὴν ἀ­να­γι­νώ­σκε­ται τὸ ΙΗ´ κά­θι­σμα τοῦ Ψαλ­τη­ρί­ου εἰς τρεῖς στά­σεις· εἰς τοὺς λοι­ποὺς Ἑ­σπε­ρι­νοὺς ψάλ­λε­ται εὐ­θὺς τὸ Κύ­ρι­ε ἐ­κέ­κρα­ξα.

ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΟΓΔΟΟΝ

Στά­σις Α´

Ψαλ­μὸς ριθ´ (119).

Πρὸς Κύ­ρι­ον ἐν τῷ θλί­βε­σθαί με ἐ­κέ­κρα­ξα, καὶ εἰ­σή­κου­σέ μου.

Κύ­ρι­ε, ῥῦ­σαι τὴν ψυ­χήν μου ἀ­πὸ χει­λέ­ων ἀ­δί­κων καὶ ἀ­πὸ γλώσ­σης δο­λί­ας.

Τί δο­θεί­η σοι καὶ τί προ­στε­θεί­η σοι πρὸς γλῶσ­σαν δο­λί­αν;

Τὰ βέ­λη τοῦ δυ­να­τοῦ ἠ­κο­νη­μέ­να, σὺν τοῖς ἄν­θρα­ξι τοῖς ἐ­ρη­μι­κοῖς.

Οἴ­μοι! ὅ­τι ἡ πα­ροι­κί­α μου ἐ­μα­κρύν­θη, κα­τε­σκή­νω­σα με­τὰ τῶν σκη­νω­μά­των Κη­δάρ· πολ­λὰ πα­ρῴ­κη­σεν ἡ ψυ­χή μου.

Με­τὰ τῶν μι­σούν­των τὴν εἰ­ρή­νην ἤ­μην εἰ­ρη­νι­κός· ὅ­ταν ἐ­λά­λουν αὐ­τοῖς, ἐ­πο­λέ­μουν με δω­ρε­άν.

Ψαλ­μὸς ρκ´ (120).

Ἦ­ρα τοὺς ὀ­φθαλ­μούς μου εἰς τὰ ὄ­ρη, ὅ­θεν ἥ­ξει ἡ βο­ή­θει­ά μου;

Ἡ βο­ή­θει­ά μου πα­ρὰ Κυ­ρί­ου τοῦ ποι­ή­σαν­τος τὸν οὐ­ρα­νὸν καὶ τὴν γῆν.

Μὴ δῴ­ης εἰς σά­λον τὸν πό­δα σου, μη­δὲ νυ­στά­ξῃ ὁ φυ­λάσ­σων σε.

Ἰ­δοὺ οὐ νυ­στά­ξει, οὐ­δὲ ὑ­πνώ­σει ὁ φυ­λάσ­σων τὸν Ἰσ­ρα­ήλ.

Κύ­ρι­ος φυ­λά­ξει σε, Κύ­ρι­ος σκέ­πη σοι ἐ­πὶ χεῖ­ρα δε­ξι­άν σου·

Ἡ­μέ­ρας ὁ ἥ­λι­ος οὐ συγ­καύ­σει σε, οὐ­δὲ ἡ σε­λή­νη τὴν νύ­κτα.

Κύ­ρι­ος φυ­λά­ξει σε ἀ­πὸ παν­τὸς κα­κοῦ, φυ­λά­ξει τὴν ψυ­χήν σου ὁ Κύ­ρι­ος.

Κύ­ρι­ος φυ­λά­ξει τὴν εἴ­σο­δόν σου καὶ τὴν ἔ­ξο­δόν σου, ἀ­πὸ τοῦ νῦν καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος.

Ψαλ­μὸς ρκα´ (121).

Εὐ­φράν­θην ἐ­πὶ τοῖς εἰ­ρη­κό­σι μοι· εἰς οἶ­κον Κυ­ρί­ου πο­ρευ­σό­με­θα.

Ἑ­στῶ­τες ἦ­σαν οἱ πό­δες ἡ­μῶν ἐν ταῖς αὐ­λαῖς σου, Ἱ­ε­ρου­σα­λήμ.

Ἱ­ε­ρου­σα­λὴμ οἰ­κο­δο­μου­μέ­νη ὡς πό­λις, ἧς ἡ με­το­χὴ αὐ­τῆς ἐ­πὶ τὸ αὐ­τό.

Ἐ­κεῖ γὰρ ἀ­νέ­βη­σαν αἱ φυ­λαί, φυ­λαὶ Κυ­ρί­ου, μαρ­τύ­ρι­ον τῷ Ἰσ­ρα­ήλ, τοῦ ἐ­ξο­μο­λο­γή­σα­σθαι τῷ ὀ­νό­μα­τι Κυ­ρί­ου.

Ὅ­τι ἐ­κεῖ ἐ­κά­θι­σαν θρό­νοι εἰς κρί­σιν, θρό­νοι ἐ­πὶ οἶ­κον Δαυ­ΐδ.

Ἐ­ρω­τή­σα­τε δὴ τὰ εἰς εἰ­ρή­νην τὴν Ἱ­ε­ρου­σα­λήμ, καὶ εὐ­θη­νί­α τοῖς ἀ­γα­πῶ­σί σε.

Γε­νέ­σθω δὴ εἰ­ρή­νη ἐν τῇ δυ­νά­μει σου καὶ εὐ­θη­νί­α ἐν ταῖς πυρ­γο­βά­ρε­σί σου.

Ἕ­νε­κα τῶν ἀ­δελ­φῶν μου καὶ τῶν πλη­σί­ον μου, ἐ­λά­λουν δὴ εἰ­ρή­νην πε­ρὶ σοῦ·

Ἕ­νε­κα τοῦ οἴ­κου Κυ­ρί­ου τοῦ Θε­οῦ ἡ­μῶν, ἐ­ξε­ζή­τη­σα ἀ­γα­θά σοι.

Ψαλ­μὸς ρκβ´ (122).

Πρὸς σὲ ἦ­ρα τοὺς ὀ­φθαλ­μούς μου, τὸν κα­τοι­κοῦν­τα ἐν τῷ οὐ­ρα­νῷ.

Ἰ­δοὺ ὡς ὀ­φθαλ­μοὶ δού­λων εἰς χεῖ­ρας τῶν κυ­ρί­ων αὐ­τῶν· ὡς ὀ­φθαλ­μοὶ παι­δί­σκης εἰς χεῖ­ρας τῆς κυ­ρί­ας αὐ­τῆς, οὕ­τως οἱ ὀ­φθαλ­μοὶ ἡ­μῶν πρὸς Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν, ἕ­ως οὗ οἰ­κτει­ρῆ­σαι ἡ­μᾶς.

Ἐ­λέ­η­σον ἡ­μᾶς, Κύ­ρι­ε, ἐ­λέ­η­σον ἡ­μᾶς, ὅ­τι ἐ­πὶ πο­λὺ ἐ­πλή­σθη­μεν ἐ­ξου­δε­νώ­σε­ως, ἐ­πὶ πλεῖ­ον ἐ­πλή­σθη ἡ ψυ­χὴ ἡ­μῶν.

Τὸ ὄ­νει­δος τοῖς εὐ­θη­νοῦ­σι, καὶ ἡ ἐ­ξου­δέ­νω­σις τοῖς ὑ­πε­ρη­φά­νοις.

Ψαλ­μὸς ρκγ´ (123).

Εἰ μὴ ὅ­τι Κύ­ρι­ος ἦν ἐν ἡ­μῖν, εἰ­πά­τω δὴ Ἰσ­ρα­ήλ·

Εἰ μὴ ὅ­τι Κύ­ρι­ος ἦν ἐν ἡ­μῖν ἐν τῷ ἐ­πα­να­στῆ­ναι ἀν­θρώ­πους ἐφ᾿ ἡ­μᾶς, ἄ­ρα ζῶν­τας ἂν κα­τέ­πι­ον ἡ­μᾶς, ἐν τῷ ὀρ­γι­σθῆ­ναι τὸν θυ­μὸν αὐ­τῶν ἐφ᾿ ἡ­μᾶς·

Ἄ­ρα τὸ ὕ­δωρ ἂν κα­τε­πόν­τι­σεν ἡ­μᾶς, χεί­μαῤ­ῥον δι­ῆλ­θεν ἡ ψυ­χὴ ἡ­μῶν· ἄ­ρα δι­ῆλ­θεν ἡ ψυ­χὴ ἡ­μῶν τὸ ὕ­δωρ τὸ ἀ­νυ­πό­στα­τον.

Εὐ­λο­γη­τὸς Κύ­ρι­ος, ὃς οὐκ ἔ­δω­κεν ἡ­μᾶς εἰς θή­ραν τοῖς ὀ­δοῦ­σιν αὐ­τῶν.

Ἡ ψυ­χὴ ἡ­μῶν ὡς στρου­θί­ον ἐῤ­ῥύ­σθη ἐκ τῆς πα­γί­δος τῶν θη­ρευ­όν­των· ἡ πα­γὶς συ­νε­τρί­βη, καὶ ἡ­μεῖς ἐῤ­ῥύ­σθη­μεν.

Ἡ βο­ή­θει­α ἡ­μῶν ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου, τοῦ ποι­ή­σαν­τος τὸν οὐ­ρα­νὸν καὶ τὴν γῆν.

Καί·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ Ἁ­γί­ῳ Πνεύ­μα­τι. Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α. Δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ Ἁ­γί­ῳ Πνεύ­μα­τι.

Εἶ­τα, συ­να­πτὴ μι­κρὰ ὑπὸ τοῦ διακόνου, τοῦ χο­ροῦ ψάλ­λον­τος μεθ᾿ ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι σὸν τὸ κρά­τος καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

* * *

Στά­σις Β´

Ψαλ­μὸς ρκδ´ (124).

Οἱ πε­ποι­θό­τες ἐ­πὶ Κύ­ρι­ον, ὡς ὄ­ρος Σι­ών· οὐ σα­λευ­θή­σε­ται εἰς τὸν αἰ­ῶ­να ὁ κα­τοι­κῶν Ἱ­ε­ρου­σα­λήμ.

Ὄ­ρη κύ­κλῳ αὐ­τῆς, καὶ ὁ Κύ­ρι­ος κύ­κλῳ τοῦ λα­οῦ αὐ­τοῦ ἀ­πὸ τοῦ νῦν καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος.

Ὅ­τι οὐκ ἀ­φή­σει Κύ­ρι­ος τὴν ῥά­βδον τῶν ἁ­μαρ­τω­λῶν ἐ­πὶ τὸν κλῆ­ρον τῶν δι­καί­ων, ὅ­πως ἂν μὴ ἐ­κτεί­νω­σιν οἱ δί­και­οι ἐν ἀ­νο­μί­αις χεῖ­ρας αὐ­τῶν.

Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, τοῖς ἀ­γα­θοῖς καὶ τοῖς εὐ­θέ­σι τῇ καρ­δί­ᾳ· τοὺς δὲ ἐκ­κλί­νον­τας εἰς τὰς στραγ­γα­λι­ὰς ἀ­πά­ξει Κύ­ρι­ος με­τὰ τῶν ἐρ­γα­ζο­μέ­νων τὴν ἀ­νο­μί­αν· εἰ­ρή­νη ἐ­πὶ τὸν Ἰσ­ρα­ήλ.

Ψαλ­μὸς ρκε´ (125).

Ἐν τῷ ἐ­πι­στρέ­ψαι Κύ­ρι­ον τὴν αἰχ­μα­λω­σί­αν Σι­ὼν ἐ­γε­νή­θη­μεν ὡ­σεὶ πα­ρα­κε­κλη­μέ­νοι.

Τό­τε ἐ­πλή­σθη χα­ρᾶς τὸ στό­μα ἡ­μῶν καὶ ἡ γλῶσ­σα ἡ­μῶν ἀ­γαλ­λι­ά­σε­ως.

Τό­τε ἐ­ροῦ­σιν ἐν τοῖς ἔ­θνε­σιν· Ἐ­με­γά­λυ­νε Κύ­ρι­ος τοῦ ποι­ῆ­σαι μετ᾿ αὐ­τῶν.

Ἐ­με­γά­λυ­νε Κύ­ρι­ος τοῦ ποι­ῆ­σαι μεθ᾿ ἡ­μῶν, ἐ­γε­νή­θη­μεν εὐ­φραι­νό­με­νοι.

Ἐ­πί­στρε­ψον, Κύ­ρι­ε, τὴν αἰχ­μα­λω­σί­αν ἡ­μῶν ὡς χει­μάῤ­ῥους ἐν τῷ νό­τῳ.

Οἱ σπεί­ρον­τες ἐν δά­κρυ­σιν, ἐν ἀ­γαλ­λι­ά­σει θε­ρι­οῦ­σι.

Πο­ρευ­ό­με­νοι ἐ­πο­ρεύ­ον­το καὶ ἔ­κλαι­ον, βάλ­λον­τες τὰ σπέρ­μα­τα αὐ­τῶν.

Ἐρ­χό­με­νοι δὲ ἥ­ξου­σιν ἐν ἀ­γαλ­λι­ά­σει, αἴ­ρον­τες τὰ δράγ­μα­τα αὐ­τῶν.

Ψαλ­μὸς ρκϚ´ (126).

Ἐ­ὰν μὴ Κύ­ρι­ος οἰ­κο­δο­μή­σῃ οἶ­κον, εἰς μά­την ἐ­κο­πί­α­σαν οἱ οἰ­κο­δο­μοῦν­τες.

Ἐ­ὰν μὴ Κύ­ρι­ος φυ­λά­ξῃ πό­λιν, εἰς μά­την ἠ­γρύ­πνη­σεν ὁ φυ­λάσ­σων.

Εἰς μά­την ὑ­μῖν ἐ­στι τὸ ὀρ­θρί­ζειν, ἐ­γεί­ρε­σθαι με­τὰ τὸ κα­θῆ­σθαι, οἱ ἐ­σθί­ον­τες ἄρ­τον ὀ­δύ­νης, ὅ­ταν δῷ τοῖς ἀ­γα­πη­τοῖς αὐ­τοῦ ὕ­πνον.

Ἰ­δοὺ ἡ κλη­ρο­νο­μί­α Κυ­ρί­ου, υἱ­οί, ὁ μι­σθὸς τοῦ καρ­ποῦ τῆς γα­στρός.

Ὡ­σεὶ βέ­λη ἐν χει­ρὶ δυ­να­τοῦ, οὕ­τως οἱ υἱ­οὶ τῶν ἐ­κτε­τι­ναγ­μέ­νων.

Μα­κά­ρι­ος ὃς πλη­ρώ­σει τὴν ἐ­πι­θυ­μί­αν αὐ­τοῦ ἐξ αὐ­τῶν· οὐ κα­ται­σχυν­θή­σον­ται, ὅ­ταν λα­λῶ­σι τοῖς ἐ­χθροῖς αὐ­τῶν ἐν πύ­λαις.

Ψαλ­μὸς ρκζ´ (127).

Μα­κά­ρι­οι πάν­τες οἱ φο­βού­με­νοι τὸν Κύ­ρι­ον, οἱ πο­ρευ­ό­με­νοι ἐν ταῖς ὁ­δοῖς αὐ­τοῦ.

Τοὺς πό­νους τῶν καρ­πῶν σου φά­γε­σαι· μα­κά­ρι­ος εἶ, καὶ κα­λῶς σοι ἔ­σται.

Ἡ γυ­νή σου ὡς ἄμ­πε­λος εὐ­θη­νοῦ­σα ἐν τοῖς κλί­τε­σι τῆς οἰ­κί­ας σου. Οἱ υἱ­οί σου ὡς νε­ό­φυ­τα ἐ­λαι­ῶν κύ­κλῳ τῆς τρα­πέ­ζης σου.

Ἰ­δοὺ οὕ­τως εὐ­λο­γη­θή­σε­ται ἄν­θρω­πος, ὁ φο­βού­με­νος τὸν Κύ­ρι­ον.

Εὐ­λο­γή­σαι σε Κύ­ρι­ος ἐκ Σι­ών, καὶ ἴ­δοις τὰ ἀ­γα­θὰ Ἱ­ε­ρου­σα­λὴμ πά­σας τὰς ἡ­μέ­ρας τῆς ζω­ῆς σου.

Καὶ ἴ­δοις υἱ­οὺς τῶν υἱ­ῶν σου. Εἰ­ρή­νη ἐ­πὶ τὸν Ἰσ­ρα­ήλ.

Ψαλ­μὸς ρκη´ (128).

Πλε­ο­νά­κις ἐ­πο­λέ­μη­σάν με ἐκ νε­ό­τη­τός μου, εἰ­πά­τω δὴ Ἰσ­ρα­ήλ·

Πλε­ο­νά­κις ἐ­πο­λέ­μη­σάν με ἐκ νε­ό­τη­τός μου, καὶ γὰρ οὐκ ἠ­δυ­νή­θη­σάν μοι.

Ἐ­πὶ τὸν νῶ­τόν μου ἐ­τέ­κται­νον οἱ ἁ­μαρ­τω­λοί, ἐ­μά­κρυ­ναν τὴν ἀ­νο­μί­αν αὐ­τῶν.

Κύ­ρι­ος δί­και­ος συ­νέ­κο­ψεν αὐ­χέ­νας ἁ­μαρ­τω­λῶν.

Αἰ­σχυν­θή­τω­σαν καὶ ἀ­πο­στρα­φή­τω­σαν εἰς τὰ ὀ­πί­σω πάν­τες οἱ μι­σοῦν­τες Σι­ών.

Γε­νη­θή­τω­σαν ὡ­σεὶ χόρ­τος δω­μά­των, ὃς πρὸ τοῦ ἐκ­σπα­σθῆ­ναι ἐ­ξη­ράν­θη·

Οὗ οὐκ ἐ­πλή­ρω­σε τὴν χεῖ­ρα αὑ­τοῦ ὁ θε­ρί­ζων, καὶ τὸν κόλ­πον αὐ­τοῦ ὁ τὰ δράγ­μα­τα συλ­λέ­γων.

Καὶ οὐκ εἶ­πον οἱ πα­ρά­γον­τες· Εὐ­λο­γί­α Κυ­ρί­ου ἐφ᾿ ὑ­μᾶς, εὐ­λο­γή­κα­μεν ὑ­μᾶς ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.

Καί·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ Ἁ­γί­ῳ Πνεύ­μα­τι. Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α. Δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ Ἁ­γί­ῳ Πνεύ­μα­τι.

Εἶ­τα, συ­να­πτὴ μι­κρὰ ὑπὸ τοῦ διακόνου, τοῦ χο­ροῦ ψάλ­λον­τος μεθ᾿ ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

* * *

Στά­σις Γ´

Ψαλ­μὸς ρκθ´ (129).

Ἐκ βα­θέ­ων ἐ­κέ­κρα­ξά σοι, Κύ­ρι­ε· Κύ­ρι­ε, εἰ­σά­κου­σον τῆς φω­νῆς μου·

Γε­νη­θή­τω τὰ ὦ­τά σου προ­σέ­χον­τα εἰς τὴν φω­νὴν τῆς δε­ή­σε­ώς μου.

Ἐ­ὰν ἀ­νο­μί­ας πα­ρα­τη­ρή­σῃς, Κύ­ρι­ε Κύ­ρι­ε, τίς ὑ­πο­στή­σε­ται; ὅ­τι πα­ρὰ σοὶ ὁ ἱ­λα­σμός ἐ­στιν.

Ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου ὑ­πέ­μει­νά σε, Κύ­ρι­ε· ὑ­πέ­μει­νεν ἡ ψυ­χή μου εἰς τὸν λό­γον σου.

Ἤλ­πι­σεν ἡ ψυ­χή μου ἐ­πὶ τὸν Κύ­ρι­ον, ἀ­πὸ φυ­λα­κῆς πρω­ΐ­ας μέ­χρι νυ­κτός· ἀ­πὸ φυ­λα­κῆς πρω­ΐ­ας ἐλ­πι­σά­τω Ἰσ­ρα­ὴλ ἐ­πὶ τὸν Κύ­ρι­ον.

Ὅ­τι πα­ρὰ τῷ Κυ­ρί­ῳ τὸ ἔ­λε­ος καὶ πολ­λὴ παρ᾿ αὐ­τῷ λύ­τρω­σις· καὶ αὐ­τὸς λυ­τρώ­σε­ται τὸν Ἰσ­ρα­ὴλ ἐκ πα­σῶν τῶν ἀ­νο­μι­ῶν αὐ­τοῦ.

Ψαλ­μὸς ρλ´ (130).

Κύ­ρι­ε, οὐχ ὑ­ψώ­θη ἡ καρ­δί­α μου, οὐ­δὲ ἐ­με­τε­ω­ρί­σθη­σαν οἱ ὀ­φθαλ­μοί μου,

Οὐ­δὲ ἐ­πο­ρεύ­θην ἐν με­γά­λοις, οὐ­δὲ ἐν θαυ­μα­σί­οις ὑ­πὲρ ἐ­μέ.

Εἰ μὴ ἐ­τα­πει­νο­φρό­νουν, ἀλ­λὰ ὕ­ψω­σα τὴν ψυ­χήν μου, ὡς τὸ ἀ­πο­γε­γα­λα­κτι­σμέ­νον ἐ­πὶ τὴν μη­τέ­ρα αὐ­τοῦ, ὡς ἀν­τα­πο­δώ­σεις ἐ­πὶ τὴν ψυ­χήν μου.

Ἐλ­πι­σά­τω Ἰσ­ρα­ὴλ ἐ­πὶ τὸν Κύ­ρι­ον, ἀ­πὸ τοῦ νῦν καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος.

Ψαλ­μὸς ρλα´ (131).

Μνή­σθη­τι, Κύ­ρι­ε, τοῦ Δαυ­ῒδ καὶ πά­σης τῆς πρᾳ­ό­τη­τος αὐ­τοῦ, ὡς ὤ­μο­σε τῷ Κυ­ρί­ῳ, ηὔ­ξα­το τῷ Θε­ῷ Ἰ­α­κώβ·

Εἰ εἰ­σε­λεύ­σο­μαι εἰς σκή­νω­μα οἴ­κου μου, εἰ ἀ­να­βή­σο­μαι ἐ­πὶ κλί­νης στρω­μνῆς μου,

Εἰ δώ­σω ὕ­πνον τοῖς ὀ­φθαλ­μοῖς μου, καὶ τοῖς βλε­φά­ροις μου νυ­σταγ­μόν, καὶ ἀ­νά­παυ­σιν τοῖς κρο­τά­φοις μου,

Ἕ­ως οὗ εὕ­ρω τό­πον τῷ Κυ­ρί­ῳ, σκή­νω­μα τῷ Θε­ῷ Ἰ­α­κώβ.

Ἰ­δοὺ ἠ­κού­σα­μεν αὐ­τὴν ἐν Εὐ­φρα­θᾷ, εὕ­ρο­μεν αὐ­τὴν ἐν τοῖς πε­δί­οις τοῦ δρυ­μοῦ.

Εἰ­σε­λευ­σό­με­θα εἰς τὰ σκη­νώ­μα­τα αὐ­τοῦ, προ­σκυ­νή­σο­μεν εἰς τὸν τό­πον, οὗ ἔ­στη­σαν οἱ πό­δες αὐ­τοῦ.

Ἀ­νά­στη­θι, Κύ­ρι­ε, εἰς τὴν ἀ­νά­παυ­σίν σου, σὺ καὶ ἡ κι­βω­τὸς τοῦ ἁ­γι­ά­σμα­τός σου.

Οἱ ἱ­ε­ρεῖς σου ἐν­δύ­σον­ται δι­και­ο­σύ­νην, καὶ οἱ ὅ­σι­οί σου ἀ­γαλ­λι­ά­σον­ται.

Ἕ­νε­κεν Δαυ­ῒδ τοῦ δού­λου σου, μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πον τοῦ χρι­στοῦ σου.

Ὤ­μο­σε Κύ­ρι­ος τῷ Δαυ­ῒδ ἀ­λή­θει­αν, καὶ οὐ μὴ ἀ­θε­τή­σει αὐ­τήν·

Ἐκ καρ­ποῦ τῆς κοι­λί­ας σου θή­σο­μαι ἐ­πὶ τοῦ θρό­νου σου·

Ἐ­ὰν φυ­λά­ξων­ται οἱ υἱ­οί σου τὴν δι­α­θή­κην μου καὶ τὰ μαρ­τύ­ρι­ά μου ταῦ­τα, ἃ δι­δά­ξω αὐ­τούς,

Καὶ οἱ υἱ­οὶ αὐ­τῶν ἕ­ως τοῦ αἰ­ῶ­νος κα­θι­οῦν­ται ἐ­πὶ τοῦ θρό­νου σου.

Ὅ­τι ἐ­ξε­λέ­ξα­το Κύ­ρι­ος τὴν Σι­ών, ᾑ­ρε­τί­σα­το αὐ­τὴν εἰς κα­τοι­κί­αν ἑ­αυ­τῷ·

Αὕ­τη ἡ κα­τά­παυ­σίς μου εἰς αἰ­ῶ­να αἰ­ῶ­νος, ᾧ­δε κα­τοι­κή­σω, ὅ­τι ᾑ­ρε­τι­σά­μην αὐ­τήν.

Τὴν θύ­ραν αὐ­τῆς εὐ­λο­γῶν εὐ­λο­γή­σω, τοὺς πτω­χοὺς αὐ­τῆς χορ­τά­σω ἄρ­των,

Τοὺς ἱ­ε­ρεῖς αὐ­τῆς ἐν­δύ­σω σω­τη­ρί­αν, καὶ οἱ ὅ­σι­οι αὐ­τῆς ἀ­γαλ­λι­ά­σει ἀ­γαλ­λι­ά­σον­ται.

Ἐ­κεῖ ἐ­ξα­να­τε­λῶ κέ­ρας τῷ Δαυ­ΐδ· ἡ­τοί­μα­σα λύ­χνον τῷ χρι­στῷ μου.

Τοὺς ἐ­χθροὺς αὐ­τοῦ ἐν­δύ­σω αἰ­σχύ­νην, ἐ­πὶ δὲ αὐ­τὸν ἐ­ξαν­θή­σει τὸ ἁ­γί­α­σμά μου.

Ψαλ­μὸς ρλβ´ (132).

Ἰ­δοὺ δὴ τί κα­λὸν ἢ τί τερ­πνόν, ἀλλ᾿ ἢ τὸ κα­τοι­κεῖν ἀ­δελ­φοὺς ἐ­πὶ τὸ αὐ­τό.

Ὡς μύ­ρον ἐ­πὶ κε­φα­λῆς, τὸ κα­τα­βαῖ­νον ἐ­πὶ πώ­γω­να, τὸν πώ­γω­να τοῦ Ἀ­α­ρών, τὸ κα­τα­βαῖ­νον ἐ­πὶ τὴν ᾤ­αν τοῦ ἐν­δύ­μα­τος αὐ­τοῦ·

Ὡς δρό­σος Ἀ­ερ­μών, ἡ κα­τα­βαί­νου­σα ἐ­πὶ τὰ ὄ­ρη Σι­ών.

Ὅ­τι ἐ­κεῖ ἐ­νε­τεί­λα­το Κύ­ρι­ος τὴν εὐ­λο­γί­αν, ζω­ὴν ἕ­ως τοῦ αἰ­ῶ­νος.

Ψαλ­μὸς ρλγ´ (133).

Ἰ­δοὺ δὴ εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τες οἱ δοῦ­λοι Κυ­ρί­ου, οἱ ἑ­στῶ­τες ἐν οἴ­κῳ Κυ­ρί­ου, ἐν αὐ­λαῖς οἴ­κου Θε­οῦ ἡ­μῶν.

Ἐν ταῖς νυ­ξὶν ἐ­πά­ρα­τε τὰς χεῖ­ρας ὑ­μῶν εἰς τὰ ἅ­γι­α, καὶ εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον.

Εὐ­λο­γή­σαι σε Κύ­ρι­ος ἐκ Σι­ών, ὁ ποι­ή­σας τὸν οὐ­ρα­νὸν καὶ τὴν γῆν.

Καί·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ Ἁ­γί­ῳ Πνεύ­μα­τι. Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α. Δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ Ἁ­γί­ῳ Πνεύ­μα­τι.

Εἶ­τα, συ­να­πτὴ μι­κρὰ ὑπὸ τοῦ διακόνου, τοῦ χο­ροῦ ψάλ­λον­τος μεθ᾿ ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι σὺ εἶ ὁ Θε­ὸς ἡ­μῶν, Θε­ὸς τοῦ ἐ­λε­εῖν καὶ σώ­ζειν καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

* * *

ΟΙ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ

Εἰς τὸ Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα ψάλ­λο­μεν τὰ στι­χη­ρὰ ἰ­δι­ό­με­λα τῶν αἴ­νων καὶ τῶν ἀ­πο­στί­χων.

Ψαλ­μὸς ρμ´ (140).

Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα πρὸς σέ· εἰ­σά­κου­σόν μου. Εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε. Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα πρὸς σέ, εἰ­σά­κου­σόν μου· πρό­σχες τῇ φω­νῇ τῆς δε­ή­σε­ώς μου, ἐν τῷ κε­κρα­γέ­ναι με πρὸς σέ. Εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε.

Κα­τευ­θυν­θή­τω ἡ προ­σευ­χή μου, ὡς θυ­μί­α­μα ἐ­νώ­πι­όν σου· ἔ­παρ­σις τῶν χει­ρῶν μου θυ­σί­α ἑ­σπε­ρι­νή. Εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε.

Θοῦ, Κύ­ρι­ε, φυ­λα­κὴν τῷ στό­μα­τί μου, καὶ θύ­ραν πε­ρι­ο­χῆς πε­ρὶ τὰ χεί­λη μου.

Μὴ ἐκ­κλί­νῃς τὴν καρ­δί­αν μου εἰς λό­γους πο­νη­ρί­ας, τοῦ προ­φα­σί­ζε­σθαι προ­φά­σεις ἐν ἁ­μαρ­τί­αις.

Σὺν ἀν­θρώ­ποις ἐρ­γα­ζο­μέ­νοις τὴν ἀ­νο­μί­αν, καὶ οὐ μὴ συν­δυ­ά­σω με­τὰ τῶν ἐ­κλε­κτῶν αὐ­τῶν.

Παι­δεύ­σει με δί­και­ος ἐν ἐ­λέ­ει, καὶ ἐ­λέγ­ξει με· ἔ­λαι­ον δὲ ἁ­μαρ­τω­λοῦ μὴ λι­πα­νά­τω τὴν κε­φα­λήν μου.

Ὅ­τι ἔ­τι καὶ ἡ προ­σευ­χή μου ἐν ταῖς εὐ­δο­κί­αις αὐ­τῶν· κα­τε­πό­θη­σαν ἐ­χό­με­να πέ­τρας οἱ κρι­ταὶ αὐ­τῶν.

Ἀ­κού­σον­ται τὰ ῥή­μα­τά μου, ὅ­τι ἡ­δύν­θη­σαν· ὡ­σεὶ πά­χος γῆς ἐῤ­ῥά­γη ἐ­πὶ τῆς γῆς, δι­ε­σκορ­πί­σθη τὰ ὀ­στᾶ αὐ­τῶν πα­ρὰ τὸν ᾅ­δην.

Ὅ­τι πρὸς σέ, Κύ­ρι­ε, Κύ­ρι­ε, οἱ ὀ­φθαλ­μοί μου· ἐ­πὶ σοὶ ἤλ­πι­σα, μὴ ἀν­τα­νέ­λῃς τὴν ψυ­χήν μου.

Φύ­λα­ξόν με ἀ­πὸ πα­γί­δος, ἧς συ­νε­στή­σαν­τό μοι, καὶ ἀ­πὸ σκαν­δά­λων τῶν ἐρ­γα­ζο­μέ­νων τὴν ἀ­νο­μί­αν.

Πε­σοῦν­ται ἐν ἀμ­φι­βλή­στρῳ αὐ­τῶν οἱ ἁ­μαρ­τω­λοί· κα­τὰ μό­νας εἰ­μὶ ἐ­γώ, ἕ­ως ἂν πα­ρέλ­θω.

Ψαλ­μὸς ρμα´ (141).

Φω­νῇ μου πρὸς Κύ­ρι­ον ἐ­κέ­κρα­ξα, φω­νῇ μου πρὸς Κύ­ρι­ον ἐ­δε­ή­θην.

Ἐκ­χε­ῶ ἐ­νώ­πι­ον αὐ­τοῦ τὴν δέ­η­σίν μου· τὴν θλῖ­ψίν μου ἐ­νώ­πι­ον αὐ­τοῦ ἀ­παγ­γε­λῶ.

Ἐν τῷ ἐ­κλεί­πειν ἐξ ἐ­μοῦ τὸ πνεῦ­μά μου, καὶ σὺ ἔ­γνως τὰς τρί­βους μου.

Ἐν ὁ­δῷ ταύ­τῃ, ᾗ ἐ­πο­ρευ­ό­μην, ἔ­κρυ­ψαν πα­γί­δα μοι.

Κα­τε­νό­ουν εἰς τά δε­ξι­ά, καὶ ἐ­πέ­βλε­πον, καὶ οὐκ ἦν ὁ ἐ­πι­γι­νώ­σκων με.

Ἀ­πώ­λε­το φυ­γὴ ἀπ᾿ ἐ­μοῦ, καὶ οὐκ ἔ­στιν ὁ ἐκ­ζη­τῶν τὴν ψυ­χήν μου.

Ἐ­κέ­κρα­ξα πρὸς σέ, Κύ­ρι­ε· εἶ­πα· Σὺ εἶ ἡ ἐλ­πίς μου, με­ρίς μου εἶ, ἐν γῇ ζών­των.

Πρό­σχες πρὸς τὴν δέ­η­σίν μου, ὅ­τι ἐ­τα­πει­νώ­θην σφό­δρα.

Ῥῦ­σαί με ἐκ τῶν κα­τα­δι­ω­κόν­των με, ὅ­τι ἐ­κρα­ται­ώ­θη­σαν ὑ­πὲρ ἐ­μέ.

Εἶ­τα ψάλ­λον­ται τὰ στι­χη­ρὰ ἰ­δι­ό­με­λα
ἐκ τῶν αἴ­νων καὶ τῶν ἀ­πο­στί­χων τοῦ ὄρ­θρου με­τὰ τῶν ἀ­κο­λού­θων στί­χων.

Ἦ­χος α´. Κο­σμᾶ μο­να­χοῦ.

Στίχ. Ἐ­ξά­γα­γε ἐκ φυ­λα­κῆς τὴν ψυ­χήν μου, τοῦ ἐ­ξο­μο­λο­γή­σα­σθαι τῷ ὀ­νό­μα­τί σου.

Σὲ τὸν τῆς Παρ­θέ­νου Υἱ­όν, πόρ­νη ἐ­πι­γνοῦ­σα Θε­ὸν ἔ­λε­γεν, ἐν κλαυθ­μῷ δυ­σω­ποῦ­σα, ὡς δα­κρύ­ων ἄ­ξι­α πρά­ξα­σα· Δι­ά­λυ­σον τὸ χρέ­ος, ὡς κἀ­γὼ τοὺς πλο­κά­μους· ἀ­γά­πη­σον φι­λοῦ­σαν, τὴν δι­καί­ως μι­σου­μέ­νην, καὶ πλη­σί­ον τε­λω­νῶν σε κη­ρύ­ξω, Εὐ­ερ­γέ­τα φι­λάν­θρω­πε.

Στίχ. Ἐ­μὲ ὑ­πο­με­νοῦ­σι δί­και­οι, ἕ­ως οὗ ἀν­τα­πο­δῷς μοι.

Τὸ πο­λυ­τί­μη­τον μύ­ρον, ἡ πόρ­νη ἔ­μι­ξε με­τὰ δα­κρύ­ων, καὶ ἐ­ξέ­χε­εν εἰς τοὺς ἀ­χράν­τους πό­δας σου, κα­τα­φι­λοῦ­σα· ἐ­κεί­νην εὐ­θὺς ἐ­δι­καί­ω­σας, ἡ­μῖν δὲ συγ­χώ­ρη­σιν δώ­ρη­σαι, ὁ πα­θὼν ὑ­πὲρ ἡ­μῶν, καὶ σῶ­σον ἡ­μᾶς.

Ψαλ­μὸς ρκθ´ (129).

Στίχ. Ἐκ βα­θέ­ων ἐ­κέ­κρα­ξά σοι, Κύ­ρι­ε· Κύ­ρι­ε, εἰ­σά­κου­σον τῆς φω­νῆς μου.

Ὅ­τε ἡ ἁ­μαρ­τω­λός, προ­σέ­φε­ρε τὸ μύ­ρον, τό­τε ὁ μα­θη­τής, συ­νε­φώ­νει τοῖς πα­ρα­νό­μοις· ἡ μὲν ἔ­χαι­ρε, κε­νοῦ­σα τὸ πο­λύ­τι­μον, ὁ δὲ ἔ­σπευ­δε πω­λῆ­σαι τὸν ἀ­τί­μη­τον· αὕ­τη τὸν Δε­σπό­την ἐ­πε­γί­νω­σκεν, οὗ­τος τοῦ Δε­σπό­του ἐ­χω­ρί­ζε­το· αὕ­τη ἠ­λευ­θε­ροῦ­το, καὶ ὁ Ἰ­ού­δας δοῦ­λος ἐ­γε­γό­νει τοῦ ἐ­χθροῦ· δει­νὸν ἡ ῥα­θυ­μί­α! με­γά­λη ἡ με­τά­νοι­α! ἥν μοι δώ­ρη­σαι Σω­τήρ, ὁ πα­θὼν ὑ­πὲρ ἡ­μῶν, καὶ σῶ­σον ἡ­μᾶς.

Στίχ. Γε­νη­θή­τω τὰ ὦ­τά σου προ­σέ­χον­τα εἰς τὴν φω­νὴν τῆς δε­ή­σε­ώς μου.

Ὢ τῆς Ἰ­ού­δα ἀ­θλι­ό­τη­τος! ἐ­θε­ώ­ρει τὴν πόρ­νην, φι­λοῦ­σαν τὰ ἴ­χνη, καὶ ἐ­σκέ­πτε­το δό­λῳ, τῆς προ­δο­σί­ας τὸ φί­λη­μα· ἐ­κεί­νη τοὺς πλο­κά­μους δι­έ­λυ­σε, καὶ οὗ­τος τῷ θυ­μῷ ἐ­δε­σμεῖ­το, φέ­ρων ἀν­τὶ μύ­ρου, τὴν δυ­σώ­δη κα­κί­αν· φθό­νος γὰρ οὐκ οἶ­δε, προ­τι­μᾶν τὸ συμ­φέ­ρον. Ὢ τῆς Ἰ­ού­δα ἀ­θλι­ό­τη­τος! ἀφ᾿ ἧς ῥῦ­σαι ὁ Θε­ὸς τὰς ψυ­χὰς ἡ­μῶν.

Στίχ. Ἐ­ὰν ἀ­νο­μί­ας πα­ρα­τη­ρή­σῃς, Κύ­ρι­ε Κύ­ρι­ε, τὶς ὑ­πο­στή­σε­ται; ὅ­τι πα­ρὰ σοὶ ὁ ἱ­λα­σμός ἐ­στιν.

Τοῦ αὐ­τοῦ. Ἦ­χος β´.

Ἡ ἁ­μαρ­τω­λὸς ἔ­δρα­με πρὸς τὸ μύ­ρον, πρι­ά­σα­σθαι πο­λύ­τι­μον μύ­ρον, τοῦ μυ­ρί­σαι τὸν εὐ­ερ­γέ­την, καὶ τῷ μυ­ρε­ψῷ ἐ­βό­α· Δός μοι τὸ μύ­ρον, ἵ­να ἀ­λεί­ψω κἀ­γώ, τὸν ἐ­ξα­λεί­ψαν­τά μου πά­σας τὰς ἁ­μαρ­τί­ας.

Στίχ. Ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου ὑ­πέ­μει­νά σε, Κύ­ρι­ε· ὑ­πέ­μει­νεν ἡ ψυ­χή μου εἰς τὸν λό­γον σου, ἤλ­πι­σεν ἡ ψυ­χή μου ἐ­πὶ τὸν Κύ­ρι­ον.

Ἦ­χος πλ. β´. Ἡ ἀ­πε­γνω­σμέ­νη.

Ἡ βε­βυ­θι­σμέ­νη τῇ ἁ­μαρ­τί­ᾳ, εὗ­ρέ σε λι­μέ­να τῆς σω­τη­ρί­ας, καὶ μύ­ρον σὺν δά­κρυ­σι, κε­νοῦ­σά σοι ἐ­βό­α· Ἴ­δε ὁ ἔ­χων ἐ­ξου­σί­αν, συγ­χω­ρεῖν ἁ­μαρ­τί­ας· ἴ­δε ὁ τῶν ἁ­μαρ­τα­νόν­των, τὴν με­τά­νοι­αν φέ­ρων· ἀλ­λὰ Δέ­σπο­τα, δι­ά­σω­σόν με, ἐκ τοῦ κλύ­δω­νος, τῆς ἁ­μαρ­τί­ας μου δέ­ο­μαι, δι­ὰ τὸ μέ­γα σου ἔ­λε­ος.

Στίχ. Ἀ­πὸ φυ­λα­κῆς πρω­ΐ­ας μέ­χρι νυ­κτός, ἀ­πὸ φυ­λα­κῆς πρω­ΐ­ας ἐλ­πι­σά­τω Ἰσ­ρα­ὴλ ἐ­πὶ τὸν Κύ­ρι­ον.

Βυ­ζαν­τί­ου. Ἦ­χος πλ. β´.

Σή­με­ρον ὁ Χρι­στὸς πα­ρα­γί­νε­ται, ἐν τῇ οἰ­κί­ᾳ τοῦ Φα­ρι­σαί­ου, καὶ γυ­νὴ ἁ­μαρ­τω­λὸς προ­σελ­θοῦ­σα, τοῖς πο­σὶν ἐ­κυ­λιν­δοῦ­το βο­ῶ­σα· Ἴ­δε τὴν βε­βυ­θι­σμέ­νην τῇ ἁ­μαρ­τί­ᾳ, τὴν ἀ­πηλ­πι­σμέ­νην δι­ὰ τὰς πρά­ξεις, τὴν μὴ βδε­λυ­χθεῖ­σαν, πα­ρὰ τῆς σῆς ἀ­γα­θό­τη­τος· καὶ δός μοι Κύ­ρι­ε, τὴν ἄ­φε­σιν τῶν κα­κῶν, καὶ σῶ­σόν με.

Στίχ. Ὅ­τι πα­ρὰ τῷ Κυ­ρί­ῳ τὸ ἔ­λε­ος, καὶ πολ­λὴ παρ᾿ αὐ­τῷ λύ­τρω­σις, καὶ αὐ­τὸς λυ­τρώ­σε­ται τὸν Ἰσ­ρα­ὴλ ἐκ πα­σῶν τῶν ἀ­νο­μι­ῶν αὐ­τοῦ.

Ἰ­ω­άν­νου μο­να­χοῦ. Ἦ­χος ὁ αὐ­τός.

Ἥ­πλω­σεν ἡ πόρ­νη, τὰς τρί­χας σοι τῷ Δε­σπό­τῃ· ἥ­πλω­σεν Ἰ­ού­δας, τὰς χεῖ­ρας τοῖς πα­ρα­νό­μοις· ἡ μὲν λα­βεῖν τὴν ἄ­φε­σιν· ὁ δὲ λα­βεῖν ἀρ­γύ­ρι­α. Δι­ό σοι βο­ῶ­μεν, τῷ πρα­θέν­τι καὶ ἐ­λευ­θε­ρώ­σαν­τι ἡ­μᾶς, Κύ­ρι­ε δό­ξα σοι.

Ψαλ­μὸς ριϚ´ (116).

Στίχ. Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τα τὰ ἔ­θνη· ἐ­παι­νέ­σα­τε αὐ­τόν, πάν­τες οἱ λα­οί.

Βυ­ζαν­τί­ου. Ἦ­χος ὁ αὐ­τός.

Προ­σῆλ­θε γυ­νή, δυ­σώ­δης καὶ βε­βορ­βο­ρω­μέ­νη, δά­κρυ­α προ­χέ­ου­σα, πο­σί σου Σω­τήρ, τὸ πά­θος κα­ταγ­γέλ­λου­σα· Πῶς ἀ­τε­νί­σω σοι τῷ Δε­σπό­τῃ; αὐ­τὸς γὰρ ἐ­λή­λυ­θας σῶ­σαι πόρ­νην· ἐκ βυ­θοῦ θα­νοῦ­σάν με ἀ­νά­στη­σον, ὁ τὸν Λά­ζα­ρον ἐ­γεί­ρας, ἐκ τά­φου τε­τρα­ή­με­ρον· δέ­ξαι με τὴν τά­λαι­ναν, Κύ­ρι­ε καὶ σῶ­σόν με.

Στίχ. Ὅ­τι ἐ­κρα­ται­ώ­θη τὸ ἔ­λε­ος αὐ­τοῦ ἐφ᾿ ἡ­μᾶς καὶ ἡ ἀ­λή­θει­α τοῦ Κυ­ρί­ου μέ­νει εἰς τὸν αἰ­ῶ­να.

Ἰ­ω­άν­νου μο­να­χοῦ. Ἦ­χος ὁ αὐ­τός.

Ἡ ἀ­πε­γνω­σμέ­νη δι­ὰ τὸν βί­ον, καὶ ἐ­πε­γνω­σμέ­νη δι­ὰ τὸν τρό­πον, τὸ μύ­ρον βα­στά­ζου­σα, προ­σῆλ­θέ σοι βο­ῶ­σα· Μή με τὴν πόρ­νην ἀ­ποῤ­ῥί­ψῃς, ὁ τε­χθεὶς ἐκ Παρ­θέ­νου· μή μου τὰ δά­κρυ­α πα­ρί­δῃς, ἡ χα­ρὰ τῶν Ἀγ­γέ­λων· ἀλ­λὰ δέ­ξαι με, με­τα­νο­οῦ­σαν, ἣν οὐκ ἀ­πώ­σω ἁ­μαρ­τά­νου­σαν Κύ­ρι­ε, δι­ὰ τὸ μέ­γα σου ἔ­λε­ος.

Δό­ξα. Καὶ νῦν.
Ποί­η­μα Κασ­σι­α­νῆς μο­να­χῆς. Ἦ­χος πλ. δ´.

Κύ­ρι­ε, ἡ ἐν πολ­λαῖς ἁ­μαρ­τί­αις, πε­ρι­πε­σοῦ­σα γυ­νή, τὴν σὴν αἰ­σθο­μέ­νη Θε­ό­τη­τα, μυ­ρο­φό­ρου ἀ­να­λα­βοῦ­σα τά­ξιν, ὀ­δυ­ρο­μέ­νη μύ­ρα σοι, πρὸ τοῦ ἐν­τα­φι­α­σμοῦ κο­μί­ζει. Οἴ­μοι! λέ­γου­σα, ὅ­τι νύξ μοι ὑ­πάρ­χει, οἶ­στρος ἀ­κο­λα­σί­ας, ζο­φώ­δης τε καὶ ἀ­σέ­λη­νος, ἔ­ρως τῆς ἁ­μαρ­τί­ας. Δέ­ξαι μου τὰς πη­γὰς τῶν δα­κρύ­ων, ὁ νε­φέ­λαις δι­ε­ξά­γων, τῆς θα­λάσ­σης τὸ ὕ­δωρ· κάμ­φθη­τί μοι, πρὸς τοὺς στε­ναγ­μοὺς τῆς καρ­δί­ας, ὁ κλί­νας τοὺς οὐ­ρα­νούς, τῇ ἀ­φά­τῳ σου κε­νώ­σει· κα­τα­φι­λή­σω τοὺς ἀ­χράν­τους σου πό­δας, ἀ­πο­σμή­ξω τού­τους δὲ πά­λιν, τοῖς τῆς κε­φα­λῆς μου βο­στρύ­χοις· ὧν ἐν τῷ Πα­ρα­δεί­σῳ, Εὔ­α τὸ δει­λι­νόν, κρό­τον τοῖς ὠ­σὶν ἠ­χη­θεῖ­σα, τῷ φό­βῳ ἐ­κρύ­βη. Ἁ­μαρ­τι­ῶν μου τὰ πλή­θη, καὶ κρι­μά­των σου ἀ­βύσ­σους, τίς ἐ­ξι­χνι­ά­σει, ψυ­χο­σῶ­στα Σω­τήρ μου; Μή με τὴν σὴν δού­λην πα­ρί­δῃς, ὁ ἀ­μέ­τρη­τον ἔ­χων τὸ ἔ­λε­ος.

* * *

ΕΙΣΟΔΟΣ - ΕΠΙΛΥΧΝΙΟΣ ΕΥΧΑΡΙΣΤΙΑ

Ψαλ­λο­μέ­νου τοῦ Καὶ νῦν γί­νε­ται ἡ εἴ­σο­δος ὑ­πὸ τοῦ ἱ­ε­ρέ­ως καὶ τοῦ δι­α­κό­νου με­τὰ τοῦ Εὐ­αγ­γε­λί­ου.

Ὁ δι­ά­κο­νος· Σο­φί­α· ὀρ­θοί.

Ὁ προ­ε­στὼς ἢ ὁ ἀ­να­γνώ­στης τὴν ἐ­πι­λύ­χνι­ον εὐ­χα­ρι­στί­αν χῦ­μα·

Φῶς ἱ­λα­ρὸν ἁ­γί­ας δό­ξης, * ἀ­θα­νά­του Πα­τρός, * οὐ­ρα­νί­ου, ἁ­γί­ου, μά­κα­ρος, * Ἰ­η­σοῦ Χρι­στέ, * ἐλ­θόν­τες ἐ­πὶ τὴν ἡ­λί­ου δύ­σιν, * ἰ­δόν­τες φῶς ἑ­σπε­ρι­νόν, * ὑ­μνοῦ­μεν Πα­τέ­ρα, Υἱ­όν, * καὶ ἅ­γι­ον Πνεῦ­μα, Θε­όν. * Ἄ­ξι­όν σε ἐν πᾶ­σι και­ροῖς * ὑ­μνεῖ­σθαι φω­ναῖς αἰ­σί­αις, * Υἱ­ὲ Θε­οῦ, ζω­ὴν ὁ δι­δούς· * δι­ὸ ὁ κό­σμος σὲ δο­ξά­ζει.

ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ

Ὁ δι­ά­κο­νος· Ἑ­σπέ­ρας.

Ὁ ἀ­να­γνώ­στης·

Προ­κεί­με­νον. Ἦ­χος δ´. Ψαλ­μὸς ρλε´ (135).

Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Θε­ῷ τοῦ οὐ­ρα­νοῦ, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.

Στίχ. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Θε­ῷ τῶν θε­ῶν, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.

Τῆς Ἐ­ξό­δου τὸ Ἀ­νά­γνω­σμα (β´ 11-23, ι­η´ 4).

Ἐν ταῖς ἡ­μέ­ραις ταῖς πολ­λαῖς ἐ­κεί­ναις, μέ­γας γε­νό­με­νος Μω­ϋ­σῆς, ἐ­ξῆλ­θε πρὸς τοὺς ἀ­δελ­φοὺς αὑ­τοῦ, τοὺς υἱ­οὺς Ἰσ­ρα­ήλ. Κα­τα­νο­ή­σας δὲ τὸν πό­νον αὐ­τῶν, ὁ­ρᾷ ἄν­θρω­πον Αἰ­γύ­πτι­ον, τύ­πτον­τα τι­νὰ Ἑ­βραῖ­ον, τῶν ἑ­αυ­τοῦ ἀ­δελ­φῶν τῶν υἱ­ῶν Ἰσ­ρα­ήλ. Πε­ρι­βλε­ψά­με­νος δὲ ὧ­δε καὶ ὧ­δε, οὐχ ὁ­ρᾷ οὐ­δέ­να· καὶ πα­τά­ξας τὸν Αἰ­γύ­πτι­ον, ἔ­κρυ­ψεν αὐ­τὸν ἐν τῇ ἄμ­μῳ.

Ἐ­ξελ­θὼν δὲ τῇ ἡ­μέ­ρᾳ τῇ δευ­τέ­ρᾳ, ὁ­ρᾷ δύ­ο ἄν­δρας Ἑ­βραί­ους, δι­α­πλη­κτι­ζο­μέ­νους, καὶ λέ­γει τῷ ἀ­δι­κοῦν­τι· Δι­α­τί σὺ τύ­πτεις τὸν πλη­σί­ον; Ὁ δὲ εἶ­πε· Τίς σε κα­τέ­στη­σεν ἄρ­χον­τα καὶ δι­κα­στὴν ἐφ᾿ ἡ­μᾶς; μὴ ἀ­νε­λεῖν με σὺ θέ­λεις, ὃν τρό­πον ἀ­νεῖ­λες χθὲς τὸν Αἰ­γύ­πτι­ον; Ἐ­φο­βή­θη δὲ Μω­ϋ­σῆς, καὶ εἶ­πεν· Εἰ οὕ­τως ἐμ­φα­νὲς γέ­γο­νε τὸ ῥῆ­μα τοῦ­το! Ἤ­κου­σε δὲ Φα­ρα­ὼ τὸ ῥῆ­μα τοῦ­το, καὶ ἐ­ζή­τει ἀ­νε­λεῖν τὸν Μω­ϋ­σῆν. Ἀ­νε­χώ­ρη­σε δὲ Μω­ϋ­σῆς ἀ­πὸ προ­σώ­που Φα­ρα­ώ, καὶ ᾤ­κη­σεν ἐν γῇ Μα­δι­άμ· ἐλ­θὼν δὲ εἰς γῆν Μα­δι­άμ, ἐ­κά­θι­σεν ἐ­πὶ τοῦ φρέ­α­τος.

Τῷ δὲ Ἱ­ε­ρεῖ Μα­δι­ὰμ ἦ­σαν ἑ­πτὰ θυ­γα­τέ­ρες, ποι­μαί­νου­σαι τὰ πρό­βα­τα τοῦ πα­τρὸς αὑ­τῶν Ἰ­ω­θώρ· πα­ρα­γε­νό­με­ναι δὲ ἤν­τλουν, ἕ­ως ἔ­πλη­σαν τὰς δε­ξα­με­νάς, πο­τί­σαι τὰ πρό­βα­τα τοῦ πα­τρὸς αὑ­τῶν Ἰ­ω­θώρ. Πα­ρα­γε­νό­με­νοι δὲ οἱ ποι­μέ­νες, ἐ­ξέ­βα­λον αὐ­τάς. Ἀ­να­στὰς δὲ Μω­ϋ­σῆς ἐῤ­ῥύ­σα­το αὐ­τάς, καὶ ἤν­τλη­σεν αὐ­ταῖς, καὶ ἐ­πό­τι­σε τὰ πρό­βα­τα αὐ­τῶν. Πα­ρε­γέ­νον­το δὲ πρὸς Ῥα­γου­ὴλ τὸν πα­τέ­ρα αὑ­τῶν· Ὁ δὲ εἶ­πεν αὐ­ταῖς· Τί ὅ­τι ἐ­τα­χύ­να­τε τοῦ πα­ρα­γε­νέ­σθαι σή­με­ρον; Αἱ δὲ εἶ­πον. Ἄν­θρω­πος Αἰ­γύ­πτι­ος ἐῤ­ῥύ­σα­το ἡ­μᾶς ἀ­πὸ τῶν ποι­μέ­νων, καὶ ἤν­τλη­σεν ἡ­μῖν, καὶ ἐ­πό­τι­σε τὰ πρό­βα­τα ἡ­μῶν. Ὁ δὲ εἶ­πε ταῖς θυ­γα­τρά­σιν αὑ­τοῦ· Καὶ ποῦ ἐ­στι; καὶ ἵ­να τί οὕ­τω κα­τα­λε­λοί­πα­τε τὸν ἄν­θρω­πον; κα­λέ­σα­τε οὖν αὐ­τόν, ὅ­πως φά­γῃ ἄρ­τον.

Κα­τῳ­κί­σθη δὲ Μω­ϋ­σῆς πα­ρὰ τῷ ἀν­θρώ­πῳ· καὶ ἐ­ξέ­δο­το Σεπ­φώ­ραν τὴν θυ­γα­τέ­ρα αὐ­τοῦ τῷ Μω­ϋ­σῇ γυ­ναῖ­κα. Ἐν γα­στρὶ δὲ λα­βοῦ­σα ἡ γυ­νή, ἔ­τε­κεν υἱ­όν· καὶ ἐ­πω­νό­μα­σε Μω­ϋ­σῆς τὸ ὄ­νο­μα αὐ­τοῦ Γηρ­σέμ, λέ­γων· Ὅ­τι πά­ροι­κός εἰ­μι ἐν γῇ ἀλ­λο­τρί­ᾳ. Ἔ­τι δὲ συλ­λα­βοῦ­σα, ἔ­τε­κεν υἱ­ὸν δεύ­τε­ρον, καὶ ἐ­κά­λε­σε τὸ ὄ­νο­μα αὐ­τοῦ Ἐ­λι­έ­ζερ, λέ­γων· Ὁ γὰρ Θε­ὸς τοῦ Πα­τρός μου βο­η­θός μου, καὶ ἐῤ­ῥύ­σα­τό με ἐκ χει­ρὸς Φα­ρα­ώ.

Προ­κεί­με­νον. Ἦ­χος δ´. Ψαλ­μὸς ρλζ´ (137).

Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου εἰς τὸν αἰ­ῶ­να· τὰ ἔρ­γα τῶν χει­ρῶν σου μὴ πα­ρί­δῃς.

Στίχ. Ἐ­ξο­μο­λο­γή­σο­μαί σοι, Κύ­ρι­ε, ἐν ὅ­λῃ καρ­δί­ᾳ μου, καὶ ἐ­ναν­τί­ον ἀγ­γέ­λων ψα­λῶ σοι, ὅ­τι ἤ­κου­σας πάν­τα τὰ ῥή­μα­τα τοῦ στό­μα­τός μου.

Ὁ ἀ­να­γνώ­στης· Κέ­λευ­σον.

Ὁ ἱ­ε­ρεύς· Σο­φί­α· ὀρ­θοί. Φῶς Χρι­στοῦ φαί­νει πᾶ­σι.

Ὁ ἀ­να­γνώ­στης·

Ἰ­ὼβ τὸ Ἀ­νά­γνω­σμα (β´ 1-10).

Ἐ­γέ­νε­το δὲ ὡς ἡ ἡ­μέ­ρα αὕ­τη, καὶ ἦλ­θον οἱ Ἄγ­γε­λοι τοῦ Θε­οῦ πα­ρα­στῆ­ναι ἐ­ναν­τί­ον τοῦ Κυ­ρί­ου· καὶ ὁ δι­ά­βο­λος ἦλ­θεν ἐν μέ­σῳ αὐ­τῶν, πα­ρα­στῆ­ναι ἐ­ναν­τί­ον τοῦ Κυ­ρί­ου. Καὶ εἶ­πεν ὁ Κύ­ρι­ος τῷ δι­α­βό­λῳ· Πό­θεν σὺ ἔρ­χῃ; εἶ­πε δὲ ὁ δι­ά­βο­λος ἐ­ναν­τί­ον Κυ­ρί­ου· Δι­α­πο­ρευ­θεὶς τὴν ὑπ᾿ οὐ­ρα­νόν, καὶ ἐμ­πε­ρι­πα­τή­σας τὴν σύμ­πα­σαν, πά­ρει­μι.

Εἶ­πε δὲ ὁ Κύ­ρι­ος πρὸς τὸν δι­ά­βο­λον· Προ­σέ­σχες τὸν θε­ρά­πον­τά μου Ἰ­ώβ, ὅ­τι οὐκ ἔ­στι κατ᾿ αὐ­τόν, τῶν ἐ­πὶ τῆς γῆς, ἄν­θρω­πος, ὅ­μοι­ος αὐ­τῷ, ἄ­κα­κος, ἀ­λη­θι­νός, ἄ­μεμ­πτος, θε­ο­σε­βής, ἀ­πε­χό­με­νος ἀ­πὸ παν­τὸς κα­κοῦ; ἔ­τι δὲ ἔ­χε­ται ἀ­κα­κί­ας· σὺ δὲ εἶ­πας, τὰ ὑ­πάρ­χον­τα αὐ­τοῦ δι­α­κε­νῆς ἀ­πο­λέ­σαι. Ὑ­πο­λα­βὼν δὲ ὁ δι­ά­βο­λος, εἶ­πε τῷ Κυ­ρί­ῳ· Δέρ­μα ὑ­πὲρ δέρ­μα­τος· καὶ πάν­τα ὅ­σα ὑ­πάρ­χει ἀν­θρώ­πῳ, ὑ­πὲρ τῆς ψυ­χῆς αὐ­τοῦ ἐ­κτί­σει· οὐ μὴν δέ, ἀλ­λὰ ἀ­πο­στεί­λας τὴν χεῖ­ρά σου, ἅ­ψαι τῶν ὀ­στῶν αὐ­τοῦ, καὶ τῶν σαρ­κῶν αὐ­τοῦ· ἦ μὴν εἰς πρό­σω­πόν σε εὐ­λο­γή­σει. Εἶ­πε δὲ ὁ Κύ­ρι­ος τῷ δι­α­βό­λῳ. Ἰ­δοὺ πα­ρα­δί­δω­μί σοι αὐ­τόν· μό­νον τὴν ψυ­χὴν αὐ­τοῦ δι­α­φύ­λα­ξον.

Καὶ ἐ­ξῆλ­θεν ὁ δι­ά­βο­λος ἀ­πὸ προ­σώ­που Κυ­ρί­ου· καὶ ἔ­παι­σε τὸν Ἰ­ὼβ ἕλ­κει πο­νη­ρῷ ἀ­πὸ πο­δῶν ἕ­ως κε­φα­λῆς. Καὶ ἔ­λα­βεν ἑ­αυ­τῷ ὄ­στρα­κον, ἵ­να τὸν ἰ­χῶ­ρα ξύ­ῃ, καὶ ἐ­κά­θη­το ἐ­πὶ τῆς κο­πρί­ας, ἔ­ξω τῆς πό­λε­ως.

Χρό­νου δὲ πολ­λοῦ προ­βε­βη­κό­τος, εἶ­πεν αὐ­τῷ ἡ γυ­νὴ αὐ­τοῦ· Μέ­χρι τί­νος καρ­τε­ρή­σει λέ­γων· Ἰ­δοὺ ἀ­να­μέ­νω χρό­νον ἔ­τι μι­κρόν, προσ­δε­χό­με­νος τὴν ἐλ­πί­δα τῆς σω­τη­ρί­ας μου; ἰ­δοὺ γὰρ ἠ­φά­νι­σταί σου τὸ μνη­μό­συ­νον ἀ­πὸ τῆς γῆς· υἱ­οὶ καὶ θυ­γα­τέ­ρες, ἐ­μῆς κοι­λί­ας ὠ­δῖ­νες καὶ πό­νοι, οὓς εἰς τὸ κε­νὸν ἐ­κο­πί­α­σα με­τά μό­χθων· σὺ δὲ αὐ­τὸς ἐν σα­πρί­ᾳ σκω­λή­κων κά­θη­σαι, δι­α­νυ­κτε­ρεύ­ων αἴ­θρι­ος, κἀ­γὼ πλα­νῆ­τις καὶ λά­τρις, τό­πον ἐκ τό­που πε­ρι­ερ­χο­μέ­νη, καὶ οἰ­κί­αν ἐξ οἰ­κί­ας, προσ­δε­χο­μέ­νη τὸν ἥ­λι­ον πό­τε δύ­σε­ται, ἵ­να ἀ­να­παύ­σω­μαι τῶν μό­χθων μου, καὶ τῶν ὀ­δυ­νῶν, αἵ με νῦν συ­νέ­χου­σιν· ἀλ­λὰ εἶ­πόν τι ῥῆ­μα πρὸς Κύ­ρι­ον, καὶ τε­λεύ­τα.

Ὁ δὲ ἐμ­βλέ­ψας αὐ­τῇ, εἶ­πεν· Ἵ­να τί, ὥ­σπερ μί­α τῶν ἀ­φρό­νων γυ­ναι­κῶν ἐ­λά­λη­σας οὕ­τως; εἰ τὰ κα­λὰ ἐ­δε­ξά­με­θα ἐκ χει­ρὸς Κυ­ρί­ου, τὰ κα­κὰ οὐχ ὑ­ποί­σω­μεν; Ἐν τού­τοις πᾶ­σι τοῖς συμ­βε­βη­κό­σιν αὐ­τῷ, οὐ­δὲ ἥ­μαρ­τεν Ἰ­ὼβ τοῖς χεί­λε­σιν ἐ­ναν­τί­ον τοῦ Θε­οῦ.

* * *

ΤΟ «ΚΑΤΕΥΘΥΝΘΗΤΩ»

Καὶ εὐ­θὺς ψάλ­λει ὁ ἱ­ε­ρεὺς ἐ­νώ­πι­ον τῆς ἁ­γί­ας Τρα­πέ­ζης·

Κα­τευ­θυν­θή­τω ἡ προ­σευ­χή μου ὡς θυ­μί­α­μα ἐ­νώ­πι­όν σου· ἔ­παρ­σις τῶν χει­ρῶν μου θυ­σί­α ἑ­σπε­ρι­νή.

Τὸ αὐ­τὸ ψάλ­λε­ται τε­τρά­κις ὑ­πὸ τοῦ λα­οῦ μεθ᾿ ἕ­κα­στον τῶν ἑ­πο­μέ­νων στί­χων, λε­γο­μέ­νων ὑ­πὸ τοῦ ἱ­ε­ρέ­ως θυ­μι­ῶν­τος ἑ­κά­στην πλευ­ρὰν τῆς ἁ­γί­ας Τρα­πέ­ζης·

Στίχ. α´. Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα πρὸς σέ, εἰ­σά­κου­σόν μου· πρό­σχες τῇ φω­νῇ τῆς δε­ή­σε­ώς μου ἐν τῷ κε­κρα­γέ­ναι με πρὸς σέ.

Στίχ. β´. Θοῦ, Κύ­ρι­ε, φυ­λα­κὴν τῷ στό­μα­τί μου, καὶ θύ­ραν πε­ρι­ο­χῆς πε­ρὶ τὰ χεί­λη μου.

Στίχ. γ´. Μὴ ἐκ­κλί­νῃς τὴν καρ­δί­αν μου εἰς λό­γους πο­νη­ρί­ας, τοῦ προ­φα­σί­ζε­σθαι προ­φά­σεις ἐν ἁ­μαρ­τί­αις.

Στίχ. γ´. Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ Ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Καὶ ἐλ­θὼν ὁ ἱ­ε­ρεὺς πά­λιν ἐ­νώ­πι­ον τῆς ἁ­γί­ας Τρα­πέ­ζης ἐ­πα­να­λαμ­βά­νει τὸ Κα­τευ­θυν­θή­τω μέ­χρι τοῦ ἐ­νώ­πι­όν σου, καὶ ἐ­ξελ­θὼν εἰς τὴν Ὡ­ραί­αν Πύ­λην θυ­μι­ᾷ ἐ­κεῖ­θεν τὰς εἰ­κό­νας καὶ τὸν λα­όν, τοῦ χο­ροῦ ψάλ­λον­τος τὸ ἐ­πί­λοι­πον τοῦ στί­χου καὶ πάν­των ποι­ούν­των με­τα­νοί­ας με­γά­λας τρεῖς.

Ἐ­ὰν δὲ τύ­χῃ μνή­μη ἁ­γί­ου, με­τὰ τὸ Κα­τευ­θυν­θή­τω ἀ­να­γι­νώ­σκε­ται ὁ Ἀ­πό­στο­λος καὶ τὸ Εὐ­αγ­γέ­λι­ον κα­τὰ τὴν ἐν τῇ συ­νή­θει Λει­τουρ­γί­ᾳ τά­ξιν. Κα­τὰ δὲ τὴν Με­γά­λην Ἑ­βδο­μά­δα ἀ­να­γι­νώ­σκε­ται μό­νον Εὐ­αγ­γέ­λι­ον.

* * *

ΕΥΑΓΓΕΛΙΟΝ

Ὁ ἱ­ε­ρεύς· Σο­φί­α· ὀρ­θοί· ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου. Εἰ­ρή­νη πᾶ­σι.

Ὁ λα­ός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ δι­ά­κο­νος· Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου τὸ ἀ­νά­γνω­σμα.

Ὁ λα­ός· Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Ὁ ἱ­ε­ρεύς· Πρό­σχω­μεν.

Καὶ ὁ δι­ά­κο­νος ἀ­να­γι­νώ­σκει τὸ Εὐ­αγ­γέ­λι­ον.

(Ματθ. κϚ´ 6-16).

Τοῦ Ἰ­η­σοῦ γε­νο­μέ­νου ἐν Βη­θα­νί­ᾳ ἐν οἰ­κί­ᾳ Σί­μω­νος τοῦ λε­προῦ, προ­σῆλ­θεν αὐ­τῷ γυ­νὴ ἀ­λά­βα­στρον μύ­ρου ἔ­χου­σα βα­ρυ­τί­μου, καὶ κα­τέ­χε­εν ἐ­πὶ τὴν κε­φα­λὴν αὐ­τοῦ ἀ­να­κει­μέ­νου. Ἰ­δόν­τες δὲ οἱ μα­θη­ταὶ αὐ­τοῦ ἠ­γα­νά­κτη­σαν λέ­γον­τες· Εἰς τί ἡ ἀ­πώ­λει­α αὕ­τη; ἠ­δύ­να­το γὰρ τοῦ­το τὸ μύ­ρον πρα­θῆ­ναι πολ­λοῦ καὶ δο­θῆ­ναι τοῖς πτω­χοῖς.

Γνοὺς δὲ ὁ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τοῖς· Τί κό­πους πα­ρέ­χε­τε τῇ γυ­ναι­κί; Ἔρ­γον γὰρ κα­λὸν εἰρ­γά­σα­το εἰς ἐ­μέ. Τοὺς πτω­χοὺς γὰρ πάν­το­τε ἔ­χε­τε μεθ᾿ ἑ­αυ­τῶν, ἐ­μὲ δὲ οὐ πάν­το­τε ἔ­χε­τε. Βα­λοῦ­σα γὰρ αὕ­τη τὸ μύ­ρον τοῦ­το ἐ­πὶ τοῦ σώ­μα­τός μου, πρὸς τὸ ἐν­τα­φι­ά­σαι με ἐ­ποί­η­σεν. Ἀ­μὴν λέ­γω ὑ­μῖν, ὅ­που ἐ­ὰν κη­ρυ­χθῇ τὸ εὐ­αγ­γέ­λι­ον τοῦ­το ἐν ὅ­λῳ τῷ κό­σμῳ, λα­λη­θή­σε­ται καὶ ὃ ἐ­ποί­η­σεν αὕ­τη εἰς μνη­μό­συ­νον αὐ­τῆς.

Τό­τε πο­ρευ­θεὶς εἷς τῶν δώ­δε­κα, ὁ λε­γό­με­νος Ἰ­ού­δας Ἰ­σκα­ρι­ώ­της, πρὸς τοὺς ἀρ­χι­ε­ρεῖς εἶ­πε· Τί θέ­λε­τέ μοι δοῦ­ναι, καὶ ἐ­γὼ ὑ­μῖν πα­ρα­δώ­σω αὐ­τόν; Οἱ δὲ ἔ­στη­σαν αὐ­τῷ τρι­ά­κον­τα ἀρ­γύ­ρι­α. Καὶ ἀ­πὸ τό­τε ἐ­ζή­τει εὐ­και­ρί­αν ἵ­να αὐ­τὸν πα­ρα­δῷ.

Ὁ λα­ός· Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Εἶ­τα ἡ ἐ­κτε­νὴς καὶ κα­θε­ξῆς ἡ Λει­τουρ­γί­α τῶν Προ­η­γι­α­σμέ­νων.

* * *

Η ΕΚΤΕΝΗΣ ΔΕΗΣΙΣ

Εἶ­τα ὁ δι­ά­κο­νος (ἢ ὁ ἱ­ε­ρεὺς) τὴν ἐ­κτε­νῆ δέ­η­σιν, ὁ δὲ λα­ὸς εἰς ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (τρίς), εἰς δὲ τὴν τε­λευ­ταί­αν ἅ­παξ.

Εἴ­πω­μεν πάν­τες ἐξ ὅ­λης τῆς ψυ­χῆς καὶ ἐξ ὅ­λης τῆς δι­α­νοί­ας ἡ­μῶν εἴ­πω­μεν.

Κύ­ρι­ε παν­το­κρά­τορ, ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.

Ἐ­λέ­η­σον ἡ­μᾶς, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου· δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος).

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν ἀ­δελ­φῶν ἡ­μῶν, τῶν ἱ­ε­ρέ­ων, ἱ­ε­ρο­μο­νά­χων, ἱ­ε­ρο­δι­α­κό­νων καὶ μο­να­χῶν καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ πό­λει ταύ­τῃ, τῶν ἐ­νο­ρι­τῶν, ἐ­πι­τρό­πων, συν­δρο­μη­τῶν καὶ ἀ­φι­ε­ρω­τῶν τῆς ἁ­γί­ας ἐκ­κλη­σί­ας ταύ­της.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν μα­κα­ρί­ων καὶ ἀ­οι­δί­μων κτι­τό­ρων τοῦ ἁ­γί­ου να­οῦ τού­του (τῆς ἁγίας μονῆς ταύτης) καὶ ὑ­πὲρ πάν­των τῶν προ­α­να­παυ­σα­μέ­νων πα­τέ­ρων καὶ ἀ­δελ­φῶν ἡ­μῶν, τῶν ἐν­θά­δε κει­μέ­νων καὶ ἁ­παν­τα­χοῦ ὀρ­θο­δό­ξων.

Ἔ­τι δε­ό­με­θα καὶ ὑ­πὲρ τῶν καρ­πο­φο­ρούν­των καὶ καλ­λι­ερ­γούν­των ἐν τῷ ἁ­γί­ῳ καὶ παν­σέ­πτῳ να­ῷ τού­τῳ, κο­πι­ών­των, ψαλ­λόν­των, καὶ ὑ­πὲρ τοῦ πε­ρι­ε­στῶ­τος λα­οῦ, τοῦ ἀ­πεκ­δε­χο­μέ­νου τὸ πα­ρὰ σοῦ μέ­γα καὶ πλού­σι­ον ἔ­λε­ος.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΔΕΗΣΕΙΣ ΥΠΕΡ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ

Ὁ δι­ά­κο­νος λέ­γει τὰς ὑ­πὲρ τῶν κα­τη­χου­μέ­νων δε­ή­σεις, τοῦ χο­ροῦ λέ­γον­τος εἰς ἑ­κά­στην τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Εὔ­ξα­σθε, οἱ κα­τη­χού­με­νοι, τῷ Κυ­ρί­ῳ.

Οἱ πι­στοὶ ὑ­πὲρ τῶν κα­τη­χου­μέ­νων δε­η­θῶ­μεν·

Ἵ­να ὁ Κύ­ρι­ος αὐ­τοὺς ἐ­λε­ή­σῃ·

Κα­τη­χή­σῃ αὐ­τοὺς τὸν λό­γον τῆς ἀ­λη­θεί­ας·

Ἀ­πο­κα­λύ­ψῃ αὐ­τοῖς τὸ εὐ­αγ­γέ­λι­ον τῆς δι­και­ο­σύ­νης·

Ἑ­νώ­σῃ αὐ­τοὺς τῇ ἁ­γί­ᾳ αὐ­τοῦ κα­θο­λι­κῇ καὶ ἀ­πο­στο­λι­κῇ Ἐκ­κλη­σί­ᾳ.

Σῶ­σον, ἐ­λέ­η­σον, ἀν­τι­λα­βοῦ καὶ δι­α­φύ­λα­ξον αὐ­τούς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Οἱ κα­τη­χού­με­νοι τὰς κε­φα­λὰς ὑ­μῶν τῷ Κυ­ρί­ῳ κλί­να­τε.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ἵ­να καὶ αὐ­τοὶ σὺν ἡ­μῖν δο­ξά­ζω­σι τὸ πάν­τι­μον καὶ με­γα­λο­πρε­πὲς ὄ­νο­μά σου, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Καὶ ὁ ἱ­ε­ρεὺς ποι­ή­σας δι­ὰ τοῦ ἱ. Εὐ­αγ­γε­λί­ου σταυ­ρὸν ἐ­πὶ τοῦ εἰ­λη­τοῦ ἀ­πο­θέ­τει αὐ­τὸ εἰς τὸ ἄ­νω μέ­ρος τῆς ἁ­γί­ας Τρα­πέ­ζης καὶ ἐ­ξα­πλοῖ τὸ εἰ­λη­τόν.

Ὁ δὲ δι­ά­κο­νος λέ­γει·

Ὅ­σοι κα­τη­χού­με­νοι προ­έλ­θε­τε· οἱ κα­τη­χού­με­νοι προ­έλ­θε­τε· ὅ­σοι κα­τη­χού­με­νοι προ­έλ­θε­τε· μή τις τῶν κα­τη­χου­μέ­νων.

* * *

Ἀ­πὸ δὲ τῆς με­σο­νη­στί­μου Τε­τάρ­της πα­ρεμ­βάλ­λον­ται ἐν­ταῦ­θα αἱ

ΔΕΗΣΕΙΣ ΥΠΕΡ ΤΩΝ ΦΩΤΙΖΟΜΕΝΩΝ

Ὁ δι­ά­κο­νος·

Ὅ­σοι πρὸς τὸ φώ­τι­σμα, προ­σέλ­θε­τε· εὔ­ξα­σθε, οἱ πρὸς τὸ φώ­τι­σμα, τῷ Κυ­ρί­ῳ.

Ὁ χο­ρὸς εἰς ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Οἱ πι­στοὶ ὑ­πὲρ τῶν πρὸς τὸ ἅ­γι­ον φώ­τι­σμα εὐ­τρε­πι­ζο­μέ­νων ἀ­δελ­φῶν καὶ τῆς σω­τη­ρί­ας αὐ­τῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν·

Ὅ­πως Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν στη­ρί­ξῃ αὐ­τοὺς καὶ ἐν­δυ­να­μώ­σῃ·

Φω­τί­σῃ αὐ­τοὺς φω­τι­σμῷ γνώ­σε­ως καὶ εὐ­σε­βεί­ας·

Κα­τα­ξι­ώ­σῃ αὐ­τοὺς ἐν και­ρῷ εὐ­θέ­τῳ τοῦ λου­τροῦ τῆς πα­λιγ­γε­νε­σί­ας, τῆς ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν καὶ τοῦ ἐν­δύ­μα­τος τῆς ἀ­φθαρ­σί­ας·

Ἀ­να­γεν­νή­σῃ αὐ­τοὺς δι᾿ ὕ­δα­τος καὶ Πνεύ­μα­τος·

Χα­ρί­ση­ται αὐ­τοῖς τὴν τε­λει­ό­τη­τα τῆς πί­στε­ως·

Συγ­κα­τα­ριθ­μή­σῃ αὐ­τοὺς τῇ ἁ­γί­ᾳ αὐ­τοῦ καὶ ἐ­κλε­κτῇ ποί­μνῃ.

Σῶ­σον, ἐ­λέ­η­σον, ἀν­τι­λα­βοῦ καὶ δι­α­φύ­λα­ξον αὐ­τούς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Οἱ πρὸς τὸ φώ­τι­σμα, τὰς κε­φα­λὰς ὑ­μῶν τῷ Κυ­ρί­ῳ κλί­να­τε.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ὅ­τι σὺ εἶ ὁ φω­τι­σμὸς ἡ­μῶν καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Ὁ δὲ δι­ά­κο­νος λέ­γει·

Ὅ­σοι πρὸς τὸ φώ­τι­σμα, προ­έλ­θε­τε· οἱ πρὸς τὸ φώ­τι­σμα προ­έλ­θε­τε.

Καί·

Ὅ­σοι κα­τη­χού­με­νοι, προ­έλ­θε­τε· μή τις τῶν κα­τη­χου­μέ­νων.

* * *

ΔΕΗΣΕΙΣ ΤΩΝ ΠΙΣΤΩΝ

Ὁ δι­ά­κο­νος·

Ὅ­σοι πι­στοί, ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ δι­ά­κο­νος·

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ δι­ά­κο­νος· Σο­φί­α.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα, τι­μὴ καὶ προ­σκύ­νη­σις τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Καὶ πά­λιν ὁ δι­ά­κο­νος·

Ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ δι­ά­κο­νος·

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ δι­ά­κο­νος· Σο­φί­α.

Καὶ εἰ­σέρ­χε­ται εἰς τὸ Ἱ­ε­ρόν.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Κα­τὰ τὴν δω­ρε­ὰν τοῦ Χρι­στοῦ σου, μεθ᾿ οὗ εὐ­λο­γη­τὸς εἶ, σὺν τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

Η ΕΙΣΟΔΟΣ ΤΩΝ
ΠΡΟΗΓΙΑΣΜΕΝΩΝ ΔΩΡΩΝ

Ἀν­τὶ Χε­ρου­βι­κοῦ ψάλ­λε­ται τὸ ἑ­ξῆς·

Νῦν αἱ δυ­νά­μεις τῶν οὐ­ρα­νῶν, σὺν ἡ­μῖν ἀ­ο­ρά­τως λα­τρεύ­ου­σιν· ἰ­δοὺ γὰρ εἰ­σπο­ρεύ­ε­ται ὁ βα­σι­λεὺς τῆς δό­ξης. Ἰ­δοὺ θυ­σί­α μυ­στι­κή, τε­τε­λει­ω­μέ­νη δο­ρυ­φο­ρεῖ­ται. Πί­στει καὶ πό­θῳ προ­σέλ­θω­μεν, ἵ­να μέ­το­χοι ζω­ῆς αἰ­ω­νί­ου γε­νώ­με­θα. Ἀλ­λη­λού­ϊ­α.

Εὐ­χὴ Χε­ρου­βι­κοῦ οὐ λέ­γε­ται­, ἀλλ᾿ εὐ­θὺς ὁ ἱ­ε­ρεὺς καὶ ὁ δι­ά­κο­νος λέ­γου­σιν ἐκ γ´ χῦ­μα τὸν ὕ­μνον.

Εἶ­τα ὁ ἱ­ε­ρεὺς θυ­μι­ᾷ τὴν ἁ­γί­αν Τρά­πε­ζαν καὶ τὴν Πρό­θε­σιν, τοῦ δι­α­κό­νου ἱ­στα­μέ­νου ἑ­κά­στο­τε κα­τέ­ναν­τι αὐ­τοῦ, καὶ προ­ελ­θὼν ὀ­λί­γον τῶν βη­μο­θύ­ρων θυ­μι­ᾷ τὰς εἰ­κό­νας καὶ τὸν λα­όν, λέ­γων καθ᾿ ἑ­αυ­τὸν τὸ Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ τὸν ν´ ψαλ­μὸν μέ­χρι τοῦ ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει.

Εἶ­τα προ­σκυ­νοῦ­σι τρὶς ἐ­νώ­πι­ον τῆς ἁ­γί­ας Τρα­πέ­ζης καὶ ἀ­σπά­ζον­ται τὸ εἰ­λη­τὸν καὶ τὴν ἁ­γί­αν Τρά­πε­ζαν· προ­σκυ­νή­σαν­τες δὲ καὶ αὖ­θις ἅ­παξ καὶ αἰ­τη­σά­με­νοι συγ­γνώ­μην παρ᾿ ἀλ­λή­λων καὶ πα­ρὰ τοῦ λα­οῦ ἀ­πέρ­χον­ται εἰς τὴν Πρό­θε­σιν καὶ προ­σκυ­νή­σαν­τες ἀ­σπά­ζον­ται τὰ ἅ­γι­α Δῶ­ρα κε­κα­λυμ­μέ­να λέ­γον­τες καθ᾿ ἑ­αυ­τοὺς τὸ Ὁ Θε­ός, ἱ­λά­σθη­τί μοι τῷ ἁ­μαρ­τω­λῷ καὶ ἐ­λέ­η­σόν με.

Ὁ δὲ ἱ­ε­ρεὺς λα­βὼν τὸν ἀ­έ­ρα ἐ­πι­θέ­τει ἐ­πὶ τῆς κε­φα­λῆς αὐ­τοῦ καὶ λαμ­βά­νει ἐν ταῖς χερ­σὶν αὐ­τοῦ τὰ ἅ­γι­α Δῶ­ρα. Καὶ τοῦ χο­ροῦ δι­α­κό­πτον­τος τὸν ὕ­μνον με­τὰ τὰς λέ­ξεις ὁ βα­σι­λεὺς τῆς δό­ξης καὶ σι­γῆς βα­θεί­ας γε­νο­μέ­νης καὶ πάν­των κα­τα­πε­σόν­των ἕ­ως ἐ­δά­φους, ὁ ἱ­ε­ρεὺς με­τα­φέ­ρει τὰ ἅ­γι­α Δῶ­ρα, δι­ο­δεύ­ων ἔμ­προ­σθεν τοῦ Τέμ­πλου, τοῦ δι­α­κό­νου προ­πο­ρευ­ο­μέ­νου με­τὰ λαμ­πά­δος καὶ θυ­μι­ῶν­τος, καὶ εἰ­σά­γει αὐ­τὰ δι­ὰ τῆς Ὡ­ραί­ας Πύ­λης εἰς τὸ Ἱ­ε­ρὸν καὶ ἀ­πο­θέ­τει ἐ­πὶ τῆς ἁ­γί­ας Τρα­πέ­ζης, αἴ­ρει δὲ τὰ κα­λύμ­μα­τα ἀπ᾿ αὐ­τῶν καὶ κα­λύ­πτει αὐ­τὰ μό­νον δι­ὰ τοῦ ἀ­έ­ρος. Καὶ θυ­μι­ᾷ αὐ­τὰ λέ­γων τὰ λοι­πα τοῦ ν´ ψαλ­μοῦ.

* * *

ΔΕΗΣΕΙΣ - ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ

Ὁ δι­ά­κο­νος λα­βὼν εὐ­λο­γί­αν πα­ρὰ τοῦ ἱ­ε­ρέ­ως ἐ­ξέρ­χε­ται καὶ λέ­γει·

Πλη­ρώ­σω­μεν τὴν ἑ­σπε­ρι­νὴν δέ­η­σιν ἡ­μῶν τῷ Κυ­ρί­ῳ.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον. Ὁ­μοί­ως καὶ εἰς τὰς ἐ­φε­ξῆς δε­ή­σεις.

Ὑ­πὲρ τῶν προ­τε­θέν­των καὶ προ­α­γι­α­σθέν­των τι­μί­ων δώ­ρων τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὅ­πως ὁ φι­λάν­θρω­πος Θε­ὸς ἡ­μῶν, ὁ προσ­δε­ξά­με­νος αὐ­τὰ εἰς τὸ ἅ­γι­ον καὶ ὑ­πε­ρου­ρά­νι­ον καὶ νο­ε­ρὸν αὐ­τοῦ θυ­σι­α­στή­ρι­ον εἰς ὀ­σμὴν εὐ­ω­δί­ας πνευ­μα­τι­κῆς, ἀν­τι­κα­τα­πέμ­ψῃ ἡ­μῖν τὴν θεί­αν χά­ριν καὶ τὴν δω­ρε­ὰν τοῦ ἁ­γί­ου Πνεύ­μα­τος δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ῥυ­σθῆ­ναι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, ὀρ­γῆς, κιν­δύ­νου καὶ ἀ­νάγ­κης τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τὴν ἑ­σπέ­ραν πᾶ­σαν, τε­λεί­αν, ἁ­γί­αν, εἰ­ρη­νι­κὴν καὶ ἀ­να­μάρ­τη­τον πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Ὁ χο­ρός· Πα­ρά­σχου, Κύ­ρι­ε. Ὁ­μοί­ως καὶ εἰς τὰς ἐ­φε­ξῆς δε­ή­σεις.

Ἄγ­γε­λον εἰ­ρή­νης, πι­στὸν ὁ­δη­γόν, φύ­λα­κα τῶν ψυ­χῶν καὶ τῶν σω­μά­των ἡ­μῶν πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Συγ­γνώ­μην καὶ ἄ­φε­σιν τῶν ἁ­μαρ­τι­ῶν καὶ τῶν πλημ­με­λη­μά­των ἡ­μῶν πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Τὰ κα­λὰ καὶ συμ­φέ­ρον­τα ταῖς ψυ­χαῖς ἡ­μῶν καὶ εἰ­ρή­νην τῷ κό­σμῳ πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Τὸν ὑ­πό­λοι­πον χρό­νον τῆς ζω­ῆς ἡ­μῶν ἐν εἰ­ρή­νῃ καὶ με­τα­νοί­ᾳ ἐ­κτε­λέ­σαι πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Χρι­στι­α­νὰ τὰ τέ­λη τῆς ζω­ῆς ἡ­μῶν, ἀ­νώ­δυ­να, ἀ­νε­παί­σχυν­τα, εἰ­ρη­νι­κὰ καὶ κα­λὴν ἀ­πο­λο­γί­αν τὴν ἐ­πὶ τοῦ φο­βε­ροῦ βή­μα­τος τοῦ Χρι­στοῦ αἰ­τη­σώ­με­θα.

Τὴν ἑ­νό­τη­τα τῆς πί­στε­ως καὶ τὴν κοι­νω­νί­αν τοῦ ἁ­γί­ου Πνεύ­μα­τος αἰ­τη­σά­με­νοι, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Καὶ κα­τα­ξί­ω­σον ἡ­μᾶς, Δέ­σπο­τα, με­τὰ παῤ­ῥη­σί­ας, ἀ­κα­τα­κρί­τως τολ­μᾶν ἐ­πι­κα­λεῖ­σθαι σὲ τὸν ἐ­που­ρά­νι­ον Θε­ὸν Πα­τέ­ρα καὶ λέ­γειν·

Ὁ λα­ός·

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΚΕΦΑΛΟΚΛΙΣΙΑ

Ὁ ἱ­ε­ρεὺς εὐ­λο­γῶν τὸν λα­όν· Εἰ­ρή­νη πᾶ­σι.

Ὁ χο­ρός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ δι­ά­κο­νος· Τὰς κε­φα­λὰς ἡ­μῶν τῷ Κυ­ρί­ῳ κλί­νω­μεν.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς κλι­νό­με­νος τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Χά­ρι­τι καὶ οἰ­κτιρ­μοῖς καὶ φι­λαν­θρω­πί­ᾳ τοῦ μο­νο­γε­νοῦς σου Υἱ­οῦ, μεθ᾿ οὗ εὐ­λο­γη­τὸς εἶ, σὺν τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΥΨΩΣΙΣ - ΚΛΑΣΙΣ - ΜΕΤΑΛΗΨΙΣ

Ὁ ἱ­ε­ρεὺς ἐ­πεύ­χε­ται καὶ προ­σκυ­νεῖ τρὶς λέ­γων καθ᾿ ἑ­αυ­τόν· Ὁ Θε­ός, ἱ­λά­σθη­τί μοι τῷ ἁ­μαρ­τω­λῷ καὶ ἐ­λέ­η­σόν με.

Εἶ­τα ὁ δι­ά­κο­νος ἐκ­φω­νεῖ· Πρό­σχω­μεν.

Ὁ δὲ ἱ­ε­ρεύς, κε­κα­λυμ­μέ­νων ὄν­των τῶν θεί­ων Δώ­ρων, εἰ­σα­γα­γὼν τὴν χεῖ­ρα ἅ­πτε­ται μετ᾿ εὐ­λα­βεί­ας τοῦ ζω­ο­ποι­οῦ Ἄρ­του καὶ ἐκ­φω­νεῖ·

Τὰ προ­η­γι­α­σμέ­να ἅ­γι­α τοῖς ἁ­γί­οις.

Ὁ χο­ρός· Εἷς ἅ­γι­ος, εἷς Κύ­ρι­ος, Ἰ­η­σοῦς Χρι­στός, εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.

Καὶ ψάλ­λει τὸ ἑ­πό­με­νον κοι­νω­νι­κόν·

Γεύ­σα­σθε καὶ ἴ­δε­τε, ὅ­τι χρη­στὸς ὁ Κύ­ρι­ος. Ἀλ­λη­λού­ϊ­α.

Με­τὰ δὲ τὴν θεί­αν με­τά­λη­ψιν εὐ­λο­γεῖ ὁ ἱ­ε­ρεὺς τὸν λα­ὸν λέ­γων·

Σῶ­σον, ὁ Θε­ός, τὸν λα­όν σου καὶ εὐ­λό­γη­σον τὴν κλη­ρο­νο­μί­αν σου.

Ὁ χο­ρός, ἀν­τὶ τοῦ· Εἴ­δο­μεν·

Εὐ­λο­γή­σω τὸν Κύ­ρι­ον ἐν παν­τὶ και­ρῷ, δι­ὰ παν­τὸς ἡ αἴ­νε­σις αὐ­τοῦ ἐν τῷ στό­μα­τί μου. Ἄρ­τον οὐ­ρά­νι­ον καὶ πο­τή­ρι­ον ζω­ῆς, γεύ­σα­σθε καὶ ἴ­δε­τε, ὅ­τι χρη­στὸς ὁ Κύ­ρι­ος. Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α.

Εἰς τό· Πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ
εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Ἦ­χος β´.

Πλη­ρω­θή­τω τὸ στό­μα ἡ­μῶν * αἰ­νέ­σε­ώς σου, Κύ­ρι­ε, * ὅ­πως ἀ­νυ­μνή­σω­μεν τὴν δό­ξαν σου, * ὅ­τι ἠ­ξί­ω­σας ἡ­μᾶς * τῶν ἁ­γί­ων σου με­τα­σχεῖν μυ­στη­ρί­ων· * τή­ρη­σον ἡ­μᾶς ἐν τῷ σῷ ἁ­γι­α­σμῷ, * ὅ­λην τὴν ἡ­μέ­ραν * με­λε­τῶν­τας τὴν δι­και­ο­σύ­νην σου. * Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α.

* * *

ΕΥΧΑΡΙΣΤΙΑ

Ὁ δι­ά­κο­νος·

Ὀρ­θοί· με­τα­λα­βόν­τες τῶν θεί­ων, ἁ­γί­ων, ἀ­χράν­των, ἀ­θα­νά­των, ἐ­που­ρα­νί­ων καὶ ζω­ο­ποι­ῶν, φρι­κτῶν τοῦ Χρι­στοῦ μυ­στη­ρί­ων, ἀ­ξί­ως εὐ­χα­ρι­στή­σω­μεν τῷ Κυ­ρί­ῳ.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Τὴν ἑ­σπέ­ραν πᾶ­σαν τε­λεί­αν, ἁ­γί­αν, εἰ­ρη­νι­κὴν καὶ ἀ­να­μάρ­τη­τον αἰ­τη­σά­με­νοι, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χα­ρι­στή­ρι­ον εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ὅ­τι σὺ εἶ ὁ ἁ­γι­α­σμὸς ἡ­μῶν καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων·

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΑΠΟΛΥΣΙΣ

Ὁ ἱ­ε­ρεύς· Ἐν εἰ­ρή­νῃ προ­έλ­θω­μεν.

Ὁ χο­ρός· Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.

Ὁ δι­ά­κο­νος· Τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Καὶ ὁ ἱ­ε­ρεὺς ἐ­ξελ­θὼν τῆς Ὡ­ραί­ας Πύ­λης ἀ­να­γι­νώ­σκει με­γα­λο­φώ­νως ἔμ­προ­σθεν τῆς εἰ­κό­νος τοῦ Χρι­στοῦ τὴν εὐ­χὴν ταύ­την·

Δέ­σπο­τα παν­το­κρά­τορ, ὁ πᾶ­σαν τὴν κτί­σιν ἐν σο­φί­ᾳ δη­μι­ουρ­γή­σας· ὁ δι­ὰ τὴν ἄ­φα­τόν σου πρό­νοι­αν καὶ πολ­λὴν ἀ­γα­θό­τη­τα ἀ­γα­γὼν ἡ­μᾶς εἰς τὰς παν­σέ­πτους ἡ­μέ­ρας ταύ­τας πρὸς κα­θα­ρι­σμὸν ψυ­χῶν καὶ σω­μά­των, πρὸς ἐγ­κρά­τει­αν πα­θῶν, πρὸς ἐλ­πί­δα ἀ­να­στά­σε­ως· ὁ δι­ὰ τεσ­σα­ρά­κον­τα ἡ­με­ρῶν πλά­κας χει­ρί­σας, τὰ θε­ο­χά­ρα­κτα γράμ­μα­τα, τῷ θε­ρά­πον­τί σου Μω­σεῖ· πα­ρά­σχου καὶ ἡ­μῖν, ἀ­γα­θέ, τὸν ἀ­γῶ­να τὸν κα­λὸν ἀ­γω­νί­σα­σθαι, τὸν δρό­μον τῆς νη­στεί­ας ἐ­κτε­λέ­σαι, τὴν πί­στιν ἀ­δι­αί­ρε­τον τη­ρῆ­σαι, τὰς κε­φα­λὰς τῶν ἀ­ο­ρά­των δρα­κόν­των συν­θλά­σαι, νι­κη­τάς τε τῆς ἁ­μαρ­τί­ας ἀ­να­φα­νῆ­ναι καὶ ἀ­κα­τα­κρί­τως φθά­σαι προ­σκυ­νῆ­σαι καὶ τὴν ἁ­γί­αν ἀ­νά­στα­σιν.

Ὅ­τι ηὐ­λό­γη­ται καὶ δε­δό­ξα­σται τὸ πάν­τι­μον καὶ με­γα­λο­πρε­πὲς ὄ­νο­μά σου, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν. Καὶ ψάλ­λει εἶς ἦ­χον β´.

Εἴ­η τὸ ὄ­νο­μα Κυ­ρί­ου εὐ­λο­γη­μέ­νον * ἀ­πὸ τοῦ νῦν καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος. (τρίς)

Ὁ δὲ ἱ­ε­ρεὺς ἀ­πέρ­χε­ται εἰς τὴν Πρό­θε­σιν καὶ λέ­γει χα­μη­λο­φώ­νως τὴν εὐ­χὴν ἐν τῷ συ­στεῖ­λαι τὰ ἅ­γι­α καὶ τὴν ἐκ­φώ­νη­σιν.

Ὁ δι­ά­κο­νος· Τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ ἱ­ε­ρεὺς εὐ­λο­γῶν τὸν λα­όν·

Εὐ­λο­γί­α Κυ­ρί­ου καὶ ἔ­λε­ος ἔλ­θοι ἐφ᾿ ὑ­μᾶς, τῇ αὐ­τοῦ χά­ρι­τι καὶ φι­λαν­θρω­πί­ᾳ, πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Καὶ με­τὰ τοῦ­το ὁ ἱ­ε­ρεὺς τὴν ἀ­πό­λυ­σιν·

Δό­ξα σοι, ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.

Ἐρ­χό­με­νος ὁ Κύ­ρι­ος ἐ­πὶ τὸ ἑ­κού­σι­ον πά­θος δι­ὰ τὴν ἡ­μῶν σω­τη­ρί­αν, Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν, ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του καὶ πα­να­μώ­μου αὐ­τοῦ μη­τρός, δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ σταυ­ροῦ, προ­στα­σί­αις τῶν τι­μί­ων ἐ­που­ρα­νί­ων δυ­νά­με­ων ἀ­σω­μά­των, ἱ­κε­σί­αις τοῦ τι­μί­ου καὶ ἐν­δό­ξου, προ­δρό­μου καὶ βα­πτι­στοῦ Ἰ­ω­άν­νου, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων ἀ­πο­στό­λων, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ καλ­λι­νί­κων μαρ­τύ­ρων, τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων πα­τέ­ρων ἡ­μῶν, τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης καὶ πάν­των τῶν ἁ­γί­ων ἐ­λε­ή­σαι καὶ σώ­σαι ἡ­μᾶς ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Με­τὰ δὲ τὴν ἀ­πό­λυ­σιν ἀ­να­γι­νώ­σκον­ται οἱ ἑ­πό­με­νοι ψαλ­μοί·

Ψαλ­μὸς λγ´ (33).

Εὐ­λο­γή­σω τὸν Κύ­ρι­ον ἐν παν­τὶ και­ρῷ, δι­ὰ παν­τὸς ἡ αἴ­νε­σις αὐ­τοῦ ἐν τῷ στό­μα­τί μου.

Ἐν τῷ Κυ­ρί­ῳ ἐ­παι­νε­θή­σε­ται ἡ ψυ­χή μου· ἀ­κου­σά­τω­σαν πρα­εῖς καὶ εὐ­φραν­θή­τω­σαν.

Με­γα­λύ­να­τε τὸν Κύ­ρι­ον σὺν ἐ­μοί, καὶ ὑ­ψώ­σω­μεν τὸ ὄ­νο­μα αὐ­τοῦ ἐ­πὶ τὸ αὐ­τό.

Ἐ­ξε­ζή­τη­σα τὸν Κύ­ρι­ον, καὶ ἐ­πή­κου­σέ μου καὶ ἐκ πα­σῶν τῶν θλί­ψε­ών μου ἐῤ­ῥύ­σα­τό με.

Προ­σέλ­θε­τε πρὸς αὐ­τὸν καὶ φω­τί­σθη­τε καὶ τὰ πρό­σω­πα ὑ­μῶν οὐ μὴ κα­ται­σχυν­θῇ.

Οὗ­τος ὁ πτω­χὸς ἐ­κέ­κρα­ξε, καὶ ὁ Κύ­ρι­ος εἰ­σή­κου­σεν αὐ­τοῦ καὶ ἐκ πα­σῶν τῶν θλί­ψε­ων αὐ­τοῦ ἔ­σω­σεν αὐ­τόν.

Πα­ρεμ­βα­λεῖ ἄγ­γε­λος Κυ­ρί­ου κύ­κλῳ τῶν φο­βου­μέ­νων αὐ­τὸν καὶ ῥύ­σε­ται αὐ­τούς.

Γεύ­σα­σθε καὶ ἴ­δε­τε, ὅ­τι χρη­στὸς ὁ Κύ­ρι­ος· μα­κά­ρι­ος ἀ­νήρ, ὃς ἐλ­πί­ζει ἐπ᾿ αὐ­τόν.

Φο­βή­θη­τε τὸν Κύ­ρι­ον πάν­τες οἱ ἅ­γι­οι αὐ­τοῦ· ὅ­τι οὐκ ἔ­στιν ὑ­στέ­ρη­μα τοῖς φο­βου­μέ­νοις αὐ­τόν.

Πλού­σι­οι ἐ­πτώ­χευ­σαν καὶ ἐ­πεί­να­σαν· οἱ δὲ ἐκ­ζη­τοῦν­τες τὸν Κύ­ρι­ον οὐκ ἐ­λατ­τω­θή­σον­ται παν­τὸς ἀ­γα­θοῦ.

Δεῦ­τε, τέ­κνα, ἀ­κού­σα­τέ μου· φό­βον Κυ­ρί­ου δι­δά­ξω ὑ­μᾶς.

Τίς ἐ­στιν ἄν­θρω­πος ὁ θέ­λων ζω­ήν, ἀ­γα­πῶν ἡ­μέ­ρας ἰ­δεῖν ἀ­γα­θάς;

Παῦ­σον τὴν γλῶσ­σάν σου ἀ­πὸ κα­κοῦ· καὶ χεί­λη σου τοῦ μὴ λα­λῆ­σαι δό­λον.

Ἔκ­κλι­νον ἀ­πὸ κα­κοῦ καὶ ποί­η­σον ἀ­γα­θόν· ζή­τη­σον εἰ­ρή­νην καὶ δί­ω­ξον αὐ­τήν.

Ὀ­φθαλ­μοὶ Κυ­ρί­ου ἐ­πὶ δι­καί­ους, καὶ ὦ­τα αὐ­τοῦ εἰς δέ­η­σιν αὐ­τῶν.

Πρό­σω­πον δὲ Κυ­ρί­ου ἐ­πὶ ποι­οῦν­τας κα­κά, τοῦ ἐ­ξο­λο­θρεῦ­σαι ἐκ γῆς τὸ μνη­μό­συ­νον αὐ­τῶν.

Ἐ­κέ­κρα­ξαν οἱ δί­και­οι, καὶ ὁ Κύ­ρι­ος εἰ­σή­κου­σεν αὐ­τῶν, καὶ ἐκ πα­σῶν τῶν θλί­ψε­ων αὐ­τῶν ἐῤ­ῥύ­σα­το αὐ­τούς.

Ἐγ­γὺς Κύ­ρι­ος τοῖς συν­τε­τριμ­μέ­νοις τὴν καρ­δί­αν, καὶ τοὺς τα­πει­νοὺς τῷ πνεύ­μα­τι σώ­σει.

Πολ­λαὶ αἱ θλί­ψεις τῶν δι­καί­ων· καὶ ἐκ πα­σῶν αὐ­τῶν ῥύ­σε­ται αὐ­τοὺς ὁ Κύ­ρι­ος.

Φυ­λάσ­σει Κύ­ρι­ος πάν­τα τὰ ὀ­στᾶ αὐ­τῶν· ἓν ἐξ αὐ­τῶν οὐ συν­τρι­βή­σε­ται.

Θά­να­τος ἁ­μαρ­τω­λῶν πο­νη­ρός, καὶ οἱ μι­σοῦν­τες τὸν δί­και­ον πλημ­με­λή­σου­σι.

Λυ­τρώ­σε­ται Κύ­ρι­ος ψυ­χὰς δού­λων αὐ­τοῦ, καὶ οὐ μὴ πλημ­με­λή­σου­σι πάν­τες οἱ ἐλ­πί­ζον­τες ἐπ᾿ αὐ­τόν.

Ψαλ­μὸς ρμδ´ (144).

Ὑ­ψώ­σω σε, ὁ Θε­ός μου, ὁ βα­σι­λεύς μου, καὶ εὐ­λο­γή­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Καθ᾿ ἑ­κά­στην ἡ­μέ­ραν εὐ­λο­γή­σω σε, καὶ αἰ­νέ­σω τὸ ὄ­νο­μά σου εἰς τόν αἰ­ῶ­να, καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Μέ­γας Κύ­ρι­ος καὶ αἰ­νε­τὸς σφό­δρα, καὶ τῆς με­γα­λω­σύ­νης αὐ­τοῦ οὐκ ἔ­στι πέ­ρας.

Γε­νε­ὰ καὶ γε­νε­ὰ ἐ­παι­νέ­σει τὰ ἔρ­γα σου, καὶ τὴν δύ­να­μίν σου ἀ­παγ­γε­λοῦ­σι.

Τὴν με­γα­λο­πρέ­πει­αν τῆς δό­ξης τῆς ἁ­γι­ω­σύ­νης σου λα­λή­σου­σι, καὶ τὰ θαυ­μά­σι­ά σου δι­η­γή­σον­ται.

Καὶ τὴν δύ­να­μιν τῶν φο­βε­ρῶν σου ἐ­ροῦ­σι, καὶ τὴν με­γα­λω­σύ­νην σου δι­η­γή­σον­ται.

Μνή­μην τοῦ πλή­θους τῆς χρη­στό­τη­τός σου ἐ­ξε­ρεύ­ξον­ται, καὶ τῇ δι­και­ο­σύ­νῃ σου ἀ­γαλ­λι­ά­σον­ται.

Οἰ­κτίρ­μων καὶ ἐ­λε­ή­μων ὁ Κύ­ρι­ος, μα­κρό­θυ­μος καὶ πο­λυ­έ­λε­ος.

Χρη­στὸς Κύ­ρι­ος τοῖς σύμ­πα­σι, καὶ οἱ οἰ­κτιρ­μοὶ αὐ­τοῦ ἐ­πὶ πάν­τα τὰ ἔρ­γα αὐ­τοῦ.

Ἐ­ξο­μο­λο­γη­σά­σθω­σάν σοι, Κύ­ρι­ε, πάν­τα τὰ ἔρ­γα σου, καὶ οἱ ὅ­σι­οί σου εὐ­λο­γη­σά­τω­σάν σε.

Δό­ξαν τῆς βα­σι­λεί­ας σου ἐ­ροῦ­σι, καὶ τὴν δυ­να­στεί­αν σου λα­λή­σου­σι.

Τοῦ γνω­ρί­σαι τοῖς υἱ­οῖς τῶν ἀν­θρώ­πων τὴν δυ­να­στεί­αν σου, καὶ τὴν δό­ξαν τῆς με­γα­λο­πρε­πεί­ας τῆς βα­σι­λεί­ας σου.

Ἡ βα­σι­λεί­α σου βα­σι­λεί­α πάν­των τῶν αἰ­ώ­νων, καί ἡ δε­σπο­τεί­α σου ἐν πά­σῃ γε­νε­ᾷ καὶ γε­νε­ᾷ.

Πι­στὸς Κύ­ρι­ος ἐν πᾶ­σι τοῖς λό­γοις αὐ­τοῦ, καὶ ὅ­σι­ος ἐν πᾶ­σι τοῖς ἔρ­γοις αὐ­τοῦ.

Ὑ­πο­στη­ρί­ζει Κύ­ρι­ος πάν­τας τοὺς κα­τα­πί­πτον­τας, καὶ ἀ­νορ­θοῖ πάν­τας τοὺς κα­τεῤ­ῥαγ­μέ­νους.

Οἱ ὀ­φθαλ­μοὶ πάν­των εἰς σὲ ἐλ­πί­ζου­σι, καὶ σὺ δί­δως τὴν τρο­φὴν αὐ­τῶν ἐν εὐ­και­ρί­ᾳ.

Ἀ­νοί­γεις σὺ τὴν χεῖ­ρά σου, καὶ ἐμ­πι­πλᾷς πᾶν ζῷ­ον εὐ­δο­κί­ας.

Δί­και­ος Κύ­ρι­ος ἐν πά­σαις ταῖς ὁ­δοῖς αὐ­τοῦ, καὶ ὅ­σι­ος ἐν πᾶ­σι τοῖς ἔρ­γοις αὐ­τοῦ.

Ἐγ­γὺς Κύ­ρι­ος πᾶ­σι τοῖς ἐ­πι­κα­λου­μέ­νοις αὐ­τόν, πᾶ­σι τοῖς ἐ­πι­κα­λου­μέ­νοις αὐ­τὸν ἐν ἀ­λη­θεί­ᾳ.

Θέ­λη­μα τῶν φο­βου­μέ­νων αὐ­τὸν ποι­ή­σει, καὶ τῆς δε­ή­σε­ως αὐ­τῶν εἰ­σα­κού­σε­ται καὶ σώ­σει αὐ­τούς.

Φυ­λάσ­σει Κύ­ρι­ος πάν­τας τοὺς ἀ­γα­πῶν­τας αὐ­τόν, καὶ πάν­τας τοὺς ἁ­μαρ­τω­λοὺς ἐ­ξο­λο­θρεύ­σει.

Αἴ­νε­σιν Κυ­ρί­ου λα­λή­σει τὸ στό­μα μου, καὶ εὐ­λο­γεί­τω πᾶ­σα σὰρξ τὸ ὄ­νο­μα τὸ ἅ­γι­ον αὐ­τοῦ εἰς τὸν αἰ­ῶ­να, καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Εἶ­τα ὁ ἱ­ε­ρεύς·

Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὁ λα­ός· Ἀ­μήν.

* * * * *

ΤΟ ΜΙΚΡΟΝ ΑΠΟΔΕΙΠΝΟΝ

(Τε­λεῖ­ται τὸ ἀ­πό­γευ­μα τῆς Μ. Τε­τάρ­της)

Εὐ­λο­γή­σαν­τος τοῦ ἱ­ε­ρέ­ως ἀ­να­γι­νώ­σκε­ται τὸ μι­κρὸν ἀ­πό­δει­πνον μέ­χρι καὶ τοῦ Ἄ­ξι­όν ἐ­στιν.

Ὁ ἱ­ε­ρεύς· Εὐ­λο­γη­τὸς ὁ Θε­ὸς ἡ­μῶν, πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεύς· Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Βα­σι­λεῦ οὐ­ρά­νι­ε, Πα­ρά­κλη­τε, τὸ Πνεῦ­μα τῆς ἀ­λη­θεί­ας, ὁ παν­τα­χοῦ πα­ρὼν καὶ τὰ πάν­τα πλη­ρῶν, ὁ θη­σαυ­ρὸς τῶν ἀ­γα­θῶν καὶ ζω­ῆς χο­ρη­γός, ἐλ­θὲ καὶ σκή­νω­σον ἐν ἡ­μῖν καὶ κα­θά­ρι­σον ἡ­μᾶς ἀ­πὸ πά­σης κη­λῖ­δος καὶ σῶ­σον, ἀ­γα­θέ, τὰς ψυ­χὰς ἡ­μῶν.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (12άκις).

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ Χρι­στῷ τῷ βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Καὶ τοὺς ψαλ­μούς·

Ψαλ­μὸς ν´ (50).

Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

Ἐ­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με.

Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­α­παν­τός.

Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα. Ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε.

Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου.

Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας· τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι.

Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι.

Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην, ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να.

Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον.

Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου.

Μὴ ἀ­ποῤ­ῥί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου καὶ τὸ πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ.

Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με.

Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι.

Ῥῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου, ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου.

Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου.

Ὅ­τι εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις.

Θυ­σί­α τῷ Θε­ῷ πνεῦ­μα συν­τε­τριμ­μέ­νον, καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει.

Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ.

Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα.

Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.

Ψαλ­μὸς ξθ´ (69).

Ὁ Θε­ός, εἰς τὴν βο­ή­θει­άν μου πρό­σχες· Κύ­ρι­ε, εἰς τὸ βο­η­θῆ­σαί μοι σπεῦ­σον.

Αἰ­σχυν­θή­τω­σαν καὶ ἐν­τρα­πή­τω­σαν οἱ ζη­τοῦν­τες τὴν ψυ­χήν μου· ἀ­πο­στρα­φή­τω­σαν εἰς τὰ ὀ­πί­σω, καὶ κα­ται­σχυν­θή­τω­σαν οἱ βου­λό­με­νοί μου κα­κά.

Ἀ­πο­στρα­φή­τω­σαν πα­ραυ­τί­κα αἰ­σχυ­νό­με­νοι οἱ λέ­γον­τές μοι εὖ­γε, εὖ­γε!

Ἀ­γαλ­λι­ά­σθω­σαν καὶ εὐ­φραν­θή­τω­σαν ἐ­πὶ σοὶ πάν­τες οἱ ζη­τοῦν­τές σε ὁ Θε­ός, καὶ λε­γέ­τω­σαν δι­α­παν­τός· Με­γα­λυν­θή­τω ὁ Κύ­ρι­ος, οἱ ἀ­γα­πῶν­τες τὸ σω­τή­ρι­όν σου.

Ἐ­γὼ δὲ πτω­χός εἰ­μι καὶ πέ­νης· ὁ Θε­ός, βο­ή­θη­σόν μοι.

Βο­η­θός μου καὶ ῥύ­στης μου εἶ σύ· Κύ­ρι­ε, μὴ χρο­νί­σῃς.

Ψαλ­μὸς ρμβ´ (142).

Κύ­ρι­ε, εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι τὴν δέ­η­σίν μου ἐν τῇ ἀ­λη­θεί­ᾳ σου, εἰ­σά­κου­σόν μου ἐν τῇ δι­και­ο­σύ­νῃ σου·

Καὶ μὴ εἰ­σέλ­θῃς εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σου, ὅ­τι οὐ δι­και­ω­θή­σε­ται ἐ­νώ­πι­όν σου πᾶς ζῶν.

Ὅ­τι κα­τε­δί­ω­ξεν ὁ ἐ­χθρὸς τὴν ψυ­χήν μου· ἐ­τα­πεί­νω­σεν εἰς γῆν τὴν ζω­ήν μου.

Ἐ­κά­θι­σέ με ἐν σκο­τει­νοῖς, ὡς νε­κροὺς αἰ­ῶ­νος, καὶ ἠ­κη­δί­α­σεν ἐπ᾿ ἐ­μὲ τὸ πνεῦ­μά μου, ἐν ἐ­μοὶ ἐ­τα­ρά­χθη ἡ καρ­δί­α μου.

Ἐ­μνή­σθην ἡ­με­ρῶν ἀρ­χαί­ων, ἐ­με­λέ­τη­σα ἐν πᾶ­σι τοῖς ἔρ­γοις σου, ἐν ποι­ή­μα­σι τῶν χει­ρῶν σου ἐ­με­λέ­των.

Δι­ε­πέ­τα­σα πρὸς σὲ τὰς χεῖ­ράς μου· ἡ ψυ­χή μου ὡς γῆ ἄ­νυ­δρός σοι.

Τα­χὺ εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐ­ξέ­λι­πε τὸ πνεῦ­μά μου.

Μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀπ᾿ ἐ­μοῦ, καὶ ὁ­μοι­ω­θή­σο­μαι τοῖς κα­τα­βαί­νου­σιν εἰς λάκ­κον.

Ἀ­κου­στὸν ποί­η­σόν μοι τὸ πρω­ῒ τὸ ἔ­λε­ός σου, ὅ­τι ἐ­πὶ σοὶ ἤλ­πι­σα.

Γνώ­ρι­σόν μοι, Κύ­ρι­ε, ὁ­δὸν ἐν ᾗ πο­ρεύ­σο­μαι, ὅ­τι πρὸς σὲ ἦ­ρα τὴν ψυ­χήν μου.

Ἐ­ξε­λοῦ με ἐκ τῶν ἐ­χθρῶν μου, Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.

Τὸ Πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει με ἐν γῇ εὐ­θεί­ᾳ· ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου, Κύ­ρι­ε, ζή­σεις με.

Ἐν τῇ δι­και­ο­σύ­νῃ σου ἐ­ξά­ξεις ἐκ θλί­ψε­ως τὴν ψυ­χήν μου· καὶ ἐν τῷ ἐ­λέ­ει σου ἐ­ξο­λο­θρεύ­σεις τοὺς ἐ­χθρούς μου.

Καὶ ἀ­πο­λεῖς πάν­τας τοὺς θλί­βον­τας τὴν ψυ­χήν μου, ὅ­τι ἐ­γώ δοῦ­λός σού εἰ­μι.

Δοξολογία.

Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ, καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α.

Ὑ­μνοῦ­μέν σε, εὐ­λο­γοῦ­μέν σε, προ­σκυ­νοῦ­μέν σε, δο­ξο­λο­γοῦ­μέν σε, εὐ­χα­ρι­στοῦ­μέν σοι, δι­ὰ τὴν με­γά­λην σου δό­ξαν.

Κύ­ρι­ε Βα­σι­λεῦ, ἐ­που­ρά­νι­ε Θε­έ, Πά­τερ παν­το­κρά­τορ· Κύ­ρι­ε Υἱ­ὲ μο­νο­γε­νές, Ἰ­η­σοῦ Χρι­στέ, καὶ Ἅ­γι­ον Πνεῦ­μα.

Κύ­ρι­ε ὁ Θε­ός, ὁ ἀ­μνὸς τοῦ Θε­οῦ, ὁ Υἱ­ὸς τοῦ Πα­τρός, ὁ αἴ­ρων τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, ἐ­λέ­η­σον ἡ­μᾶς, ὁ αἴ­ρων τὰς ἁ­μαρ­τί­ας τοῦ κό­σμου.

Πρόσ­δε­ξαι τὴν δέ­η­σιν ἡ­μῶν, ὁ κα­θή­με­νος ἐν δε­ξι­ᾷ τοῦ Πα­τρός, καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὅ­τι σὺ εἶ μό­νος Ἅ­γι­ος, σὺ εἶ μό­νος Κύ­ρι­ος, Ἰ­η­σοῦς Χρι­στός, εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.

Καθ᾿ ἑ­κά­στην ἡ­μέ­ραν εὐ­λο­γή­σω σε, καὶ αἰ­νέ­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να, καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Κύ­ρι­ε, κα­τα­φυ­γὴ ἐ­γε­νή­θης ἡ­μῖν, ἐν γε­νε­ᾷ καὶ γε­νε­ᾷ. Ἐ­γὼ εἶ­πα· Κύ­ρι­ε, ἐ­λέ­η­σόν με· ἴ­α­σαι τὴν ψυ­χήν μου, ὅ­τι ἥ­μαρ­τόν σοι.

Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.

Ὅ­τι πα­ρὰ σοὶ πη­γὴ ζω­ῆς· ἐν τῷ φω­τί σου ὀ­ψό­με­θα φῶς.

Πα­ρά­τει­νον τὸ ἔ­λε­ός σου τοῖς γι­νώ­σκου­σί σε.

Κα­τα­ξί­ω­σον, Κύ­ρι­ε, ἐν τῇ νυκ­τὶ ταύ­τῃ ἀ­να­μαρ­τή­τους φυ­λα­χθῆ­ναι ἡ­μᾶς.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν Πα­τέ­ρων ἡ­μῶν, καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου εἰς τοὺς αἰ­ῶ­νας. Ἀ­μήν.

Γέ­νοι­το, Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου ἐφ᾿ ἡ­μᾶς, κα­θά­περ ἠλ­πί­σα­μεν ἐ­πὶ σέ.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Εὐ­λο­γη­τὸς εἶ, Δέ­σπο­τα· συ­νέ­τι­σόν με τὰ δι­και­ώ­μα­τά σου.

Εὐ­λο­γη­τὸς εἶ, Ἅ­γι­ε· φώ­τι­σόν με τοῖς δι­και­ώ­μα­σί σου.

Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου εἰς τὸν αἰ­ῶ­να· τὰ ἔρ­γα τῶν χει­ρῶν σου μὴ πα­ρί­δῃς.

Σοὶ πρέ­πει αἶ­νος, σοὶ πρέ­πει ὕ­μνος, σοὶ δό­ξα πρέ­πει, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὸ Σύμ­βο­λον τῆς πί­στε­ως.

Πι­στεύ­ω εἰς ἕ­να Θε­όν, Πα­τέ­ρα, παν­το­κρά­το­ρα, ποι­η­τὴν οὐ­ρα­νοῦ καὶ γῆς, ὁ­ρα­τῶν τε πάν­των καὶ ἀ­ο­ρά­των. Καὶ εἰς ἕ­να Κύ­ρι­ον Ἰ­η­σοῦν Χρι­στόν, τὸν Υἱ­ὸν τοῦ Θε­οῦ τόν μο­νο­γε­νῆ, τὸν ἐκ τοῦ Πα­τρὸς γεν­νη­θέν­τα πρὸ πάν­των τῶν αἰ­ώ­νων· φῶς ἐκ φω­τός, Θε­ὸν ἀ­λη­θι­νὸν ἐκ Θε­οῦ ἀ­λη­θι­νοῦ, γεν­νη­θέν­τα, οὐ ποι­η­θέν­τα, ὁ­μο­ού­σι­ον τῷ Πα­τρί, δι᾿ οὗ τὰ πάν­τα ἐ­γέ­νε­το. Τὸν δι᾿ ἡ­μᾶς τοὺς ἀν­θρώ­πους καὶ δι­ὰ τὴν ἡ­με­τέ­ραν σω­τη­ρί­αν κα­τελ­θόν­τα ἐκ τῶν οὐ­ρα­νῶν καὶ σαρ­κω­θέν­τα ἐκ Πνεύ­μα­τος ἁ­γί­ου καὶ Μα­ρί­ας τῆς Παρ­θέ­νου καὶ ἐ­ναν­θρω­πή­σαν­τα. Σταυ­ρω­θέν­τα τε ὑ­πὲρ ἡ­μῶν ἐ­πὶ Πον­τί­ου Πι­λά­του καὶ πα­θόν­τα καὶ τα­φέν­τα. Καὶ ἀ­να­στάν­τα τῇ τρί­τῃ ἡ­μέ­ρᾳ κα­τὰ τὰς Γρα­φάς. Καὶ ἀ­νελ­θόν­τα εἰς τοὺς οὐ­ρα­νοὺς καὶ κα­θε­ζό­με­νον ἐκ δε­ξι­ῶν τοῦ Πα­τρός. Καὶ πά­λιν ἐρ­χό­με­νον με­τὰ δό­ξης κρῖ­ναι ζῶν­τας καὶ νε­κρούς, οὗ τῆς βα­σι­λεί­ας οὐκ ἔ­σται τέ­λος. Καὶ εἰς τὸ Πνεῦ­μα τὸ ἅ­γι­ον, τὸ Κύ­ρι­ον, τὸ ζω­ο­ποι­όν, τὸ ἐκ τοῦ Πα­τρὸς ἐκ­πο­ρευ­ό­με­νον, τὸ σὺν Πα­τρὶ καὶ Υἱ­ῷ συμ­προ­σκυ­νού­με­νον καὶ συν­δο­ξα­ζό­με­νον, τὸ λα­λῆ­σαν δι­ὰ τῶν προ­φη­τῶν. Εἰς μί­αν, ἁ­γί­αν, κα­θο­λι­κὴν καὶ ἀ­πο­στο­λι­κὴν Ἐκ­κλη­σί­αν. Ὁ­μο­λο­γῶ ἓν βά­πτι­σμα εἰς ἄ­φε­σιν ἁ­μαρ­τι­ῶν. Προσ­δο­κῶ ἀ­νά­στα­σιν νε­κρῶν καὶ ζω­ὴν τοῦ μέλ­λον­τος αἰ­ῶ­νος. Ἀ­μήν.

Καί·

Ἄ­ξι­όν ἐ­στιν ὡς ἀ­λη­θῶς * μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον, * τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον * καὶ μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν. * Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν * ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως * Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

* * *

Ο ΤΡΙΩΔΙΟΣ ΚΑΝΩΝ

Καὶ ψάλ­λο­μεν τὸ πα­ρὸν τρι­ῴ­δι­ον με­τὰ στί­χου Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι. Ἄρ­χε­ται δὲ ὁ β´ χο­ρός.

Ποί­η­μα Ἀν­δρέ­ου Κρή­της.

ᾨ­δὴ δ´. Ἦ­χος πλ. β´. Ὁ εἱρ­μός.

Ἀ­κή­κο­εν ὁ προ­φή­της, τὴν ἔ­λευ­σίν σου Κύ­ρι­ε, καὶ ἐ­φο­βή­θη, ὅ­τι μέλ­λεις ἐκ Παρ­θέ­νου τί­κτε­σθαι, καὶ ἀν­θρώ­ποις δεί­κνυ­σθαι καὶ ἔ­λε­γεν· Ἀ­κή­κο­α τὴν ἀ­κο­ήν σου, καὶ ἐ­φο­βή­θην. Δό­ξα τῇ δυ­νά­μει σου, Κύ­ρι­ε. (δίς)

Τρο­πά­ρι­α.

Ἀ­νώ­γε­ων ἐ­στρω­μέ­νον, ἐ­δέ­ξα­τό σε τὸν Κτί­στην. καὶ τοὺς συμ­μύ­στας, καὶ αὐ­τοῦ τὸ Πά­σχα ἐ­πε­τέ­λε­σας, καὶ αὐ­τοῦ εἰρ­γά­σω τὰ μυ­στή­ρι­α· αὐ­τοῦ γὰρ τῶν δύ­ο στα­λέν­των, νῦν μα­θη­τῶν σου, τὸ Πά­σχα ἡ­τοι­μά­σθη σοι.

Ὑ­πά­γε­τε πρὸς τὸν δεῖ­να, ὁ πάν­τα εἰ­δὼς προ­λέ­γει, τοῖς Ἀ­πο­στό­λοις· καὶ μα­κά­ρι­ός ἐ­στιν ὃς δύ­να­ται, πι­στῶς ὑ­πο­δέ­ξα­σθαι τὸν Κύ­ρι­ον, ἀ­νώ­γε­ων μὲν τὴν καρ­δί­αν, προ­ε­τοι­μά­σας, καὶ δεῖ­πνον τὴν εὐ­σέ­βει­αν.

Ἡ γνώ­μη φι­λαρ­γυ­ρί­ας, ὁ τρό­πος σου ἀ­πο­νοί­ας, ἄ­φρον Ἰ­ού­δα· πι­στευ­θεὶς γὰρ μό­νος τὸ γλωσ­σό­κο­μον, ὅ­λως οὐκ ἐ­κάμ­φθης πρὸς συμ­πά­θει­αν, ἀλλ᾿ ἔ­κλει­σας τὰ τῆς σκλη­ρᾶς σου, καρ­δί­ας σπλάγ­χνα, προ­δοὺς τὸν μό­νον εὔ­σπλαγ­χνον.

Ἡ γνώ­μη τῶν θε­ο­κτό­νων, τῇ πρά­ξει τοῦ φι­λαρ­γύ­ρου, συ­ναρ­μο­σθεῖ­σα· ἡ μὲν πρὸς ἀ­ναί­ρε­σιν ὡ­πλί­ζε­το, ἡ δὲ τὰ ἀρ­γύ­ρι­α ἐ­φείλ­κε­το· ἀγ­χό­νην γὰρ με­τα­με­λεί­ας, τό­τε προ­κρί­νας, κα­κῶς τοῦ ζῆν ἐ­στέ­ρη­ται.

Τὸ φί­λη­μα γέ­μει δό­λου, τὸ χαῖ­ρέ σου ἐν μα­χαί­ρᾳ, πλά­νε Ἰ­ού­δα· τῇ μὲν γλώσ­σῃ φθέγ­γῃ τὰ πρὸς ἕ­νω­σιν, τῇ δὲ γνώ­μῃ νεύ­εις πρὸς δι­ά­στα­σιν· προ­δοῦ­ναι γὰρ τοῖς πα­ρα­νό­μοις, τὸν Εὐ­ερ­γέ­την, δο­λί­ως ἐ­με­λέ­τη­σας.

Φι­λεῖς καὶ πω­λεῖς Ἰ­ού­δα, ἀ­σπά­ζῃ καὶ οὐκ ὀ­κλά­ζεις, δό­λῳ προ­στρέ­χων· τίς μι­σῶν ἀ­σπά­ζε­ται τρι­σά­θλι­ε; τίς φι­λῶν ἐ­ξω­νεῖ­ται τι­μή­μα­τι; τὸ φί­λη­μα τῆς ἀ­ναι­δοῦς σου, κα­κο­βου­λί­ας, ἐ­λέγ­χει τὴν προ­αί­ρε­σιν.

Δό­ξα. Τρι­α­δι­κόν.

Ἀ­μέ­ρι­στον τῇ οὐ­σί­ᾳ, ἀ­σύγ­χυ­τον τοῖς προ­σώ­ποις, θε­ο­λο­γῶ σε, τὴν τρι­α­δι­κὴν μί­αν Θε­ό­τη­τα, ὡς ὁ­μο­βα­σί­λει­ον καὶ σύν­θρο­νον· βο­ῶ σοι τὸ ᾆ­σμα τὸ μέ­γα, τὸ ἐν ὑ­ψί­στοις, τρισ­σῶς ὑ­μνο­λο­γού­με­νον.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ἡ σύλ­λη­ψις ὑ­πὲρ λό­γον, ὁ τό­κος σου ὑ­πὲρ φύ­σιν, Θε­ο­γεν­νῆ­τορ· ἡ μὲν γὰρ ἐκ Πνεύ­μα­τος οὐ σπέρ­μα­τος, ὁ δὲ νό­μους φύ­σε­ως λαν­θά­νων, ὡς ἄ­φθο­ρος καὶ ὑ­πὲρ φύ­σιν, πά­σης λο­χεί­ας· Θε­ὸς γὰρ τὸ τι­κτό­με­νον.

Ὁ β´ χο­ρός·

Κά­θι­σμα. Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

Συ­νε­σθί­ων Δέ­σπο­τα, τοῖς μα­θη­ταῖς σου, μυ­στι­κῶς ἐ­δή­λω­σας, τὴν σὴν ἁ­γί­αν τε­λευ­τήν, δι᾿ ἧς φθο­ρᾶς ἐ­λυ­τρώ­θη­μεν, (ὁ α´ χο­ρὸς) οἱ τὰ σε­πτά σου, τι­μῶν­τες πα­θή­μα­τα.

Ὁ β´ χο­ρός·

ᾨ­δὴ η´. Ὁ εἱρ­μός.

Ὃν στρα­τι­αί, οὐ­ρα­νῶν δο­ξά­ζου­σι, καὶ φρίτ­τει τὰ Χε­ρου­βίμ, καὶ τὰ Σε­ρα­φίμ, πᾶ­σα πνο­ὴ καὶ κτί­σις, ὑ­μνεῖ­τε εὐ­λο­γεῖ­τε, καὶ ὑ­πε­ρυ­ψοῦ­τε, αὐ­τὸν εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Τρο­πά­ρι­α.

Τὴν νο­μι­κήν, ἐκ­πλη­ρώ­σας πρό­στα­ξιν, ὁ πλά­κας τὰς νο­μι­κάς, γρά­ψας ἐν Σι­νᾷ, ἔ­φα­γε μὲν τὸ πά­σχα, τὸ πά­λαι καὶ σκι­ῶ­δες, γέ­γο­νε δὲ πά­σχα, καὶ μυ­στι­κὴ ζω­ο­θυ­σί­α.

Τὴν ἀπ᾿ αἰ­ῶ­νος, κε­κα­λυμ­μέ­νην Χρι­στέ, σο­φί­αν μυ­στα­γω­γῶν, ἔ­δει­ξας ὁ­μοῦ, πᾶ­σι τοῖς Ἀ­πο­στό­λοις, Σω­τὴρ ἐ­πὶ τοῦ δεί­πνου· ἣν ταῖς Ἐκ­κλη­σί­αις, πα­ρέ­δω­καν οἱ θε­ο­φό­ροι.

Εἷς ἐξ ὑ­μῶν, δό­λῳ πα­ρα­δώ­σει με, Ἑ­βραί­οις ἀ­πεμ­πο­λῶν, ταύ­τῃ τῇ νυ­κτί· τοῦ­το Χρι­στὸς βο­ή­σας, συ­νέ­χε­ε τοὺς φί­λους· τό­τε εἷς πρὸς ἕ­να, δι­α­πο­ρῶν προ­σε­κι­νεῖ­το.

Τα­πει­νω­θείς, δι᾿ ἡ­μᾶς ὁ πλού­σι­ος, τοῦ δεί­πνου ἐ­ξα­να­στάς, λέν­τι­ον λα­βών, τοῦ­το πε­ρι­ε­ζώ­σω, καὶ κλί­νας τὸν αὐ­χέ­να, ἔ­νι­ψας τοὺς πό­δας, τῶν μα­θη­τῶν καὶ τοῦ προ­δό­του.

Τῆς ὑ­πὲρ νοῦν, καὶ ἀ­φρά­στου γνώ­σε­ως, τὸ ὕ­ψος σου Ἰ­η­σοῦ, τίς μὴ ἐκ­πλα­γῇ, ὅ­τι πη­λῷ πα­ρέ­στης, ὁ Κτί­στης τῶν ἁ­πάν­των, νί­πτων μὲν τοὺς πό­δας, ἐ­κμάσ­σων δὲ καὶ τῷ λεν­τί­ῳ;

Ὁ μα­θη­τής, ὃν ἠ­γά­πα Κύ­ρι­ος, τῷ στή­θει ἀ­να­πε­σών, ἔ­φη πρὸς αὐ­τόν. Τίς ὁ πα­ρα­δι­δούς σε; Χρι­στὸς δὲ πρὸς ἐ­κεῖ­νον· Οὗ­τος ὁ ἐμ­βά­ψας, ἐν τῷ τρυ­βλί­ῳ νῦν τὴν χεῖ­ρα.

Ὁ μα­θη­τής, τὸν ψω­μὸν δε­ξά­με­νος, κα­τὰ τοῦ Ἄρ­του χω­ρεῖ, πρᾶ­σιν με­λε­τῶν· τρέ­χει πρὸς Ἰ­ου­δαί­ους, λέ­γει τοῖς πα­ρα­νό­μοις· Τί πα­ρέ­χε­τέ μοι, κἀ­γὼ ὑ­μῖν αὐ­τὸν προ­δώ­σω;

Δό­ξα. Τρι­α­δι­κόν.

Ἕ­να Θε­όν, κατ᾿ οὐ­σί­αν σέ­βο­μαι, τρεῖς ὑ­πο­στά­σεις ὑ­μνῶ, δι­ο­ρι­στι­κῶς, ἄλ­λας ἀλλ᾿ οὐκ ἀλ­λοί­ας, ἐ­πεὶ Θε­ό-της μί­α, ἐν τρι­σὶ προ­σώ­ποις, Πα­τήρ, Υἱ­ὸς καὶ θεῖ­ον Πνεῦ­μα.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ῥῦ­σαι ἡ­μᾶς, Ἰ­η­σοῦ Σω­τὴρ ἡ­μῶν, ἐκ πλά­νης καὶ πει­ρα­σμοῦ, καὶ τοῦ πο­νη­ροῦ· δέ­χου τὴν Θε­ο­τό­κον, πρε­σβεύ­ου­σαν ἀ­παύ­στως· Μή­τηρ γὰρ ὑ­πάρ­χει, (ὁ β´ χο­ρὸς) καὶ δύ­να­ταί σε δυ­σω­πῆ­σαι.

Ὁ α´ χο­ρός·

ᾨ­δὴ θ´. Ὁ εἱρ­μός.

Ἀ­σπό­ρου συλ­λή­ψε­ως, ὁ τό­κος ἀ­νερ­μή­νευ­τος· μη­τρὸς ἀ­νάν­δρου, ἄ­φθο­ρος ἡ κύ­η­σις· Θε­οῦ γὰρ ἡ γέν­νη­σις, και­νο­ποι­εῖ τὰς φύ­σεις. Δι­ό σε πᾶ­σαι αἱ γε­νε­αί, ὡς θε­ό­νυμ­φον μη­τέ­ρα, ὀρ­θο­δό­ξως με­γα­λύ­νο­μεν. (δίς)

Τρο­πά­ρι­α.

Τὸ μέ­γα μυ­στή­ρι­ον, τῆς σῆς ἐ­ναν­θρω­πή­σε­ως, ἐ­πὶ τοῦ δεί­πνου, συ­να­να­κει­μέ­νου σου, τοῖς μύ­σταις Φι­λάν­θρω­πε, ἀ­να­κα­λύ­ψας ἔ­φης· Φά­γε­τε ἄρ­τον τὸν ζω­τι­κόν, πί­στει πί­ε­τε τὸ αἷ­μα, κε­νω­θὲν τῆς θε­ο­πλεύ­ρου σφα­γῆς.

Σκη­νὴ ἐ­που­ρά­νι­ος, ἐ­δεί­χθη τὸ ἀ­νώ­γε­ων, ἔν­θα τὸ Πά­σχα, Χρι­στὸς ἐ­πε­τέ­λε­σε, τὸ δεῖ­πνον ἀ­ναί­μα­κτον, καὶ λο­γι­κὴ λα­τρεί­α· ἡ τρά­πε­ζα δὲ τῶν ἐ­κεῖ, τε­λε­σθέν­των μυ­στη­ρί­ων, νο­η­τὸν θυ­σι­α­στή­ρι­ον.

Τὸ Πά­σχα Χρι­στός ἐ­στι, τὸ μέ­γα καὶ σε­βά­σμι­ον, βρω­θεὶς ὡς ἄρ­τος, τυ­θεὶς δὲ ὡς πρό­βα­τον· αὐ­τὸς γάρ ἀ­νή­νε­κται, ὑ­πὲρ ἡ­μῶν θυ­σί­α· αὐ­τοῦ τὸ Σῶ­μα εὐ­σε­βῶς, καὶ αὐ­τοῦ τὸ Αἷ­μα πάν­τες, μυ­στι­κῶς με­τα­λαμ­βά­νο­μεν.

Τὸν ἄρ­τον εὐ­λό­γη­σας, ὁ Ἄρ­τος ὁ οὐ­ρά­νι­ος, εὐ­χα­ρι­στή­σας, Πα­τρὶ τῷ γεν­νή­το­ρι, λα­βὼν καὶ πο­τή­ρι­ον, τοῖς μα­θη­ταῖς ἐ­δί­δους· Λά­βε­τε φά­γε­τε βο­ῶν, τοῦ­τό μού ἐ­στι τὸ Σῶ­μα, καὶ τὸ Αἷ­μα τῆς ἀ­φθάρ­του ζω­ῆς.

Ἀ­μὴν λέ­γων ἔ­φη­σε, τοῖς κλή­μα­σιν ἡ ἄμ­πε­λος, τοῖς Ἀ­πο­στό­λοις, Χρι­στὸς ἡ ἀ­λή­θει­α, ἀπ᾿ ἄρ­τι οὐ μὴ πί­ω, ἐκ τῆς ἀμ­πέ­λου πό­μα, ἕ­ως ἂν πί­ω αὐ­τὸ και­νόν, ἐν τῇ δό­ξῃ τοῦ Πα­τρός μου, μεθ᾿ ὑ­μῶν τῶν κλη­ρο­νό­μων μου.

Πι­πρά­σκεις τρι­ά­κον­τα, ἀρ­γύ­ρων τὸν ἀ­τί­μη­τον, καὶ οὐ λο­γί­ζῃ, Ἰ­ού­δα πα­ρά­νο­με, τοῦ δεί­πνου τὴν μύ­η­σιν, ἢ τὸν σε­πτὸν νι­πτῆ­ρα; Ὢ πῶς εἰς τέ­λος τοῦ φω­τός, ὀ­λι­σθή­σας πτῶ­μα ἦλ­θες, τὴν ἀγ­χό­νην ἀ­σπα­σά­με­νος!

Τὰς χεῖ­ρας ἐ­ξέ­τει­νας, ἐν αἷς τὸν ἄρ­τον ἔ­λα­βες, τῆς ἀ­φθαρ­σί­ας, λα­βεῖν τὰ ἀρ­γύ­ρι­α, τὸ στό­μα πρὸς φί­λη­μα, προ­σα­γα­γὼν δο­λί­ως, ἐν ᾧ τὸ Σῶ­μα τοῦ Χρι­στοῦ, καὶ τὸ Αἷ­μα ὑ­πε­δέ­ξω· ἀλλ᾿ οὐ­αί σοι! ὡς φη­σὶν ὁ Χρι­στός.

Χρι­στὸς εἱ­στι­ά­σα­το, τὸν κό­σμον ὁ οὐ­ρά­νι­ος, καὶ θεῖ­ος Ἄρ­τος. Δεῦ­τε οὖν φι­λό­χρι­στοι, πη­λί­νοις ἐν στό­μα­σιν, ἁ­γναῖς δὲ ταῖς καρ­δί­αις, ὑ­πο­δε­ξώ­με­θα πι­στῶς, τὸν θυ­ό­με­νον τὸ Πά­σχα, ἐν ἡ­μῖν ἱ­ε­ρουρ­γού­με­νον.

Δό­ξα. Τρι­α­δι­κόν.

Πα­τέ­ρα δο­ξά­σω­μεν, Υἱ­ὸν ὑ­πε­ρυ­ψώ­σω­μεν, τὸ θεῖ­ον Πνεῦ­μα, πι­στῶς προ­σκυ­νή­σω­μεν, Τρι­ά­δα ἀ­χώ­ρι­στον, Μο­νά­δα κατ᾿ οὐ­σί­αν, ὡς φῶς καὶ φῶ­τα καὶ ζω­ήν, καὶ ζω­ὰς ζω­ο­ποι­οῦ­σαν, καὶ φω­τί­ζου­σαν τὰ πέ­ρα­τα.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Πα­στὰς ἐ­που­ρά­νι­ος, καὶ Νύμ­φη ἀ­ει­πάρ­θε­νος, μό­νη ἐ­δεί­χθης, Θε­ὸν μὲν βα­στά­σα­σα, τε­κοῦ­σα δὲ ἀ­τρέ­πτως, ἐκ σοῦ σε­σαρ­κω­μέ­νον· δι­ό σε πᾶ­σαι αἱ γε­νε­αί, ὡς Θε­ό­νυμ­φον Μη­τέ­ρα, ὀρ­θο­δό­ξως με­γα­λύ­νο­μεν.

Καὶ πά­λιν τὸν εἱρ­μόν·

Ἀ­σπό­ρου συλ­λή­ψε­ως, ὁ τό­κος ἀ­νερ­μή­νευ­τος· μη­τρὸς ἀ­νάν­δρου, ἄ­φθο­ρος ἡ κύ­η­σις· Θε­οῦ γὰρ ἡ γέν­νη­σις, και­νο­ποι­εῖ τὰς φύ­σεις. Δι­ό σε πᾶ­σαι αἱ γε­νε­αί, ὡς θε­ό­νυμ­φον μη­τέ­ρα, ὀρ­θο­δό­ξως με­γα­λύ­νο­μεν.

* * *

Τὸ τρισά­γι­ον καὶ τὰ λοι­πὰ τοῦ μ. ἀ­πο­δεί­πνου.

Ὁ ἀ­να­γνώ­στης τὸ τρι­σά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Κον­τά­κι­ον. Ῥω­μα­νοῦ τοῦ με­λω­δοῦ.

Ἦ­χος β´. Τὰ ἄ­νω ζη­τῶν.

Τὸν ἄρ­τον λα­βών, εἰς χεῖ­ρας ὁ προ­δό­της, κρυ­φί­ως αὐ­τάς, ἐ­κτεί­νει καὶ λαμ­βά­νει, τὴν τι­μὴν τοῦ Πλά­σαν­τος, ταῖς οἰ­κεί­αις χερ­σὶ τὸν ἄν­θρω­πον· καὶ ἀ­δι­όρ­θω­τος ἔ­μει­νεν, Ἰ­ού­δας ὁ δοῦ­λος καὶ δό­λι­ος.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (40άκις).

Καὶ τὴν πα­ροῦ­σαν εὐ­χήν.

Ὁ ἐν παν­τὶ και­ρῷ καὶ πά­σῃ ὥ­ρᾳ ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ γῆς προ­σκυ­νού­με­νος καὶ δο­ξα­ζό­με­νος Χρι­στὸς ὁ Θε­ός, ὁ μα­κρό­θυ­μος, ὁ πο­λυ­έ­λε­ος, ὁ πο­λυ­εύ­σπλαγ­χνος, ὁ τοὺς δι­καί­ους ἀ­γα­πῶν καὶ τοὺς ἁ­μαρ­τω­λοὺς ἐ­λε­ῶν, ὁ πάν­τας κα­λῶν πρὸς σω­τη­ρί­αν δι­ὰ τῆς ἐ­παγ­γε­λί­ας τῶν μελ­λόν­των ἀ­γα­θῶν· αὐ­τός, Κύ­ρι­ε, πρόσ­δε­ξαι καὶ ἡ­μῶν ἐν τῇ ὥ­ρᾳ ταύ­τῃ τὰς ἐν­τεύ­ξεις καὶ ἴ­θυ­νον τὴν ζω­ὴν ἡ­μῶν πρὸς τὰς ἐν­το­λάς σου. Τὰς ψυ­χὰς ἡ­μῶν ἁ­γί­α­σον· τὰ σώ­μα­τα ἅ­γνι­σον· τοὺς λο­γι­σμοὺς δι­όρ­θω­σον· τὰς ἐν­νοί­ας κά­θα­ρον· καὶ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, κα­κῶν καὶ ὀ­δύ­νης. Τεί­χι­σον ἡ­μᾶς ἁ­γί­οις σου ἀγ­γέ­λοις, ἵ­να, τῇ πα­ρεμ­βο­λῇ αὐ­τῶν φρου­ρού­με­νοι καὶ ὁ­δη­γού­με­νοι, κα­ταν­τή­σω­μεν εἰς τὴν ἑ­νό­τη­τα τῆς πί­στε­ως καὶ εἰς τὴν ἐ­πί­γνω­σιν τῆς ἀ­προ­σί­του σου δό­ξης· ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

* * *

Καὶ τὰς ἑ­πο­μέ­νας εὐ­χάς.

ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Παύ­λου Μο­να­χοῦ Μο­νῆς τῆς Εὐ­ερ­γέ­τι­δος

Ἄ­σπι­λε, ἀ­μό­λυν­τε, ἄ­φθο­ρε, ἄ­χραν­τε, ἁ­γνὴ Παρ­θέ­νε, Θε­ό­νυμ­φε Δέ­σποι­να· ἡ Θε­ὸν Λό­γον τοῖς ἀν­θρώ­ποις, τῇ πα­ρα­δό­ξῳ σου κυ­ή­σει, ἑ­νώ­σα­σα, καὶ τὴν ἀ­πω­σθεῖ­σαν φύ­σιν τοῦ γέ­νους ἡ­μῶν τοῖς οὐ­ρα­νί­οις συ­νά­ψα­σα, ἡ τῶν ἀ­πηλ­πι­σμέ­νων μό­νη ἐλ­πίς, καὶ τῶν πο­λε­μου­μέ­νων βο­ή­θει­α, ἡ ἑ­τοί­μη ἀν­τί­λη­ψις τῶν εἰς σὲ προ­στρε­χόν­των, καὶ πάν­των τῶν Χρι­στι­α­νῶν τὸ κα­τα­φύ­γι­ον, μὴ βδε­λύ­ξῃ με τὸν ἁ­μαρ­τω­λόν, τὸν ἐ­να­γῆ, τὸν αἰ­σχροῖς λο­γι­σμοῖς καὶ λό­γοις καὶ πρά­ξε­σιν ὅ­λον ἐ­μαυ­τὸν ἀ­χρει­ώ­σαν­τα, καὶ τῇ τῶν ἡ­δο­νῶν τοῦ βί­ου ῥᾳ­θυ­μί­ᾳ γνώ­μης, δοῦ­λον γε­νό­με­νον. Ἀλλ᾿ ὡς τοῦ φι­λαν­θρώ­που Θε­οῦ Μή­τηρ, φι­λαν­θρώ­πως σπλαγ­χνί­σθη­τι ἐπ᾿ ἐ­μοὶ τῷ ἁ­μαρ­τω­λῷ καὶ ἀ­σώ­τῳ, καὶ δέ­ξαι μου τὴν ἐκ ῥυ­πα­ρῶν χει­λέ­ων προ­σφε­ρο­μέ­νην σοι δέ­η­σιν, καὶ τὸν σὸν Υἱ­όν, καὶ ἡ­μῶν Δε­σπό­την καὶ Κύ­ρι­ον, τῇ μη­τρι­κῇ σου παῤ­ῥη­σί­ᾳ χρω­μέ­νη, δυ­σώ­πη­σον, ἵ­να ἀ­νοί­ξῃ κἀ­μοὶ τὰ φι­λάν­θρω­πα σπλάγ­χνα τῆς αὐ­τοῦ ἀ­γα­θό­τη­τος, καί, πα­ρι­δών μου τὰ ἀ­να­ρίθ­μη­τα πταί­σμα­τα, ἐ­πι­στρέ­ψῃ με πρὸς με­τά­νοι­αν, καὶ τῶν αὐ­τοῦ ἐν­το­λῶν ἐρ­γά­την δό­κι­μον ἀ­να­δεί­ξῃ με. Καὶ πά­ρε­σό μοι ἀ­εὶ ὡς ἐ­λε­ή­μων, καὶ συμ­πα­θής, καὶ φι­λά­γα­θος, ἐν μὲν τῷ πα­ρόν­τι βί­ῳ, θερ­μὴ προ­στά­τις καὶ βο­η­θός, τὰς τῶν ἐ­ναν­τί­ων ἐ­φό­δους ἀ­πο­τει­χί­ζου­σα, καὶ πρὸς σω­τη­ρί­αν κα­θο­δη­γοῦ­σά με, καὶ ἐν τῷ και­ρῷ τῆς ἐ­ξό­δου μου, τὴν ἀ­θλί­αν μου ψυ­χὴν πε­ρι­έ­που­σα, καὶ τὰς σκο­τει­νὰς ὄ­ψεις τῶν πο­νη­ρῶν δαι­μό­νων πόῤ­ῥω αὐ­τῆς ἀ­πε­λαύ­νου­σα· ἐν δὲ τῇ φο­βε­ρᾷ ἡ­μέ­ρᾳ τῆς κρί­σε­ως, τῆς αἰ­ω­νί­ου με ῥυ­ο­μέ­νη κο­λά­σε­ως, καὶ τῆς ἀ­ποῤ­ῥή­του δό­ξης τοῦ σοῦ Υἱ­οῦ καὶ Θε­οῦ ἡ­μῶν κλη­ρο­νό­μον με ἀ­πο­δει­κνύ­ου­σα. Ἧς καὶ τύ­χοι­μι, Δέ­σποι­νά μου, ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, δι­ὰ τῆς σῆς με­σι­τεί­ας καὶ ἀν­τι­λή­ψε­ως, χά­ρι­τι καὶ φι­λαν­θρω­πί­ᾳ, τοῦ μο­νο­γε­νοῦς σου Υἱ­οῦ, τοῦ Κυ­ρί­ου καὶ Θε­οῦ, καὶ Σω­τῆ­ρος ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ. ᾯ πρέ­πει πᾶ­σα δό­ξα, τι­μὴ καὶ προ­σκύ­νη­σις, σὺν τῷ ἀ­νάρ­χῳ αὐ­τοῦ Πα­τρὶ καὶ τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ αὐ­τοῦ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

ΕΥΧΗ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ
ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ

Ἀν­τι­ό­χου Μο­να­χοῦ τοῦ Παν­δέ­κτου

Καὶ δὸς ἡ­μῖν, Δέ­σπο­τα, πρὸς ὕ­πνον ἀ­πι­οῦ­σιν, ἀ­νά­παυ­σιν σώ­μα­τος καὶ ψυ­χῆς· καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς ἀ­πὸ τοῦ ζο­φε­ροῦ ὕ­πνου τῆς ἁ­μαρ­τί­ας, καὶ ἀ­πὸ πά­σης σκο­τει­νῆς καὶ νυ­κτε­ρι­νῆς ἡ­δυ­πα­θεί­ας. Παῦ­σον τὰς ὁρ­μὰς τῶν πα­θῶν, σβέ­σον τὰ πε­πυ­ρω­μέ­να βέ­λη τοῦ πο­νη­ροῦ, τὰ καθ᾿ ἡ­μῶν δο­λί­ως κι­νού­με­να· τὰς τῆς σαρ­κὸς ἡ­μῶν ἐ­πα­να­στά­σεις κα­τά­στει­λον, καὶ πᾶν γε­ῶ­δες καὶ ὑ­λι­κὸν ἡ­μῶν φρό­νη­μα κοί­μη­σον. Καὶ δώ­ρη­σαι ἡ­μῖν, ὁ Θε­ός, γρή­γο­ρον νοῦν, σώ­φρο­να λο­γι­σμόν, καρ­δί­αν νή­φου­σαν, ὕ­πνον ἐ­λα­φρὸν καὶ πά­σης σα­τα­νι­κῆς φαν­τα­σί­ας ἀ­πηλ­λαγ­μέ­νον. Δι­α­νά­στη­σον δὲ ἡ­μᾶς ἐν τῷ και­ρῷ τῆς προ­σευ­χῆς, ἐ­στη­ριγ­μέ­νους ἐν ταῖς ἐν­το­λαῖς σου, καὶ τὴν μνή­μην τῶν σῶν κρι­μά­των ἐν ἑ­αυ­τοῖς ἀ­πα­ρά­θραυ­στον ἔ­χον­τας. Παν­νύ­χι­ον ἡ­μῖν τὴν σὴν δο­ξο­λο­γί­αν χά­ρι­σαι εἰς τὸ ὑ­μνεῖν, καὶ εὐ­λο­γεῖν, καὶ δο­ξά­ζειν τὸ πάν­τι­μον καὶ με­γα­λο­πρε­πὲς ὄ­νο­μά σου, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ὑ­πε­ρέν­δο­ξε, ἀ­ει­πάρ­θε­νε, εὐ­λο­γη­μέ­νη Θε­ο­τό­κε, προ­σά­γα­γε τὴν ἡ­με­τέ­ραν προ­σευ­χὴν τῷ Υἱ­ῷ σου καὶ Θε­ῷ ἡ­μῶν, καὶ αἴ­τη­σαι, ἵ­να σώ­σῃ δι­ὰ σοῦ τὰς ψυ­χὰς ἡ­μῶν.

Ἡ ἐλ­πίς μου ὁ Πα­τήρ, κα­τα­φυ­γή μου ὁ Υἱ­ός, σκέ­πη μου τὸ Πνεῦ­μα τὸ Ἅ­γι­ον, Τρι­ὰς ἁ­γί­α, δό­ξα σοι.

Τὴν πᾶ­σαν ἐλ­πί­δα μου εἰς σὲ ἀ­να­τί­θη­μι, Μῆ­τερ τοῦ Θε­οῦ, φύ­λα­ξόν με ὑ­πὸ τὴν σκέ­πην σου.

* * *

ΑΠΟΛΥΣΙΣ

Καὶ με­τὰ τοῦ­το ὁ ἱ­ε­ρεὺς τὴν ἀ­πό­λυ­σιν·

Δό­ξα σοι, ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.

Ἐρ­χό­με­νος ὁ Κύ­ρι­ος ἐ­πὶ τὸ ἑ­κού­σι­ον πά­θος δι­ὰ τὴν ἡ­μῶν σω­τη­ρί­αν, Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν, ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του καὶ πα­να­μώ­μου αὐ­τοῦ μη­τρός, δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ σταυ­ροῦ, προ­στα­σί­αις τῶν τι­μί­ων ἐ­που­ρα­νί­ων δυ­νά­με­ων ἀ­σω­μά­των, ἱ­κε­σί­αις τοῦ τι­μί­ου καὶ ἐν­δό­ξου, προ­δρό­μου καὶ βα­πτι­στοῦ Ἰ­ω­άν­νου, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων ἀ­πο­στό­λων, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ καλ­λι­νί­κων μαρ­τύ­ρων, τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων πα­τέ­ρων ἡ­μῶν, τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης καὶ πάν­των τῶν ἁ­γί­ων ἐ­λε­ή­σαι καὶ σώ­σαι ἡ­μᾶς ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Εἶ­τα βλέ­πων πρὸς τὸν λα­ὸν λέ­γει τὰς δε­ή­σεις, ἀ­πο­κρι­νο­μέ­νων ἡ­μῶν εἰς ἑ­κά­στην τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Εὐ­ξώ­με­θα ὑ­πὲρ εἰ­ρή­νης τοῦ κό­σμου.

Ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.

Ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος) καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.

Ὑ­πὲρ εὐ­ο­δώ­σε­ως καὶ ἐ­νι­σχύ­σε­ως τοῦ φι­λο­χρί­στου στρα­τοῦ.

Ὑ­πὲρ τῶν ἀ­πο­λει­φθέν­των πα­τέ­ρων καὶ ἀ­δελ­φῶν ἡ­μῶν.

Ὑ­πὲρ τῶν δι­α­κο­νούν­των καὶ δι­α­κο­νη­σάν­των ἡ­μῖν.

Ὑ­πὲρ τῶν μι­σούν­των καὶ ἀ­γα­πών­των ἡ­μᾶς.

Ὑ­πὲρ τῶν ἐν­τει­λα­μέ­νων ἡ­μῖν τοῖς ἀ­να­ξί­οις εὔ­χε­σθαι ὑ­πὲρ αὐ­τῶν.

Ὑ­πὲρ ἀ­ναῤ­ῥύ­σε­ως τῶν αἰχ­μα­λώ­των.

Ὑ­πὲρ τῶν ἐν θα­λάσ­σῃ κα­λῶς πλε­όν­των.

Ὑ­πὲρ τῶν ἐν ἀ­σθε­νεί­αις κα­τα­κει­μέ­νων.

Εὐ­ξώ­με­θα καὶ ὑ­πὲρ εὐ­φο­ρί­ας τῶν καρ­πῶν τῆς γῆς.

Καὶ ὑ­πὲρ πά­σης ψυ­χῆς Χρι­στι­α­νῶν ὀρ­θο­δό­ξων.

Μα­κα­ρί­σω­μεν τοὺς εὐ­σε­βεῖς βα­σι­λεῖς, τοὺς ὀρ­θο­δό­ξους ἀρ­χι­ε­ρεῖς, τοὺς κτί­το­ρας τοῦ ἁ­γί­ου να­οῦ τού­του, τοὺς γο­νεῖς ἡ­μῶν καὶ δι­δα­σκά­λους, καὶ πάν­τας τοὺς προ­α­πελ­θόν­τας πα­τέ­ρας καὶ ἀ­δελ­φοὺς ἡ­μῶν, τοὺς ἐν­θά­δε εὐ­σε­βῶς κει­μέ­νους καὶ ἁ­παν­τα­χοῦ ὀρ­θο­δό­ξους.

Εἴ­πω­μεν καὶ ὑ­πὲρ ἑ­αυ­τῶν· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Καὶ λαμ­βά­νο­μεν συγ­χώ­ρη­σιν πα­ρὰ τοῦ ἱ­ε­ρέ­ως, τοῦ χο­ροῦ ψάλ­λον­τος τὸ πα­ρὸν σταυ­ρο­θε­ο­το­κί­ον.

Ἦ­χος α´. Πα­νεύ­φη­μοι Μάρ­τυ­ρες.

Σφα­γήν σου τὴν ἄ­δι­κον Χρι­στέ, ἡ Παρ­θέ­νος βλέ­που­σα, ὀ­δυ­ρο­μέ­νη ἐ­βό­α σοι· Τέ­κνον γλυ­κύ­τα­τον, πῶς ἀ­δί­κως πά­σχεις; πῶς τῷ ξύ­λῳ κρέ­μα­σαι, ὁ πᾶ­σαν γῆν κρε­μά­σας τοῖς ὕ­δα­σι; Μὴ λί­πῃς μό­νην με, εὐ­ερ­γέ­τα πο­λυ­έ­λε­ε, τὴν Μη­τέ­ρα καὶ δού­λην σου δέ­ο­μαι.

Εἶ­τα ὁ ἱ­ε­ρεύς·

Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὁ λα­ός· Ἀ­μήν.

Με­τὰ τὴν ἀ­πό­λυ­σιν τοῦ Ἀ­πο­δεί­πνου εἴ­θι­σται νὰ τε­λῆ­ται τὸ ἅ­γι­ον Εὐ­χέ­λαι­ον.

* * * * *